Εμφάνιση αναρτήσεων με ετικέτα ΜΕΓΑΛΟ ΑΠΟΔΕΙΠΝΟ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΜΕΓΑΛΟ ΑΠΟΔΕΙΠΝΟ. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 15 Απριλίου 2025

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΡΙΤῌ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ γ'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».
Συντελείας ὁ καιρός, ἐπιστρέψωμεν λοιπόν, Χριστὸς διδάσκει· ἥξει γὰρ ἐν ῥιπῇ, ἥξει καὶ οὐ χρονιεῖ, κρῖναι τὸν Κόσμον αὐτοῦ. 
Τὸ ἀθρόον τῆς αὐτοῦ, παρουσίας ὁ Χριστός, δηλῶν εἰρήκει, τὴν τοῦ Νῶε ποτέ, ἀπροσδόκητον φθοράν, ἐπενεχθεῖσαν τῇ γῇ. 
νεῴχθη ὁ νυμφών, εὐτρεπίσθη σὺν αὐτῷ, ὁ θεῖος γάμος, ὁ Νυμφίος ἐγγύς, προσκαλούμενος ἡμᾶς, ἑτοιμασθῶμεν λοιπόν. 
τοῦ Σίμωνος σκηνή, τὸν ἀχώρητον παντί, ἐχώρησέ σε, Ἰησοῦ Βασιλεῦ, καὶ Γυνὴ ἁμαρτωλός, μύρῳ σε ἤλειψεν. 
Εὐωδίας μυστικῆς, πληρουμένη ἡ Γυνή, τῆς πρὶν ἐρρύσθη, δυσωδίας Σωτήρ, τῶν πολλῶν ἁμαρτιῶν· μύρον γὰρ βρύεις ζωῆς. 
πουράνιος τροφή, τῶν πεινώντων ἡ ζωή, αὐτὸς ὑπάρχων, εἱστιάθης Χριστέ, τοῖς ἀνθρώποις προδεικνύς, σὴν συγκατάβασιν. 
ἀγνώμων μαθητής, ἀθετήσας σε Χριστέ, τὴν σπεῖραν ὅλην, τῶν ἀνόμων λαβών, συνεκίνει κατὰ σοῦ, εἰς προδοσίαν τραπείς. 
Δόξα...
Σὺν Πατρί σε τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν μίαν φύσιν, προσκυνῶ, καὶ ἀνυμνῶ, τοῖς προσώποις διαιρῶν, καὶ τῇ οὐσίᾳ ἑνῶν. 
Καὶ νῦν... Θεοτοκίον
τεκοῦσά σε Ἀμνάς, τὸν ποιμένα καὶ ἀμνόν, ἀεὶ πρεσβεύει, Ἰησοῦ ὁ Θεός, ὑπὲρ πάντων γηγενῶν, τῶν πιστευόντων εἰς σέ. 
Κάθισμα
Ἦχος α'
Χορὸς Ἀγγελικὸς 
δοὺ τὸ πονηρόν, βουλευτήριον ὄντως, συνῆκται δυσμενῶς, ὡς κριτὸν κατακρῖναι, τὸν ἄνω καθεζόμενον, ὡς κριτὴν πάντων Κύριον, νῦν ἀθροίζεται, σὺν τῷ Πιλάτῳ Ἡρῴδης, Ἄννας ἅμα τε, καὶ Καϊάφας ἐτάσαι, τὸν μόνον μακρόθυμον.

ᾨδὴ η'
Ἦχος β'
Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα 
«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντα ποτέ, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

Οὐκ ἀγνοῶν τὸν καιρόν, τῆς ἡμῶν συντελείας, ὁ κρατῶν τοὺς αἰῶνας, τὴν ἡμέραν ἀγνοεῖν, προέφησεν ἐκείνην, ἀλλ' ὅρους πᾶσι τιθείς, πρὸς μετριοφροσύνην.

ταν καθίσῃς κριτής, ἀφορίζων ὡς εἶπας, ὁ ποιμὴν τῶν προβάτων, τὰ ἐρίφια Σωτήρ, τῆς στάσεως ἐκείνης, μὴ ὑστερήσῃς ἡμᾶς, τῆς θείας δεξιᾶς σου.

Σὺ εἶ τὸ Πάσχα ἡμῶν, ὁ τυθεὶς ὑπὲρ πάντων, ὡς ἀμνὸς καὶ θυσία, καὶ πταισμάτων ἱλασμός, καὶ σοῦ τὰ θεῖα Πάθη, ὑπερυψοῦμεν Χριστέ, εἰς πάντας τοὺς αἰῶνας.

Μύλωνι ἔοικέ σοι, καὶ ἀγρῷ καὶ οἰκίᾳ, πᾶς ὁ βίος ψυχή μου· διὸ κτῆσαι εἰς Θεόν, ἑτοίμην τὴν καρδίαν, ἵνα μηδὲν τῆς φθορᾶς, τῇ σαρκὶ καταλίπῃς.

Οὐ Φαρισαίοις Σωτήρ, οὐ τῷ Σίμωνι μόνῳ, κατηξίωσας ἅμα, εἰς ἑστίασιν ἐλθεῖν, ἀλλ' ἤδη καὶ τελῶναι, ὁμοῦ καὶ πόρναι, τὴν σήν, ἀντλοῦσιν εὐσπλαγχνίαν.

Φιλαργυρίας ἐρῶν, ὁ προδότης Ἰούδας, κενωθέντος τοῦ μύρου, ἐμελέτησε λοιπόν, τὴν πρᾶσιν τοῦ Δεσπότου, καὶ πρὸς ἀνόμους ἐλθών, τὴν τιμὴν συνεφώνει.

μακαρίων χειρῶν, ὢ τριχῶν καὶ χειλέων, τῶν τῆς σώφρονος Πόρνης! αἷς ἐπέχεε Σωτήρ, τὸ μύρον πρὸς σοὺς πόδας, ἐκμασσομένη αὐτούς, πυκνῶς καταφιλοῦσα, ανακειμένῳ.

Γυνή, ἐπιστᾶσά σοι Λόγε, πρὸς τοὺς πόδας θρηνοῦσα, τὸ ἀλάβαστρον Σωτήρ, τοῦ μύρου κατεκένου, ἐπὶ τὴν σὴν κεφαλήν, τοῦ ἀθανάτου μύρου.
Δόξα...
Σὺν τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, δοξάζομεν βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ταῖς ἱκεσίαις Σωτήρ, τῆς ἀχράντου Μητρός σου, καὶ τῶν σῶν Ἀποστόλων, τὰ ἐλέη σου ἡμῖν, κατάπεμψον πλουσίως, καὶ τὴν εἰρήνην τὴν σήν, παράσχου τῷ λαῷ σου.

ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τον ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, τὴν μόνην Θεοτόκον, μεγαλύνομεν πιστῶς». (Δίς)

ργασίας ὁ καιρός, σωτηρίας ὁ σκοπός, τὸ τάλαντον λαβοῦσα, τὴν ἀρχαίαν εἰκόνα, ψυχή μου ἐμπορεύου, τὴν αἰώνιον ζωήν.

ς λαμπάδας φωτεινάς, κοσμηθέντες τὰς ψυχάς, τῷ Νυμφίῳ χωροῦντι, πρὸς τὸν ἄφθαρτον γάμον, πρὸ τοῦ τὴν θύραν κλεῖσαι, συνεισέλθωμεν αὐτῷ.

Δεῖξαι θέλων Ἰησοῦ, τὸ ὑπερφυὲς τῆς σῆς, ταπεινώσεως πᾶσιν, εἱστιάθης ἐν οἴκῳ, τοῦ Σίμωνος δειπνήσας, τῶν πεινώντων ἡ τροφή.

