Κυριακή 1 Ιανουαρίου 2012

ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ ΒΙΟΥ ΜΟΝΑΧΩΝ (Χριστιανών)


Επιστολή 22η του Μεγάλου Βασιλείου
ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ ΒΙΟΥ ΜΟΝΑΧΩΝ (Χριστιανών)

22.1 Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων καὶ τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ, περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρ' ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν ἀναγκαίως προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν.
Ὅτι δεῖ τὸν χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως φρονεῖν καὶ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολι τεύεσθαι.
Ὅτι οὐ δεῖ τὸν χριστιανὸν μετεωρίζεσθαι οὐδὲ ἀφέλ κεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων.
Ὅτι δεῖ τὸν χριστιανόν, κρείττονα τῶν κατὰ νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύ δεσθαι.
Ὅτι οὐ δεῖ βλασφημεῖν, ὅτι οὐ δεῖ ὑβρίζειν, ὅτι οὐ δεῖ μάχεσθαι, ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν, ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὅτι οὐ δεῖ ὀργίζεσθαι.
Ὅτι δεῖ μακροθυμεῖν, πᾶν ὁτιοῦν πάσχοντα, καὶ ἐλέγ χειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς αὑτοῦ ἐκδικήσεως, ἀλλ' ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου.
Ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλιά, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα.
Ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι.
Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι.
Ὅτι οὐ δεῖ γελᾶν, οὐδὲ γελοιαστῶν ἀνέχεσθαι.
Ὅτι οὐ δεῖ ἀργολογεῖν λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέ λειαν τῶν ἀκουόντων ἐστί, μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζο μένους σπουδάζειν, καθ' ὅσον δυνατόν, μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ.
Ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπ' ἐξουσίας ἐγγίζειν ἢ λαλεῖν τινι τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγ μένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον.
Ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πῶμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται.
Ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι, ἐν μέντοι τῇ φροντίδι, πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραρριπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχοι, παρορᾶν.
Ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλ' ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς, οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι.

22.2 Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν, οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξου σίαν.
Ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμὸς ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι τὸν Θεόν.
Ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν.
Ὅτι οὐ δεῖ θρασέως ἢ καταφρονητικῶς τινι ἀποκρίνεσ θαι ἢ ποιεῖν τι, ἀλλ' ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν.
Ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει.
Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ἢ ὑποδήμασιν, ὅπερ ἐστὶ περπερία.
Ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος.
Ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείαν καὶ πρὸς δαψίλειαν ἀνα λίσκειν οὐδέν, ὅπερ ἐστὶ παράχρησις.
Ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν ἢ πρωτείων ἀντιποιεῖσθαι.
Ὅτι δεῖ ἕκαστον προτιμᾶν ἑαυτοῦ πάντας.
Ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι.
Ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων καὶ εἰς δόξαν Χριστοῦ ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου.
Ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ.
Ὅτι οὐ δεῖ ἀφ' ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰ τοιαῦτα ἐπιτεταγμένων, ἐκτὸς εἰ μή πού τινα ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον.
Ὅτι δεῖ ἕκαστον μένειν ἐν ᾧ ἐτάχθη καὶ μὴ ὑπερβαί νοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄ ζοντα βοηθείας.
Ὅτι οὐ δεῖ ἀφ' ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρισ κεσθαί τινα.
Ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι.

22.3 Ὅτι οὐ δεῖ φθονεῖν τῇ ἑτέρου εὐδοκιμήσει, οὔτε ἐπι χαίρειν ἐλαττώμασί τινος.
Ὅτι δεῖ ἐν ἀγάπῃ Χριστοῦ λυπεῖσθαι μὲν καὶ συντρί βεσθαι ἐπὶ τοῖς τοῦ ἀδελφοῦ ἐλαττώμασιν, εὐφραίνεσθαι δὲ ἐπὶ τοῖς κατορθώμασιν.
Ὅτι οὐ δεῖ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσιν ἢ ἐφησυ χάζειν αὐτοῖς.
Ὅτι δεῖ τὸν ἐλέγχοντα, μετὰ πάσης εὐσπλαγχνίας, φόβῳ Θεοῦ καὶ σκοπῷ τοῦ ἐπιστρέψαι τὸν ἁμαρτάνοντα, ἐλέγχειν.
Ὅτι δεῖ τὸν ἐλεγχόμενον ἢ ἐπιτιμώμενον καταδέχεσθαι προθύμως, γνωρίζοντα τὸ ἑαυτοῦ ὄφελος ἐν τῇ διορθώσει.
Ὅτι οὐ δεῖ, ἐγκαλουμένου τινός, ἄλλον ἐνώπιον ἐκείνου ἢ ἄλλων τινῶν ἀντιλέγειν τῷ ἐγκαλοῦντι. Ἐὰν δὲ ἄρα ποτὲ ἄλογον φανῇ τινι τὸ ἔγκλημα, κατ' ἰδίαν κινεῖν λόγον πρὸς τὸν ἐγκαλοῦντα καὶ ἢ πληροφορεῖν ἢ πληροφορεῖσθαι.
Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις, θεραπεύειν τὸν ἔχοντά τι κατ' αὐτοῦ.
Ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετα νοοῦντι, ἀλλ' ἐκ καρδίας ἀφεῖναι.
Ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφ' ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφ' ᾧ ἥμαρτεν, ἀλλὰ καὶ καρποὺς ἀξίους τῆς μετανοίας ποιῆσαι.
Ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς.
Ὅτι δεῖ τὸν μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν ἐπι μένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. Ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ καὶ «ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι» πρὸς τὴν ἀσφά λειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον· «Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται.» ∆εῖ δὲ καὶ πενθεῖν ἐπ' αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος.
Ὅτι οὐ δεῖ ἐπὶ παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε ἡ νὺξ διαστῇ μεταξὺ ἀμφοτέρων καὶ καταλίπῃ ἐν ἡμέρᾳ Κρίσεως ἀπαραίτητον ἔγκλημα.
Ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον.
Ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, δι' ἧς γίνονται φαντασίαι νυκτεριναί.
Ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερ βαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν εἰπόντα Ἀπόστολον· «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, ὅτι ἡ περισσεία ἡ ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, ἡ δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας.
Ὅτι οὐ δεῖ φιλάργυρον εἶναι οὐδὲ θησαυρίζειν εἰς ἀνω φελῆ ἃ μὴ δεῖ.
Ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπά ζεσθαι κατὰ πάντα καὶ καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.» ∆ῴη δὲ ὁ Κύριος, μετὰ πάσης πληροφορίας ὑμᾶς ἀνα δεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι, Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις