Κυριακή 30 Ιουνίου 2019

Παρακλητικός Κανών Ἁγίων ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ


                             




Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν Ἀποστόλων τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῆ εἰκόνι τῇ αὐτῶν προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτοῖς· πάσης ἡμᾶς ῥύσασθε, ἐπηρείας καὶ βλάβης, ὁρατῶν ἁπάντων τε, καὶ ἐχθρῶν ἀοράτων, τοὺς μετὰ πόθου σκέπη τῇ ὑμῶν προσπεφευγότας Ἀπόστολοι ἔνδοξοι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ (50) Ψαλμός.

Εἶτα ὁ Κανών, ἀπὸ μὲν τῆς α´ ᾠδῆς μέχρι τῆς στ´ περιέχων τὰς ἑρμηνείας τῶν ὀνομάτων ἑνὸς ἑκάστου αὐτῶν· ἀπὸ δὲ τῆς στ´ μέχρι τῆς θ´ ἐν τίσι διαλαμβάνων τόπων ἐκήρυξε, καὶ ποῖον εἴληφε τέλος, μετὰ τῆς ἀναλόγου ἱκεσίας.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.

Πέτρε ὁ πέτραν ἀῤῥαγῆ τῆς πίστεως, φερωνυμίαν πλουτῶν, τὴν ἐμὴν καρδίαν κλονουμένην πάντοτε, τοῦ βίου ἀντιπνεύσεσιν, ἑδρασθῆναι ἐν πέτρᾳ, ὑπομονῆς καθικέτευε, πέτραν Ἰησοῦν τὸν Θιλάνθρωπον.

Παῦλε ἡ παῦλα, καὶ τερπνὴ ἀνάπαυσις, τῆς Ἐκκλησίας Χριστοῦ, ἀνιέρῳ σάλῳ κινουμένῳ ἵδρυσις, γενοῦ μοι καὶ ἀσφάλεια, ἱερὰ καὶ εἰς πάντων, τῶν λογισμῶν τὴν κατάπαυσιν, θείαις σου πρεσβείαις εἰσάγαγε.

Ἀνδρέα θεῖε τοῦ Χριστοῦ Ἀπόστολε, ὁ δύναμις εὐπρεπής, Ἑλληνίδι γλώσσῃ μεθερμηνευόμενος, ἐμὲ τὸν πολλοῖς πταίσμασιν, ἀσθενῆ γεγονότα, καὶ δυσειδῆ ἐνδυνάμωσον, καὶ θείαν εὐπρέπειαν ἔνδυσον.

Θεοτοκίον.

Ἄνθρακος θείου φλογοφόρον ὄχημα, ἀναδειχθεῖσα Ἁγνή, ἐξ οὗ ὥσπερ ἄλλοι, ἄνθρακες ἀνήφθησαν, οἱ Ἱεροὶ Ἀπόστολοι, τῆς ψυχῆς μου τὴν ὕλην, ἐν τῷ πυρὶ τῷ ἀύλῳ Σου, φλέξον Μητροπάρθενε Δέσποινα.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

Πτερνιστὴς ἀνεδείχθης, σὺ τῶν παθῶν ἔνδοξε, γόνε Ζεβεδαίου βροντῆς τε, θεῖεἸάκωβε, κλῆσιν κατάλληλον, πεπλουτηκὼς διὸ πάντα, τῆς σαρκὸς τὰ πάθη με νικᾶν ἐνίσχυσον.

Θείαν χάριν σημαίνει, ἡ ἱερὰ κλῆσις σου, μάκαρ Ἰωάννη παρθένε, ἥνπερ ἀπείληφας, πλουσίαν ἄνωθεν, ὡς Θεολόγος Κυρίου· διὸ θείας χάριτος δεῖξόν με σκήνωμα.

Στόμα ὄντως λαμπάδος, σὸν ἱερὸν ὄνομα, Φίλιππε τρισμάκαρ δηλοῖ, μεθερμηνευόμενον· διὸ νυμφῶνα Χριστοῦ, μετὰ φαιδρᾶς τῆς λαμπάδος, κατοικεῖν με πάντοτε πρέσβευε ἔνδοξε.

Θεοτοκίον.

Τὴν Πηγὴν ἀπαθείας Σὺ μὲν Ἁγνὴ ἔτεκες, μῦσται δὲ ἐκήρυξαν κόσμῳ· διὸ τοῦ σώματος, τῆς ἐμπαθείας με, ἡδυπαθείας ψυχῆς τε, νοὸς προσπαθείας τε, Κόρη ἀπάλλαξον.

Διάσωσον, ὦ ἐκλεκτὴ δωδεκὰς Αποστόλων ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα.Ἦχος β´. Πρεσβεία θερμή.

Πρεσβείαν θερμήν, ποιήσατε πρὸς Κύριον, Χριστοῦ Μαθηταί, καὶ ἔνδοξοι Ἀπόστολοι, ὅπως λάβωμεν ἄφεσιν, ὧνπερ ἐν βίῳ ὧδε ἡμάρτομεν, καὶ Βασιλείας τῆς ἐν οὐρανῷ, οἱ ὑμῶν δοῦλοι ἐκεῖ ἐπιτύχωμεν.

ᾨδὴ δ´. Σύ μου ἰσχὺς Κύριε.