ρτος ὢν ζωοποιός, εἱστιάθης Ἰησοῦ, Σίμωνι Φαρισαίῳ, ἵνα Πόρνη κερδήσῃ, τὴν ἄπρατόν σου χάριν, τοῦ μύρου τῇ κενώσει.

Χεῖρες ἐμοὶ ῥυπαραί, χείλη πόρνης ἐν ἐμοί, ἄναγνός μου ὁ βίος, ἐφθαρμένα τὰ μέλη, ἀλλ' ἄνες μοι καὶ ἄφες, βοᾷ Πόρνη τῷ Χριστῷ.

πιστᾶσα ἡ Γυνὴ πρὸς τοὺς πόδας σου Σωτήρ, ἐπέχεε τὸ μύρον, εὐωδίας πληροῦσα καὶ μύρου πληρουμένη, τοῦ τῶν ἔργων ἱλασμοῦ.

ρωμάτων εὐπορῶ, ἀρετῶν δὲ ἀπορῶ, ἃ ἔχω σοι προσάγω, δὸς αὐτὸς ἅπερ ἔχεις καὶ ἄνες μοι καὶ ἄφες, βοᾷ Πόρνη τῷ Χριστῷ.

Μύρον παρ' ἐμοὶ φθαρτόν, μύρον παρὰ σοὶ ζωῆς· μύρον γὰρ ὄνομά σοι, κενωθὲν τοῖς ἀξίοις, ἀλλ' ἄνες μοι καὶ ἄφες, βοᾷ Πόρνη τῷ Χριστῷ.
Δόξα...
ναρχος εἶ ὁ Πατήρ, ἄκτιστος εἶ ὁ Υἱός, σύνθρονον καὶ τὸ Πνεῦμα, ἓν τὰ τρία τῇ φύσει, καὶ τρία τοῖς προσώποις, εἷς Θεὸς ἀληθινός.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ ἐλπίς, τῶν τιμώντων σε ἀεί, μὴ παύσῃ δυσωποῦσα, τὸν ἐκ σοῦ γεννηθέντα, ῥυσθῆναί με κινδύνων, καὶ παντοίων πειρασμῶν.

Δευτέρα 14 Απριλίου 2025

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ  

 

Εἰς τό Μέγα Ἀπόδειπνον μετά τήν Δοξολογίαν, ψάλλεται τό Τριῴδιον· «Πρόσεχε, οὐρανέ καί λαλήσω...», μετά τῶν Εἱρμῶν αὐτοῦ. Εἰς τό τέλος τῆς θ΄ ᾨδῆς ἐπαναλαμβάνεται ὁ Εἱρμός αὐτῆς· «Τόν προδηλωθέντα...» ἀργῶς καί ἡ λοιπή Ἀκολουθία τοῦ Μεγάλου Ἀποδείπνου. Εἰς τήν συγχώρησιν τό Σταυροθεοτοκίον· «Σφαγήν Σου τήν ἄδικον...».

 

Ὁ Κανών, 
Ποίημα Ἀνδρέου Κρήτης 
ᾨδὴ β'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς 
«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου, τεχθέντα εἰς σωτηρίαν ἡμῶν».(Δίς)
Συνέλθωμεν, τῷ Χριστῷ πρὸς τὸ ὄρος, τῶν Ἐλαιῶν μυστικῶς, καὶ μετὰ τῶν Ἀποστόλων, συναυλισθῶμεν αὐτῷ.

ννόησον, ταπεινή μου καρδία, τίς ἡ τοῦ μύλωνος παραβολή, ἣν προεῖπε Χριστός, καὶ νῆψον λοιπόν.

τοίμαζε, σεαυτὴν ὦ ψυχή μου, πρὸς τὴν σὴν ἔξοδον, ἡ παρουσία ἐγγίζει, τοῦ ἀδεκάστου Κριτοῦ. 
Θεοτοκίον
χραντε, Θεοτόκε Παρθένε, μόνη Πανύμνητε, τὸν Υἱόν σου δυσώπει, ὑπὲρ τῶν δούλων σου.

Εἱρμὸς ἄλλος 
«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ πρὶν γενέσθαι τὸ πᾶν, καὶ πρὸ τοῦ στῆναι τὴν γῆν καὶ τὸν οὐρανόν, γινώσκων τὰ πάντα, ὡς ὅλος ὢν ἐν Πατρί, καὶ ὅλον φέρων ἐν ἐμοί».
Λόγῳ συνέστησα, τὸν οὐρανὸν ἅμα τῇ γῇ· συνήμην γὰρ τῷ Πατρί, καὶ διὰ λόγου φέρω, τόδε τὸ πᾶν, ὡς Λόγος σοφία καὶ δύναμις καὶ εἰκών, καὶ συνεργὸς καὶ ἰσουργός.

Τίς χρόνους ἔθετο; τίς ὁ αἰῶνας συντηρῶν (τίς μέτρα ἔπηξε γῆς); τίς ὁ τὸ πᾶν ὁρίζων καὶ συγκινῶν; εἰμὴ ὁ ἀνάρχως συνὼν ἀεὶ τῷ Πατρί, ὥσπερ ἀκτὶς ἐν τῷ φωτὶ;

τῆς ἀμέτρου σου, φιλανθρωπίας Ἰησοῦ! ἐγνώρισας γὰρ ἡμῖν, τῆς συντελείας ἄνωθεν τὸν καιρόν, καλύψας τὴν ὥραν, τρανώσας δὲ τηλαυγῶς, τὰ ὑποδείγματα αὐτῆς.

Πάντα ἐπίστασαι, πάντα γινώσκεις Ἰησοῦ, ὡς ἔχων ὅλον ἐν σοί, τὸ πατρικὸν ἀξίωμα θεϊκῶς, καὶ ὅλον τὸ Πνεῦμα, ἐμφύτως φέρων ἐν σοί, τὸ συναΐδιον Πατρί.

Δέσποτα Κύριε, ὁ τῶν αἰώνων ποιητής, ἀξίωσον καὶ ἡμᾶς, τῆς ἱερᾶς ἐκείνης τότε φωνῆς, ἀκοῦσαι καλούσης, τοὺς ἐκλεκτοὺς τοῦ Πατρός, εἰς Βασιλείαν οὐρανῶν.
Δόξα...
ναρχε ἄκτιστε, Τριάς, ἀμέριστε Μονὰς ἡ τρία οὖσα καὶ ἕν, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, εἷς ὁ Θεός, προσδέχου τὸν ὕμνον, ἐκ τῶν πηλίνων γλωσσῶν, ὡς ἐκ στομάτων φλογερῶν. 
Καὶ νῦν... Θεοτοκίον
Σκήνωμα ἅγιον, ὤφθης Παρθένε τοῦ Θεοῦ· ἐν σοὶ γὰρ τῶν οὐρανῶν ὁ Βασιλεύς, οἰκήσας σωματικῶς, προῆλθεν ὡραῖος, τὸν ἄνθρωπον ἐν αὐτῷ, ἀναμορφώσας θεϊκῶς.

Κάθισμα
Ἦχος β'
Εὐσπλαγχνίας 
Εὐσπλαγχνίᾳ κινούμενος Χριστέ, ἑκουσίως προέρχῃ τοῦ παθεῖν εὐεργέτα, θέλων τῶν παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ τῆς ἐν τῷ ᾍδῃ κατακρίσεως· διό σου τὰ τίμια ὑμνοῦμεν Παθήματα, καὶ δοξάζομεν Σωτήρ, τὴν ἄκραν σου πάντες συγκατάβασιν.

