Τετάρτη 27 Ιανουαρίου 2021

Παρακλητικός Κανών Ὁσίου ΕΦΡΑΙΜ τοῦ Σύρου, μ. Γερασίμου


Παρακλητικός Κανών Ὁσίου ΕΦΡΑΙΜ τοῦ Σύρου
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ.
Εἶτα τά Τροπάρια. 
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
ς τῶν Ἀγγέλων μιμητὴς ἐν τῶ βίῳ, τῆς ἰσαγγέλου ἠξιώθης εὐκλείας, παρὰ Χριστοῦ Ἐφραὶμ Ὁσίων καύχημα· ὅθεν ἀεὶ πρέσβευε, πάσης ῥύεσθαι βλάβης, τοὺς πιστῶς προστρέχοντας, τῇ πρεσβείᾳ σου Πάτερ· σὲ γὰρ προστάτην ἔχομεν σοφέ, καὶ πρὸς τὸν Κτίστην, μεσίτην θερμότατον. 
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δίδου, ὦ Πάτερ, ἡμῖν σὴν χάριν. Γερασίμου. 
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τῆς χάριτος τοῦ Θεοῦ, Ἐφραὶμ θεοφόρε, διὰ βίου εἰλικρινοῦς, χαρίτωσον Πάτερ σαῖς πρεσβείαις, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι. 
σχὺν ἡμῖν δίδου κατὰ παθῶν, Ἐφραὶμ θεοφόρε, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, ὡς ἂν τῆς ἰσχύος τοῦ δολίου, δι’ ἐνάρετου ζωῆς κατισχύσωμεν. 
Δυνάμωσον Πάτερ τὸ ἀσθενές, τῆς ἐμῆς καρδίας, τῇ θερμῇ σου ἐπισκοπῇ, ὡς ἂν διανύσω θεαρέστως, τῶν ἀρετῶν τὴν ὁδὸν τὴν σωτήριον. 
Θεοτοκίον.
Λόγος Παρθένε ὁ τοῦ Θεοῦ, ἐκ Σοῦ ἐσαρκώθη, διαμείνας ὃ ἦν Θεός, καὶ ἔσωσε πάντας τοὺς ὑμνοῦντας, τῆς Σῆς λοχείας τὸ μέγα μυστήριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
περήφανον ὄφιν καταβαλὼν ᾔσχυνας, τῇ σῇ θαυμαστῇ ταπεινώσει, Ἐφραὶμ μακάριε· ὅθεν ταπείνωσιν, δίδου ἡμῖν τὴν ἁγίαν, ὡς ἂν ματαιότητος, κόσμου ῥυσθείημεν. 
ς φωτὸς θείου πλήρης Πάτερ Ἐφραὶμ Ὅσιε, λῦσον τῆς ψυχῆς μου τὸ σκότος, ταῖς φωτοφόροις σου, πρεσβείαις δέομαι, καὶ ἀρετῶν θείῳ φέγγει, τὴν ζωήν μου ἴθυνον, ἵνα σωθήσομαι. 
Πειρασμῶν ἀδοκήτων καὶ συμφορῶν λύτρωσαι, τοὺς μετὰ σπουδῆς προσιόντας, τῇ προστασίᾳ σου, Ἐφραὶμ μακάριε, καὶ πρὸς γαλήνης λιμένα, καὶ ζωὴν ἐνάρετον, ἡμᾶς κυβέρνησον. 
Θεοτοκίον.
ποῤῥήτως τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, καὶ μετὰ τὸν τόκον Παρθένος, ἄμωμος μείνασα, τοὺς μώμους κάθαρον, τῆς μολυνθείσης ψυχῆς μου, ῥείθροις τοῦ ἐλέους Σου, Παρθένε ἄχραντε.

Διάσωσον, ταῖς πρὸς Θεόν σου πρεσβείαις, Ἐφραὶμ παμμάκαρ, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἀρωγὸν καὶ προστάτην σε κεκτημένους. 
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Φωτὶ νοητῷ προσομιλῶν μακάριε, φωστὴρ παμφαὴς τῆς Ἐκκλησίας πέφηνας, καὶ νῦν πυρσῷ τῶν λόγων σου, καταυγάζεις πιστῶν τὴν διάνοιαν. Ἀλλ’ ὦ Ἐφραὶμ ὡς ἡμῶν ὁδηγός, σκοτασμοῦ παθημάτων ἡμᾶς λύτρωσαι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῇ πλημμύρᾳ τοῦ λόγου σου, τὰς ψυχὰς κατάρδευσον Ἐφραὶμ Ὅσιε, τῶν ἐν πίστει εὐφημούντων σε, καὶ τὴν σὴν αἰτούντων χάριν ἄνωθεν. 
κ δεινῶν περιστάσεων, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, ἀνωτέρους διαφύλαττε, τοὺς σοὶ προσιόντας Ἐφραὶμ Ὅσιε. 
ήμασί σου πειθόμενοι, τὴν τῆς μετανοίας χάριν καρπούμεθα, καὶ παθῶν ἰὸν ἐκκρούομεν, οἱ σὲ ἀνυμνοῦντες Ἐφραὶμ Ὅσιε. 
Θεοτοκίον.
Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον παρθένος μείνασα, Θεοτόκε ἀειπάρθενε, ῥῦσαί με μανίας τοῦ ἀλάστορος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγιστος φωστήρ, ἐκ Συρίας ἀνατέτελκας, καταυγάζων ταῖς τῶν λόγων ἀστραπαῖς, οἰκουμένης τὰ πληρώματα Πατὴρ ἡμῶν. 
ασαι ἡμῶν, ἰατρὸς ὡς ἐμπειρότατος, τοῖς φαρμάκοις διδαχῶν σου τῶν σοφῶν, ἀσθενούσας τὰς καρδίας Ἐφραὶμ Ὅσιε. 
Νέκρωσον σοφέ, ζωηφόροις ἱκεσίαις σου, τῆς σαρκός μου καὶ νοὸς τὰς ἐκτροπάς, καὶ μετάνοιαν Ἐφραὶμ γνησίαν δίδου μοι. 
Θεοτοκίον.
Σύντριψον Ἁγνή, τοῦ ἐχθροῦ τὰ μηχανήματα, τοῦ ὁρμῶντος κατ’ ἐμοῦ μανιωδῶς, καὶ πρὸς τρίβον σωτηρίας με ὁδήγησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοός μου, τὸ ὀπτικὸν ἐκκαθάρας, τῇ θερμῇ σου πρὸς Χριστὸν ἱκεσίᾳ, τῆς χαλεπῆς ῥαθυμίας με ῥῦσαι, καὶ μετανοίας τοῖς τρόποις βελτίωσον, τὴν ῥαθυμοῦσάν μου ψυχήν, ὦ Ἐφραὶμ ὑποφῆτα τῆς χάριτος. 
Χειμών με, τῆς ἁμαρτίας χειμάζει, καὶ ὠθεῖ πρὸς ἀπογνώσεως χάος, ἀλλὰ τῇ σῇ προστασίᾳ προστρέχω, ὡς εἰς λιμένα Ἐφραὶμ γαληνότατον, καὶ ἐκβοῶ σοι ἐκ ψυχῆς· τῆς πικρᾶς ἀπωλείας με λύτρωσαι. 
Θεοτοκίον.
γγέλων, ἁγιωτέρα ἐδείχθης, ἀσυγκρίτως Θεοτόκε Παρθένε, τὸν Ποιητὴν γὰρ ἐκύησας τούτων, ἐκ τῆς ἀρχαίας ἀρᾶς ἐκλυτρούμενον, τοὺς τοῦ φρικτοῦ Σου τοκετοῦ, προσκυνοῦντας τὸ μέγα μυστήριον.

Διάσωσον, ταῖς πρὸς Θεόν σου πρεσβείαις, Ἐφραὶμ παμμάκαρ, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἀρωγὸν καὶ προστάτην σε κεκτημένους. 
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
ς θεωρὸς τοῦ Σωτῆρος τοῦ βήματος, ἀκατακρίτους ἡμᾶς Πάτερ πρέσβευε, Αὐτῷ παραστῆναι δεόμεθα, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως Ὅσιε· τῇ σῂ γὰρ πρεσβείᾳ προστρέχομεν.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα. 
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί. 
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. 
Στ. Ἐλέησόν με, ὁ Θεός...
ργανον θεόπνευστον, τοῦ Παρακλήτου ἐδείχθης, βίου καθαρότητι, καὶ χαρίτων ἔμπλεως Ἐφραὶμ Ὅσιε, καὶ ζωῆς κρείττονος, κατηξιωμένος, καθικέτευε ἑκάστοτε, Χριστὸν τὸν Κύριον, ἱλασμὸν πταισμάτων δεόμεθα, καὶ τῶν παθῶν ἐκλύτρωσιν, δίδοσθαι καὶ φῶς ἡμῖν ἄνωθεν, σὺ γὰρ ἡμῶν πέλεις, προστάτης ἀρωγὸς καὶ βοηθός, καὶ τοῖς σοῖς λόγοις θεόσοφε, χάριτος πληρούμεθα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ύου πάσης ἀνάγκης, καὶ παθῶν ἀκαθάρτων καὶ πάσης θλίψεως, Ἐφραὶμ πνευματοφόρε, καὶ χαλεπῶν σκανδάλων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 
αμάτων σταγόνας, ἐπομβρίᾳ τῇ θείᾳ ἀεὶ ὁ λόγος σου, προῤῥέει καὶ ἰᾶται, ψυχὰς τὰς ἀσθενούσας, καὶ εὐφραίνει τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 
Νεκρωθῆναι τῷ κόσμῳ, ἡμᾶς δίδου ὑψόθεν δύναμιν Ἅγιε, ζωὴν δὲ τὴν ἁγίαν, ζῆσαι ἐν εὐλαβείᾳ, καὶ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 
Θεοτοκίον.
Γεωργήσας Παρθένε, τὴν πικρὰν ἁμαρτίαν νοΐ ἀγνώμονι, προστρέχω τῇ Σῇ σκέπῃ, καὶ πίστει ἐκβοῶ Σοι· συνηθείας με λύτρωσαι, τῆς μολυνούσης ἀεί, ψυχήν μου τὴν ἀθλίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
χομεν Πάτερ, σὲ ἀντιλήπτορα θεῖον, καὶ πληρούμενοι Ἐφραὶμ Πνευματοφόρε, θείας εὐφροσύνης, ὑμνοῦμέν σου τὴν χάριν. 
ώμην παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, καὶ βουλεύματα ἐκλύειν τοῦ βελίαρ, ἃ καθ’ ἡμῶν τεκταίνει, Ἐφραὶμ ὁρμῇ ἀσχέτῳ. 
γγέλων δήμοις, συναγαλλόμενος Πάτερ, ἀεὶ πρέσβευε Χριστῷ Ἐφραὶμ διδόναι, ἄφεσιν πταισμάτων, τοῖς σὲ ὑμνολογοῦσι. 
Θεοτοκίον.
Σκέπε Παρθένε, ἐπηρειῶν τοῦ δολίου, τῇ μεγίστῃ Σου καὶ θείᾳ ἀντιλήψει, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστον Σου τόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
λύος ἁμαρτίας, ῥείθροις τῶν σῶν λόγων, ἀποκαθαίρεις Ἐφραὶμ παμμακάριστε, τοὺς τῇ σεπτῇ διδαχῇ σου, πιστῶς ἐγκύπτοντας. 
Μὴ παύσῃ θεοφόρε, ἐφορῶν ὑψόθεν, καὶ συνετίζων Ἐφραὶμ θείᾳ χάριτι, τοὺς μελετῶντας ἐν πίστει, τὰς θείας δέλτους σου. 
μέγας ἐν Ὁσίοις, Ἐφραὶμ θεοφόρε, ὡς ἀντιλήπτωρ ἡμῶν καὶ διδάσκαλος, φόβῳ τῷ θείῳ, τὰς ψυχὰς ἡμῶν συνέτισον. 
Θεοτοκίον.
δάτων ἀπωλείας, ῥῦσαί με Παρθένε, καὶ θείου φόβου τὸ ὕδωρ ἀνάβλυσον, ἐν τῇ αὐχμώσῃ ψυχῇ μου, Ἁγνὴ καὶ σῶσόν με.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. 
Τὸν ἐκ τῆς Συρίας ὡς παμφαῆ, λάμψαντα ἀστέρα, καὶ λαμπρύναντα πᾶσαν γῆν, ἀρετῶν τῷ φέγγει, καὶ λόγων ταῖς ἀκτῖσιν, Ἐφραὶμ τὸν θεοφόρον, ὕμνοις τιμήσωμεν. 
Χαίροις τῆς σοφίας ὁ θησαυρός, καὶ τῆς Ἐκκλησίας, ὁ διδάσκαλος ὁ σεπτός· χαίροις μοναζόντων, ἀλείπτης πρὸς τὰ κρείττω, Ἐφραὶμ Πνευματοφόρε, Ἀγγέλων σύσκηνε. 
λαμψας ὡς ἄσαρκος ἐπὶ γῆς, ἀσκήσεως πόνοις, ὡς μισήσας τὰ γεηρά, καὶ τῆς ἀπαθείας, ὑπέρλαμπρον δοχεῖον, ὡς ἀληθῶς ἐδείχθης, Ἐφραὶμ μακάριε. 
ῆμά σοι ἐδόθη ἀπ’ οὐρανοῦ, σοφίας τῆς θείας, καθαρθέντι δι’ ἀρετῆς· ὅθεν σου τὸ στόμα, ἀνέβλυσε τῷ κόσμῳ, διδασκαλίας ῥεῖθρα, Ἐφραὶμ θεόσοφε. 
μπελος καθάπερ πνευματική, βότρυας προβάλλεις, ἐν τῷ κόσμῳ τοὺς νοητούς, ζωῆς μακαρίας, καὶ διδαχῶν ἁγίων, καὶ τῶν πιστῶν εὐφραίνεις, Ἐφραὶμ τὸ πλήρωμα. 
Πρέσβευε ἀπαύστως Πάτερ Ἐφραίμ, ὑπὲρ τῶν τιμώντων, τοὺς ἀγῶνάς σου τοὺς σεπτούς, καὶ τοῖς μελετῶσι, τὰς σὰς διδασκαλίας, δίδου σοφίαν θείαν, καὶ νοῦν θεόφρονα. 
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς. 
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ὁσίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα 
Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
χων, παῤῥησίαν πρὸς Χριστόν, οἷάπερ θεράπων Κυρίου, Ἐφραὶμ θεόσοφε, πάσης ἡμᾶς λύτρωσαι, ὀργῆς καὶ θλίψεως, τῇ θερμῇ προστασίᾳ σου, καὶ ἁμαρτημάτων, αἴτει τὴν συγχώρησιν, καὶ θείαν ἔλλαμψιν, πᾶσι, τοῖς πιστῶς σε τιμῶσιν, ὅπως τῆς ζωῆς τῆς ἀλήκτου, τύχωμεν δοξάζοντες τὸν Κύριον. 
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Λόγος εἰς πατέρας τελειωθέντας - Αγίου Εφραίμ του Σύρου

 


