Σάββατο, 25 Φεβρουαρίου 2012

Ὁ τοῦ Κυρίου Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινός ἐστι,

305295_302267496451425_155974544414055_1227144_283204909_n

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ

Ἀπόστιχα

Ἰδιόμελον  Ἦχος β'

Ὁ τοῦ Κυρίου Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινός ἐστι, καὶ νόμος ἐγκρατείας· οἱ γὰρ ἀπαύστως ἀφορῶντες, εἰς τὸν ἐν αὐτῷ παγέντᾳ, σταυροῦσι τὴν σάρκα, σὺν τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις, ἐξ ὧν καὶ ἡμεῖς, γενέσθαι σπεύδοντες διὰ νηστείας καθαρᾶς, οἰκειωθῶμεν, τῷ φιλανθρώπως ἡμᾶς οἰκειωσαμένῳ τῷ πάθει, καὶ τῆς οἰκείας ἀπαθείας τὴν φύσιν μεταδόντι, τῷ ἔχοντι τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις

Follow by Email