ᾨδὴ η'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς 
«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».(Δίς)
Πάντων ἤκουσας ψυχή, πῶς ὁ Χριστὸς τοῖς θείοις Μαθηταῖς αὐτοῦ, προανεφώνει λέγων τὴν συντέλειαν· σὺ δὲ γνοῦσα τὸ τέλος ἑτοιμάζου λοιπόν· καιρὸς ἐξόδου ἥκει.

γνως ἄγονε ψυχή, τοῦ πονηροῦ οἰκέτου τὸ ὑπόδειγμα, φοβοῦ καὶ μὴ ἀμέλει τοῦ χαρίσματος, οὗ ἐδέξω, οὐχ ἵνα κατακρύψῃς εἰς γῆν, ἀλλ' ἵνα ἐμπορεύσῃ.

Φαιδρυνέσθω ἡ λαμπάς, ὑπερεκχείσθω ταύτης καὶ τὸ ἔλαιον, ὡς ταῖς Παρθένοις τότε ἡ συμπάθεια, ἵνα εὕρῃς ψυχή μου, τὸν νυμφῶνα τότε, Χριστοῦ ἀνεῳγμένον.

ν Σαββάτῳ τὴν φυγήν, καὶ ἐν χειμῶνι λέγων ὁ Διδάσκαλος, τὴν τῆς ἑβδόμης ζάλην προαινίττεται, τοῦ παρόντος αἰῶνος, ἐν ᾧ ὥσπερ χειμών, τὸ τέλος ἐπανήξει.

σπερ τάχος ἀστραπῆς διερχομένης, οὕτω τότε ἔσεσθαι, τὴν φοβερὰν ἐκείνην τοῦ Δεσπότου σου παρουσίαν ψυχή μου, ἤκουσας· ἑτοίμη, λοιπὸν γενέσθαι σπεῦσον.

ταν ἔλθῃ ὁ Κριτής, ἐν χιλιάσι τότε, μυριάσι τε Ἀγγελικῶν ταγμάτων καὶ Δυνάμεων, ποῖος φόβος ψυχή μου; ποῖος τρόμος οἴμοι! γυμνῶν ἑστώτων πάντων;
Δόξα...
Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκ στάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ταῖς πρεσβείαις ὁ Θεός, τῆς Θεοτόκου δέχου τὴν εὐχὴν ἡμῶν, ἀντικατάπεμψον δὲ τὰ ἐλέη σου, ἐπὶ πάντας πλουσίως, καὶ τὴν σὴν παράσχου, εἰρήνην τῷ λαῷ σου.

ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς 
«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».

κουσας ψυχή, τοῦ Κριτοῦ προαναφωνοῦντος, καὶ διδάσκοντός τε, τῆς συντελείας τὸν χρόνον, ἑτοίμαζε τὰ πρὸς τὴν ἔξοδον ἔργα, μήπως ὡς ἀδόκιμος, Θεοῦ ἐκριφῇς.

πὸ τῆς συκῆς, ὦ ψυχή, διδάσκου τὸ τέλος, ὅταν ἁπαλώσῃ τούς κλάδους καὶ ἐκφύη τούς φύλλα, θέρους ὥρα λοιπόν, καὶ σὺ ὅταν ταῦτα ἴδῃς, γνῶθι ὅτι ἐπὶ θύραις ἐστίν.

Τίς ἐκτός σου ἄλλος, τὸν σὸν γινώσκει Πατέρα; ἢ τίς πλήν σου οἶδε, τὴν ὥραν ἢ τὴν ἡμέραν; παρὰ σοὶ γὰρ οἱ θησαυροὶ τῆς σοφίας πάντες ἐνυπάρχουσι Χριστὲ ὁ Θεός.

Βίβλοι ἀνοιγήσονται, τῶν τε θρόνων τεθέντων, πράξεις διελέγχονται, γυμνῶν ἑστώτων πάντων, οὐ μαρτύρων οὐ κατηγόρων παρόντων· τετραχηλισμένα γὰρ τὰ πάντα Θεῷ.

ρχεται ὁ πάντων Κριτής, ἀχθῆναι εἰς κρίσιν, ὁ ἐπὶ τοῦ θρόνου, τῶν Χερουβὶμ ἐφεδρεύων, ὡς ὑπεύθυνος παραστῆναι Πιλάτῳ, καὶ πάντα παθεῖν, ἵνα σωθῇ ὁ Ἀδάμ.

γγικε τὸ Πάσχα, ἡμῶν τὸ μέγα καὶ θεῖον· μετὰ δύο γὰρ ὁ Χριστός, προδιδάσκει ἡμέρας, τὴν τοῦ Πάθους προδιαγράφων ἡμέραν, ἐν ᾗ τῷ Πατρὶ θῦμα προσάγεται.

Παρὰ τῷ Σταυρῷ σου, Σωτὴρ ἑστῶσα ἡ Μήτηρ, καὶ τὴν ἄδικόν σου σφαγήν, καθορῶσα ἐβόα· Οἴμοι Τέκνον ἐμόν, τὸ ἄδυτον φέγγος, λάμψον πᾶσιν Ἥλιε τῆς δόξης τὸ φῶς.
Δόξα...
Μονὰς ἁγία, Τριὰς ἡ μία Θεότης, καὶ τριὰς Μονὰς ὁ Θεός, τρισυπόστατε φύσις, ἡ ὁμότιμος καὶ ἀμέριστος δόξα, ῥῦσαι τῶν κινδύνων τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Δέχου τὴν Μητέρα, τὴν σὴν Χριστὲ εἰς πρεσβείαν, ἵνα ταῖς πρεσβείαις αὐτῆς, εἰρηνεύσῃς τὸν Κόσμον, καὶ κρατύνῃς τῆς βασιλείας τὰ σκῆπτρα, καὶ τὰς Ἐκκλησίας σου συνάψῃς εἰς ἕν. 

Κυριακή 13 Απριλίου 2025

Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ



ΤΡΙΩΔΙΟΝ 
Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΕΣΠΕΡΑΣ 
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ 
Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ α'

Ἦχος πλ. δ'
Τῷ συντρίψαντι 
ωσὴφ τὴν σωφροσύνην, μιμησώμεθα πιστοί, γνῶμεν τὸν τιμήσαντα, τὴν τῶν ἀνθρώπων λογικὴν οὐσίαν, πάσῃ φυλακῇ πολιτευσάμενοι, δι' ἀρετῆς πρακτικῆς.

Τῶν καλῶν ἡ ἀπραξία, ὡμοιώθη τῇ συκῇ· ταύτην οὖν ἐκκλίνωμεν, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, τὴν συναγωγὴν φύλλοις πυκάζουσαν, προϋπογράφουσα.

Τὴν εἰκόνα τοῦ Δεσπότου, ὑπογράφων Ἰωσήφ, λάκκῳ κατατίθεται, ἀπεμπολεῖται ὑπὸ τῶν συγγόνων, πάντα ὑπομένει ὁ ἀοίδιμος, εἰς τύπον ὄντως Χριστοῦ.

Τῆς συκῆς τὴν ἀκαρπίαν, ἐκφυγόντες ἀδελφοί, γνῶμεν τὸ ὑπόδειγμα, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, ὅτε ἐπανάγων ὁ φιλάνθρωπος, ἦλθε πεινῶν ἐπ' αὐτήν.

ησοῦς ὑπὲρ τοῦ Κόσμου, ἐπειγόμενος παθεῖν, θέλων συνανέρχεται, τοῖς Μαθηταῖς αὐτοῦ, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πρὸς τὸ ἑκούσιον, Πάθος, ὃ ἦλθε παθεῖν.