Sermo in patres defunctos 

Λόγος εἰς πατέρας τελειωθέντας

Τὴν καρδίαν μου ἀλγῶ· συμπαθεῖτε, ἀδελφοί, δοῦλοι εὐλογημένοι. ∆εῦτε, ἀκούσατε· ὀδυνᾶταί μου ἡ ψυχή· ἀλγοῦσί μου οἱ νεφροί. Ποῦ εἰσι τὰ δάκρυα καὶ ποῦ ἡ κατάνυξις, ἵνα λούσω σῶμά μου δάκρυσι καὶ στεναγμοῖς; Τίς ἄν με μετέθηκεν ἐν τόπῳ ἀοικήτῳ, ὅπου οὐκ ἔνι θόρυβος ἐκκόπτων τὰ δάκρυα, οὔτε πάλιν σύγχυσις ἐμποδίζουσα κλαυθμόν; Καὶ ὑψώσας τὴν φωνὴν ἔκλαυσα πρὸς τὸν Θεὸν μετὰ πικρῶν δακρύων, καὶ εἶπον ἐν στεναγμοῖς· ἴασαί με, Κύριε, ἵνα ἰαθήσωμαι, διότι ὑπερβολῇ ἀλγεῖ μου ἡ καρδία, καὶ οἱ στεναγμοὶ αὐτῆς οὐκ ἐῶσί με ῥοπὴν ἄνεσιν ἀναλαβεῖν. Θεωρῶ γάρ, ∆έσποτα, ὅτι τοὺς ἁγίους σου, ὥσπερ χρυσὸν ἐκλεκτόν, οὕτως παραλαμβάνεις ἐκ τοῦ ματαίου κόσμου εἰς ἀνάπαυσιν ζωῆς. Καθάπερ ὁ συνετὸς γεωργὸς ἐν φρονήσει, ὅταν ἴδῃ τοὺς καρποὺς ὡριμάσαντας καλῶς, τρυγᾷ αὐτοὺς ἐν τάχει, ἵνα μὴ ἀδικηθῇ ὑπό τινων τραυμάτων ἐναντιούντων αὐτοῖς, οὕτως καὶ αὐτός, Σωτήρ, συλλέγεις τοὺς ἐκλεκτοὺς τοὺς κάμνοντας ὁσίως. Καὶ ἡμεῖς οἱ ῥᾴθυμοι χαῦνοι τῇ προαιρέσει ἀπεμείναμεν οὕτως ἐν σκληρότητι ἡμῶν, καὶ καρπὸς ἡμῶν ἀεὶ ἄωρος ἀπέμεινε τῷ μὴ ἔχειν πρόθεσιν, ἵνα καλῶς ὡριμάσῃ ἐν ἔργοις τοῖς ἀγαθοῖς καὶ τρυγηθῇ ὁσίως εἰς ἀποθήκην ζωῆς· οὐκ ἔχει γὰρ δάκρυα ὁ ἡμέτερος καρπός, ἵνα αὐτὸν ὡριμάσῃ· οὔτε μὴν κατάνυξιν, ἵνα εὐθαλὴς γένηται ἐκ πνοῆς τῶν δακρύων· οὔτε μὴν ταπείνωσιν, ἵνα ἐπισκιάσῃ ὑπεράνωθεν αὐτοῦ εἰς τὸν πολὺν καύσωνα· οὔτε ἀκτημοσύνην, ὅπως ἂν μὴ βαρηθῇ ἀπὸ τῶν ἐναντίων· οὔτε ἀγάπην Θεοῦ, τὴν ῥίζαν τὴν κραταιάν, τὴν βαστάζουσαν καρπόν· οὔτε ἀμεριμνίαν τῶν γηΐνων πραγμάτων· οὔτε μὴν ἀγρυπνίαν· οὔτε νοῦν ἐγρήγορον, νήφοντα ἐν προσευχῇ. Ἀντὶ τούτων τῶν καλῶν καὶ ἀγαθῶν ἀρετῶν ἔχει τὰ ἐναντία· ὀργὴν δεινὴν καὶ θυμὸν κολαφίζοντα καρπόν, ὅπως μὴ χρησιμεύσῃ. Ἡ πολυκτημοσύνη βαροῦσα αὐτὸν κάτω, ἀκηδία μεγάλη, αὗται πᾶσαι συμφοραί, πῶς ἐῶσι τὸν καρπὸν ὡριμάσαι ὁσίως, ἵνα καὶ χρησιμεύσῃ τῷ ἰδίῳ δεσπότῃ, οὐρανίῳ γεωργῷ; Οἴμοι, οἴμοι, ὦ ψυχή, λάλησον καὶ δάκρυσον στερηθεῖσα ἐν τάχει ἐκ πατέρων τελείων καὶ ἀσκητῶν ὁσίων. Ποῦ εἰσιν οἱ πατέρες; Ποῦ εἰσιν οἱ ἅγιοι; Ποῦ εἰσιν οἱ γρήγοροι; Ποῦ εἰσιν οἱ νηφάλιοι; Ποῦ εἰσιν οἱ ταπεινοί; Καὶ ποῦ εἰσιν οἱ πραεῖς; Ποῦ εἰσιν οἱ ἥσυχοι; Ποῦ εἰσιν οἱ ἐγκρατεῖς; Ποῦ εἰσιν οἱ εὐλαβεῖς; Καὶ ποῦ οἱ ἀκτήμονες; Ποῦ οἱ κατανυκτικοί, εὐάρεστοι τῷ Θεῷ; Οἵτινες ἑστήκεισαν ἐν προσευχῇ καθαρᾷ ἐνώπιον τοῦ Θεοῦ, ὡς ἄγγελοι τοῦ Θεοῦ, βρέχοντες σχεδὸν τὴν γῆν <διὰ> τῶν γλυκέων δακρύων [καὶ] τῆς κατανύξεως; Ποῦ εἰσι φιλόθεοι μεστοὶ ἀγάπης Θεοῦ, μὴ κτησάμενοι ὅλως τι φθαρτὸν ἐπὶ τῆς γῆς, ἀλλὰ σταυρὸν ἑαυτῶν αἴροντες διηνεκῶς, Σωτῆρα ἠκολούθουν, βαδίζοντες ἀσφαλῶς ἐν τῇ ὁδῷ τῇ στενῇ, προσέχοντες ἀκριβῶς μὴ ἐκπεσεῖν εἰς κρημνούς, ἐν ἐρήμῳ ἀβάτῳ, ἀνύδρῳ καὶ σκοτεινῷ, ἀλλ' ἐν τῇ εὐθείᾳ ὁδῷ τῆς ἀληθείας τῶν ἐντολῶν τοῦ Θεοῦ, πλήρεις ἀεὶ φωτισμοῦ προσταγμάτων τοῦ Χριστοῦ, ὁδεύοντες ἐν καλῇ πολιτείᾳ καὶ θερμῶς δουλεύοντες τῷ Θεῷ, θλιβέντες ἑκουσίως ἐν βίῳ τῷ ματαίῳ; ∆ιὰ τοῦτο ὁ Θεὸς ἀγαπῶν αὐτοὺς λίαν, ἐπεσύναξεν αὐτοὺς εἰς λιμένα τῆς ζωῆς καὶ χαρὰν αἰώνιον, ἵν' ἐκεῖ ἀγάλλωνται καὶ ἐκεῖ τρυφήσωσιν ἐν παραδείσῳ τρυφῆς καὶ παστῷ οὐρανίῳ, Νυμφίῳ ἀθανάτῳ, ἐν χαρᾷ τῇ μεγίστῃ. Ἀπεδήμησαν ἔνθεν πρὸς Θεὸν τὸν ἅγιον, ἔχοντες τὰς λαμπάδας μεθ' ἑαυτῶν ἑτοίμους. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀρετή, οὐδ' ἔστιν ἐν ἡμῖν ἐκείνων ἡ ἄσκησις. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἐγκράτεια, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ εὐλάβεια, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ πραΰτης, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀκτημοσύνη. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀγρυπνία, οὐδ' ἔστιν ἐν ἡμῖν ἀγάπη πρὸς τὸν Θεόν. Οὐκ ἔστι νῦν ἐν ἡμῖν εὐσπλαγχνία τοῦ Χριστοῦ, οὔτε ἐστὶν ἐν ἡμῖν συμπάθεια τῶν μελῶν. Ἀλλὰ πάντες ἤμεθα ἄγριοι, ἀνήμεροι καὶ μὴ ἀνεχόμενοι ἀλλήλων τὸ παντελῶς. Βέλη πεπυρωμένα εἰσὶν αἱ γλῶσσαι ἡμῶν κατ' ἀλλήλων καθ' ὥραν. Πάντες τιμὴν ζητοῦμεν· πάντες φιλοδοξοῦμεν· πάντες φιλοκτήμονες· πάντες ἤμεθα χαῦνοι· πάντες ἐσμὲν ὑπνώδεις· πάντες ἐσμὲν σκολιοί. Εἰς φλυαρίαν εὔτονοι, εἰς τὰς εὐχὰς ὀκνηροί. Πλάζεσθαι αὐθαίρετοι, ἡσυχάσαι ἀσθενεῖς. Εἰς τρυφὴν εὐπρόθυμοι, εἰς ἐγκράτειαν στυγνοί· εἰς τὴν ἀγάπην ψυχροί, καὶ εἰς τὸν θυμὸν θερμοί· εἰς ἀγαθὰ ὀκνηροί, καὶ εἰς κακὰ σπουδαῖοι. Τίς ἄρα μὴ θρηνήσει, καὶ τίς ἄρα μὴ κλαύσει τὴν διάθεσιν ἡμῶν τὴν πλήρη χαυνότητος; Ἐκεῖνοι οἱ πατέρες γενόμενοι πρὸ ἡμῶν χρήσιμοι τῷ Κυρίῳ, σώσαντες καὶ ἑαυτούς, οὐκ ἦσαν οὕτως χαῦνοι. Οὐδὲ δύο λογισμοὺς εἶχον οἱ τέλειοι, ἀλλὰ ἕνα λογισμόν, τὸ πῶς μόνον σωθῶσιν· ἔσοπτρον καλὸν ἦσαν ἅπασι τοῖς θεαταῖς. Εἷς αὐτῶν ἠδύνατο τὸν Θεὸν παρακαλεῖν ὑπὲρ πολλῶν ἀνθρώπων· δύο πάλιν ἐξ αὐτῶν ἴσχυον παρίστασθαι ἐνώπιον τοῦ Θεοῦ ἐν προσευχαῖς ἁγίαις, δυσωπῆσαι ὁσίως τὸν φιλάνθρωπον Θεὸν καὶ ὑπὲρ χιλιάδων. Οἴμοι οἴμοι, ὦ ψυχή, ἐν ποίῳ καιρῷ ἐσμεν; Οἴμοι, ἀγαπητοί μου, εἰς  ποίαν ἰλὺν κακῶν νῦν ἐφθάσαμεν ἡμεῖς; Ἀγνοοῦμεν θέλοντες. Ἐπειδὴ γὰρ οὐ νήφει ὁ τῆς ψυχῆς ὀφθαλμὸς ἐκ πολλῆς τυφλώσεως καὶ τῶν μετεωρισμῶν, χάριν τούτου οὐκ ἐσμὲν δυνατοὶ κατανοεῖν εἰς προκειμένην θλῖψιν. ῞Οσιοι καὶ δίκαιοι ἰδοὺ νῦν ἐκλέγονται καὶ ἐπισυνάγονται εἰς λιμένα τῆς ζωῆς, ἵνα μὴ θεωρῶσι τὴν θλῖψιν καὶ σκάνδαλα ἐπερχόμενα ἡμῖν δι' ἡμῶν ἁμαρτίας. Ἐκεῖνοι ἐκλέγονται, καὶ ἡμεῖς νυστάζομεν· ἐκεῖνοι ἁρπάζονται, καὶ ἡμεῖς συρόμεθα εἰς κόσμον τὸν μάταιον· ἐκεῖνοι συνάγονται, καὶ ἡμεῖς καθεύδομεν· ἐκεῖνοι ὑπάγουσι πρὸς Θεὸν παρρησίᾳ, καὶ ἡμεῖς μετεωριζόμεθα ἐπὶ τῆς γῆς. Κυρίου παρουσία ἐπὶ θύραις ἕστηκε καὶ ἡμεῖς διστάζομεν· σάλπιγξ ἡ οὐράνιος ἑτοίμη ἐστὶ βοᾶν ἐν προστάγματι Θεοῦ, καὶ σαλεῦσαι σύμπαντα διὰ τῆς φρικτῆς φωνῆς, ἵν' ἐγείρῃ τοὺς νεκρούς, ἵν' ἕκαστος ἀπολάβῃ κατὰ τὴν πρᾶξιν αὐτοῦ· δυνάμεις τῶν οὐρανῶν ἕτοιμαι ἑστήκασιν ἐν τοῖς τάγμασιν αὐτῶν προσελθεῖν μετὰ φόβου ἔμπροσθεν τοῦ Νυμφίου ἐρχομένου ἐν δόξῃ ἐν νεφέλαις οὐρανῶν κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἡμεῖς ἀπιστοῦμεν. Τί ἄρα ἂν γένηται ἐν τῇ ὥρᾳ ἐκείνῃ ἐφ' ἡμῶν, ἀδελφοί; Πῶς ἔχωμεν ἐκεῖσε Θεῷ ἀπολογήσασθαι διὰ τὴν ἀμέλειαν τῆς ἡμῶν σωτηρίας; Ἂν μὴ νῦν σπουδάσωμεν καὶ κλαύσωμεν ἀναιδῶς, μετανοοῦντες καλῶς ἐν ταπεινώσει ψυχῆς καὶ πρᾳότητι πολλῇ, πῶς μέλλομεν ἕκαστος θρηνῆσαι ἐν τῇ θλίψει; Καὶ μεταμελούμενος εἴπῃ ἕκαστος ἡμῶν μετὰ πικρῶν δακρύων· οἴμοι τῷ ἁμαρτωλῷ, τί ἄφνω ἐγένετο; Πῶς παρῆλθεν ὁ βίος τῆς ἐμῆς χαυνότητος; Ἠγνόησα παντελῶς πῶς ἐκλάπη ὁ χρόνος ἐμοῦ τοῦ μετεώρου. Ποῦ εἰσιν αἱ ἡμέραι ἐκεῖναι αἱ ἥσυχοι, ἃς ἐγὼ ἐτέλεσα ἐν τοῖς μετεωρισμοῖς, ἵνα μετανοήσω μετὰ σάκκου καὶ σποδοῦ; Καὶ οὐδὲν ὠφελήσῃ ἐκ τῶν πολλῶν ῥημάτων. ῞Οταν πάλιν ἴδωμεν τοὺς ἁγίους ἐν δόξῃ ἱπταμένους ἐν φωτὶ ἐν νεφέλαις ἀέρων εἰς ἀπάντησιν Χριστοῦ τοῦ βασιλέως τῆς δόξης, ἑαυτοὺς δὲ βλέποντες ἐν τῇ μεγάλῃ θλίψει, τίς ἄρα ὑπενέγκῃ τὴν αἰσχύνην ἐκείνην καὶ δεινὸν ὀνειδισμόν; Νήψωμεν, ὦ ἀδελφοί, νήψωμεν, ἀγαπητοί, νήψωμεν, φιλόθεοι, τέκνα ἠγαπημένα παρὰ τοῦ Θεοῦ πατρός, ἔλθωμεν εἰς ἑαυτούς, καὶ ἐπισυνάξωμεν ὀλίγον τοὺς λογισμοὺς ἐκ τοῦ ματαίου βίου· προσπέσωμεν τῷ Θεῷ μετὰ πολλῶν δακρύων· παρακαλέσωμεν αὐτὸν ἀναιδῶς μετὰ σπουδῆς, ἵνα ἡμᾶς ῥύσηται τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ πικρᾶς κολάσεως. Μὴ αὐτοῦ χωρισθῶμεν τοῦ γλυκέος ∆εσπότου, ἀγαπήσαντος ἡμᾶς καὶ δόντος ὑπὲρ ἡμῶν ἑαυτὸν εἰς τὸν σταυρόν. Πάντων ὑμῶν δέομαι καὶ πάντας ἱκετεύω ἐγὼ ὁ ἀνάξιος ἅμα καὶ ἁμαρτωλός, καὶ ἐπ' ἐμοὶ τῷ χαύνῳ ἐκχέατε δάκρυα ἐν τῇ προσευχῇ ὑμῶν καὶ δεήσει καθαρᾷ, ἵνα κἀγὼ κατανυγῶ καὶ δακρύσω σὺν ὑμῖν, καὶ φωτισθῇ ὀλίγον ἡ τυφλή μου καρδία, καὶ ζητήσω τὸν Θεόν, σωτῆρα τὸν ἅγιον, ὅπως μοι δωρήσηται προθυμίαν τελείαν μετὰ σπουδῆς μετανοεῖν, ἕως οὗ καιρός ἐστι δεχθῆναι τὰ δάκρυα, καὶ σὺν ὑμῖν, ἀδελφοί, σωθήσομαι καὶ ἐγὼ ὁ ἀνάξιος τῆς ζωῆς. ∆έομαι, ἀγαπητοί, δέξασθε παράκλησιν τοῦ ἁμαρτωλοῦ Ἐφραΐμ, ἀδελφοῦ ὑμῶν χαύνου. Καὶ σπουδάσωμεν πάντες τὸν Θεὸν τὸν ἅγιον ἵλεων ποιήσασθαι ἕως ἔχομεν καιρόν. Ἰδοὺ γὰρ ἐπὶ θύραις ἕστηκεν ὁ Κύριος ποιῆσαι συντέλειαν αἰῶνος τοῦ ματαίου.

Λόγος ἕτερος εἰς πατέρας τελειωθέντας - Αγίου Εφραίμ του Σύρου

 


Sermo alius in patres defunctos 

 

Λόγος ἕτερος εἰς πατέρας τελειωθέντας

 

 

