Τετάρτη, 7 Απριλίου 2010

Ώρες, Απόδειπνο & Μεσονυκτικό Διακαινησίμου

IMG_4711a
η φωτογραφία είναι από το : ΦΩΣ ΕΚ ΦΩΤΟΣ…………
ΣΗΜΕΙΩΣΙΣ
᾽Από τῆς σήμερον μέχρι τοῦ Σαββάτου τῆς Διακαινησίμου, ὡς καί τῇ ἡμέρᾳ τῆς ᾽Αποδόσεως, ἀντί τῆς πρό τοῦ ῾Εσπερινοῦ Θ´ ῞Ωρας, τῶν ῾Ωρῶν τοῦ ᾽Αποδείπνου καί τοῦ Μεσονυκτικοῦ, ἀναγινώσκεται ἡ διατεταγμένη ἐναρκτήριος ᾽Ακολουθία ὡς ἑξῆς:

Μετά τό· « Εὐλογητός ὁ Θεός ἡμῶν... ».

Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος (τρίς).
᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν ᾽Ανάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (τρίς).
Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου· τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.
Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ῞ᾼδου καθεῖλες τήν δύναμιν· καί ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε· καί τοῖς σοῖς ᾽Αποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
᾽Εν τάφῳ σωματικῶς, ἐν ῞Αδῃ δέ μετά ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά λῃστοῦ, καί ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα Πατρί...
῾Ως ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καί παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγή τῆς ἡμῶν ἀναστάσεως.
Καί νῦν καί ἀεί...
Τό τοῦ ῾Υψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διά σοῦ γάρ δέδοται ἡ χαρά Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ ἐν γυναιξίν ὑπάρχεις, πανάμωμε Δέσποινα.

«Κύριε, ἐλέησον» (μ´). Δόξα, Καί νῦν· «Τήν Τιμιωτέραν τῶν Χερουβείμ...». «Δι' εὐχῶν...».

῾Η ᾽Ακολουθία αὕτη ἐπαναλαμβάνεται τρίς, ὡς ἔχει καί μετά μικρά ᾽Απόλυσις ἐπισφραγιζομένη διά τοῦ· «Χριστός ἀνέστη...».
Ευχή του Μεγάλου Βασιλείου 
Ευλογητός εί, Κύριε, Δέσποτα παντοκράτορ, ο φωτίσας τήν ημέραν τώ φωτί τώ ηλιακώ, καί τήν νύκτα φαιδρύνας ταίς αυγαίς τού πυρός, ο τό μήκος τής ημέρας διελθείν ημάς καταξιώσας, καί προσεγγίσαι ταίς αρχαίς τής νυκτός, επάκουσον τής δεήσεως ημών, καί παντός τού λαού σου, καί πάσιν ημίν συγχωρήσας τά εκούσια καί τά ακούσια αμαρτήματα, πρόσδεξαι τάς εσπερινας ημών ικεσίας, καί κατάπεμψον τό πλήθος τού ελέους σου καί τών οικτιρμών σου επί τήν κληρονομίαν σου. Τείχισον ημάς αγίοις Αγγέλοις σου όπλισον ημάς όπλοις δικαιοσύνοις σου, περιχαράκωσον ημάς τή αληθεία σου, φρούρησον ημάς τή δυνάμει σου, ρύσαι ημάς εκ πάσης περιστάσεως, καί πάσης επιβουλής τού αντικειμένου. Παράσχου δέ ήμίν καί τήν παρούσαν εσπέραν, σύν τή επερχομένη νυκτί, τελείαν, αγίαν, ειρηνικην, αναμάρτητον, ασκανδάλιστον, αφάνταστον, καί πάσας τάς ημέρας τής ζωής ημών πρεσβείαις τής αγίάς Θεοτόκου, καί πάντων τών Αγίων τών απ' αιώνός σοι ευαρεστησάντων.Αμήν.
_____________________________________________
Ἠχογράφηση (mp3, 5.69 ΜΒ)

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις

Follow by Email