Κολληθέντες τῷ Κυρίῳ, πάντα σπεύδοντι παθεῖν, ἕτοιμοι γενώμεθα, πρὸς ἐμπαιγμόν, πρὸς ἐμπτυσμούς, πρὸς χλεύην, ὅπως τοῖς ἀχράντοις αὐτοῦ Πάθεσι, συνδοξασθῶμεν πιστοί.

Πάθη πάθεσιν ἰᾶται, ὁ παθὼν ὑπὲρ ἡμῶν· θέλων γὰρ προσίεται, τῇ καθ' ἡμᾶς ἀνθρωπίνῃ οὐσίᾳ, τὰ ζωοποιὰ αὐτοῦ Παθήματα, ἵνα σωθῶμεν ἡμεῖς.
Δόξα...
Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.
Καὶ νῦν ... Θεοτοκίον
μὲν ῥάβδος Μωϋσέως, καὶ ἡ ῥάβδος Ἀαρών, ξένην μεταποίησιν, καὶ ὑπὲρ νοῦν οἰκονομίαν ἔσχον, σοῦ δὲ ἡ νηδὺς Θεογεννήτρια, τόκον καινίζει καινόν.

Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον 
Τῆς συκῆς τὸ ἔγκλημα, μή σε προφθάσῃ, ἀλλ' εὐκάρπους σπούδασον, καρδίας αὔλαξι ψυχή, τῷ ποιητῇ σου Χριστῷ ἀγαγεῖν, ἐν μετανοίᾳ αὐτῷ προσκομίζουσα.

ᾨδὴ η'
Ἦχος πλ. δ'
Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα 
Σωφροσύνῃ, κοσμήσαντες τὸν βίον, καὶ φρονήσει, φυλάξαντες τὴν πίστιν, δικαιοσύνης τρόπους πορισώμεθα, ἵνα ἐν ἀνδρείᾳ, συνακολουθοῦντες, Χριστῷ συσταυρωθῶμεν.

λλην Εὔαν, εὑρὼν τὴν Αἰγυπτίαν, οὐκ ἐκλάπη, πρὸς ἀνοσιουργίαν, ὁ Πατριάρχης Ἰωσήφ, ἀλλ' ἕστηκεν, ὥσπερ τις ἀδάμας, ὑπὸ τῶν παθῶν, μὴ ἁλοὺς τῆς ἁμαρτίας.

Παροδεύων, τοῦ βίου τὰς πορείας, ὁ Σωτήρ μου, ἐπείνασας βουλήσει, τὴν σωτηρίαν πάντων ἐφιέμενος· τοῦτο γὰρ ἐπείνας, τὴν ἐπιστροφήν, τῶν ἐκ σοῦ ἀποσφαλέντων.

Προπάτωρ, γευσάμενος τοῦ ξύλου, ὡς ἐγνώσθη, γυμνὸς κατῃσχυμμένος, φύλλα συκῆς λαβὼν περιεζώσατο· τὴν συναγωγὴν γάρ, ἀπογυμνωθεῖσαν, Χριστοῦ προδιετύπου.

τοιμάζου, ψυχὴ πρὸ τῆς ἐξόδου, εὐτρεπίζου, πρὸς τὸν ἐκεῖθεν βίον, καὶ τῷ Χριστῷ παθεῖν διὰ σὲ σπεύδοντι, ἵνα σὲ δοξάσῃ, σπεῦσον συμπαθεῖν, καὶ θανεῖν καὶ σταυρωθῆναι.

Πῶς μὴ φρίξῃ, ὁ θάνατος Σωτήρ μου; πῶς μὴ πτήξῃ, ὁ ᾍδης συναντῶν σοι, κατ εὐδοκίαν πρὸς τὸ Πάθος σπεύδοντι, καὶ ὑπὲρ ἀδίκων, δίκαιον ὁρῶν σε, παθεῖν ἐληλυθότα;

Τοῦ Λαζάρου, τὴν ἔγερσιν ὁρῶντες, Ἰουδαῖοι, Ἱερεῖς καὶ Λευΐται, συνωμοσίαν φθόνῳ συσκευάσαντες, δόλῳ προδοσίας, τὸν Χριστὸν προδίδουν, εἰς θάνατον Πιλάτῳ.

Ἀμνάς σου, καὶ δούλη καὶ Παρθένος, πρὸς τὸ Πάθος, ὁρμῶντά σε ὁρῶσα, καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν προθέμενον, τὸν καλὸν Ποιμένα, σπλάγχνοις μητρικοῖς, ἐπὶ σοὶ προσωδυνᾶτο.
Δόξα...
ς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, Πάτερ Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Δυσωπεῖ σε, Χριστὲ ἡ, Θεοτόκος, ἱκετεύει, τῶν Μαθητῶν ὁ δῆμος. Τὴν σὴν εἰρήνην δώρησαι τῷ Κόσμω σου, καὶ τοὺς οἰκτιρμούς σου, χάρισαι πλουσίως, ἡμῖν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ἀλλότριον τῶν μητέρων 
λλότριον τῶν ἀσέμνων ἡ σωφροσύνη καὶ ξένον τοῖς δικαίοις ἡ παρανομία. Ἰωσὴφ δὲ ὁ μέγας, ἐξέκλινε τὴν ἁμαρτίαν, καὶ σωφροσύνης ἐχρημάτισεν εἰκών, καὶ τύπος ὄντως Χριστοῦ.

λλότριον τῶν ἀνόμων ἡ εὐνομία, καὶ ξένον τοῖς ἀπίστοις ἡ θεογνωσία, Ἰουδαῖοι δὲ ταῦτα, ἀπώσαντο δι' ἀνομίαν· διὸ καὶ μόνοι ἐκληρώσαντο, καθάπερ ἡ συκῆ τὴν ἀράν.

πείνασε τῶν ἀνθρώπων τὴν σωτηρίαν, ζωῆς ὑπάρχων ἄρτος, ὁ Χριστὸς καὶ Θεός, μου, ὡς συκῆν δὲ προφθάσας, τὴν ἄκαρπον συναγωγήν, φύλλοις κομῶσαν νομικοῖς αὐτήν, ὡς εἶδε κατηράσατο.

Τὴν νομικὴν ἀκαρπίαν προκατηράσω, ὡς φύλλα ἐξανθοῦσαν, τοῦ γράμματος τὴν γνώμην, τοὺς καρποὺς δὲ τῶν ἔργων οὐκ ἔχουσαν δι' ἀνομίαν, ἡμᾶς δὲ πάντας τούς τῆς χάριτος, υἱοὺς Σωτὴρ εὐλόγησον.

ῥάβδος μὲν Μωϋσέως τὸ πρὶν εἰς ὄφιν, ἡ Ἀαρὼν δὲ ῥάβδος, εἰς χλωρὸν μετεβλήθη, καὶ ἐξήνθησε φύλλα, ἡ ἄκαρπος καὶ ξηρανθεῖσα, συναγωγὴ δὲ ἡ παράνομος, εἰς ἄκαρπον μετήχθη συκῆν.

τοίμαζε Ἰουδαία τοὺς Ἱερεῖς σου, εὐτρέπιζε τὰς χεῖρας πρὸς θεοκτονίαν. Ἰδοὺ γὰρ ἦλθε πραΰς, καὶ ἥσυχος ἐπὶ τὸ Πάθος, ἀμνὸς ὑπάρχων καὶ ποιμὴν ἡμῶν, Χριστός ὁ Βασιλεὺς Ἰσραήλ.