ν ταύτῃ ἡμέρᾳ τῇ πρώτῃ καὶ εὐσήμῳ, μυστήρια Υἱοῦ μονογενοῦς ἐνδόξως ᾂδοντες, βοήσωμεν ὕμνοις ἐν ἐκκλησίᾳ, οὔσης νύμφης τοῦ Χριστοῦ, κηρύσσοντες ἔπαθλα τῶν ὁσίων πατέρων καὶ ἐπαίνους ᾂδοντες τοῖς οἰκοῦσιν ἔρημον. Καὶ εἴπωμεν τὰ ἆθλα τῶν λιπόντων τὰς πόλεις καὶ πόθῳ θελησάντων τὰ ἔρημα οἰκῆσαι, εἰς ὠφέλειαν πάντων τῶν ἀκουόντων αὐτῶν. Κἂν ἀπών τις εὑρεθῇ, τῷ παρόντι ἠριθμήθη, συγκοινωνός τε εὐχαῖς τῶν ὁσίων πατέρων, ὅπως σωθῇ ὁ λέγων εὐχαῖς τῶν ἀκροατῶν. Οὐκ ἀπέχουσιν ἡμῶν οἱ ὅσιοι πατέρες, ἐπειδὴ πόθος αὐτῶν ἀεί ἐστι μεθ' ἡμῶν. Μὴ χωρίσωμεν αὐτούς, ὥσπερ ξένους, ἀφ' ἡμῶν, ὅτι ἀεὶ εὔχονται ὑπὲρ τῶν ἐμῶν πταισμάτων. Οὐ γάρ εἰσιν εὐτελεῖς, ὥσπερ εἰσὶν ἔνδοξοι, οὔτε δὲ ἐλάχιστοι, καθώς εἰσιν ἔντιμοι, οὔτε πάλιν ἀμαθεῖς, διδάσκαλοι δέ εἰσι πάντων τῶν ἀνθρώπων ἔργοις ἀγαθοῖς· αὐτοὶ γὰρ διδάσκονται ἐξ ἰδίου Δεσπότου. Πλαζόμενοι ὄρεσιν, ὡς θῆρες τρεφόμενοι. Τέλειοι ὑπάρχουσι, πλήρεις δικαιοσύνης, ἐπειδὴ τυγχάνουσι μέλη τῆς ἐκκλησίας. Οὐκ ἀποχωρίζουσιν ἑαυτοὺς ἐκ τῆς ποίμνης, ἐπειδὴ τέκνα εἰσὶν Ἁγίου Πνεύματος. Οὐχὶ νόμον λύουσι, τὴν ἱερωσύνην τηροῦσιν, ἐντολὰς φυλάσσουσιν· οὐκ ἀνθίστανται νόμῳ, ὄντες θερμοὶ τῇ πίστει. Ὅταν δὲ παρίστανται οἱ τίμιοι ἱερεῖς τῇ ἁγίᾳ τραπέζῃ λειτουργίαν προσάξαι, αὐτοὶ πρῶτοι τείνοντες χεῖρας αὐτῶν δέχονται πίστει σῶμα ∆εσπότου ὄντος ἀεὶ σὺν αὐτοῖς. Ὡς περιστεραί εἰσι πετασθεῖσαι ἐν ὕψει, καὶ τὰς σκηνὰς αὑτῶν ἔπηξαν ἐν τῷ σταυρῷ. Ἐν τόποις ἐρημικοῖς, ὡς πρόβατα πλάζονται· ὡς δὲ ἤκουσαν τὴν φωνὴν τοῦ Ποιμένος, εὐθέως ἐγνώρισαν τὸν ἀγαθὸν Δεσπότην. Ἔμποροί εἰσιν οὗτοι ἐξελθόντες ζητῆσαι τὸν καλὸν μαργαρίτην. Ἀθληταί εἰσιν οὗτοι εὐσεβείας δόκιμοι. Κλίνατέ μοι ἀκοάς, ἀκούσατε τὴν ὥραν, ἵνα διηγήσωμαι πολιτείαν πατέρων οἰκούντων τὴν ἔρημον. Συνάξατε ἔννοιαν μέσον τῆς ἐρημίας, κἀκεῖ θεασόμεθα θαῦμα καὶ δόξαν. Ἐν ῥιπῇ ἀπέλθωμεν, τύπους διαγράψωμεν ἀγαθοὺς καὶ θαυμαστοὺς τῆς αὐτῶν πολιτείας. Ὁ γὰρ πόθος αὐτῶν πολύ με ἀναγκάζει, ἵνα ἀπελθὼν λάβω ἐκ τῶν αὑτῶν θησαυρῶν. Βίος αὐτῶν φοβεῖ με κρύφα αὐτοῖς προσελθεῖν· τοῦτο δὲ αὐτῶν ἐστι, τὸ προσελθεῖν με αὐτοῖς ῥοπήν· ὅταν κλίνωσι γόνυ εἰς τὸ εὔξασθαι, δύνανταί με ποιῆσαι, σαθρὸν ὄντα, ἑδραῖον· ὅταν χεῖρας τείνωσιν αἴροντες εἰς οὐρανόν, ὀρθοῦταί μου ὁ λόγος, ὅπως πιστῶς ὑμνήσω· ὅταν λιτανεύωσι, τότε ἐμοὶ ἔννοια ἐπέστη καὶ ἐχάρη τῇ αὑτῶν πρᾳότητι· ὁμοίως ἡ γλῶσσά μου τῇ αὑτῶν πολιτείᾳ. Ἓν δὲ νέφος δακρύων ἐκχεύσας εἷς ἐξ αὐτῶν ὑπὲρ ἐμῶν πταισμάτων, εὐθέως εἰσηκούσθη. Αὐτῷ Χριστῷ ἔοικαν ἅγιοι ἐκεῖνοι, καὶ ἐξ αὐτοῦ κέκτηνται οἴκους οἱ ἐν ἐρήμῳ. Οὐ γὰρ κωλύει ποτὲ τοὺς ἀγαθοὺς θησαυροὺς ἀπὸ τῶν ἐρχομένων ἐνάτην ἢ ἑνδεκάτην. Ἀλλὰ πρῶτον δίδωσιν ὡς ἀγαθὸς δεσπότης τὸν μισθὸν τῷ ἐργάτῃ τῷ ἐν ἑνδεκάτῃ ὥρᾳ ἐργασαμένῳ ἐν τῷ ἀμπελῶνι. Προθύμως ἀνέῳκται θησαυρός, καὶ ὁ πλοῦτος δέδοται τοῖς θέλουσι προσελθεῖν στολισθῆναι τὴν δόξαν, ἥνπερ ἔχουσιν αὐτοὶ ἀεὶ ἐστολισμένοι, πάλιν δὲ ἀναλαβεῖν τύπους καλοὺς ἐνδόξους καὶ μιμητὰς γενέσθαι τῆς τούτων πολιτείας. Εἴ τις πάλιν σπουδάσει ἀπελθεῖν στολισθῆναι στολὴν ἥνπερ ἔχουσι, πλουτεῖ πλοῦτον ἐκείνων. Κἄν τις μείνῃ παρ' αὐτοῖς, εὐθὺς ἄρχεται δωρεῖσθαι τοῖς αἰτοῦσι δεήσεις, καθὼς αὐτοὶ δωροῦνται ἅπασι τοῖς αἰτοῦσι, καὶ πᾶσι παρέχουσιν ἅπερ αὐτοὶ κέκτηνται. Προσελθόντες λάβωμεν καλὴν δόσιν παρ' αὐτῶν, εὐχὴν ὁμοῦ καὶ τρυφήν· λάβωμεν τὴν ἀγάπην αὐτῶν οὖσαν ἔνδοξον, ὑπὲρ λίθον τίμιον καὶ σμάραγδον ἔνδοξον· καὶ ἀντὶ μαργαριτῶν λάβωμεν αὐτῶν τὴν πίστιν. Ἡ ἔνδοξος δύναμις, δι' ἣν αὐτοὶ πλάζονται ἐν ὄρεσι καὶ βουνοῖς καὶ σπηλαίοις καὶ ὀπαῖς, παράσχου μοι δύναμιν, ἑδρασμὸν τῆς γλώσσης μου, μὴ ἡττηθῆναι φράσαι τὴν τούτων πολιτείαν, καὶ μὴ ἐκλιπεῖν ὅλως φαιδρὸν αὐτῶν ἀγῶνα. Τοιγαροῦν ἐπάραντες ῥίψωμεν ἀφ' ἑαυτῶν τὰ ὅπλα τοῦ Σατανᾶ, καὶ καθάραντες σφόδρα τὰς ἑαυτῶν καρδίας, καὶ πτερὰ ποιήσαντες ἑαυτοῖς περιστερᾶς, πτερωθέντες φθάσωμεν, ὅπως θεασώμεθα τὴν αὑτῶν κατήχησιν, καταλειψάντων πόλεις καὶ τοὺς θορύβους αὐτῶν, καὶ μᾶλλον ποθήσαντας ὄρη καὶ τὴν ἔρημον. Ἀπελθόντες ἴδωμεν τὰς ἐκείνων οἰκήσεις, καὶ τὸ πῶς καθέζονται ὡς νεκροὶ ἐν τοῖς τάφοις· ἀπελθόντες ἴδωμεν τὴν τρυφήν, ἣν τρυφῶσιν ἀεὶ ἐν εὐφροσύνῃ ἀνὰ μέσον ὀρέων· ἀπελθόντες ἴδωμεν τοὺς κόσμον μισήσαντας, καὶ μᾶλλον ποθήσαντας διάγειν ἐν ἐρήμῳ· ἀπελθόντες ἴδωμεν τὰ ἐκείνων σώματα, ὅπως ταῖς θριξὶν αὑτῶν ἑαυτοὺς ἐστόλισαν· ἀπελθόντες ἴδωμεν τοὺς σάκκους τοὺς ἐκείνων, οὓς φοροῦντες ἐν χαρᾷ δοξάζουσι τὸν Θεόν· ἀπελθόντες ἴδωμεν τὰ ἐκείνων πρόσωπα, ὅπως τῇ στυγνότητι τὰς ψυχὰς φαιδρύνουσιν· ἀπελθόντες ἴδωμεν σὺν αὐτοῖς τοὺς ἀγγέλους ᾂδοντας καὶ ψάλλοντας ἐν πολλῇ εὐφροσύνῃ· ἀπελθόντες ἴδωμεν τὰ αὑτῶν ποτήρια τὰ συγκεκρασμένα τοῖς ἑαυτῶν δάκρυσιν· ἀπελθόντες ἴδωμεν τὰς ἐκείνων τραπέζας πεπληρωμένας ἀεὶ βοτανῶν τῶν ἀγρίων. Δεῦτε, θεασώμεθα τοὺς λίθους τοὺς ἐκείνων οὕσπερ τιθεῖσιν ἀεὶ ὑπὸ κεφαλῆς αὑτῶν· ἀπελθόντες λάβωμεν τῶν τριχῶν τῶν ἁγίων, ὅπως σχῶμεν ἑαυτοῖς εὐμενῆ τὸν Δεσπότην. Λῃστὴς αὐτοὺς ἂν ἴδῃ, εὐθὺς πίπτων προσκυνεῖ, ἐπειδὴ σταυρὸν ἀεί εἰσιν ἐστολισμένοι. Ὅταν ἄγρια ζῷα σάκκους τούτων ἴδωσιν, εὐθέως ἀφίστανται, μέγα θαῦμα ὁρῶντα. Πᾶν ἑρπετὸν πατοῦσιν ἐν τοῖς ἑαυτῶν ποσίν, ὅτι ὑποδέδενται πίστιν δικαιοσύνης. Ὅταν δὲ αὐτοὺς ἴδῃ Σατανᾶς, εὐθὺς φρίσσει, καὶ βοήσας ὀδύνῃ ἀφίσταται παραυτά· ἐπειδὴ κατέκλασε μυριάδας παγίδων ὀπίσω αὐτῶν ἱστῶν καὶ οὐδόλως ἴσχυσεν ἀδικῆσαι δικαίους. Οὔτε γὰρ ἦσαν χαῦνοι ὡς ἡμεῖς οἱ ἄφρονες, ἀλλὰ γενναίως πάντες ἐπολέμουν Ἐχθρόν, ἕως ὅτου εἰς τέλος συνέτριψαν Σατανᾶν ὑπὸ τοὺς πόδας αὑτῶν· διὸ ἐξουδένωσαν τὰς ἐπιβουλὰς αὐτοῦ καὶ οὐκ ἐδειλιώθησαν πάσας μηχανὰς αὐτοῦ. Πλοῦτον αὐτοῖς ἂν δείξῃ, οὐδὲν αὐτὸν ἡγοῦνται, ἀλλὰ ἐξουδενώσαντες, ὥσπερ πέτρας πατοῦσιν· ἔχουσι γὰρ τὸν πλοῦτον ἐν τοῖς οὐρανοῖς μετ' ἁγίων ἀγγέλων. Πεῖνα αὐτοὺς οὐ θλίβει, εἰσὶ γὰρ πεπληρωμένοι ἐκ τοῦ ἄρτου τῆς ζωῆς, Χριστοῦ, καταβαίνοντος ἐξ ἁγίων οὐρανῶν. Ὁμοίως δὲ καὶ ἡ δίψα οὐ καταφλέγει αὐτούς, ὅτι ἀεὶ ἔχουσιν ἐν τῇ ἑαυτῶν ψυχῇ ὁμοίως καὶ τῇ γλώσσῃ Χριστόν, τὴν ζῶσαν πηγήν. Ὁ πονηρὸς Σατανᾶς ταράξαι οὐ δύναται ἑνὸς αὐτῶν λογισμόν, ὅτι ἐπὶ τὴν πέτραν θεμέλιον τέθεικαν. Οἰκοῦσιν ἐν σπηλαίοις, ὁμοίως δὲ καὶ νάπαις, ὥσπερ ἐν κουβουκλίοις. Τὰ δὲ ὄρη καὶ βουνά, ἅπερ κύκλῳ ἔχουσιν, οὕτως ταῦτα ποθοῦσιν, ὥσπερ τείχη ὑψηλά. Τράπεζα αὐτοῖς ἐστι πᾶσα ἡ γῆ καὶ ὄρη· ὁμοίως δὲ καὶ τὸ δεῖπνον αἱ ἄγριαι βοτάναι. Ὁ μέγας αὐτῶν πότος ὕδωρ ἐκ τῶν ῥυάκων, ὁ δὲ οἶνος ὁμοίως ἐκ τῶν ὀπῶν τῶν πετρῶν. Ἐκκλησίας ἔχουσι τὰς γλώσσας τὰς ἑαυτῶν, δι' ὧν ἀεὶ τελοῦσι τὰς ἑαυτῶν προσευχάς. Δυοκαίδεκα ὥρας, ὥσπερ ἔχει ἡ ἡμέρα, αὐτοῖς ἐστι προσευχὴ πρὸς τὸν αὑτῶν Δεσπότην  ∆όξαν ἥνπερ ᾂδουσιν ὄρεσι καὶ σπηλαίοις, θυσία εὐπρόσδεκτος προσφέρεται τῷ Θεῷ. Αὐτοί εἰσιν ἑαυτοῖς ἱερεῖς, καὶ ἰῶνται τὰς ἡμετέρας νόσους διὰ τῶν εὐχῶν αὐτῶν· καὶ γὰρ πρεσβευταὶ ἡμῶν πάντοτε τυγχάνουσιν. Οὐ φρονοῦσιν ὑψηλά, οὐδὲ ἐπιζητοῦσι τὴν πρωτοκαθεδρίαν. Δόξα γὰρ αὐτοῖς ἐστιν ἡ ταπεινοφροσύνη, μιμηταὶ γενόμενοι Χριστοῦ τοῦ πτωχεύσαντος δι' ἡμᾶς τοὺς ἀθλίους. Οὐ διδῶσιν αὐτοῖς ἄνεσιν ἐν κόσμῳ, ἐπειδὴ ἐκδέχονται τὴν ἐκεῖ ἀνάπαυσιν. Γενώμεθα ὅμοιοι τῶν οἰκούντων τὰ ὄρη, ὁμοίως καὶ μέτοχοι τῆς αὑτῶν πολιτείας. Πλαζόμενοι γὰρ οὗτοι σὺν θηρίοις ὡς θῆρες, ὁμοίως ὡς πετεινὰ ἵπτανται ἐν ὄρεσι· βόσκονται ὡς ἔλαφοι μετ' ἀγρίων· ἡ δὲ τράπεζα αὐτῶν ἀεὶ ἑτοίμη ἐστί· χλόην γὰρ καὶ βοτάνας ἀεὶ οὗτοι βόσκονται. Καὶ ὡς λύχνοι φαίνουσι πλαζόμενοι ὄρεσι, καὶ πάντες φωτίζονται ἐν τῷ φωτὶ ἐκείνων οἱ μετὰ πολλοῦ πόθου πλησιάζοντες αὐτοῖς. 

Τεῖχός εἰσιν ἑδραῖον πατέρες ἐν ἐρήμῳ, διὸ εἰρηνεύουσι τόπον ἔνθα οἰκοῦσιν. Ὅπου ἂν καταντήσῃ κἂν εἷς ἐκ τῶν πατέρων, πᾶσά ἐστι τοῦ λοιποῦ κύκλῳ αὐτοῦ εἰρήνη. Βουνοῖς ἐπιστείχουσιν ὃν τρόπον περιστεραί, ὁμοίως ὡς ἀετοὶ ἐν ὑψηλοῖς ὄρεσι καὶ σπηλαίοις. Καὶ βασιλεῖ μὲν ἴσως στενοχωρεῖ παλάτιον, αὐτοῖς δὲ εὐρύχωροί εἰσιν αἱ ὀπαὶ τῆς γῆς. Τὰ τρύχινα φοροῦντες οἱ ὅσιοι πατέρες μᾶλλον ἀγαλλιῶνται τῷ πορφύραν φοροῦντι· κατελύθη πορφύρα, καὶ σάκκος εὐδοκιμεῖ διὰ τὴν ὑπομονὴν τῶν ἁγίων πατέρων. Καὶ γὰρ ἐβδελύξαντο τὴν ὑπερηφανίαν καὶ σφόδρα ἀσπάζονται τὴν πολλὴν ταπείνωσιν. Ἐμίσησαν δὲ πᾶσαν δόξαν ματαίου κόσμου, καὶ ἰδοὺ δοξάζονται ὑπὸ πάντων ἀνθρώπων διὰ τὴν ταπείνωσιν καὶ πολλὴν πρᾳότητα. Οὐ κέκτηνται βασιλεῖς ἀνάπαυσιν τοιαύτην, οἵαν κέκτηνται ἄνεσιν πατέρες ἐν τῇ ἐρήμῳ, διότι Χριστός ἐστιν αὐτῶν ἀγαλλίασις. Βόσκονται δὲ ὡς θῆρες βοτάνας ἐν ἐρήμῳ, ἐπειδὴ ἐκδέχονται τὸν τερπνὸν παράδεισον· ὅταν δὲ ἀτονίσωσι πλαζόμενοι ὄρεσιν, ὡς ἐν τρυφῇ ἑαυτοὺς τιθέασιν ἐν τῇ γῇ. Ὅταν δὲ ὑπνώσωσιν, ἐν σπουδῇ ἐγείρονται, ὡς σάλπιγγες ὑμνοῦσι Χριστὸν τὸν ποθούμενον. Τάγματα δὲ ἀγγέλων ἀεὶ εἰσὶ σὺν αὐτοῖς, ἃ καὶ τειχίζει αὐτοὺς καὶ φυλάττει πάντοτε. Ἡ χάρις τοῦ Δεσπότου ἀεί ἐστι σὺν αὐτοῖς καὶ οὐκ ἀφιεῖ αὐτοὺς διαλαθεῖν τὸν Ἐχθρόν. Ὅταν γόνυ κλίνωσι, πηλὸν ἐμπροσποιοῦσι, καὶ ῥύακας στένωσιν ἐξ ἰδίων δακρύων. Ὅταν δὲ σφραγίσωσι τὴν ἑαυτῶν ὕμνησιν, ἐγείρεται Δεσπότης δούλοις αὑτοῦ λειτουργεῖν. Ὅταν ὄρθρος γένηται, εὐθὺς αὐτῶν τὰ πτερὰ ἐπάραντες, πέτανται ἐν πάσῃ τῇ οἰκουμένῃ· οὐδὲ γάρ ἐστιν αὐτοῖς φανερὰ ἡ οἴκησις τῶν ἁγίων πατέρων, ἐν τῇ Ἐδὲμ ὑπάρχει. Ὅπου δύσει ἥλιος, ἐκεῖ καταλύουσιν· ὅπου δὲ φθάσει ἡ νύξ, ἐκεῖ μονὴν ποιοῦσι. Μνήματα οὐ φροντίζουσι, νεκροὶ γὰρ ὑπάρχουσι σταυρωθέντες τῷ κόσμῳ, ἐν τῷ πόθῳ τοῦ Χριστοῦ. Ὅπου γὰρ ἐτέλεσε νηστείαν εἷς ἐξ αὐτῶν, ἐκεῖ αὐτῷ γέγονεν ἐν τῷ τόπῳ τὸ μνῆμα. Πολλοί εἰσι ἐξ αὐτῶν κλίναντες γόνυ εἰς προσευχήν, καὶ ἀνεπαύσαντο πρᾴως ἔμπροσθεν τοῦ Δεσπότου· ἄλλοι πάλιν ὁμοίως στηριχθέντες ἐν πέτρᾳ τὰς ψυχὰς παρέδωκαν τῷ ἰδίῳ Δεσπότῃ· ἄλλος ἁπλῶς ἐν ὄρει ἀναπατῶν ἀπέθανε. καὶ γέγονεν ὁ τόπος τάφος ὁμοῦ καὶ θάπτης· ἄλλος πάλιν ἑαυτὸν σχηματίσας ἔθαψεν, ἑδρασθεὶς τῇ χάριτι τοῦ ἑαυτοῦ Δεσπότου· ἄλλος δὲ βοσκόμενος τὴν χλόην τοῦ Δεσπότου, νυστάξας ἀπέπνευσε τῇ ἑαυτοῦ τραπέζῃ· ἄλλος δὲ πάλιν ἑστὼς ἐν τῇ δοξολογίᾳ ἀφηρπάγη ἀπ' αὐτοῦ φώνημα πνοῆς αὑτοῦ· ἄλλος ἑστὼς ἐν ὄρει ψάλλων καὶ λιτανεύων, ἦλθε καὶ ἐσφράγισεν ᾅδης αὐτοῦ τὴν εὐχήν. Ἐκδέχονται τὴν φωνὴν τὴν αὐτοὺς ἐγείρουσαν, καὶ ἀνθοῦσιν ὡς ἄνθη εὐωδίαν πνέοντα. Ὅταν προσταχθῇ ἡ γῆ ἐξαγαγεῖν τοὺς νεκρούς, εὐθέως βλαστάνουσιν ὥσπερ κρίνα ἀνθοῦντες· καὶ τότε ὁ Δεσπότης ἀντὶ πολλοῦ καμάτου, ὃν αὐτοὶ ὑπέμειναν δι' ἀγάπην τοῦ Χριστοῦ, τὴν αἰώνιον ζωὴν δωρεῖται αὐτοῖς ἀεί· καὶ ἀντὶ τριχῶν αὐτῶν στέμμα πλοκῆς ἐνδόξου· καὶ ἀντὶ τῶν τρυχίνων, ἐν οἷς ἐκακοπάθουν, δίδωσιν αὐτοῖς στολὴν ἔνδοξον τὴν τοῦ γάμου· ἀντὶ δὲ τῶν βοτανῶν καὶ τοῦ στενοῦ ὕδατος Χριστὸς γίνεται τούτοις βρῶσις ἅμα καὶ πόσις· ἀντὶ τῶν ὀπῶν τῆς γῆς, ἐν αἷς αὐτοὶ ᾤκησαν, παρέχει αὐτοῖς Χριστὸς τὸν μέγαν παράδεισον. Ἐπειδὴ ἐπόθησαν θλῖψιν ἔχειν ἐν κόσμῳ, αὐτοῖς παρέχει τὴν χαρὰν τὴν μεγάλην· οὐ γὰρ δυνατόν ἐστι διὰ λόγων δηλῶσαι τὴν πολλὴν εὐφροσύνην, ἐν ᾗ εἰσελεύσονται ἅπαντες οἱ ἅγιοι, οἱ ἐν τῷ κόσμῳ τούτῳ ἑκουσίως θλιβέντες. Ἀνταγωνισάμενοι τοῖς 28 μιαροῖς πάθεσι καὶ νικήσαντες Ἐχθρόν, ἐφύλαξαν ἐντολὰς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Διὸ μακαρίζουσιν οἱ ἄγγελοι ἁγίους καὶ λέγουσι πρὸς αὐτούς· μακάριοί ἐστε ὑμεῖς οἱ διὰ Χριστοῦ πόθον καλῶς κυβερνήσαντες ἐν τῇ ὑμῶν φρονήσει καὶ πολλῇ ὑπομονῇ τὸ σκάφος ὑμῶν, ἐν τῇ γῇ εὐθύνοντες ἀσφαλῶς ἐν ταῖς ἐντολαῖς Χριστοῦ τοῦ ἀγαθοῦ Δεσπότου. Διὸ κατηντήσατε εἰς εὔδιον λιμένα, ἀπολαβόντες Χριστὸν ὅνπερ ἐποθήσατε. Νυνὶ δὲ συγχαίρομεν ὑμῖν, ὦ μακάριοι, ὅτι ἐξειλήσατε τῶν παγίδων τοῦ Ἐχθροῦ, καὶ ἤλθετε πρὸς Χριστὸν ὑμᾶς στεφανώσαντα, καὶ ἐστὲ κληρονόμοι τῆς βασιλείας αὐτοῦ, δοξάζοντες ἐκτενῶς τὴν Ἁγίαν Τριάδα, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν. 

Δευτέρα 25 Ιανουαρίου 2021

Περὶ φιλοπτωχίας - Γρηγορίου του Θεολόγου

ΛΟΓΟΣ ΙΔ.
Περὶ φιλοπτωχίας.
1. νδρες ἀδελφοὶ καὶ συμπένητες, πτωχοὶ γὰρ ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος, δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς, ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε· συνεύξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι, καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ διαθρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ᾿ οὐρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ παλαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτε ἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶ μυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος, καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος. Ἔστι μὲν οὖν οὐ πάνυ τι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃ δοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπερ οὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀνθέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴν ὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶ πρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ᾿ οὖν ἐμὲ, περὶ τούτων διελέσθαι σκεπτέον οὕτως.

2. Καλὸν πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· καὶ μάρτυς τῆς πίστεως Ἀβραὰμ, δικαιωθεὶς ἐκ πίστεως· τῆς ἐλπίδος, Ἐνὼς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον, καὶ πάντες οἱ δίκαιοι διὰ τὴν ἐλπίδα κακοπαθοῦντες· τῆς ἀγάπης, ὁ θεῖος Ἀπόστολος, τολμήσας τι καὶ καθ᾿ ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι· καὶ ὁ Θεὸς αὐτὸς, ἀγάπη καλούμενος. Καλὸν ἡ φιλοξενία· καὶ μάρτυς ἐν μὲν δικαίοις, Λὼτ ὁ Σοδομίτης, καὶ οὐ Σοδομίτης τὸν τρόπον· ἐν δὲ ἁμαρτωλοῖς, Ῥαὰβ ἡ πόρνη, καὶ οὐ πόρνη τὴν προαίρεσιν, διὰ φιλοξενίαν ἐπαινεθεῖσά τε καὶ σωθεῖσα. Καλὸν ἡ φιλαδελφία, καὶ μάρτυς Ἰησοῦς, οὐκ ἀδελφὸς ἡμῶν κληθῆναι μόνον, ἀλλὰ καὶ παθεῖν ὑπὲρ ἡμῶν ἀνασχόμενος. Καλὸν ἡ φιλανθρωπία· καὶ μάρτυς ὁ αὐτὸς Ἰησοῦς, οὐ ποιήσας μόνον τὸν ἄνθρωπον ἐπ᾿ ἔργοις ἀγαθοῖς, καὶ τὴν εἰκόνα τῷ χοῒ συζεύξας ὁδηγὸν τῶν καλλίστων, καὶ τῶν ἄνω πρόξενον, ἀλλὰ καὶ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος. Καλὸν ἡ μακροθυμία, καὶ ὁ αὐτὸς μάρτυς, οὐ τὰς λεγεῶνας μόνον τῶν ἀγγέλων παραιτησάμενος κατὰ τῶν ἐπανισταμένων καὶ τυραννούντων, οὐδὲ τῷ Πέτρῳ μόνον ἐπιτιμήσας αἰρομένῳ τὴν μάχαιραν, ἀλλὰ καὶ τὸ ὠτίον ἀποκαταστήσας τῷ πεπληγότι. Τὸ δ᾿ αὐτὸ καὶ Στέφανος ὕστερον ὁ τοῦ Χριστοῦ μαθητὴς, ὑπὲρ τῶν λιθαζόντων αὐτὸν προσευχόμενος. Καλὸν ἡ πραότης, καὶ μαρτυροῦσι Μωϋσῆς καὶ Δαβὶδ, τοῦτο πρὸ τῶν ἄλλων μαρτυρηθέντες, καὶ ὁ τούτων διδάσκαλος, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, οὐδὲ ἐν ταῖς πλατείαις φωνὴν προιέμενος, οὐδὲ ζυγομαχῶν πρὸς τοὺς ἄγοντας.

3. Καλὸν ὁ ζῆλος, καὶ μαρτυρεῖ Φινεὲς, τὴν Μαδιανῖτιν τῷ Ἰσραηλίτῃ συνεκκεντήσας, ἵνα ἐξέλῃ ὄνειδος ἐξ υἱῶν Ἰσραὴλ, καὶ ὀνομασθεὶς ἐκ τῆς προαιρέσεως· καὶ μετ᾿ ἐκεῖνον, οἱ λέγοντες· Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ· καὶ, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· καὶ, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με· καὶ οὐ λέγοντες τοῦτο μόνον, ἀλλὰ καὶ πάσχοντες. Καλὸν ὑποπιασμὸς σώματος· καὶ πειθέτω σε Παῦλος, ἑαυτὸν ἔτι παιδαγωγῶν, καὶ φοβῶν διὰ τοῦ Ἰσραὴλ τοὺς ἑαυτοῖς θαῤῥοῦντας καὶ ἐφιέντας τῷ σώματι· καὶ Ἰησοῦς αὐτὸς νηστεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν πειράζοντα. Καλὸν προσευχὴ καὶ ἀγρυπνία· καὶ πειθέτω σε Θεὸς ἀγρυπνῶν πρὸ τοῦ πάθους, καὶ προσευχόμενος. Καλὸν ἁγνεία, καὶ παρθενία· καὶ πειθέτω σε Παῦλος περὶ τούτων νομοθετῶν, καὶ βραβεύων δικαίως γάμῳ καὶ ἀγαμίᾳ, καὶ Ἰησοῦς αὐτὸς ἐκ Παρθένου γεννώμενος, ἵνα καὶ γέννησιν τιμήσῃ, καὶ προτιμήσῃ παρθενίαν. Καλὸν ἐγκράτεια· καὶ πειθέτω σε Δαβὶδ, ἡνίκα τοῦ ἐν Βηθλεὲμ ἐκράτησε φρέατος, μὴ πιὼν, ἀλλὰ σπείσας μόνον τοῦ ὕδατος, μηδὲ ἀνασχόμενος ἴδιον πληρῶσαι πάθος ἐν ἀλλοτρίῳ αἵματι.

4. Καλὸν ἐρημία καὶ ἡσυχία· καὶ διδάσκει με ὁ Κάρμηλος Ἡλίου, ἢ ἔρημος Ἰωάννου, Ἰησοῦ τὸ ὄρος, εἰς ὃ πολλάκις ἀναχωρῶν φαίνεται, καὶ καθ᾿ ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Καλὸν ἡ εὐτέλεια· καὶ διδάσκει με Ἠλίας ἀναπαυόμενος παρὰ χήρᾳ, Ἰωάννης θριξὶ καμήλου σκεπόμενος, Πέτρος ἀσσαρίου θέρμοις τρεφόμενος. Καλὸν ἡ ταπεινοφροσύνη, καὶ πολλὰ ταύτης, καὶ πολλαχόθεν τὰ ὑποδείγματα, καὶ πρὸ τῶν ἄλλων, ὁ πάντων Σωτὴρ καὶ Δεσπότης, οὐ ταπεινώσας ἑαυτὸν μόνον μέχρι δούλου μορφῆς, οὐδὲ τὸ πρόσωπον αἰσχύνῃ ὑποθεὶς ἐμπτυσμάτων, καὶ μετὰ τῶν ἀνόμων λογισθεὶς, ὁ τὸν κόσμον καθαίρων τῆς ἁμαρτίας, ἀλλὰ καὶ τῶν μαθητῶν νίπτων τοὺς πόδας ἐν δουλικῷ τῷ σχήματι. Καλὸν ἡ ἀκτημοσύνη καὶ χρημάτων ὑπεροψία· καὶ μαρτυρεῖ Ζακχαῖος, καὶ Χριστὸς αὐτός· ὁ μὲν, τῇ εἰσόδῳ Χριστοῦ, μικροῦ πάντα καρποφορήσας· ὁ δὲ, τῷ πλουσίῳ τὸ τέλειον ἐν τούτῳ περιορίσας. Καὶ συντομώτερον ἔτι περὶ τούτων εἰπεῖν, καλὸν θεωρία, καὶ καλὸν πρᾶξις· ἡ μὲν, ἐντεῦθεν ἐπανιστᾶσα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων χωροῦσα, καὶ τὸν νοῦν ἡμῶν πρὸς τὸ συγγενὲς ἐπανάγουσα· ἡ δὲ, Χριστὸν ὑποδεχομένη, καὶ θεραπεύουσα, καὶ τοῖς ἔργοις τὸ φίλτρον ἐλέγχουσα.

5. Τούτων ἕκαστον μία τις σωτηρίας ὁδὸς, καὶ πρός τινα τῶν μονῶν πάντως φέρουσα τῶν αἰωνίων καὶ μακαρίων· ἐπειδὴ ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτω καὶ μοναὶ πολλαὶ παρὰ Θεῷ, κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναί τε καὶ διαιρούμεναι· καὶ ὁ μὲν τήνδε κατορθούτω τὴν ἀρετὴν, ὁ δὲ τήνδε, ὁ δὲ πλείους, ὁ δὲ τὰς πάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι, καὶ κατευθύνοντι, καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Εἰ δὲ δεῖ Παύλῳ καὶ αὐτῷ Χριστῷ πειθόμενον, πρώτην τῶν ἐντολῶν καὶ μεγίστην, ὡς κεφάλαιον νόμου καὶ προφητῶν τὴν ἀγάπην ὑπολαμβάνειν, ταύτης τὸ κράτιστον εὑρίσκω φιλοπτωχίαν, καὶ τὴν περὶ τὸ συγγενὲς εὐσπλαγχνίαν τε καὶ συμπάθειαν. Οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς ἐλέῳ, Θεὸς θεραπεύεται, ὅτι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια προπορεύονται, καὶ ᾧ προσοιστέον τὸν ἔλεον πρὸ τῆς κρίσεως· οὐδὲ ἄλλῳ τινὶ μᾶλλον, ἢ φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ δικαίως ἀντιμετροῦντος, καὶ τιθέντος ἐν ζυγῷ καὶ σταθμῷ τὸν ἔλεον.

6. Πᾶσι μὲν δὴ πτωχοῖς ἀνοικτέον τὰ σπλάγχνα, καὶ τοῖς καθ᾿ ἡντιναοῦν αἰτίαν κακοπαθοῦσι, κατὰ τὴν, χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, κελεύουσαν ἐντολήν· καὶ προεισενεκτέον ἀνθρώπους ὄντας ἀνθρώποις τὸν ἔρανον τῆς χρηστότητος, εἴτε διὰ χηρείαν χρῄζοιεν ταύτης, εἴτε δι᾿ ὀρφανίαν, εἴτε ἀποξένωσιν πατρίδος, εἴτε ὠμότητα δεσποτῶν, εἴτε ἀρχόντων θράσος, εἴτε φορολόγων ἀπανθρωπίαν, εἴτε λῃστῶν μιαιφονίαν, εἴτε κλεπτῶν ἀπληστίαν, εἴτε δήμευσιν, εἴτε ναυάγιον· πάντες γὰρ ὁμοίως ἐλεεινοὶ, καὶ οὕτω βλέποντες εἰς τὰς ἡμετέρας χεῖρας, ὡς ἡμεῖς εἰς τὰς τοῦ Θεοῦ, περὶ ὧν ἂν δεώμεθα· καὶ τούτων αὐτῶν οἱ παρ᾿ ἀξίαν κακοπαθοῦντες, τῶν ἐν ἔθει τοῦ δυστυχεῖν ὄντων ἐλεεινότεροι· ἐξαιρέτως δὲ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου διεφθαρμένοις, καὶ μέχρι σαρκῶν, καὶ ὀστέων, καὶ μυελῶν, ὡς ἡ κατά τινων ἀπειλὴ, βεβρωμένοις, καὶ προδεδομένοις ὑπὸ τοῦ μοχθηροῦ, καὶ ταπεινοῦ, καὶ ἀπίστου τούτου σώματος· ᾧ πῶς συνεζύγην, οὐκ οἶδα· καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ πηλῷ συμφύρομαι· ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δεσμὸν φεύγω, καὶ ὡς συγκληρονόμον αἰσχύνομαι· τῆξαι φιλονεικῶ, καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ κάλλιστα χρήσωμαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς Θεὸν ἀναβῆναι διὰ τῶν πράξεων.

7. Φείδομαι ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστασιν, ἢ πῶς μὴ ἀπὸ Θεοῦ πέσω βαρηθεὶς ταῖς πέδαις κατασπώσαις, ἢ κατεχούσαις εἰς ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος. Ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεω!ς Ὃ φοβοῦμαι περιέπω, καὶ ὃ στέργω δέδοικα· πρὶν πολεμῆσαι, καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι, διίσταμαι. Τίς ἡ περὶ ἐμὲ σοφία; καὶ τί τὸ μέγα τοῦτο μυστήριον; Ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος· ἵνα εἰδῶμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες καὶ ταπεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι καὶ ἀθάνατοι, κληρονόμοι φωτὸς καὶ πυρὸς, εἴτ᾿ οὖν σκότους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα ἡμῶν, καὶ διὰ ταῦτα, ὡς γοῦν ἐμοὶ καταφαίνεται, ἵν᾿ ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν χοῦν συστελλώμεθα. Ταῦτα μὲν οὖν ὁ βουλόμενος φιλοσοφείτω, καὶ ἡμεῖς γε συμφιλοσοφήσομεν εὐκαιρότερον.

8. Νυνὶ δὲ, ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τῶν ἐμῶν περιαλγοῦντι σαρκῶν, καὶ τῆς ἐμῆς ἀσθενείας ἐν ἀλλοτρίοις πάθεσι, θεραπευτέον, ἀδελφοὶ, τὸ συγγενὲς καὶ ὁμόδουλον. Εἰ γὰρ καὶ ὡς ἐχθροῦ κατηγόρησα διὰ τὸ πάθος, ἀλλὰ καὶ ὡς φίλου περιέχομαι διὰ τὸν συνδήσαντα· καὶ θεραπευτέον οὐχ ἧττον τὰ τῶν πλησίον, ἢ ἕκαστον τὸ ἑαυτοῦ, τῶν τε ὑγιαινόντων, καὶ τῶν ὑπὸ τῆς αὐτῆς νόσου δαπανωμένων. Πάντες γὰρ ἕν ἐσμεν ἐν Κυρίῳ, εἴτε πλούσιος, εἴτε πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ὑγιαίνων, εἴτε πονηρῶς ἔχων τοῦ σώματος· καὶ μία κεφαλὴ πάντων, ἐξ οὗ τὰ πάντα, Χριστός· καὶ ὅπερ ἐστὶν ἀλλήλοις τὰ μέλη, τοῦτο ἕκαστος ἑκάστῳ, καὶ πᾶσιν ἅπαντες· οὔκουν περιοπτέον, οὐδὲ ἀμελητέον τῶν προεμπεσόντων εἰς τὴν κοινὴν ἀσθένειαν· οὐδὲ ἀγαπητέον μᾶλλον, ὅτι εὖ ἡμῖν ἔχει τὰ σώματα, ἢ πενθητέον, ὅτι ἀθλίως τοῖς ἀδελφοῖς· καὶ ἡγεῖσθαι μίαν ἀσφάλειαν εἶναι τῶν ἡμετέρων σαρκῶν καὶ ψυχῶν, τὴν εἰς ἐκείνους φιλανθρωπίαν· σκοπῶμεν δὲ οὕτως.

9. Τοῖς μὲν ἄλλοις ἑν μόνον ἐλεεινὸν, τὸ τῆς ἀπορίας· ὃ τάχ᾿ ἂν ἢ χρόνος, ἢ πόνος, ἢ φίλος, ἢ συγγενὴς, ἢ καιροῦ μεταβολὴ λύσαιεν. Τοῖς δὲ τοῦτο μὲν οὐδενὸς ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ τοῦ πονεῖν καὶ βοηθεῖν ἑαυτοῖς οὐκ ἔχουσιν, εἰς τὰ ἀναγκαῖα μετὰ τῶν σαρκῶν ἀφῄρηνται, καὶ μείζων ἀεὶ τῆς ἀσθενείας αὐτοῖς μᾶλλον ὁ φόβος, ἢ ἡ τῆς ὑγείας ἐλπίς· ὥστε μικρὸν γοῦν τι βοηθεῖσθαι παρὰ τῆς ἐλπίδος, ἣ μόνον τοῖς ἀτυχοῦσίν ἐστι φάρμακον. Πρὸς δὲ τῇ πενίᾳ, καὶ ἡ νόσος κακὸν δεύτερον, καὶ κακῶν τὸ ἀπευκτότατον, καὶ βαρύτατον, καὶ εἰς κατάραν τοῖς πολλοῖς προχειρότατον. Καὶ τρίτον, τὸ μὴ προσιτοὺς αὐτοὺς εἶναι, μηδὲ θεατοὺς τοῖς πλείοσιν, ἀλλὰ φευκτοὺς, καὶ βδελυκτοὺς, καὶ οἷον ἀποτροπαίους· ὃ καὶ τῆς νόσου τούτοις βαρύτερον, ὅταν αἴσθωνται διὰ τὴν συμφορὰν καὶ μισούμενοι. Ἐγὼ μὲν οὐδὲ ἀδακρυτὶ φέρω τὸ τούτων πάθος, καὶ τῇ μνήμῃ συγχέομαι· πάσχοιτε δὲ καὶ ὑμεῖς ταυτὸν, ἵνα τοῖς δάκρυσι τὰ δάκρυα φύγητε· καὶ πάσχουσί γε, οἶδ᾿ ὅτι, τῶν παρόντων ὅσοι φιλόχριστοι καὶ φιλόπτωχοι, καὶ Θεοῦ, καὶ παρὰ Θεοῦ τὸ ἐλεεῖν ἔχοντες· μάρτυρες δὲ καὶ ὑμεῖς τοῦ πάθους.

10. Πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δεινὸν καὶ ἐλεεινὸν, καὶ πᾶσι, πλὴν τῶν εἰδότων, ἄπιστον, ἄνθρωποι νεκροὶ καὶ ζῶντες, ἠκρωτηριασμένοι τοῖς πλείστοις τοῦ σώματος μέρεσι, μήθ᾿ οἵτινές ποτε ἦσαν, μηδὲ ὅθεν εἰσὶ μικροῦ γινωσκόμενοι· μᾶλλον δὲ τῶν ποτε ἀνθρώπων ἄθλια λείψανα· πατέρας, καὶ μητέρας, καὶ ἀδελφοὺς, καὶ τόπους, ἑαυτῶν γνωρίσματα λέγοντες· Ἐγὼ τοῦ δεῖνος, καὶ ἡ δεῖνά μοι μήτηρ, καὶ τόδε μοι ὄνομα, καὶ σύ μοι φίλος ποτὲ καὶ γνώριμος. Καὶ τοῦτο πράττουσιν, οὐ γὰρ ἔχουσι τῷ παλαιῷ χαρακτῆρι γινώσκεσθαι· ἄνθρωποι περικεκομμένοι, καὶ περιῃρημένοι χρήματα, συγγένειαν, φίλους, αὐτὰ τὰ σώματα· ἄνθρωποι μόνοι τῶν πάντων ἐλεοῦντές τε ἑαυτοὺς, καὶ μισοῦντες ὁμοίως· οὐκ ἔχοντες πότερα μᾶλλον θρηνήσωσι, τὰ μηκέτ᾿ ὄντα τοῦ σώματος, ἢ τὰ μένοντα· ὅσα προανάλωσεν ἡ νόσος, ἢ ὅσα τῇ νόσῳ λείπεται. Τὰ μὲν γὰρ ἀνήλωται δυστυχῶς, τὰ δὲ σώζεται δυστυχέστερον· τὰ μὲν οἴχεται πρὸ τῶν τάφων, τὰ δὲ οὐκ ἔστιν ὁ παραδώσων ταφῇ. Καὶ γὰρ ὁ λίαν χρηστὸς καὶ φιλάνθρωπος, τούτοις ἐστὶν ἀναλγητότατος· κἀνταῦθα μόνον ἐπελαθόμεθα σάρκες ὄντες, καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμενοι· καὶ τοσούτου δέομεν θεραπεύειν τὸ συγγενὲς, ὥστε καὶ τῶν ἡμετέρων σωμάτων ἀσφάλειαν τὴν τούτων φυγὴν νομίζομεν. Καὶ νεκρῷ μὲν ἤδη προσῆλθέ τις παλαιῷ, καὶ τούτῳ τυχὸν ὀδωδότι, καὶ ζώων ἀλόγων ἤνεγκεν ὀδωδότα σώματα, καὶ βορβόρου πλησθεὶς ἠνέσχετο· τούτους δὲ κατὰ κράτος φεύγομεν (ὢ τῆς ἀπανθρωπία!)ς, ὅτι καὶ τὸν αὐτὸν αὐτοῖς σπῶμεν ἀέρα, μικροῦ δυσχεραίνοντες.

11. Τί πατρὸς γνησιώτερον; καὶ τί μητρὸς συμπαθέστερον; Ἀλλ᾿ ἀπεκλείσθη γε τούτοις καὶ ἡ φύσις· καὶ πατὴρ παῖδα τὸν ἑαυτοῦ, ὃν ἐγέννησεν, ὃν ἀνέθρεψεν, ὃν ὀφθαλμὸν βίου μόνον ἔχειν ἐνόμισεν, ὑπὲρ οὗ πολλὰ Θεῷ καὶ πολλάκις προσηύξατο, τοῦτον ὀδύρεται μὲν, ἀπελαύνει δὲ, τὸ μὲν ἑκὼν, τὸ δὲ τυραννούμενος. Καὶ μήτηρ μέμνηται μὲν τῶν ὠδίνων, καὶ τὰ σπλάγχνα σπαράσσεται, καὶ ἀνακαλεῖται λίαν ἐλεεινῶς, καὶ προθεῖσα θρηνεῖ, καθάπερ τεθνηκότα τὸν ζῶντα· Τέκνον, λέγουσα, δυστυχὲς καὶ ἀθλίας μητρὸς, ὅ μοι συνεμερίσατο πικρῶς ἡ νόσος· τέκνον ἐλεεινὸν, τέκνον οὐ γνωριζόμενον, τέκνον, ὃ κρημνοῖς καὶ ὄρεσι καὶ ἐρημίαις ἀνεθρεψάμην· μετὰ θηρίων οἰκήσεις, καὶ σκέπη σοι πέτρα, καὶ τῶν ἀνθρώπων μόνον ὄψονταί σε οἱ εὐσεβέστατοι· καὶ ταῦτα δὴ τὰ τοῦ Ἰὼβ ἐλεεινὰ ῥήματα ἐπιφθέγγεται· Ἵνα τί γὰρ ἐπλάσθης ἐν κοιλίᾳ μητρὸς, ἐκ γαστρὸς δὲ ἐξῆλθες, καὶ οὐκ εὐθὺς ἀπώλου, ὡς συνδραμεῖν τῇ γεννήσει τὸν θάνατον; ἵνα τί δὲ οὐκ ἀπῆλθες ἄωρος, πρὶν γεύσασθαι τῶν τοῦ βίου κακῶν; Ἵνα τί δέ σοι συνήντησε γόνατα; Τί δέ σοι τὸ θηλάσαι μαστοὺς, ἀθλίως ζήσεσθαι μέλλοντι, καὶ ζωὴν θανάτου χαλεπωτέραν; Καὶ ταῦτα λέγει, καὶ ἐπαφίησι πηγὰς δακρύων, καὶ περιπτύξασθαι βούλεται μὲν ἡ δυστυχὴς, φοβεῖται δὲ τὰς τοῦ παιδὸς σάρκας ὡς πολεμίας. Πάνδημοι δὲ καταβοήσεις τε καὶ διώξεις, οὐ κατὰ τῶν ἀδικούντων, ἀλλὰ κατὰ τῶν δυστυχούντων γίνονται. Καὶ φονέα μὲν ἤδη τις συνῳκίσατο, καὶ μοιχῷ μετέδωκεν, οὐ στέγης μόνον, ἀλλὰ καὶ τραπέζης, καὶ βίου κοινωνὸν τὸν ἱερόσυλον εἵλετο, καὶ τοῖς αὐτόν τι διατεθεικόσι κακὸν ἐσπείσατο· τοῦ δὲ τὸ πάθος, ὡς ἔγκλημα, μηδὲν λυπήσαντος ἀπεστράφη. Καὶ πλέον ἔχει νόσου κακία· καὶ τὸ μὲν ἀπάνθρωπον ὡς ἐλευθέριον ἠσπασάμεθα, τὸ δὲ συμπαθὲς ὡς αἰσχρὸν ἠτιμάσαμεν.

12. Ἀπελαύνονται πόλεων, ἀπελαύνονται οἰκιῶν, ἀγορᾶς, συλλόγων, ὁδῶν, πανηγύρεων, συμποσίων, (ὢ τοῦ πάθου!)ς αὐτοῦ τοῦ ὕδατος· οὔτε πηγαὶ ῥέουσαι, τούτοις κοιναὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους, οὔτε ποταμοὶ πιστεύονται μηδὲν ἐφέλκεσθαι τοῦ μολύσματος· καὶ τὸ παραδοξότατον, ὡς ἄγη μὲν ἀπελαύνομεν, ὡς δὲ οὐδὲν λυποῦντας πάλιν πρὸς ἡμᾶς αὐτοὺς ἐπιστρέφομεν, οὐκ οἴκησιν ἀπονέμοντες, οὐ τὰς ἀναγκαίας τροφὰς, οὐ θεραπείαν τοῖς τραύμασιν, οὐ σκέπῃ τὴν νόσον εἰς δύναμιν περιστέλλοντες. Διὰ τοῦτο περιπλανῶνται νυκτὸς καὶ ἡμέρας, ἄποροι, καὶ γυμνοὶ, καὶ ἀνέστιοι, τὴν νόσον ἐπιδεικνύντες, τὰ ἀρχαῖα ἐκδιηγούμενοι, τὸν Πλάστην ἐπιβοώμενοι, χρώμενοι τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν λειπόντων, σοφισταὶ μελῶν ἑλκόντων ἕλεον, ἄρτου τι μικρὸν αἰτοῦντες, ἢ ὄψου τι βραχύτατον, ἢ ῥάκος τι τρύχινον, βοήθημα τῆς αἰσχύνης, ἢ παραμυθίαν τοῖς ἕλκεσι. Καὶ φιλάνθρωπος οὗτος αὐτοῖς, οὐχ ὃς πρὸς τὴν χρείαν ἤρκεσεν, ἀλλ᾿ ὅστις μὴ πικρῶς ἀπεπέμψατο. Οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ ὑπ᾿ αἰσχύνης τὰς πανηγύρεις φεύγουσιν, αὐτὸ μὲν οὖν τοὐναντίον εἰς ταύτας ὠθοῦνται διὰ τὴν χρείαν· ταύτας δὴ λέγω τὰς πανδήμους καὶ ἱερὰς, ἃς ἡμεῖς ἐπὶ θεραπείᾳ τῶν ψυχῶν ἐξεύρομεν, ἢ κατά τι μυστήριον συνιόντες, ἢ τοῖς μάρτυσι τῆς ἀληθείας πανηγυρίζοντες, ἵν᾿ ὧν τοὺς ἀγῶνας τιμῶμεν, μιμώμεθα καὶ τὴν εὐσέβειαν. Καὶ αἰσχύνονται μὲν τοὺς ἀνθρώπους διὰ τὴν συμφορὰν, ὄντες ἄνθρωποι, καὶ βούλοιντ᾿ ἂν ὄρεσιν, ἢ κρημνοῖς, ἢ ὕλαις, ἢ τὸ τελευταῖον νυκτὶ καὶ σκότῳ περικαλύπτεσθαι· ῥιπτοῦνται δὲ ὅμως εἰς μέσον, φόρτος ἐλεεινὸς, καὶ δακρύων ἄξιος. Τοῦτο μὲν ἴσως καὶ κατὰ λόγον, ἵνα ἡμῖν ὦσι τῆς ἀσθενείας ἡμῶν ὑπομνήματα, καὶ πείθωσι μηδενὶ τῶν παρόντων καὶ ὁρωμένων, ὡς ἑστῶτι, προστίθεσθαι. Ῥιπτοῦνται δὲ, οἱ μὲν ἐπιθυμίᾳ φωνῆς ἀνθρωπίνης, οἱ δὲ προσόψεως, οἱ δὲ ἵνα βραχέα ζωῆς ἐφόδια παρὰ τῶν τρυφώντων συλλέξωνται, πάντες δὲ ἵνα τι πράους γεύωνται τοὺς ἑαυτῶν θρήνους δημοσιεύσαντες.

13. Τίς οὐ κατακλᾶται τούτων τοῖς ὀδυρμοῖς, οἰκτρὰν ξυναυλίαν ἁρμοζομένων; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα; τίς ὄψις χωρεῖ τὸ θέαμα; Οἱ μὲν κεῖνται μετ᾿ ἀλλήλων, κακῶς ὑπὸ τῆς νόσου συνεζευγμένοι, καὶ ἄλλος ἄλλο τι τῆς συμφορᾶς πρὸς τὸ ἐλεεινὸν ἐρανίζοντες· καὶ εἰσὶν ἀλλήλοις προσθήκη τοῦ πάθους, ἐλεεινοὶ τῆς ἀῤῥωστίας, τῆς συμπαθείας ἐλεεινότεροι. Περιίσταται δὲ αὐτοὺς θέατρον συμμιγὲς, συναλγούντων μὲν, ἀλλὰ πρόσκαιρα. Οἱ δὲ κυλινδοῦνται πρὸς τοῖς ποσὶ τῶν ἀνθρώπων ἡλίῳ καὶ κόνει· ἔστι δὲ ὅτε καὶ κρυμοῖς ἀγρίοις, καὶ ὄμβροις, καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι, παρὰ τοσοῦτον οὐ συμπατούμενοι, παρ᾿ ὅσον καὶ ψαύειν αὐτῶν βδελυσσόμεθα. Ἀντᾴδει δὲ τοῖς ἱεροῖς ἔνδον μέλεσιν ὁ τῶν αἰτήσεων ὀδυρμὸς, καὶ ταῖς μυστικαῖς φωναῖς θρῆνος ἐλεεινὸς ἀντεγείρεται. Τί δεῖ πᾶσαν αὐτῶν προτιθέναι τὴν συμφορὰν ἀνθρώποις πανηγυρίζουσιν; Ἴσως ἂν καὶ ὑμῖν κινήσαιμι θρῆνον, εἰ πάντα ἐκτραγῳδοίην ἐπιμελῶς, καὶ νικήσει τὴν ἑορτὴν τὸ πάθος. Λέγω γὰρ οὖν ταῦτα, ἐπεὶ μηδέπω δύναμαι πείθειν ὑμᾶς, ὡς ἔστι ποτὲ ἡδονῆς λύπη τιμιωτέρα, καὶ κατήφεια πανηγύρεως, καὶ γέλωτος οὐ καλοῦ δάκρυον ἐπαινούμενον.

14. Οὗτοι μὲν οὖν ταῦτα, καὶ πολλῷ γε ὧν εἶπον ἀθλιώτερα, οἱ κατὰ Θεὸν ἡμῶν ἀδελφοὶ, κἂν μὴ βούλησθε, οἱ τὴν αὐτὴν ἡμῖν λαχόντες φύσιν, οἱ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένοι, ἐξ οὗ τὸ πρῶτον γεγόναμεν, οἱ νεύροις καὶ ὀστέοις ἐνειρμένοι παραπλησίως ἡμῖν, οἱ δέρμα καὶ κρέας ἐνδεδυμένοι πᾶσιν ὁμοίως, ὥς πού φησιν ὁ θεῖος Ἰὼβ ἐμφιλοσοφῶν τοῖς πάθεσι, καὶ διαπτύων ἡμῶν τὸ φαινόμενον· μᾶλλον δὲ, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν, οἱ τὸ κατ᾿ εἰκόνα καὶ λαχόντες ὁμοίως ἡμῖν, καὶ φυλάσσοντες ἴσως ὑπὲρ ἡμᾶς, εἰ καὶ τὰ σώματα διεφθάρησαν· οἱ τὸν αὐτὸν ἐνδεδυμένοι Χριστὸν κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ τὸν αὐτὸν ἡμῖν πιστευθέντες ἀῤῥαβῶνα τοῦ Πνεύματος· οἱ τῶν αὐτῶν ἡμῖν μετασχόντες νόμων, λογίων, διαθηκῶν, συνάξεων, μυστηρίων, ἐλπίδων· ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν, ὁ παντὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ συγκληρονόμοι τῆς ἄνω ζωῆς, καὶ εἰ παραπολὺ τῆς ἐνταῦθα διήμαρτον· οἱ συνθαπτόμενοι Χριστῷ, καὶ συνανιστάμενοι· εἴπερ συμπάσχουσιν, ἵνα καὶ συνδοξασθῶσιν.

15. Τί δὲ ἡμεῖς, οἱ τὸ μέγα καὶ καινὸν ὄνομα κεκληρωμένοι, τὸ καλεῖσθαι ἀπὸ Χριστοῦ, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, ὁ περιούσιος λαὸς καὶ ἐξαίρετος, ὁ ζηλωτὴς καλῶν ἔργων καὶ σωτηρίων, οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντος, τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι τοῦ ἡμετέρου φυράματος, τοῦ δι᾿ ἡμᾶς πτωχεύσαντος τὴν σάρκα ταύτην καὶ τὸ γεῶδες σκῆνος, καὶ ὀδυνηθέντος καὶ μαλακισθέντος ὑπὲρ ἡμῶν, ἵνα ἡμεῖς πλουτήσωμεν τὴν θεότητα; Τί οὖν ἡμεῖς, οἱ τοσοῦτον εὐσπλαγχνίας καὶ συμπαθείας λαβόντες ὑπόδειγμα· τί διανοησόμεθα περὶ τούτων, καὶ τί ποιήσομεν; Περιοψόμεθα; παραδραμούμεθα; Καταλείψομεν ὡς νεκροὺς, ὡς ἐβδελυγμένους, ὡς ἑρπετῶν καὶ θηρίων τὰ πονηρότατα; Μηδαμῶς, ἀδελφοί· οὔτε πρὸς ἡμῶν ταῦτα, τοῦ Χριστοῦ θρεμμάτων, τοῦ ἀγαθοῦ Ποιμένος, τοῦ τὸ πλανώμενον ἐπιστρέφοντος, καὶ τὸ ἀπολωλὸς ἐκζητοῦντος, καὶ τὸ ἀσθενὲς ἐνισχύοντος· οὔτε πρὸς τῆς ἀνθρωπίνης φύσεως, ἣ τὸ συμπαθὲς ἐνομοθέτησεν, ἐκ τῆς ἴσης ἀσθενείας μαθοῦσα τὸ εὐσεβὲς καὶ φιλάνθρωπον.

16. Ἀλλ᾿ οἱ μὲν ὕπαιθροι ταλαιπωρήσουσιν, ἡμεῖς δὲ οἰκήσομεν οἰκίας ὑπερλάμπρους, λίθοις παντοίοις διηνθισμένας, καὶ χρυσῷ καὶ ἀργύρῳ καταστραπτούσας, καὶ ψηφῖδος λεπτῆς διαθέσει, καὶ ποικιλίᾳ γραφῆς, ὀφθαλμῶν ἀπατηλοῖς δελεάσμασι; Καὶ τὰς μὲν οἰκήσομεν, τὰς δὲ οἰκοδομήσομεν, τίσιν; Οὐδὲ κληρονόμοις ἴσως ἡμῶν, ἀλλὰ ξένοις καὶ ἀλλοτρίοις, καὶ τούτων ἴσως οὐδὲ τοῖς ἀγαπῶσιν ἡμᾶς, ἀλλὰ τοῖς ἀπεχθεστάτοις καὶ φθονερωτάτοις, ὃ κακῶν ἔσχατον. Καὶ οἱ μὲν ῥιγώσουσιν ἐν τρυχίνοις καὶ διεσπασμένοις ῥάκεσι, μᾶλλον δὲ οὐδὲ τούτων τυχὸν εὐπορήσουσιν· ἡμεῖς δὲ θρύψομεν ἡμᾶς αὐτοὺς ἐσθῆτι μαλακῇ καὶ περιῤῥεούσῃ, καὶ τοῖς ἐκ λίνου καὶ σηρῶν ἀερίοις ὑφάσμασι, καὶ τοῖς μὲν ἐνασχημονήσομεν μᾶλλον, ἤπερ ἐμπρέψομεν (οὕτω γὰρ ἐγὼ καλῶ πᾶν τὸ περιττὸν καὶ περίεργον), τὰ δὲ ἔνδον ἡμῖν ἀποκείσεται φροντὶς ἄχρηστος καὶ ἀνόνητος, σητῶν δαπάνη καὶ χρόνου τοῦ τὰ πάντα καταναλίσκοντος· καὶ οἱ μὲν, οὐδὲ τῆς ἀναγκαίας τροφῆς εὐπορήσουσιν, (ὢ τῆς ἐμῆς τρυφῆς, καὶ τῆς ἐκείνων ταλαιπωρία!)ς ἀλλὰ κείσονται πρὸ τῶν ἡμετέρων θυρῶν, ἐκλυόμενοι καὶ λιμώττοντες, οὐδὲ τὰς πρὸς τὴν αἴτησιν ἀφορμὰς παρὰ τοῦ σώματος ἔχοντες, ἐστερημένοι φωνῶν μὲν, εἰς τὸ ὀδύρεσθαι, χειρῶν δὲ, εἰς τὸ προτείνειν ἐφ᾿ ἱκεσίᾳ, ποδῶν δὲ, εἰς τὸ προσιέναι τοῖς ἔχουσιν, ἀναπνοῶν δὲ, εἰς εὐτονίαν τῆς θρηνῳδίας, τὸ βαρύτατον τῶν κακῶν κουφότατον κρίνοντες, τοῖς ὀφθαλμοῖς μόνον εὐχαριστοῦντες, ὅτι μὴ τὴν ἑαυτῶν λώβην βλέπουσιν;

17. Καὶ οἱ μὲν οὕτως· ἡμεῖς δὲ ἀνακεισόμεθα λαμπροὶ λαμπρῶς ἐπὶ στιβάδος ὑψηλῆς τε καὶ μετεώρου, καὶ τῶν περιττῶν καὶ ἀψαύστων ἐπιβλημάτων, κἂν φωνῆς ἀκούσωμεν τῶν αἰτήσεων δυσχεραίνοντες. Δεῖ δὲ ἡμῖν τὸ μὲν ἔδαφος εὐωδεῖν ἄνθεσι, πολλάκις καὶ τῆς ὥρας ἔξω, τὴν δὲ τράπεζαν κατεῤῥάνθαι μύροις, καὶ μύρων τοῖς εὐωδεστάτοις τε καὶ πολυτελεστάτοις, ἵνα καὶ μᾶλλον ἐκθηλυνώμεθα· παῖδας δὲ παρεστάναι, τοὺς μὲν ἐν κόσμῳ καὶ ἐφεξῆς, ἀνέτους τὰς κόμας καὶ θηλυδρίας, καὶ τῇ κατὰ πρόσωπον κουρᾷ περιειργασμένους, πλεῖον ἢ ὅσον συμφέρει λίχνοις ὀφθαλμοῖς κεκοσμημένους· τοὺς δὲ τὰς κύλικας ἐπ᾿ ἄκρων δακτύλων ἔχοντας, ὡς οἷόν τε εὐπρεπέστατά τε ὁμοῦ καὶ ἀσφαλέστατα· τοὺς δὲ ὑπὲρ κεφαλῆς ἄνεμον ταῖς ῥιπῖσι σοφιζομένους, καὶ ταῖς ἐκ χειρῶν αὔραις τὸ πλῆθος τῶν σαρκῶν ἀναψύχοντας· καὶ τὰ ἐπὶ τούτοις, πλήθειν μὲν κρεῶν τὴν τράπεζαν, πάντων χορηγούντων ἡμῖν τῶν στοιχείων πλουσίως, ἀέρος, γῆς, ὕδατος· καὶ στενοχωρεῖσθαι τοῖς μαγείρων καὶ ὀψοποιῶν μαγγανεύμασιν, ἀγῶνα δὲ εἶναι πᾶσιν, ὅστις ὡς μάλιστα τὴν λίχνην ἡμῖν καὶ ἀχάριστον κολακεύσει γαστέρα, τὸ βαρὺ φορτίον καὶ ἀρχέκακον, τὸ ἀπληστότατον θηρίον καὶ ἀπιστότατον, τὴν καταργουμένην αὐτίκα σὺν τοῖς καταργουμένοις βρώμασι. Καὶ τοῖς μὲν πολύ τι κόρος καὶ ὕδατος, ἡμῖν δὲ καὶ μέχρι μέθης οἱ τοῦ οἴνου κρατῆρες, μᾶλλον δὲ καὶ ὑπὲρ τὴν μέθην, τοῖς γε ἀκολαστοτέροις· καὶ τὸν μὲν ἀποπεμψόμεθα τῶν οἴνων, τὸν δὲ ἐγκρινοῦμεν ὡς ἀνθοσμίαν, περὶ δὲ τοῦ φιλοσοφήσομεν, ζημία δὲ, εἰ μὴ προσέσται τῷ ἐγχωρίῳ καὶ τῶν ὀνομαζομένων ξένων τις, ὥσπερ τύραννος. Δεῖ γὰρ ἡμᾶς ἁβροὺς καὶ τῆς χρείας περιττοτέρους, ἢ εἶναι, ἢ νομίζεσθαι, ὥσπερ αἰσχυνομένους, εἰ μὴ κακοὶ νομιζοίμεθα, καὶ δοῦλοι γαστρὸς, καὶ τῶν ὑπὸ γαστέρα.

18. Τί ταῦτα, ὦ φίλοι καὶ ἀδελφοί; τί νοσοῦμεν καὶ αὐτοὶ τὰς ψυχὰς, νόσον πολὺ τῆς τῶν σωμάτων χαλεπωτέραν; Ὅσῳ τὴν μὲν ἀκούσιον οἶδα, τὴν δὲ ἐρχομένην ἐκ προαιρέσεως· καὶ τὴν μὲν τῇ ζωῇ ταύτῃ συγκαταλυομένην, τὴν δὲ συναπιοῦσαν ἡμῖν μεθισταμένοις· καὶ τὴν μὲν ἐλεουμένην, τὴν δὲ μισουμένην, τοῖς γε νοῦν ἔχουσιν. Τί μὴ βοηθοῦμεν τῇ φύσει καιρὸν ἔχοντες; τί μὴ περιστέλλομεν, σάρκες ὄντες, τῆς σαρκὸς τὴν ταπείνωσιν; τί τρυφῶμεν ἐν τοῖς τῶν ἀδελφῶν δυστυχήμασι; Μή μοι γένοιτο, μήτε πλουτεῖν, τούτων ἀπορουμένων· μήτε εὐεκτεῖν, εἰ μὴ βοηθοίην τοῖς τούτων τραύμασι· μὴ τροφῆς ἱκανῶς ἔχειν, μὴ σκέπης, μὴ ὑπὸ στέγην ἀναπαύεσθαι, εἰ μὴ καὶ ἄρτον ὀρέξαιμι, καὶ μεταδοίην ἐσθῆτος εἰς δύναμιν, καὶ ὑπὸ στέγην ἀναπαύσαιμι. Ἀλλ᾿ ἤτοι πάντα ἀποθετέον Χριστῷ, ἵνα γνησίως ἀκολουθήσωμεν αὐτῷ, τὸν σταυρὸν ἀράμενοι, καὶ ἀναπτῶμεν ὡς κοῦφοι πρὸς τὸν ἄνω κόσμον, καὶ εὐσταλεῖς ὑπὸ μηδενὸς καθελκόμενοι, καὶ κερδήσωμεν ἀντὶ πάντων Χριστὸν, διὰ ταπείνωσιν ὑψωθέντες, καὶ διὰ πενίαν πλουτήσαντες· ἢ Χριστῷ τὰ ὄντα συμμεριστέον, ἵνα πως καὶ τὸ ἔχειν, διὰ τοῦ καλῶς ἔχειν, ἁγιασθῇ, καὶ τοῦ κοινωνεῖν τοῖς μὴ ἔχουσιν. Εἰ δὲ καὶ σπείραιμι ἐμαυτῷ μόνῳ, σπείραιμι ἄρα, καὶ ἄλλοι φάγοιεν· καὶ ἵνα πάλιν εἴπω τὸ τοῦ Ἰώβ· Ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος· καύσων δὲ ἄνεμος ὑπολάβοι, καὶ ὑφέλοιτο λαῖλαψ τοὺς ἐμοὺς πόνους, ἵνα εἰς κενὸν κοπιάσαιμι. Εἰ δὲ καὶ ἀποθήκας οἰκοδομήσαιμι ἐκ τῶν μαμωνᾶ θησαυρίζων, καὶ μαμωνᾷ, ταύτῃ τῇ νυκτὶ τὴν ψυχὴν ἀπαιτηθείην, λόγον ὑφέξων, ὧν κακῶς ἐθησαύρισα.