πόδεξαι Ἰουδαία τὸν Βασιλέα· ἰδοὺ γὰρ πρὸς τὸ Πάθος, ἔρχεται ἑκουσίως, ἵνα πάθῃ καὶ σώσῃ, τοὺς κράζοντας ἀκαταπαύστως· Εὐλογημένος ὁ ἐρχόμενος, Σταυρῷ σῶσαι τὰ σύμπαντα.

Μετέστρεψεν Ἰουδαία τὰς ἑορτάς σου, εἰς πένθος ὁ Δεσπότης, κατὰ τὴν προφητείαν· θεοκτόνος γὰρ ὤφθης, τοῦ στρέψαντος ποτὲ τὴν πέτραν, καὶ τὴν ἀκρότομον εἰς ὕδατα, καὶ λίμνας καθὼς ψάλλει Δαυΐδ.
Δόξα...
λλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους αὐτῆς.
Καὶ νῦν ... Θεοτοκίον
Προσάγομεν εἰς πρεσβείαν τὴν Θεοτόκον, αὐτῆς ταὶς ἱκεσίαις καὶ τῶν σῶν Ἀποστόλων, κοινωνοὺς ἡμᾶς ποίησον, Δέσποτα τῶν ἀγαθῶν σου, καὶ τῆς λαμπρότητος ἀξίωσον, Σωτὴρ τῆς Ἀναστάσεώς.

 