19. Οὐ σωφρονήσομεν ὀψὲ γοῦν; οὐ καταβαλοῦμεν τὴν ἀναλγησίαν, ἵνα μὴ λέγω μικρολογίαν; οὐ τὰ ἀνθρώπινα λογιούμεθα; οὐκ ἐν τοῖς ἑτέρων κακοῖς τὰ ἡμέτερα εὖ θησόμεθα; Φύσει μὲν γὰρ οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλας ἐπὶ μιᾶς ἡμέρας πολλάκις, ἔστι δ᾿ ὅτε καὶ ὥρας, φέρων μεταβολάς· καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις, καὶ νηὸς ποντοπορούσης ἴχνεσι, καὶ νυκτὸς ἀπατηλοῖς ὀνείρασιν, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ ὅσα κατὰ ψαμάθων παῖδες τυποῦσι παίζοντες, ἢ ἀνθρώπων εὐημερίᾳ· σώφρονες δὲ, οἱ διὰ τὸ μὴ πιστεύειν τοῖς παροῦσι, τὸ μέλλον ἑαυτοῖς θησαυρίζοντες· καὶ διὰ τὸ τῆς ἀνθρωπίνης εὐπραγίας ἄστατον καὶ ἀνώμαλον, τὴν οὐ πίπτουσαν ἀγαπῶντες χρηστότητα, ἵνα τριῶν ἕν γέ τι πάντως κερδάνωσιν· ἢ τὸ μή ποτε πρᾶξαι κακῶς, ἐπεὶ καὶ τοῖς ἐντεῦθεν χρηστοῖς πολλάκις δεξιοῦται τὸ θεῖον τοὺς εὐσεβεῖς, χρηστότητι τὸ συμπαθὲς προκαλούμενον· ἢ τὸ παῤῥησίαν ἔχειν ἐν ἑαυτοῖς πρὸς Θεὸν, ὡς οὐ διὰ κακίαν, ἀλλὰ διά τινα οἰκονομίαν κακοπαθήσαντες· ἢ, τὸ τελευταῖον, ὡς ὀφειλομένην ἀπαιτεῖν τὴν παρὰ τῶν εὖ πραττόντων φιλανθρωπίαν, ἣν τοῖς χρῄζουσι προεισήνεγκαν, δεξιῶς αὐτοὶ πράττοντες.

20. Μὴ καυχάσθω, φησὶν, ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ δυνατὸς ἐν τῇ ἰσχύι αὐτοῦ· κἂν εἰς τὸ ἄκρον ὦσιν ἐληλακότες, ὁ μὲν σοφίας, ὁ δὲ περιουσίας, ὁ δὲ δυνάμεως. Ἐγὼ δὲ προσθήσω καὶ ἃ τούτοις ἕπεται· Μηδὲ ὁ περίβλεπτος ἐν τῇ δόξῃ, μηδὲ ὁ εὐεκτῶν ἐν τῇ ὑγιείᾳ, μηδὲ ὁ καλὸς ἐν τῇ ὥρᾳ, μηδὲ ὁ νέος ἐν τῇ νεότητι, μηδὲ ἐν ἄλλῳ μηδενὶ τῶν ἐνταῦθα ἐπαινουμένων, εἰ δεῖ συνελόντα εἰπεῖν, ὁ ὑπὸ τούτου φυσώμενος· ἀλλ᾿ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος μόνον, ἐν τῷ συνιεῖν καὶ ἐκζητεῖν τὸν Θεὸν, καὶ συναλγεῖν τοῖς πάσχουσι, καὶ πρὸς τὸ μέλλον ἑαυτῷ τι χρηστὸν ἀποτίθεσθαι. Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ, ὥσπερ ἐν παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα, καὶ μετατιθέμενα· καὶ οὐδὲν οὕτω τοῦ κατέχοντος ἴδιον, ὡς ἢ μὴ χρόνῳ παυθῆναι, ἢ φθόνῳ μετατεθῆναι· τὰ δὲ ἑστῶτα καὶ μένοντα, καὶ οὔποτε ὑποχωροῦντα, οὐδὲ μεταπίπτοντα, οὐδὲ σφάλλοντα τὰς τῶν πεπιστευκότων ἐλπίδας. Ἀλλ᾿ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ, μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον· ἀλλ᾿ εἴπερ τι ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῃ Λόγῳ καὶ τῇ πάντα νοῦν ὑπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παίζεσθαι ἡμᾶς ἐν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μεταβαλλομένοις καὶ μεταβάλλουσι, καὶ ἄνω καὶ κάτω φερομένοις τε καὶ περιτρεπομένοις, καὶ πρὶν ληφθῆναι ἀπιοῦσι καὶ φεύγουσιν· ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς τὸ μέλλον μεθορμησώμεθα. Τί γὰρ ἂν ἐποιήσαμεν, ἑστῶτος τοῦ εὖ πράττειν ἡμῖν, ὁπότε, οὐ μένοντος, τοσοῦτον αὐτῷ προσδεδέμεθα, καὶ οὕτως ἡμᾶς ἡ περὶ τοῦτο ἡδονὴ καὶ ἀπάτη ἔχει δουλώσασα, ὥστε μηδὲν κρεῖττον, μηδὲ ὑψηλότερον τῶν παρόντων διανοεῖσθαι δύνασθαι, καὶ ταῦτα κατ᾿ εἰκόνα Θεοῦ γεγονέναι καὶ ἀκούοντας καὶ πιστεύοντας, τὴν ἄνω τε οὖσαν καὶ πρὸς ἑαυτὴν ἕλκουσαν;

21. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; Τίς παραδραμεῖται τὰ παρατρέχοντα; τίς προσθήσεται τοῖς ἐπιμένουσι; τίς περὶ τῶν παρόντων, ὡς ἀπιόντων διανοηθήσεται; τίς περὶ τῶν ἐλπιζομένων, ὡς ἱσταμένων; τίς διαιρήσει τὰ ὄντα καὶ τὰ φαινόμενα, καὶ τοῖς μὲν ἕψεται, τῶν δὲ ὑπερόψεται; τίς γραφὴν καὶ ἀλήθειαν; τίς τὴν κάτω σκηνὴν, καὶ τὴν ἄνω πόλιν; τίς παροικίαν καὶ κατοικίαν; τίς σκότος ἀπὸ τοῦ φωτός; τίς ἰλὺν βυθοῦ καὶ ἁγίαν γῆν; τίς σάρκα καὶ πνεῦμα; τίς Θεὸν καὶ κοσμοκράτορα; τίς θανάτου σκιὰν, καὶ ζωὴν τὴν αἰώνιον; τίς τοῖς παροῦσι τὸ μέλλον ὠνήσεται; τίς τῷ ῥέοντι πλούτῳ τὸν μὴ λυόμενον; τίς τοῖς ὁρωμένοις τὰ μὴ βλεπόμενα; Μακάριος μὲν οὖν, ὅστις ταῦτα διακρίνων, καὶ διαιρῶν τῇ τομῇ τοῦ Λόγου, τῇ διαιρούσῃ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διατίθεται, ὥς πού φησιν ὁ θεῖος Δαβὶδ, καὶ τὴν κοιλάδα τοῦ κλαυθμῶνος ταύτην φεύγων, ὁπόση δύναμις, τὰ ἄνω ζητεῖ, καὶ σταυρούμενος κόσμῳ μετὰ Χριστοῦ, Χριστῷ συνίσταται, καὶ Χριστῷ συνανέρχεται, τῆς οὐκέτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς κληρονόμος· οὗ μηκέτι δάκνων ὄφις ἐπὶ ὁδοῦ, οὐδὲ τηρῶν πτέρναν, καὶ κεφαλὴν τηρούμενος. Τοῖς δὲ λοιποῖς ἡμῖν καλῶς ὁ αὐτὸς ἐμβοᾷ Δαβὶδ, ὥσπερ τις μεγαλοφωνότατος κῆρυξ ἀπὸ ὑψηλοῦ καὶ πανδήμου κηρύγματος, βαρυκαρδίους τε ἀποκαλῶν, καὶ ἀγαπῶντας ψεῦδος, μὴ σφόδρα περιέχεσθαι τῶν ὁρωμένων, μηδὲ ἄλλο τι ἢ κόρον σίτου καὶ οἴνου τῶν φθειρομένων, πᾶσαν τὴν ἐντεῦθεν εὐδαιμονίαν ὑπολαμβάνειν. Καὶ τάχα που τοῦτο καὶ ὁ μακάριος ἐννοῶν Μιχαίας, καὶ τῶν χαμαὶ ἐρχομένων καὶ δοκούντων ἀγαθῶν κατεξανιστάμενος, Ἐγγίσατε, φησὶν, ὄρεσιν αἰωνίοις· ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· τοῦτο μὲν οὖν ἤδη καὶ τοῖς ῥήμασιν αὐτοῖς μικροῦ σύμφωνον, οἷς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν διακελεύεται, τί λέγων; Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· οὐ τοὺς τότε μαθητὰς μόνον ἐξ ἐκείνου μόνου τοῦ τόπου μετατιθεὶς, ὡς ἂν οἰηθείη τις, ἀλλ᾿ ἀεὶ καὶ πάντας τοὺς ἑαυτοῦ μαθητὰς ἀπὸ γῆς καὶ τῶν περὶ γῆν εἰς οὐρανοὺς ἕλκων καὶ τὰ οὐράνια.

22. Τοιγαροῦν, ἀκολουθήσωμεν ἤδη τῷ Λόγῳ, ζητήσωμεν τὴν ἐκεῖθεν ἀνάπαυσιν, ῥίψωμεν τὴν ἐντεῦθεν περιουσίαν· ὃ καλόν ἐστι ταύτης, τοῦτο μόνον κερδάνωμεν, κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν ἐλεημοσύναις, μεταδῶμεν τῶν ὄντων τοῖς πένησιν, ἵνα τὰ ἐκεῖθεν πλουτήσωμεν. Δὸς μερίδα καὶ τῇ ψυχῇ, μὴ τῇ σαρκὶ μόνον· δὸς μερίδα καὶ τῷ Θεῷ, μὴ τῷ κόσμῳ μόνον· ὕφελέ τι τῆς γαστρὸς, τῷ πνεύματι καθιέρωσον· ἅρπασόν τι τοῦ πυρὸς, ἀπόθου μακρὰν ἀπὸ τῆς κάτω νεμομένης φλογός· ἅρπασον τοῦ τυράννου, καταπίστευσον τῷ Δεσπότῃ. Δὸς μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, καί γε τοῖς ὀκτὼ, τῷ μετὰ τοῦτον ἡμᾶς ἐκδεξομένῳ· δὸς ὀλίγον, παρ᾿ οὗ τὸ πλεῖον ἔχεις· δὸς καὶ τὸ πᾶν, τῷ τὰ πάντα χαρισαμένῳ. Οὐδέποτε νικήσεις μεγαλοδωρεὰν Θεοῦ, κἂν πάντα πρόῃ τὰ ὄντα, κἂν τοῖς οὖσι σεαυτὸν προσθῇς. Καὶ τοῦτο γάρ ἐστι λαβεῖν, τὸ τῷ Θεῷ δοθῆναι· ὅσον ἐὰν εἰσενέγκῃς, πλεῖον ἀεὶ τὸ λειπόμενον· καὶ οὐδὲν δώσεις ἴδιον, ὅτι τὰ πάντα παρὰ Θεοῦ. Καὶ ὥσπερ οὐκ ἔστιν ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν ὑποχωροῦσαν καθόσον πρόιμεν, καὶ τὸ ἴσον ἀεὶ προέχουσαν· οὐδὲ ὑπὲρ τὴν κεφαλὴν γενέσθαι σώματος μέγεθος ὑπερκειμένην ἀεὶ τοῦ σώματος· οὕτως οὐδὲ οἷς δίδομεν νικῆσαι Θεόν. Οὐ γὰρ ἔξω τι τῶν αὐτοῦ δίδομεν, οὐδὲ ὑπὲρ τὴν ἐκείνου φιλοτιμίαν.

23. Γνῶθι πόθεν σοι τὸ εἶναι, τὸ ἀναπνεῖν, τὸ φρονεῖν, αὐτὸ τὸ μέγιστον, τὸ γινώσκειν Θεόν, βασιλείαν οὐρανῶν ἐλπίζειν, ἀγγέλων ἰσοτιμίαν, δόξης θεωρίαν, νῦν μὲν τὴν ἐν ἐσόπτροις τε καὶ αἰνίγμασι, τότε δὲ τὴν τελεωτέραν τε καὶ καθαρωτέραν· υἱὸν γενέσθαι Θεοῦ, συγκληρονόμον Χριστοῦ, τολμήσας εἴπω, καὶ θεὸν αὐτόν; Πόθεν σοι ταῦτα πάντα, καὶ παρὰ τίνος; Ἢ, ἵνα τὰ μικρὰ λέγω καὶ τὰ ὁρώμενα, τίς ἔδωκέ σοι κάλλος οὐρανοῦ βλέπειν, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων πλῆθος, καὶ τὴν ἐν τούτοις πᾶσιν, ὥσπερ ἐν λύρᾳ, εὐαρμοστίαν καὶ τάξιν ὡσαύτως ἔχουσαν, ὡρῶν ἀλλαγὰς, μεταβολὰς καιρῶν, ἐνιαυτῶν περιόδους, ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν, γῆς ἐκφύσεις, ἀέρος χύσιν, πλάτη θαλάττης λελυμένης καὶ ἱσταμένης, βάθη ποταμῶν, ἀνέμων ῥεύματα; Τίς ὑετοὺς, γεωργίαν, τροφὰς, τέχνας, οἰκήσεις, νόμους, πολιτείας, βίον ἥμερον, οἰκείωσιν πρὸς τὸ συγγενές; Πόθεν σοι τῶν ζώων τὰ μὲν ἡμέρωται καὶ ὑπέζευκται, τὰ δὲ τροφῇ παραδέδοται; Τίς σε κύριον καὶ βασιλέα πάντων κατέστησε τῶν ἐπὶ τῆς γῆς; Τίς, ἵνα μὴ καθ᾿ ἕκαστον λέγω, πάντα, οἷς προέχει τῶν ἄλλων ἄνθρωπος, ἐδωρήσατο; Οὐχ οὗτος, ὃς νῦν πρὸ πάντων καὶ ἀντὶ πάντων αἰτεῖ παρὰ σοῦ τὸ φιλάνθρωπον; Εἶτα οὐκ αἰσχυνόμεθα, εἰ τοσαῦτα παρ᾿ αὐτοῦ, τὰ μὲν λαβόντες, τὰ δὲ ἐλπίζοντες, μηδὲ ἑν τοῦτο εἰσοίσομεν τῷ Θεῷ, τὸ φιλάνθρωπον; Ἀλλ᾿ ὁ μὲν τῶν θηρίων ἡμᾶς ἐχώρισε, καὶ λόγῳ μόνους τῶν ἐπὶ γῆς ἐτίμησεν· ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς θηριώσομεν, καὶ τοσοῦτον ὑπὸ τῆς τρυφῆς διεφθάρμεθα, ἢ μεμήναμεν, ἢ, οὐκ ἔχω τί λέγειν, ὥστε ὁμοῦ τῇ μάζῃ καὶ τοῖς πιτύροις, ἃ κακῶς ἴσως ἐπορισάμεθα, καὶ τὴν φύσιν εἶναι βελτίους αὐτῶν οἰησόμεθα; Καὶ ὥςπερ ἦν τι τὸ παλαιὸν, ὅσον ἐπὶ τοῖς μύθοις, γένος γιγάντων καὶ τῶν λοιπῶν ἀνθρώπων· οὕτω καὶ ἡμεῖς τούτοις ἐσόμεθα ὑψηλοί τε καὶ ὑπὲρ ἄνθρωπον, οἷον Νεβρὼδ ἐκεῖνος, ἢ τὸ τοῦ Ἐνὰκ γένος, ἐκθλίβον πάλαι τὸν Ἰσραὴλ, ἢ δι᾿ οὓς ὁ κατακλυσμὸς τὴν γῆν ἐκάθηρεν; Καὶ ὁ μὲν οὐκ αἰσχύνεται Πατὴρ ἡμῶν καλεῖσθαι, Θεὸς ὢν καὶ Δεσπότης· ἡμεῖς δὲ καὶ τὸ συγγενὲς ἀρνησόμεθα;

24. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, μὴ γενώμεθα κακοὶ τῶν δοθέντων ἡμῖν οἰκονόμοι, ἵνα μὴ ἀκούωμεν Πέτρου λέγοντος· Αἰσχύνθητε, οἱ κατέχοντες τὰ ἀλλότρια, καὶ μιμήσασθε ἰσότητα Θεοῦ, καὶ οὐδεὶς ἔσται πένης. Μὴ κάμνωμεν θησαυρίζοντες καὶ φυλάσσοντες, ἄλλων πενίᾳ καμνόντων, μὴ ὀνειδίσῃ καὶ ἀπειλήσῃ πικρῶς ἡμῖν, ἔνθεν μὲν ὁ θεῖος Ἀμὼς ἐν τούτοις τοῖς ῥήμασιν· Ἄγε νῦν, οἱ λέγοντες· Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσωμεν· καὶ τὰ Σάββατα, καὶ ἀνοίξωμεν θησαυρούς; καὶ τὰ ἐπὶ τούτοις, δι᾿ ὧν τοῖς μέγα καὶ μικρὸν στάθμιον κτωμένοις, τὴν τοῦ Θεοῦ μῆνιν ἐπανατείνεται· ἔνθεν δὲ ὁ μακάριος Μιχαίας, τάχα μὲν καὶ αὐτὴν τὴν τρυφὴν ἐπικόπτων, ὡς τοῦ κόρου τὴν ὕβριν τίκτοντος, καὶ τὸ κατασπαταλᾷν ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ τοῖς πρώτοις τῶν μύρων θρύπτεσθαι, μόσχοις τε ἁπαλοῖς ἐκ βουκολίων καὶ ἐρίφοις ἐκ ποιμνίων πιαίνεσθαι, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτεῖν, καὶ ἔτι μᾶλλον τὸ οἴεσθαι στάσιμόν τι τούτων εἶναι καὶ μόνιμον· τάχα δὲ οὐχ οὕτω ταῦτα δεινὰ νομίζων, ὡς τὸ μηδὲν πάσχειν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσὴφ αὐτοὺς τρυφῶντας· τοῦτο γὰρ τῇ τῆς πλησμονῆς κατηγορίᾳ προστίθησιν· ὃ μὴ πάθωμεν νῦν ἡμεῖς, μηδὲ τοσοῦτον τρυφήσωμεν, ὥστε καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταφρονεῖν τούτοις δυσχεραίνοντος, κἂν μὴ παρὰ πόδας, μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγῃ τοῖς ἁμαρτάνουσιν.

25. Μιμησώμεθα νόμον Θεοῦ τὸν ἀνωτάτω καὶ πρῶτον, ὃς βρέχει μὲν ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, ἀνατέλλει δὲ πᾶσιν ὁμοίως τὸν ἥλιον· γῆν δὲ χερσαίοις πᾶσιν ἥπλωσεν ἄνετον, καὶ κρήνας, καὶ ποταμοὺς, καὶ ὕλας· ἀέρα δὲ πτηναῖς φύσεσι, καὶ ὕδωρ ὅσοις ὁ βίος ἔνυδρος, καὶ τὰς πρώτας τοῦ ζῇν ἀφορμὰς ἀφθόνους ἅπασιν ἐχαρίσατο, οὐ δυναστείᾳ κρατουμένας, οὐ νόμῳ περιγραφομένας, οὐχ ὁρίοις διειργομένας· ἀλλὰ καὶ κοινὰς τὰς αὐτὰς καὶ πλουσίας, καὶ οὐδὲν παρὰ τοῦτο ἐνδεεστέρας προέθηκεν· τό τε τῆς φύσεως ὁμότιμον ἰσότητι τῆς δωρεᾶς τιμῶν, καὶ δεικνὺς τὸν πλοῦτον τῆς ἑαυτοῦ χρηστότητος. Ἄνθρωποι δὲ χρυσὸν, καὶ ἄργυρον, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ, καὶ ὑπὲρ τὴν χρείαν, καὶ τῶν λίθων τοὺς διαυγεῖς κατορύξαντες, εἴτε τι ἄλλο τοιοῦτον, ἃ πολέμου, καὶ στάσεως, καὶ τῆς πρώτης τυραννίδος ἐστὶ γνωρίσματα, ἔπειτα αἴρουσι τὴν ὀφρὺν ὑπὸ ἀνοίας, καὶ τοῖς ἀτυχοῦσι τῶν συγγενῶν τὸν ἔλεον ἀποκλείουσιν, οὐδὲ τοῖς περιττοῖς εἰς τὰ ἀναγκαῖα βοηθεῖν θέλοντες, (ὢ τῆς ἀπαιδευσία!ς ὢ τῆς σκαιότητο!)ς οὐδ᾿ εἰ μή τι ἄλλο, ἐκεῖνό γε ἐνθυμούμενοι, ὅτι πενία καὶ πλοῦτος, ἐλευθερία τε, ἥν φαμεν, καὶ δουλεία, καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων, ὕστερον ἐπεισῆλθε τῷ γένει τῶν ἀνθρώπων, ὥσπερ ἀῤῥωστήματα κοινά τινα τῇ κακίᾳ συνεισπεσόντα, κἀκείνης ὄντα ἐπινοήματα. Ἀπ᾿ ἀρχῆς δὲ, φησὶν, οὐ γέγονεν οὕτως· ἀλλ᾿ ὁ πλάσας ἀπ᾿ ἀρχῆς τὸν ἄνθρωπον, ἐλεύθερον ἀφῆκε καὶ αὐτεξούσιον, νόμῳ τῷ τῆς ἐντολῆς μόνῳ κρατούμενον, καὶ πλούσιον ἐν παραδείσου τρυφῇ· τοῦτο καὶ τῷ λοιπῷ γένει τῶν ἀνθρώπων βουληθείς τε καὶ χαρισάμενος δι᾿ ἑνὸς τοῦ πρώτου σπέρματος. Ἐλευθερία δὲ καὶ πλοῦτος, ἡ τῆς ἐντολῆς μόνη τήρησις ἦν· πενία δὲ ἀληθὴς καὶ δουλεία, ἡ ταύτης παράβασις.

26. Ἀφ᾿ οὗ δὲ καὶ φθόνοι, καὶ ἔριδες, καὶ ἡ δολερὰ τοῦ ὄφεως τυραννὶς, ἀεὶ τῷ λίχνῳ τῆς ἡδονῆς ὑποσύρουσα, καὶ ἐπανιστῶσα τοῖς ἀσθενεστέροις τοὺς θρασυτέρους, ἐῤῥάγη τὸ συγγενὲς εἰς ὀνομάτων ἀλλοτριότητας, καὶ τὸ τῆς φύσεως εὐγενὲς πλεονεξία κατέτεμε, προσλαβοῦσα καὶ νόμον, τῆς δυναστείας ἐπίκουρον. Ἀλλὰ σὺ βλέπε μοι τὴν πρώτην ἰσονομίαν, μὴ τὴν τελευταίαν διαίρεσιν· μὴ τὸν τοῦ κρατήσαντος νόμον, ἀλλὰ τὸν τοῦ κτίσαντος. Βοήθησον κατὰ δύναμιν τῇ φύσει, τὴν ἀρχαίαν ἐλευθερίαν τίμησον, αἰδέσθητι σαυτὸν, συγκάλυψον τῷ γένει τὴν ἀτιμίαν, ἐπάρκεσον τῇ νόσῳ, τὴν ἔνδειαν παραμύθησαι· ὁ εὐρωστῶν, ὁ πλουτῶν, τὴν τοῦ νοσοῦντος, τὴν τοῦ πενομένου· ὁ μὴ προσπταίσας, τὴν τοῦ πεσόντος καὶ συντριβέντος· ὁ εὐθυμῶν, τὴν τοῦ ἀθυμοῦντος· ὁ τοῖς δεξιοῖς εὐθηνούμενος, τοῦ τοῖς ἀριστέροις κάμνοντος. Δός τι τῷ Θεῷ χαριστήριον, ὅτι τῶν εὖ ποιεῖν δυναμένων ἐγένου, ἀλλ᾿ οὐ τῶν εὖ παθεῖν δεομένων· ὅτι μὴ βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ᾿ εἰς τὰς σὰς ἕτεροι. Πλούτησον μὴ περιουσίαν μόνον, ἀλλὰ καὶ εὐσέβειαν· μὴ τὸ χρυσίον μόνον, ἀλλὰ καὶ τὴν ἀρετὴν, μᾶλλον δὲ ταύτην μόνον. Γενοῦ τοῦ πλησίον τιμιώτερος, ἐκ τοῦ φανῆναι χρηστότερος· γενοῦ τῷ ἀτυχοῦντι θεὸς, τὸν ἔλεον Θεοῦ μιμησάμενος.

27. Οὐδὲν γὰρ οὕτως, ὡς τὸ εὖ ποιεῖν, ἄνθρωπος ἔχει Θεοῦ· κἂν ὁ μὲν μείζω, καὶ ὁ δὲ ἐλάττω εὐεργετῇ, ἑκάτερος, οἶμαι, κατὰ τὴν ἑαυτοῦ δύναμιν. Ὁ μὲν ἐποίησε, καὶ λύσας συνάγει πάλιν· σὺ δὲ πεσόντα μὴ παρίδῃς. Ὁ μὲν ἠλέησεν εἰς τὰ μέγιστα, δοὺς ἐπὶ πᾶσι νόμον, προφήτας, καὶ πρὸ τούτων, τὸν φυσικὸν νόμον ἄγραφον, τῶν παραττομένων ἐξεταστὴν, ἐλέγξας, νουθετήσας, παιδαγωγήσας· τὸ τελευταῖον, λύτρον ἑαυτὸν παραδοὺς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· χαρισάμενος ἀποστόλους, εὐαγγελιστὰς, διδασκάλους, ποιμένας, ἰάσεις, τέρατα, ἐπάνοδον πρὸς ζωὴν, θανάτου κατάλυσιν, τρόπαιον κατὰ τοῦ νικήσαντος, διαθήκην τὴν ἐν σκιᾷ, διαθήκην τὴν ἐν ἀληθείᾳ, Πνεύματος ἁγίου μερισμοὺς, τὸ τῆς καινῆς σωτηρίας μυστήριον. Σὺ δὲ, εἰ μὲν καὶ τὰ μείζω δυνατὸς εἶ, καὶ οἷς εὐεργετεῖται ψυχὴ (πεποίηκε γάρ σε καὶ ταῦτα πλούσιον ὁ Θεὸς, εἰ θελήσειας), μηδὲ ταῦτα εὖ ποιεῖν ἀπόσχῃ τὸν ἐνδεῆ· μᾶλλον δὲ πρῶτα καὶ μάλιστα τῷ αἰτοῦντί σε δίδου, καὶ πρὶν αἰτηθῆναι, ὅλην τὴν ἡμέραν ἐλεῶν καὶ δανείζων τὸν λόγον, καὶ ἀπαιτῶν φιλοπόνως τὸ δάνειον μετὰ τόκου τῆς τοῦ ὠφελημένου προσθήκης. ἣν ἀεὶ τῷ λόγῳ προστίθησιν, αὔξων ἑαυτῷ κατὰ μικρὸν τὰ τῆς εὐσεβείας σπέρματα. Εἰ δὲ μὴ, τά γε δεύτερα καὶ μικρότερα, καὶ ὅσα εἰς δύναμιν ἥκει τὴν σήν· ἐπικούρησον, ὄρεξον τροφὴν, ὄρεξον ῥάκος, προσένεγκε φάρμακον, κατάδησον τραύματα, ἐρώτησόν τι περὶ τῆς συμφορᾶς, περὶ καρτερίας φιλοσόφησον, θάρσησον, πρόςελθε· οὐ μὴ χεῖρόν τι σεαυτοῦ παρὰ τοῦτο γένῃ· οὐ μὴ μεταλάβοις τοῦ πάθους, κἂν οἱ λίαν ἁβροὶ τοῦτο νομίζωσι λόγοις ματαίοις ἠπατημένοι· μᾶλλον δὲ ταύτην προβάλλονται τῆς ἑαυτῶν εἴτε εὐλαβείας, εἴτε ἀσεβείας ἀπολογίαν, ἐπὶ τὴν δειλίαν, ὡς δή τι μέγα καὶ σοφὸν καταφεύγοντες. Τοῦτο πειθέτωσάν σε καὶ οἱ λόγοι, καὶ ἰατρῶν παῖδες, καὶ σύνοικοι τούτων θεραπευταὶ, ὧν οὐδείς πω τοῖς τοιούτοις προσιὼν ἐκινδύνευσε. Σὺ τοίνυν, εἰ καὶ τὸ πρᾶγμα φοβερὸν καὶ ὑπονοίας ἄξιον, ὦ δοῦλε Χριστοῦ, καὶ φιλόθεε, καὶ φιλάνθρωπε, μὴ πάθῃς μηδὲν ἀγεννές· τῇ πίστει θάρσησον· νικησάτω τὴν δειλίαν ὁ οἶκτος, ὁ τοῦ Θεοῦ φόβος τὴν ἁπαλότητα· στήτω πρὸ τῶν φιλοσάρκων λογισμῶν ἡ εὐσέβεια· μὴ παρίδῃς, μὴ παραδράμῃς τὸν ἀδελφὸν, μὴ ἀποστραφῇς ὡς ἄγος, ὡς μίασμα, ὡς ἄλλο τι τῶν φευκτῶν καὶ ἀπειρημένων· σόν ἐστι μέλος, καὶ εἰ τῇ συμφορᾷ κάμπτεται· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὡς Θεῷ, καὶ εἰ λίαν παρατρέχεις μεγαλοψύχως, τάχα γάρ σε τούτοις δυσωπήσω τοῖς ῥήμασι. Σοὶ πρόκειται φιλανθρωπίας ὑπόθεσις, καὶ εἰ ἀλλοτριοῖ σε τοῦ εὖ παθεῖν ὁ ἀλλότριος.

28. Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ ναυαγίου, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν τολμηρότερον πλέῃ· καὶ πᾶς ὁ σῶμα περικείμενος ἐγγύς ἐστι τῶν τοῦ σώματος κακῶν, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν ὀρθῶς βαδίζῃ, καὶ μὴ βλέπῃ τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως πλῇς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐεκτῇς καὶ πλουτῇς, τῷ κακοπαθοῦντι βοήθησον. Μὴ ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον ἐστὶ κακὸν ἀπανθρωπία, καὶ οἷον ἀγαθὸν σπλάγχνα τοῖς χρῄζουσιν ἀνοιγόμενα. Μὴ βουληθῇς ἐπᾶραι χεῖρα Θεὸν κατὰ τῶν ὑψαυχενούντων, καὶ παρατρεχόντων τοὺς πένητας. Ἐν ἀλλοτρίαις συμφοραῖς ταῦτα παιδεύθητι· δός τι καὶ μικρὸν τῷ δεομένῳ· οὐ γὰρ μικρὸν τῷ πάντων ἐπιδεεῖ, ἀλλ᾿ οὐδὲ τῷ Θεῷ, ἂν ᾖ κατὰ δύναμιν. Δὸς ἀντὶ μεγάλου τὴν προθυμίαν· εἰ μηδὲν ἔχῃς, δάκρυσον· μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος· καὶ τὸ συναλγεῖν γνησίως, πολύ τι κουφίζει τῆς συμφορᾶς. Οὐκ ἔστιν ἀτιμώτερός σοι τοῦ κτήνους ὁ ἄνθρωπος, ὦ ἄνθρωπε, ὃ πεσὸν εἰς βόθρον, ἢ πλανηθὲν, ἀνεγείρειν σοι καὶ ἐπανάγειν ὁ νόμος διακελεύεται· εἰ μέν τι καὶ ἄλλο κρύπτων ἀποῤῥητότερον καὶ βαθύτερον, οἷα τὰ πολλὰ τοῦ νομικοῦ βάθους καὶ τῆς διπλόης, οὐκ ἐμὸν τοῦτο εἰδέναι, ἀλλὰ τοῦ πάντα ἐρευνῶντος καὶ γινώσκοντος Πνεύματος· ὃ δ᾿ οὖν ἐγὼ καταλαμβάνω, καὶ ὅσον εἰς τὸν ἐμὸν ἥκει λόγον, γυμνάζων ἡμᾶς ἀπὸ τῆς εἰς τὰ μικρὰ φιλανθρωπίας, ἐπὶ τὴν τελειοτέραν καὶ μείζονα. Πόση γὰρ ὀφείλεται τοῖς ὁμοφύλοις καὶ ὁμοτίμοις ἡ καὶ μέχρι τῶν ἀλόγων ἀπαιτουμένη;

29. Ταῦτα μὲν οὖν ὁ λόγος, καὶ ὁ νόμος, καὶ τῶν ἀνθρώπων οἱ μετριώτατοι, παρ᾿ οἷς τὸ εὖ ποιεῖν τοῦ πάσχειν τιμιώτερον, καὶ περισπουδαστότερος κέρδους ἔλεος. Τί δ᾿ ἂν εἴποις περὶ τῶν καθ᾿ ἡμᾶς σοφῶν; Ἐῶ γὰρ λέγειν τοὺς ἔξωθεν, οἳ συνηγόρους τοῖς πάθεσι θεοὺς εὑρίσκοντες, καὶ τῷ Κερδώῳ, ᾧ τὰ πρῶτα νέμουσιν· ἤδη δὲ, καὶ ὃ τούτου χεῖρόν ἐστι, καὶ ἀνθρωποκτονεῖν νομίζουσιν ἔστιν οἷς δαιμόνων, καὶ παρ᾿ οἷς ἔθνεσι, καὶ μέρος εὐσεβείας αὐτοῖς ἡ ἀπανθρωπία, καὶ ταῖς τοιαύταις θυσίαις αὐτοί τε χαίρουσι, καὶ τοὺς θεοὺς αὐτῶν οἴονται, πονηροὶ πονηρῶν ἱερεῖς καὶ μύσται γινόμενοι. Ἀλλ᾿ εἰσὶ τῶν ἡμετέρων τινὲς, ὃ καὶ δακρύειν ἄξιον, οἳ τοσοῦτον ἀπέχουσι συναλγεῖν καὶ βοηθεῖν τοῖς κάμνουσιν, ὥςτε καὶ προσονειδίζουσι πικρῶς, καὶ προσεπεμβαίνουσι, καὶ φιλοσοφοῦσι κενὰ καὶ μάταια, καὶ φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς ἀέρα λαλοῦσιν, καὶ οὐκ εἰς ἀκοὰς εὐσυνέτους, καὶ θείοις συνειθισμένας δόγμασι, καὶ τολμῶσι λέγειν· Παρὰ Θεοῦ τὸ ταλαιπωρεῖν ἐκείνοις, παρὰ Θεοῦ τὸ εὖ πράττειν ἡμῖν· καὶ τίς εἰμι ἐγὼ δόγμα λύειν Θεοῦ, καὶ Θεοῦ φανῆναι χρηστότερος; Καμνέτωσαν, ταλαιπωρείτωσαν, δυστυχείτωσαν· οὕτως ἔδοξεν. Κἀνταῦθα μόνον εἰσὶ φιλόθεοι, οὗ δεῖ φυλάττειν τοὺς ὀβολοὺς, καὶ κατὰ τῶν ἀθλίων νεανιεύεσθαι. Ὅτι μὲν οὖν οὐκ ἐκ τοῦ Θεοῦ τὸ εὖ πράττειν αὐτοῖς εἶναι νομίζουσι, δηλοῦσι σαφῶς ἐξ ὧν λέγουσι. Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰδὼς χωρηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷςπερ ἔχουσιν.

30. Εἰ δὲ καὶ παρὰ Θεοῦ τὸ κακοπαθεῖν ἐκείνοις, οὔπω δῆλον, ἕως ἂν καὶ παρ᾿ ἑαυτῆς ἡ ὕλη φέρῃ τὸ ἄτακτον, ὥσπερ ἐν ῥεύματι. Καὶ τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴρεται· ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι᾿ ἀρετὴν δοκιμάζεται; ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώτερον, ὅλην ἐώμενος πρότερον, ὥσπερ τινὰ νόσον, ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιότερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν ἔχει, τοῦτο ἐκτήξῃ· καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς, οὐκ οὖν ἐν γεννητῇ φύσει, ὥςπερ ἠκούσαμεν, εἰ καὶ φανῇ δοκιμώτερος. Εὑρίσκω γάρ τι καὶ τοιοῦτο ἐν τῇ θείᾳ Γραφῇ μυστήριον· καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τοῦ Πνεύματος τὰς φωνὰς, αἵ με πρὸς τοῦτο φέρουσιν. Ἀλλὰ τίς ἂν ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ βυθοῦ μῆκος ἀναμετρήσαιτο; τίς δ᾿ ἂν τοῦ Θεοῦ τῆς περὶ πάντα σοφίας τὸ βάθος ἐξιχνιάσειεν, ὑφ᾿ ἧς καὶ πεποίηκε τὰ πάντα, καὶ διοικεῖ τρόπον, ὂν αὐτὸς καὶ βούλεται καὶ ἐπίσταται; Ἀρκεῖ γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, θαυμάσαντας μόνον τὸ ταύτης δυστέκμαρτον καὶ δυσθεώρητον παρελθεῖν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεο!ῦ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτο!ῦ καὶ, Τίς ἔγνω νοῦν Κυρίου; Εἰς δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ τίς ἀφίκετο; φησὶν ὁ Ἰώβ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα, καὶ οὐχὶ τῷ ἀνεφίκτῳ μετρήσει τὸ ὑπὲρ μέτρησιν;

31. Ἄλλος μὲν οὖν εἴη περὶ ταῦτα τολμηρὸς καὶ γεννάδας, μᾶλλον δὲ εἴη μηδείς· ἐγὼ δὲ ὀκνῶ κακίᾳ δοῦναι πάντως τὴν ἐντεῦθεν κόλασιν, ἢ εὐσεβείᾳ τὴν ἄνεσιν· ἀλλ᾿ ἔστι μὲν ὅτε καὶ πρός τι χρήσιμον, ἢ κακίας ἐγκοπτομένης δυσπαθείᾳ τῶν πονηρῶν, ἢ ἀρετῆς ὁδοποιουμένης εὐπαθείᾳ τῶν βελτιόνων· οὐκ ἀεὶ δὲ, οὐδὲ πάντως, ἀλλ᾿ εἶναι τοῦτο μόνον καιροῦ τοῦ μέλλοντος, καθ᾿ ὃν οἱ μὲν τὰ τῆς ἀρετῆς ἆθλα, οἱ δὲ τὰ τῆς κακίας ἐπιτίμια δέξονται. Ἀναστήσονται γὰρ οὗτοι, φησὶν, εἰς ἀνάστασιν ζωῆς, καὶ οὗτοι εἰς ἀνάστασιν κρίσεως· τὰ δὲ ἐντεῦθεν ἑτέρου τύπου εἶναι, καὶ ἀγωγῆς ἑτέρας, πάντα ἐκεῖσε φέροντα, ἐχούσης ὁμαλόν τι παρὰ Θεῷ πάντως καὶ τῆς δοκούσης ἡμῖν ἀνωμαλίας· ὥσπερ ἐν σώματι τὰς ἐξοχάς τε καὶ εἰσοχὰς, μεγέθη τε καὶ μικρότητας, καὶ γῆς ἐπαναστάσεις τε καὶ ὑφέσεις ἐξ ὧν τὸ κάλλος τῇ πρὸς ἄλληλα σχέσει συνιστάμενόν τε καὶ θεωρούμενον· ἐπεὶ καὶ τεχνίτου τὸ περὶ τὴν ὕλην τέως ἄτακτον καὶ ἀνώμαλον, λίαν ἔντεχνον ἦν, ἂν πρός τινος ἔργου κατασκευὴν εὐτρεπίσαιτο· τότε καὶ ἡμῖν καταλαμβανόμενόν τε καὶ ὁμολογούμενον, ὅταν τὸ ἀποτελεσθὲν κάλλος τοῦ δημιουργήματος θεωρήσωμεν. Ἀλλ᾿ οὔτε ἐκεῖνος ἄτεχνος ᾖ ὡς ἡμεῖς, οὔτε ταῦτα διοικεῖται ἀτάκτως, ὅτι μὴ καὶ ἡμῖν ὁ λόγος γνώριμος.