Τρίτη 4 Μαρτίου 2025

Ο ύπνος και το Μεγάλο Απόδειπνο

Ο ύπνος και το Μεγάλο Απόδειπνου 
τοῦ Ι. Μ. Φουντούλη  
Εἶναι μέσα στὴ φύση τοῦ ἀνθρώπου ριζωμένο ἕνα ἀλλόκοτο πρωτόγονο συναίσθημα μπροστὰ στὸ φαινόμενο τοῦ ὕπνου. Ὁ ζωντανός, ὁ ἐργαζόμενος, ὁ σκεπτόμενος, ὁ γεμάτος δραστηριότητα ἄνθρωπος, καμπτόμενος ἀπὸ τὴν φυσιολογικὴ κόπωση, καταλαμβάνεται ἀπὸ μία ἀκατανίκητη ἀνάγκη νὰ παραδοθεῖ στὴν ἀγκάλη τοῦ ὕπνου. Οἱ αἰσθήσεις, οἱ διανοητικὲς λειτουργίες, οἱ δυνάμεις τοῦ σώματος ἀτονοῦν καὶ ὁ ζωντανὸς γίνεται σὰν νεκρός. Εἰκόνα τοῦ θανάτου ὁ ὕπνος. 
.Μυστήριο γιὰ τοὺς ἁπλοὺς ἀνθρώπους τῶν περασμένων ἐποχῶν. Ὥρα ποὺ ἐνεδρεύουν οἱ πονηρὲς δυνάμεις τοῦ κόσμου τούτου, ὁρατὲς καὶ ἀόρατες, γιὰ νὰ κακοποιήσουν ἢ καὶ ἁπλῶς νὰ πειράξουν τὸν ἀνυπεράσπιστο ἄνθρωπο. Γι’ αὐτὸν ἀκριβῶς τὸν λόγο δὲν θὰ ὑπάρχει ἀνθρώπινο ὂν ποὺ νὰ μὴν αἰσθάνθηκε τὴν ἀνάγκη, ἀφήνοντας προσωρινὰ τὸν κόσμο τῶν ζώντων γιὰ νὰ περάσει στὸ μυστήριο τῆς εἰκόνας τοῦ θανάτου, νὰ στρέψει τὸ νοῦ του στὸν Θεό του καὶ νὰ ζητήσει ἀπὸ αὐτὸν προστασία καὶ σκέπη.  
Σ’ αὐτὸ τὸ ὑπόβαθρο τῆς ἰδιωτικῆς πρὸ τοῦ ὕπνου προσευχῆς στηρίχθηκε καὶ ἡ πράξη τῆς χριστιανικῆς Ἐκκλησίας, ὅταν ἔδινε στὴν ἀτομικὴ αὐτὴ προσευχὴ τὴ μορφὴ ἐκκλησιαστικῆς ἀκολουθίας. Ἡ μετατροπὴ ἔγινε κατ’ ἀρχὰς στὶς μοναχικὲς ἀδελφότητες, ποὺ τὰ πάντα, καὶ ἰδίως ἡ προσευχή, ἦσαν κοινά. Ἡ κοινὴ αὐτὴ προσευχὴ γινόταν στὴν ὥρα τῆς ἰδιωτικῆς, δηλαδὴ ἀμέσως μετὰ τὸ δεῖπνο καὶ πρὶν τὸν ὕπνο. Γι’ αὐτὸ καὶ τῆς δόθηκε τὸ ὄνομα «ἀπόδειπνο»«ἀπόδειπνα» καὶ «προθύπνια». 
.Εἶναι δὲ ἡ ἀκολουθία τοῦ ἀποδείπνου μία πολὺ μεγάλη ἀκολουθία. Τὸ μῆκος της δὲν πρέπει νὰ μᾶς παραξενεύει. Εἶναι καθαρὰ μοναστηριακὴ καὶ γνωρίζομε πόσο οἱ μοναχοὶ ἤθελαν νὰ παρατείνουν τὴν προσευχή τους, τόσο πού, ἂν ἦταν φυσικῶς δυνατόν, δὲν θὰ διέκοπταν ποτὲ τὴν δοξολογία τοῦ Θεοῦ. Ἡ εἴσοδός της ὅμως στοὺς ἐνοριακοὺς ναοὺς καὶ ἡ χρήση της ἀπὸ τοὺς κοσμικοὺς ἱερεῖς καὶ τὸ λαὸ ὁδήγησε γρήγορα σὲ ἀδιέξοδο. Ἔτσι κατὰ τὸν ΙΔ´ μὲ ΙΕ´ αἰώνα ἀναγκάσθηκαν νὰ κάνουν καὶ μία ἐπιτομή της, ποὺ ὀνομάσθηκε, γιὰ νὰ διακρίνεται ἀπὸ τὴν ἀρχικὴ ἐκτενῆ μορφή, «μικρὸ ἀπόδειπνο». Τὸ ἄλλο, τὸ πλῆρες καὶ παλαιό, ὀνομάσθηκε τώρα «μέγα ἀπόδειπνο». Εἶναι κοινὸς νόμος, ὅτι τὰ νεώτερα πράγματα καὶ τὰ συντομότερα κερδίζουν γρήγορα ἔδαφος. Αὐτὸ συνέβη καὶ μὲ τὸ μικρὸ ἀπόδειπνο. Τὸ «μικρὸ» καὶ νεώτερο ἐπεσκίασε τὸ παλαιὸ καὶ μεγάλο, καὶ περιόρισε τὴν τέλεσή του μόνο κατὰ τὶς νήστιμες ἡμέρες τῆς Μεγάλης Τεσσαρακοστῆς, ποὺ λόγῳ τῆς ἱερότητας τῆς περιόδου αὐτῆς καὶ τῆς συντηρητικότητας τῶν ἀκολουθιῶν της, μποροῦσε νὰ βαστάσει τὸ βάρος τῆς ἐκτενοῦς ἀρχαϊκῆς ἀκολουθίας. Ἔτσι σήμερα ἔχομε τὴν εὐκαιρία νὰ παρακολουθήσουμε τὴν τέλεση τοῦ μεγάλου ἀποδείπνου καὶ στοὺς ἐνοριακοὺς ναοὺς ἀπὸ τὴν Δευτέρα ὣς τὴν Πέμπτη τῶν ἑβδομάδων τῆς μεγάλης Νηστείας, τὶς δὲ Παρασκευὲς μαζὶ μὲ τοὺς χαιρετισμοὺς τὴν ἀκολουθία τοῦ μικροῦ ἀποδείπνου. Στὶς ὑπόλοιπες ἐκτός τῆς Μεγάλης Τεσσαρακοστῆς ἡμέρες τελεῖται, κατ’ ἰδίαν στὰ σπίτια ἀπὸ τοὺς ἱερεῖς καὶ εὐλαβεῖς λαϊκοὺς ἢ ἀπὸ κοινοῦ στὰ μοναστήρια, τὸ μικρὸ ἀπόδειπνο. 
.Τὸ θέμα τοῦ Ἀποδείπνου εἶναι διπλό, ἀνάλογο πρὸς τὴν ὥρα τῆς τελέσεώς του· εὐχαριστία δηλαδὴ κατὰ πρῶτον καὶ δοξολογία γιὰ τὴν διέλευση τῆς ἡμέρας καὶ δέηση γιὰ τὴν «ἀπρόσκοπτο» καὶ «ἐλευθέρα φαντασιῶν», κατὰ τὸν Μέγα Βασίλειο, ἀνάπαυση κατὰ τὴν ἐπερχόμενη νύκτα. Μὲ τὸ πρῶτο θέμα συμπλέκονται καὶ ἄλλα συναφῆ. Μία ἀνασκόπηση τῶν ἔργων τῆς ἡμέρας γεννᾶ ἀσφαλῶς τὴν ἀνάγκη γιὰ αἴτηση συγγνώμης γιὰ τὶς ποικίλες παραβάσεις μας, ἕνα ἔντονο συναίσθημα μετανοίας. Ἡ συναναστροφὴ μὲ τοὺς ἀδελφούς μας γέννησε ἀσφαλῶς δυσαρέσκειες καὶ ἐνδεχομένως προκάλεσε ἀντιδικίες καὶ μίση. Εἶναι καιρὸς ὅλα αὐτὰ νὰ ἐπανορθωθοῦν μὲ τὴν ἀμοιβαία συγχώρηση καὶ συνδιαλλαγή. Μὲ τὸ δεύτερο πάλι θέμα συνδέεται ἡ ὁμολογία τῆς ὀρθῆς πίστεως, γιὰ νὰ μᾶς βρεῖ ὁ θάνατος στερεὰ στερεωμένους στὴν ἀληθινὴ μαρτυρία καὶ ὁμολογία, κατὰ τοὺς Πατέρες. Καὶ ὅλα αὐτὰ τὰ θέματα κατακλείει καὶ ἡ δέηση γιὰ τὴν ταχεία ἀπὸ τὸν ὕπνο ἐξανάσταση, γιὰ νὰ μὴ σιγήσει ἐπὶ πολὺ τὸ στόμα ποὺ δοξολογεῖ τὰ «κρίματα» τοῦ Θεοῦ. 