32. Ἀλλ᾿ εἴ τινα δεῖ καὶ εἰκόνα λαβεῖν τοῦ ἡμετέρου πάθους, οὐ πόῤῥω τῶν ναυτιώντων ἐσμὲν καὶ ἰλιγγιώντων, οἳ στρέφεσθαι τὰ πάντα δοκοῦσιν, αὐτοὶ στρεφόμενοι· ὡς δὲ καὶ οὗτοι, περὶ ὧν ὁ λόγος. Οὐ γὰρ ἀνέχονται σοφώτερον αὐτῶν εἶναι τὸν Θεὸν, ἂν πρός τι τῶν συμβαινόντων ἰλιγγιάσωσιν· ἢ καμεῖν περὶ τὸν λόγον δέον, ὡς τάχ᾿ ἂν τῇ φιλοπονίᾳ δοθησομένης τῆς ἀληθείας, ἢ σοφωτέροις ἑαυτῶν ταῦτα συμφιλοσοφεῖν καὶ πνευματικωτέροις, ἐπειδὴ καὶ τοῦτο χάρισμα ἑν, καὶ οὐχὶ πάντων ἡ γνῶσις, ἢ καθάρσει βίου ταύτην θηρεύειν, καὶ παρὰ τῆς ὄντως Σοφίας σοφίαν ἐπιζητεῖν. Οἱ δὲ (ὢ τῆς ἀπαιδευσία!)ς ἐπὶ τὸ ἑτοιμότερον τρέπονται, καὶ ἀλογίαν τοῦ παντὸς καταψεύδονται, αὐτοὶ τὸν λόγον οὐκ ἐπιστάμενοι· καὶ εἰσὶ δι᾿ ἀπαιδευσίαν σοφοὶ, ἢ διὰ σοφίαν, ἵνα οὕτως εἴπω, τὴν περιττὴν, ἄσοφοι καὶ ἀσύνετοι. Ἐντεῦθεν οἱ μὲν τύχην καὶ τὸ αὐτόματον ἐδογμάτισαν, ὄντως αὐτόματα καὶ ὡς ἔτυχεν ἀναπλασθέντα ἐπινοήματα· οἱ δὲ ἀστέρων τινὰ δυναστείαν ἄλογόν τε καὶ ἄλυτον πλεκόντων, ὡς ἂν βούλωνται, τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ αὐτὸ τὸ πλέκειν συνηναγκασμένων· καὶ πλανητῶν δή τινων καὶ ἀπλανῶν συνόδους καὶ ὑποχωρήσεις, καὶ κυρίαν τοῦ παντὸς κίνησιν. Οἱ δὲ, ὅ τι ἂν ἕκαστος ἐφαντάσθησαν, τῷ ταλαιπώρῳ γένει τῶν ἀνθρώπων φέροντες, ἐπεισήγαγον, ὅσον αὐτοῖς τῆς Προνοίας ἀνέφικτόν τε καὶ ἀθεώρητον, εἰς διαφόρους δόξας καὶ προσηγορίας καταμερίσαντες. Εἰσὶ δὲ οἳ καὶ πενίαν πολλὴν τῆς Προνοίας κατέγνωσαν, τὰ μὲν ὑπὲρ ἡμᾶς ταύτῃ διοικεῖσθαι νομίσαντες, ἄχρι δ᾿ ἡμῶν τῶν καὶ μάλιστα δεομένων κατάγειν αὐτὴν ἀποκνήσαντες, ὥςπερ δεδοικότες, μὴ τῷ πλείονας εὐεργετεῖσθαι, ἀγαθώτερον ἀποφήνωσι τὸν εὐεργέτην, ἢ ἀποκάμνοι αὐτοῖς ὁ Θεὸς εὖ ποιῶν πλείονας.

33. Ἀλλ᾿ οὗτοι μὲν, ὅπερ εἶπον, ἐῤῥίφθων, ἐπεὶ καὶ καλῶς αὐτοὺς προλαβὼν ὁ λόγος ἠμύνατο· Ἐματαιώθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, μύθοις τισὶ καὶ σκιαῖς τὴν διὰ πάντων Πρόνοιαν καθυβρίσαντες. Ἡμεῖς δὲ μήτε αὐτοὶ ταῦτα τερατευώμεθα, εἴπερ τι μέλει τοῦ λόγου λογικοῖς οὖσιν ἡμῖν, καὶ λόγου θεραπευταῖς· μήτε τοὺς οἰομένους ἀποδεχώμεθα, κἂν εὐδρομῶσι τὴν γλῶτταν ἐν τοῖς ἀτόποις λόγοις καὶ δόγμασι, καὶ τῷ καινῷ τέρπωσιν. Ἀλλὰ καὶ Θεὸν εἶναι τὸν πάντων ποιητὴν καὶ δημιουργὸν πιστεύωμεν· πῶς γὰρ ἂν ὑπέστη τὸ πᾶν, μή τινος οὐσιώσαντός τε καὶ συναρμόσαντος; Καὶ Πρόνοιαν συνεισάγωμεν, τὴν τοῦδε τοῦ παντὸς συνεκτικήν τε καὶ συνδετικήν· ἐπεὶ καὶ προνοητὴν εἶναι τούτων, ὧν ποιητὴν εἶναι ἀναγκαῖον· εἰ μὴ μέλλοι τὸ πᾶν τῷ αὐτομάτῳ φερόμενον, ὥσπερ ὑπὸ λαίλαπος ναῦς, αὐτίκα λυθήσεσθαί τε καὶ διασπασθήσεσθαι διὰ τὴν ἀταξίαν τῆς ὕλης, καὶ πρὸς τὴν ἀρχαίαν σύγχυσίν τε καὶ ἀκοσμίαν ἐπαναχθήσεσθαι. Καὶ τοῖς ἡμετέροις μάλιστα ἐπιστατεῖν δεξώμεθα τὸν ἡμέτερον, εἴτε ποιητὴν, εἴτε πλάστην βούλει καλεῖν· κἂν διὰ τῶν ἐναντίων ὁ βίος ἡμῖν διεξάγηται, διὰ τοῦτο τυχὸν καὶ ἀγνοουμένων, ἵνα τῷ δυσθεωρήτῳ τὸν ὑπὲρ πάντα λόγον θαυμάζωμεν. Ἐπειδὴ τὸ μὲν ῥᾳδίως ληπτὸν, ἅπαν εὐκαταφρόνητον· τὸ δὲ ὑπὲρ ἡμᾶς, ὅσῳ δυσεφικτότερον, τοσούτῳ θαυμασιώτερον· καὶ γυμνάζει τὸν πόθον ἅπαν τὸ διαφεῦγον τὴν ἔφεσιν.

34. Διὰ τοῦτο μήτε ὑγίειαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον διαπτύωμεν, μήτε πλούτῳ ῥέοντι προστιθώμεθα καρδίᾳ, πλέον ἢ καλῶς ἔχει, τῇ ῥοῇ προσκείμενοι, καὶ οἷον τῆς ψυχῆς τι ταύτῃ προσαναλίσκοντες· μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ᾿ εἰδῶμεν καὶ ὑγίειαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας, μή πού τις καὶ Ἰὼβ τοῖς νοσοῦσιν ἐγκέκρυπται, πολύ τι τῶν ὑγιαινόντων αἰδεσιμώτερος, κἂν τὸν ἰχῶρα ξέῃ, κἂν ταλαιπωρῇ νυκτὸς καὶ ἡμέρας αἴθριος, καὶ πληγῇ, καὶ γυναικὶ, καὶ φίλοις στενοχωρούμενος· ὡς δὲ καὶ πλοῦτον ἄδικον ἀποπέμπεσθαι, δι᾿ ὃν κάμνει δικαίως ὁ ἐν τῇ φλογὶ πλούσιος, καὶ προσαιτεῖ ῥανίδα μικρὰν ἀναψύξεως, καὶ πενίαν ἐπαινεῖν εὐχάριστον καὶ φιλόσοφον, μεθ᾿ ἧς Λάζαρος σώζεται, καὶ πλουτεῖ τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν.

35. Ἀλλ᾿ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ ἀναγκαία τυγχάνειν ἡ φιλανθρωπία, καὶ τὸ πρὸς τοὺς δεομένους εὔσπλαγχνον, ἵνα τοὺς οὕτως ἔχοντας περὶ τούτων ἐπιστομίζωμεν, καὶ μὴ λόγοις ματαίοις παραχωρῶμεν, νομοθετοῦντες καθ᾿ ἡμῶν αὐτῶν τὴν ὠμότητα· πάντων δὲ τὴν ἐντολὴν αἰδώμεθα πλέον, καὶ τὸ ὑπόδειγμα. Τίς ἡ ἐντολή; καὶ σκοπεῖτε τὸ ἐπίμονον αὐτῆς, καὶ τὸ γνήσιον. Οὐ γὰρ ἅπαξ, οὐδὲ δὶς εἰπόντες τι περὶ τῶν δεομένων, οἱ τοῦ Πνεύματος ἀπηλλάγησαν· οὐδὲ οἱ μὲν, οἱ δὲ οὒ, ἢ μᾶλλόν τινες, οἱ δὲ ἧττον, ὡς ἂν μὴ περὶ μεγάλου τινὸς, μηδὲ τῶν σφόδρα κατεπειγόντων, ἀλλὰ καὶ πάντες, καὶ μετὰ σπουδῆς ἕκαστος, ἢ πρῶτον, ἢ ἐν πρώτοις, τοῦτο διακελευόμενοι, καὶ ποτὲ μὲν προτρέποντες, ποτὲ δὲ ἀπειλοῦντες, ποτὲ δὲ ὀνειδίζοντες· ἔστι δὲ ὅτε καὶ τοὺς κατορθοῦντας ἀποδεχόμενοι, ὡς ἂν τῷ συνεχεῖ τῆς ὑπομνήσεως τὴν ἐντολὴν ἐνεργήσωσιν. Ἕνεκεν μὲν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Τίς οὐ δέδοικεν ἀνιστάμενον Κύριον; Καὶ, Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι δὲ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων· Καὶ, Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· καὶ, Ὀφθαλμοὶ μὲν αὐτοῦ ἐπὶ τὸν πένητα ἐπιβλέπουσιν (ὃ τοῦ βλεφάρου κρεῖττον καὶ κυριώτερον), τὰ βλέφαρα δὲ αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ ἐλάσσων, ὡς ἂν εἴποι τις, ἐπισκοπὴ καὶ δευτέρα.

36. Τάχα ἂν εἴποι τις· Ὑπὲρ τῶν ἀδικουμένων ταῦτα πτωχῶν καὶ πενήτων. Οὐ διαφέρομαι· ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον. Ὧν γὰρ ἀδικουμένων τοσοῦτος ὁ λόγος, τούτων καὶ εὖ πασχόντων δηλαδὴ πλείων ἡ χάρις. Εἰ γὰρ ὁ ἀτιμάζων πένητα, παροξύνει τὸν ποιήσαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα. Πάλιν δὲ ὅταν ἀκούῃς· Πένης καὶ πλούσιος συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησεν· μὴ τὸν μὲν πένητα, τὸν δὲ πλούσιον ὑπολάβῃς, ἵνα καὶ μᾶλλον κατεξαναστῇς τοῦ πένητος· οὐ γὰρ δῆλον, εἰ θεόθεν ἡ τοιαύτη διαίρεσις· πλάσμα δὲ Θεοῦ, φησὶν, ὁμοίως ἀμφότεροι, καὶ εἰ τὰ ἔξωθεν ἄνισα. Τοῦτό σε δυσωπείτω πρὸς τὸ συμπαθὲς καὶ φιλάδελφον, ἵνα ὅταν ὑπ᾿ ἐκείνων ἐπαρθῇς, ὑπὸ τούτου συσταλῇς, καὶ γένῃ σεαυτοῦ μετριώτερος. Τί ἔτι; Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φησίν. Τίς οὐ δέχεται τοιοῦτον χρεώστην, ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς ἐπικαρπίας τὸ δάνειον; Καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.

37. Καθαρθῶμεν οὖν ἐλεήσαντες, ῥύψωμεν τῇ καλῇ πόᾳ τὰ τῶν ψυχῶν ῥύπη τε καὶ μολύσματα· καὶ λευκανθῶμεν, οἱ μὲν ὡς ἔριον, οἱ δὲ ὡς χιὼν, κατὰ τὴν ἀναλογίαν τῆς εὐσπλαγχνίας. Εἴπω τι καὶ φοβερώτερον· Εἰ μὲν οὐδέν ἔστι σοι σύντριμμα, οὐδὲ μώλωψ, οὐδὲ πληγὴ φλεγμαίνουσα, οὐδὲ λέπρα τις ψυχῆς, ἢ ἁφὴ σημασίας, ἢ τηλαυγὴς, ἃ μικρῶς μὲν ὁ νόμος ἐκάθηρεν, δεῖται δὲ Χριστοῦ θεραπεύσοντος· ἀλλὰ σύ γε τὸν ὑπὲρ ἡμῶν τραυματισθέντα καὶ μαλακισθέντα αἰδέσθητι· αἰδεσθήσῃ δὲ, ἂν φαίνῃ τῷ Χριστοῦ μέλει χρηστὸς καὶ φιλάνθρωπος. Εἰ δὲ τοσοῦτόν σε κατετραυμάτισε τυχὸν ὁ τῶν ἡμετέρων ψυχῶν λῃστὴς καὶ τύραννος, ἢ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντα, ἢ καὶ ἄλλοθί που λαβὼν ἄοπλόν τε καὶ ἀπαράσκευον, ὥστ᾿ ἂν εἰκότως εἰπεῖν ἐκεῖνα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· εἰ μὲν οὕτως ἔχῃς, ὡς μηδὲ τὴν θεραπείαν ἐπιζητεῖν, μηδὲ τὸν τρόπον εἰδέναι τῆς σῆς ἰάσεως, φεῦ τῆς πληγῆς ὄντως, καὶ τῆς εἰς βάθος ταλαιπωρίας! Εἰ δὲ μή πω παντελῶς ἀπέγνωσαι, μηδὲ ἀνιάτως ἔχῃς, πρόσελθε τῷ θεραπευτῇ, δεήθητι, θεράπευσον τὰ τραύματα διὰ τῶν τραυμάτων, κτῆσαι τῷ ὁμοίῳ τὸ ὅμοιον, μᾶλλον δὲ, τοῖς ἐλάττοσι τὰ μείζονα θεραπεύθητι. Ἐρεῖ τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ· καὶ, Ἡ πίστις σου σέσωκέ σε· καὶ, Ἰδοὺ ὑγιὴς γέγονας· καὶ πάντα τὰ τῆς φιλανθρωπίας ῥήματα, μόνον ἂν ἴδῃ σε τοῖς ἀλγοῦσι φιλάνθρωπον.

38. Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Οὐ πολλοστὸς ἐν τοῖς μακαρισμοῖς ὁ ἔλεος. Καὶ, Μακάριος ὁ συνιὼν, ἐπὶ πτωχὸν καὶ πένητα· καὶ, Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· καὶ, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. Ἁρπάσωμεν τὸν μακαρισμὸν, συνιέντες κληθῶμεν, χρηστοὶ γενώμεθα. Μὴ διακοψάτω σου μηδὲ νὺξ τὸν ἔλεον. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω σοι· μή τι μέσον γένηται τῆς ὁρμῆς καὶ τῆς εὐεργεσίας· τοῦτο μόνον, οὐ δέχεται ἀναβολὴν ἡ φιλανθρωπία. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου, καὶ ταῦτα μετὰ προθυμίας. Ὁ γὰρ ἐλεῶν, φησὶν, ἐν ἱλαρότητι· καὶ διπλασιάζεταί σοι τὸ ἀγαθὸν τῇ ἑτοιμότητι. Τὸ γὰρ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἄχαρί τε καὶ ἀκαλλώπιστον. Πανηγυριστέον δὲ, οὐ θρηνητέον τὴν εὐποιίαν. Ἐὰν ἀνέλῃς σύνδεσμον, φησὶ, καὶ χειροτονίαν, μικρολογίαν δὴ λέγω τοῦτο καὶ δοκιμασίαν, εἶτ᾿ οὖν ἀμφιβολίαν, καὶ ῥῆμα γογγυσμοῦ, τί γενήσεται; Ὡς μέγα τι καὶ θαυμάσιον! οἷον καὶ ὅσος ὁ τούτου μισθό!ς Ῥαγήσεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Τίς οὖν οὐκ ἐφίεται φωτὸς καὶ ἰάσεως;

39. Αἰδοῦμαι δὲ καὶ τὸ Χριστοῦ γλωσσόκομον, ὃ πρὸς πτωχοτροφίαν ἡμᾶς παρακαλεῖ· καὶ τὴν Παύλου καὶ Πέτρου συμφωνίαν, ὅτι τὸ Εὐαγγέλιον διελόμενοι, τοὺς πτωχοὺς κοινωνοὺς ἐποιήσαντο· καὶ τὴν τοῦ νέου τελείωσιν ἐν τῷ τὰ ὄντα δοῦναι πτωχοῖς ὁρισθεῖσάν τε καὶ νομοθετηθεῖσαν. Οἴει μὴ ἀνάγκην εἶναί σοι τῆς φιλανθρωπίας, ἀλλ᾿ αἵρεσιν; μηδὲ νόμον, ἀλλὰ παραίνεσιν; Σφόδρα καὶ αὐτὸς ἐβουλόμην τοῦτο, καὶ ὑπελάμβανον· ἀλλὰ φοβεῖ με ἡ ἀριστερὰ χεὶρ, καὶ οἱ ἔριφοι, καὶ ἂ παρὰ τοῦ στήσαντος ὀνειδίζονται· οὐχ ὅτι διηρπάκασιν, οὐθ᾿ ὅτι σεσυλήκασιν, ἢ μεμοιχεύκασιν, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων πεποιήκασιν, ταύτην τὴν τάξιν κατακριθέντες, ἀλλ᾿ ὅτι μὴ Χριστὸν διὰ τῶν δεομένων τεθεραπεύκασιν.

40. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, δοῦλοι Χριστοῦ, καὶ ἀδελφοὶ, καὶ συγκληρονόμοι, ἕως ἐστὶ καιρὸς, Χριστὸν ἐπισκεψώμεθα, Χριστὸν θεραπεύσωμεν, Χριστὸν θρέψωμεν, Χριστὸν ἐνδύσωμεν, Χριστὸν συναγάγωμεν, Χριστὸν τιμήσωμεν· μὴ τραπέζῃ μόνον, ὥς τινες· μηδὲ μύροις, ὡς ἡ Μαρία· μηδὲ τάφῳ μόνον, ὡς Ἰωσὴφ ὁ Ἀριμαθαῖος· μηδὲ τοῖς πρὸς τὴν ταφὴν, ὡς Νικόδημος ὁ ἐξ ἡμισείας φιλόχριστος· μηδὲ χρυσῷ καὶ λιβάνῳ καὶ σμύρνῃ, ὡς οἱ μάγοι πρὸ τῶν εἰρημένων· ἀλλ᾿ ἐπειδὴ ἔλεον θέλει καὶ οὐ θυσίαν ὁ πάντων Δεσπότης, καὶ ὑπὲρ μυριάδας ἀρνῶν πιόνων ἡ εὐσπλαγχνία, ταύτην εἰσφέρωμεν αὐτῷ διὰ τῶν δεομένων, καὶ χαμαὶ σήμερον ἐῤῥιμμένων, ἵνα, ὅταν ἐνθένδε ἀπαλλαγῶμεν, δέξωνται ἡμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δημοφιλείς αναρτήσεις