.Ὅπως καὶ ὅλες οἱ ἀκολουθίες τῆς Ἐκκλησίας μας ἔτσι καὶ τὸ ἀπόδειπνο ἀποτελεῖται ἀπὸ ψαλμούς, ὕμνους καὶ εὐχές. Ὅλα ἔχουν ἐκλεγεῖ μὲ βάση τὰ πιὸ πάνω θέματα. Στὰ τρία μέρη τοῦ Μεγάλου Ἀποδείπνου καὶ στὴν ἐπιτομὴ τῶν «καιριωτάτων» τοῦ μεγάλου, ποὺ περιέχονται στὸ ἕνα μέρος τοῦ μικροῦ, βρίσκει κανεὶς ἐκλεκτοὺς νυκτερινοὺς ψαλμούς, ὅπως ὁ 4ος μὲ τὸ «ἐν εἰρήνη ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω», ὁ 6ος μὲ τὸ «λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω», ὁ 12ος μὲ τὸ «φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον», ὁ 30ός μὲ τὸ «εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμα μου», ὁ 90ός μὲ τὸ «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ… ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου». Φράσεις γεμάτες βαθειὰ πίστη καὶ ἐγκατάλειψη στὸ ἔλεος τοῦ Θεοῦ. Θὰ βρεῖ τὸν περίφημο ψαλμὸ τῆς μετανοίας, τὸν 50ό. τὸ «Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…», καὶ κείμενα γεμάτα μετάνοια καὶ συντριβή, ὅπως τὴν προσευχὴ τοῦ Μανασσῆ βασιλέως τῆς Ἰουδαίας. 
. Ἀπὸ τὶς εὐχὲς ἐκτὸς ἀπὸ τὴν τόσο γνωστὴ εὐχὴ πρὸς τὴν Θεοτόκο τοῦ μοναχοῦ τῆς Μονῆς τῆς Εὐεργέτιδος Παύλου «Ἄσπιλε, ἀμόλυντε…» καὶ τὴν σύντομη καὶ περιεκτικὴ «ἐπικοίτιο» εὐχὴ στὸν Κύριον ἠμῶν Ἰησοῦ Χριστὸ τοῦ μοναχοῦ Ἀντιόχου τοῦ Πανδέκτου «Καὶ δὸς ἡμῖν, δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν ἀνάπαυσιν σώματος καὶ ψυχῆς … », θὰ ἔπρεπε νὰ μνημονεύσουμε τὴν θαυμάσια εὐχὴ ποὺ ἀποδίδεται στὸν Μέγα Βασίλειο «Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας…». Αὐτὴ συγκεφαλαιώνει κατὰ ἕνα ἀπαράμιλλο τρόπο τὰ αἰτήματα τῆς πρὸ τοῦ ὕπνου προσευχῆς τοῦ πιστοῦ. Βρίσκεται στὰ «Ὡρολόγια» καὶ σὲ ὅλα τὰ προσευχητάρια, ποὺ κυκλοφοροῦν μεταξὺ τῶν πιστῶν. Καὶ μόνη ἡ προσεκτικὴ ἀνάγνωσή της, καὶ μάλιστα στὴν πρὸ τοῦ ὕπνου προσευχή, εἶναι ἱκανὴ νὰ γεμίσει τὴν ψυχὴ τοῦ ἀνθρώπου ἀπὸ τὰ πιὸ ἱερὰ αἰσθήματα. 
.Τὸ Ἀπόδειπνο περιλαμβάνει καὶ τὴν ψαλμωδία τροπαρίων καὶ μάλιστα τριῶν ἀρχαίων ὕμνων, ποὺ ἔχουν ὅμως παραλειφθεῖ κατὰ τὴν σύνταξη τῆς ἀκολουθίας τοῦ μικροῦ ἀποδείπνου. Σήμερα δὲν ψάλλονται πιὰ παρὰ μόνο κατὰ τὴν περίοδο τῆς Τεσσαρακοστῆς, στὸ Μέγα Ἀπόδειπνο. . Ὁ πρῶτος, τὸ γνωστὸ «Μεθ’ ἡμῶν ὁ Θεός», εἶναι μία ἐκλογὴ ἀπὸ τὴν ὠδὴ τοῦ Ἠσαΐα, ποὺ βρίσκεται στὸ 8ο καὶ 9ο κεφάλαιο τοῦ ὁμωνύμου προφητικοῦ βιβλίου τῆς Παλαιᾶς Διαθήκης. Εἶναι ἕνας ὕμνος θριάμβου καὶ ἐγκαρτερήσεως. Ψάλλεται κατὰ στίχο κατὰ τὸν ἀρχαῖο τρόπο, μὲ ἐφύμνιο τὸ «ὅτι μεθ’ ἡμῶν ὁ Θεός». Κατὰ τὸν ἅγιο πατέρα Μάρκο τὸν Εὐγενικὸ ὁ ὕμνος αὐτὸς ψάλλεται στὸ Ἀπόδειπνο «κατὰ τῆς ἐνεργείας τῶν δαιμόνων… ποὺ ἐκδηλώνουν τὴν πονηρὴ δύναμή τους κατὰ τὴ νύκτα». 
.Ὁ δεύτερος ὕμνος εἶναι ἕνα ἀρχαϊκὸ πρωτοχριστιανικὸ ποιητικὸ κείμενο σὲ στίχους ἑνδεκασύλλαβους, ποὺ τὸ βρίσκομε καὶ σὲ πάπυρο τοῦ 6ου αἰώνα. Δοξολογία ἀγγελικὴ καὶ ἀνθρώπινη πρὸς τὸν Δημιουργὸ καὶ δέηση ἑνώνονται ἁρμονικὰ στὸ ὡραῖο αὐτὸ ὑμνογράφημα τὸ «Ἡ ἀσώματος φύσις τὰ χερουβείμ…» 
.Τέλος ἕνας τρίτος ὕμνος λαϊκῆς ἐμπνεύσεως. Εἶναι γεμάτος κατάνυξη καὶ σύντονη δέηση. Ὅλοι οἱ ἅγιοι προβάλλονται στὸν Θεὸ γιὰ πρεσβεία ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν. Ἀρχίζει μὲ τὸ «Παναγία δέσποινα Θεοτόκε πρέσβευε ὑπὲρ ἠμῶν τῶν ἁμαρτωλῶν».
Ἀπὸ τὸ βιβλίο «Λογικὴ Λατρεία»

Τρίτη 4 Απριλίου 2023

ΤΟ ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟ

 

ΤΟ ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟ

Διονυσίου Ἀνατολικιώτου
δρος φιλοσοφικῆς σχολῆς Ἀθηνῶν,
πτυχιούχου κοινωνικῆς θεολογίας
symbole@mail.com 
Τὸ μέγα ἀπόδειπνο εἶναι κατὰ βάσιν μία μοναστηριακὴ ἀκολουθία, περιλαμβάνει ὅμως ἀξιοπρόσεκτα στοιχεῖα τοῦ ἀρχαίου ἐνοριακοῦ ἢ ᾀσματικοῦ τύπου ὅπως εἶναι ἡ ἐμμελὴς στιχολογία τῆς βιβλικῆς περικοπῆς «Μεθ᾿ ἡμῶν ὁ Θεός», οἱ στίχοι «῾Η ἀσώματος φύσις τὰ χερουβίμ», οἱ ἕτεροι στίχοι «Παναγία δέσποινα Θεοτόκε», καὶ ὁ ἀρχαῖος ὕμνος «Κύριε τῶν δυνάμεων μεθ᾿ ἡμῶν γενοῦ». 
῾Η τριμερὴς διάρθρωσι τοῦ μεγάλου ἀποδείπνου ὑπεμφαίνεται ἀπὸ τὸ «Δεῦτε προσκυνήσωμεν», ποὺ λέγεται σὲ τρεῖς διαφορετικὲς θέσεις (μία στὴν ἀρχὴ καὶ δύο ἐνδιαμέσως τῆς ἀκολουθίας) καὶ ἴσως νὰ ὑποδηλώνῃ ὅτι πρόκειται γιὰ συνένωσι τριῶν ἀκολουθιῶν, ποὺ ἀρχικὰ θὰ ἦσαν ἀνεξάρτητες μεταξύ των. Πράγματι στοιχεῖα τῆς σημερινῆς ἀκολουθίας συναντοῦμε σὲ ἀρχαῖες ἀκολουθίες τοῦ πρώιμου μοναστηριακοῦ τυπικοῦ, ποὺ ναὶ μὲν ἔχουν λησμονηθῆ στὴν πρᾶξι ἐδῶ καὶ αἰῶνες, μαρτυροῦνται ὅμως σὲ λειτουργικὰ χειρόγραφα καὶ ἄλλα ἀρχαϊκὰ κείμενα. Ἔτσι ψαλμοὶ καὶ ὕμνοι τοῦ μεγάλου ἀποδείπνου μέχρι τὸν 12ο περίπου αἰῶνα ψάλλονταν ἀπὸ μοναχοὺς στὶς νυκτερινές τους ἀκολουθίες ἄλλοτε κατὰ τὴν «1η ὥρα τῆς νυκτός» (περίπου 6 ἢ 7 τὸ ἀπόγευμα στὴν σημερινὴ ὥρα), ἄλλοτε τὴν «4η ὥρα τῆς νυκτός» (γύρω στὶς 10 τὴν νύχτα), καὶ ἄλλοτε τὴν «12η ὥρα τῆς νυκτὸς» δηλαδὴ ἀκριβῶς πρὶν ἀπὸ τὸ ξημέρωμα, γύρω στὶς 4 ἢ 5 τὸ πρωί. 
Τὰ τρία μέρη τοῦ Μ. ᾿Αποδείπνου 
Τὸ α΄ μέρος τοῦ Μεγάλου ᾿Αποδείπνου πιθανὸν νὰ ἦταν ἀρχικὰ ἕνα εἶδος μὴ ἑορτασίμου καθημερινοῦ ἑσπερινοῦ, ποὺ ἀργότερα ἐκτοπίστηκε ἀπὸ τὸν ἑσπερινὸ ποὺ γνωρίζουμε καὶ σήμερα. Τοὐλάχιστον τέτοια ἔνδειξι μᾶς παρέχουν τὰ τρία ὅμοια τροπάρια «Τὴν ἡμέραν διελθών... τὴν ἑσπέραν αἰτοῦμαι σὺν τῇ νυκτί...», ἡ εὐχὴ ὑπὸ τὸ ὄνομα τοῦ μεγ. Βασιλείου μὲ τὴν φράσι «Πρόσδεξαι θυσίαν ἑσπερινήν...», καθὼς καὶ τὸ γεγονὸς ὅτι σ᾿ αὐτὸ τὸ α΄ τμῆμα διασῴζονται τὰ περισσότερα ἀρχαῖα ᾀσματικὰ στοιχεῖα τῆς ἀκολουθίας. Σημειωτέον ὅτι στὸ Τυπικὸν τῆς μονῆς Εὐεργέτιδος (στὴν Κωνσταντινούπολι τοῦ 11-12ου αἰ.) ἀναφέρεται ὅτι μετὰ τὰ «ἀπόδειπνα» τελοῦσαν μία «ἀκολουθία τῆς ἑσπέρας ἐν τοῖς κελλίοις». 
Τὸ β΄ μέρος τοῦ Μεγ. ᾿Αποδείπνου εἶναι τὸ πιὸ σύντομο καὶ ἔχει ἔντονα στοιχεῖα κατανύξεως καὶ μετανοίας. Ἴσως νὰ ἀποτελοῦσε ἀρχικῶς τὴν κατ᾿ ἰδίαν νυκτερινὴ ἀκολουθία ποὺ ἔλεγαν στὸ κελλί τους οἱ μοναχοὶ ἀγρυπνοῦντες ἢ καὶ διακόπτοντας τὸν νυκτερινὸ ὕπνο τους (παράβαλε τὸν στίχο «᾿Ηγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος» τοῦ ψαλμοῦ 101). 
Τὸ γ΄ μέρος ἔχει κοινὰ στοιχεῖα μὲ τὸν σημερινὸ ὄρθρο, ἤ τοι τὸν ψαλμὸ 142 «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου», τὴν δοξολογία, καὶ τὴν στιχολογία τοῦ 150 ψαλμοῦ, ὁ ὁποῖος εἶναι ὁ 3ος ψαλμὸς τῶν αἴνων καὶ ὁ τελευταῖος τοῦ ψαλτηρίου. Θὰ μποροῦσε νὰ ὑποθέσῃ κανεὶς ὅτι ἡ παρουσία αὐτοῦ τοῦ ψαλμοῦ ἴσως εἶναι κατάλοιπο τῆς πράξεως τῶν ἀρχαίων ἐρημιτῶν-μοναχῶν νὰ ἀγρυπνοῦν στιχολογῶντας κατὰ τὴν διάρκεια τῆς νύχτας ὁλόκληρο τὸ βιβλικὸ Ψαλτήριο, ὁπότε προφανῶς θὰ ὡλοκλήρωναν τὸ βιβλίο λέγοντας τὸν τελευταῖο ψαλμὸ ἀκριβῶς πρὶν ἀπὸ τὸ ξημέρωμα. ᾿Ακόμη στὸ γ΄ μέρος τοῦ μεγάλου ἀποδείπνου θὰ μποροῦσε νὰ ἀναζητήσῃ κανεὶς στοιχεῖα τῆς «ἐνάτης ὥρας τῆς νυκτός», ἡ ὁποία ἀναφέρεται στὸ Τυπικὸν τῆς Εὐεργέτιδος. 
Οἱ δύο εὐχὲς στὸ τέλος τοῦ μεγ. ἀποδείπνου εἶναι, νομίζω, φανερὸ ὅτι δὲν βρίσκονταν ἐκεῖ ἐξ ἀρχῆς ἀλλὰ προστέθηκαν ἀργότερα, μετὰ τὴν εἰκαζόμενη συνένωσι τῶν τριῶν ἀκολουθιῶν σὲ μία. Ἄλλωστε ἡ γνωστὴ «εὐχὴ εἰς τὴν ὑπεραγίαν Θεοτόκον» («Ἄσπιλε ἀμόλυντε ἄφθορε») εἶναι πολὺ μεταγενέστερη, σύνθεσις μόλις τοῦ 11ου αἰῶνος. ῾Η δεύτερη εὐχὴ «εἰς τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν» εἶναι ἀρχαιοτέρα τῆς πρώτης καὶ εἶναι εἰδικὴ εὐχὴ πρὸ τῆς κατακλίσεως, ὁπότε δὲν ἀποκλείεται νὰ ἀνήκει στὸν ἀρχαιότερο πυρῆνα τῆς ἀκολουθίας μαζὶ μὲ τὸ α΄ μέρος της. 
Πότε τελεῖται τὸ Μ. ᾿Απόδειπνο 
Εἶναι γνωστὸ ὅτι τὸ μέγα ἀπόδειπνο στὶς ἐνορίες ἀλλὰ καὶ στὴν πλειονότητα τῶν ἱερῶν μονῶν διεξάγεται μόνον τὴν περίοδο τῆς μεγάλης Τεσσαρακοστῆς κάθε ἀπόγευμα ἀπὸ Δευτέρα ἕως Πέμπτη καθὼς καὶ τὴν ἑσπέρα τῆς μεγ. Δευτέρας καὶ τῆς μεγ. Τρίτης· τελεῖται δὲ ὡς ἔχει στὸ λειτουργικὸ βιβλίο τοῦ Ὡρολογίου καὶ σύμφωνα μὲ τὶς διατάξεις τοῦ Τυπικοῦ. Κατὰ τὴν πρώτη ἑβδομάδα τῆς Τεσσαρακοστῆς στὸ μέγα ἀπόδειπνο ψάλλεται ὁ μέγας Κανών, κατανεμημένος σὲ τέσσερα μέρη ὅπως βρίσκεται στὸ λειτουργικὸ βιβλίο τοῦ Τριῳδίου, ἐνῷ στὸ τέλος τῆς ἀκολουθίας διαβάζεται ὑπὸ τοῦ ἱερέως τὸ Εὐαγγέλιον τῆς παννυχίδος. 
Καὶ πάλι ἡ συσσωμάτωσι τοῦ Εὐαγγελίου τῆς ἀρχαίας ἀκολουθίας τῆς παννυχίδος ὑποδηλώνει ὅτι τὸ ἀπόδειπνο περιλαμβάνει καὶ ἄλλα στοιχεῖα της καὶ ὅτι τρόπον τινὰ τὸ ἀπόδειπνο εἶναι διάδοχος ἀκολουθία τῆς παννυχίδος, ἡ ὁποία παρὰ ταῦτα ἔχει ἐπιβιώσει μέχρι σήμερα στὴν μοναστηριακὴ πρᾶξι ὡς ἰδιαίτερη ἀκολουθία ποὺ τελεῖται σπανίως καὶ σὲ εἰδικὲς περιπτώσεις. Στοιχεῖα τῆς παννυχίδος στὸ σημερινὸ μέγα ἀπόδειπνο εἶναι οἱ ψαλμοὶ 50 καὶ 90, τὰ τροπάρια «᾿Ελεήσον ἡμᾶς, Κύριε, ἐλεήσον ἡμᾶς» καὶ «Τῆς εὐσπλαγχνίας τὴν πύλην», οἱ στίχοι «῾Η ἀσώματος φύσις τὰ χερουβίμ», τὰ 40 «Κύριε, ἐλέησον», ἡ συμπερίληψις ψαλλομένου κανόνος, καὶ τὸ προαναφερθὲν Εὐαγγέλιον τῆς α΄ ἑβδομάδος τῶν νηστειῶν. 
Γιὰ τὶς σχέσεις μεταξὺ τῶν ἀκολουθιῶν παννυχίδος, ἀποδείπνου καὶ μεσονυκτικοῦ καθὼς καὶ γιὰ τὶς ἀκολουθίες τοῦ εἰκοσιτετραώρου κατὰ τὴν παράδοσι τῆς μονῆς Εὐεργέτιδος ἔχω συντάξει εἰδικὴ ἐργασία μὲ τίτλο «Αἱ ἀκολουθίαι τοῦ νυχθημέρου εἰς τὴν παράδοσιν τῶν ᾿Ακοιμήτων μοναχῶν καὶ εἰς τὴν Σαββαϊτικὴν Στουδιτικὴν καὶ Νεοσαββαϊτικὴν παράδοσιν», ἡ ὁποία παρουσιάστηκε καὶ ὡς εἰσήγησι στὸ ΙΕ΄ Πανελλήνιο Λειτουργικὸ Συμπόσιο, Καισαριανὴ 22-24 σεπτεμβρίου 2014. ῾Η παρουσίασι αὐτῆς τῆς ἐκτενοῦς ἐργασίας θὰ ξέφευγε ἀσφαλῶς ἀπὸ τὰ πλαίσια τοῦ παρόντος ἄρθρου. Εἶναι ὅμως σημαντικὸ κάθε χριστιανὸς νὰ γνωρίζῃ ὅτι οἱ ἱερὲς ἀκολουθίες ποὺ τελοῦνται καὶ σήμερα στοὺς ναούς μας εἶναι ἀρχαιότατες καὶ μὲ αὐτὲς λάτρευσαν τὸν ἀληθινὸ Θεὸ τὰ ἑκατομμύρια τῶν ἁγίων μας μέσα στὸ διάβα τῶν αἰώνων. 
«᾿Εφημέριος», ἔτος 64, τ. 2, ᾿Αθῆναι, μάρτιος-ἀπρίλιος 2015. 
«Στῦλος ᾿Ορθοδοξίας», φ. φεβρουαρίου, ἀρ. 197, 10/3/2018.

Δημοφιλείς αναρτήσεις