Κλῆσις ἡ σή, μεθερμηνεύεται Δίδυμος· τῇ ἐγέρσει, γὰρ Χριστοῦ ἐδίστασας Θωμᾶ· ψυχὴν διὸ τὴν ἐμήν, τῇ ἐγέρσει Λόγου, τοῦ ἐν ἐμοὶ ἀμφιβάλλουσαν, ταῖς μνήμαις τῶν κακῶν μου, ἀπαθῶς τυπουμένας, ὡς ἐν τύπῳ τῶν ἥλων βεβαίωσον.

Ὄνομα σόν, υἱὸν κρεμάσαντα ὕδατα, ὑπεμφαίνει· τῆς γὰρ θείας χάριτος ῥεῖθρα σαφῶς, ἔβλυσας βροτοῖς, ἄνωθεν κρεμάσας, Βαρθολομαῖε Ἀπόστολε· διὸ με τὸν διψῶντα, ὑπερώων ὑδάτων, ἀτμοσφαίρᾳ σῆς χάριτος ἄρδευσον.

Παρὰ Θεοῦ, δεδωρημένον αἰνίττεται, σὲ Ματθαῖε, τὸ σεπτόν σου ὄνομα πᾶσι βροτοῖς· διὸ τῷ Χριστῷ, ἐμὲ ἀντιστρόφως ἐκ τῶν ἀνθρώπων προσάγαγε, δεδωρημένον ὅλον, ψυχὴν πνεῦμα καὶ σῶμα ἵνα πόθῳ γεραίρω τὴν μνήμην σου.

Θεοτοκίον.

Τοῦ οὐρανοῦ, τὸν Ποιητὴν ἡ γεννήσασα, τὸν ὡς ἄλλους, οὐρανοὺς ἐκτείναντι, τοὺς Μαθητάς, εἰς πᾶσαν τὴν γῆν, ποίησον τὸν νοῦν μου, παρεμφερῆ Μητροπάρθενε, χρώματι οὐρανίῳ, προσευχῆς δι᾿ ἀΰλου, γυμνωθέντα προσύλων ἐμφάσεων.

ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.

Τῆς μαθήσεως γόνος, ἤτοι τῆς ζωῆς ἑρμηνεύῃ Ἰάκωβε, τοῦ Ἀλφαίου γόνος, χρηματίσας· διὸ ἱκετεύω σε, τῆς ζωῆς τὰς θείας, καὶ ἱεράς με μαθητείας, καὶ μαθεῖν καὶ παθεῖν καταξίωσον.

Ὑπακοὴν ὦ Σίμων, ζηλωτὰ Ἀπόστολε δηλοῖ σὸν ὄνομα· καὶ γὰρ ἀδιστάκτως τῷ Δεσπότῃ Χριστῷ καθυπήκουσας, τοῦ Κυρίου πάσαις, ταῖς ἐντολαῖς διὸ παμμάκαρ, ὑπακούειν κᾀμὲ ἐνδυνάμωσον.

Ἰούδα Ἰακώβου, ὁ ἐξομολόγησις ἑρμηνευόμενος ἐξομολογεῖσθαι, τῷ Κυρίῳ εὐχαῖς σου ἐνίσχυσον, καὶ μετανοεῖν με, ἀπὸ ψυχῆς τε καὶ καρδίας, στεναγμοῖς προσευχαῖς τε καὶ δάκρυσιν.

Θεοτοκίον.

Τετραπλῆς ἀπαθείας, σώματι ψυχῇ τε καὶ ἐπιθυμίᾳ τε, ἐνθεωρουμένης, ὡς οἱ θεῖοι Πατέρες διδάσκουσι, καὶ τῇ διανοίᾳ, ἐμὲ ἀξίωσον Παρθένε, δραστικαῖς Ἀποστόλων ἐντεύξεσιν.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.

Ἐφώτισας, τῷ φωτὶ τῆς πίστεως, Ἀντιόχειαν καὶ Ῥώμην ὦ Πέτρε καὶ ἐν σταυρῷ, ἀντιστρόφως ἐπάγης· ἀλλὰ κἀμοῦ τὸ ζοφῶδες ἐλάμπρυνον, καὶ σάρκα μετὰ τῶν παθῶν, διὰ πόνων σταυρῶσαι ἀξίωσον.

Πεπλήρωκας, Εὐαγγέλιον θεῖον, ἀπὸ Ἱερουσαλήμ τε καὶ μέχρι Ἰλλυρικοῦ, ἐν δέ Ῥώμῃ ὦ Παῦλε, τὴν κεφαλὴν ἀπετμήθης, ἀλλ᾿ ἔκτεμε, ψυχῆς μου οἴησιν δεινήν, τοῦ σατὰν κεφαλὴν τὴν ἀκέφαλον.

Διέδραμες, ὦ Ἀνδρέα ἔνδοξε, Βυζαντίδα καὶ τὴν ἤπειρον πᾶσαν, ἕως Σκυθῶν, καὶ Ἑλλάδος κηρύττων, καὶ ἐν αὐτῇ σταυρωθεὶς τετελείωσθαι· διὸ κἀμὲ τῶν σῶν παθῶν, καὶ τῆς δόξης σου μέτοχον ποίησον.

Θεοτοκίον.

Ὑπέραγνε, ὑπὲρ νοῦν ἡ τέξασα, καὶ ἁγνῶς τὸν τῆς ἁγνείας σπορέα, τοῦ πονηροῦ τῆς λαγνείας σπορέως, τοὺς λογισμοὺς τοῦ νοός μου ἐκρίζωσον, ἐμφύτευσον δὲ τοὺς ἁγνούς, ἱεραῖς Ἀποστόλων δεήσεσιν.

Διάσωσον, ὦ ἐκλεκτὴ δωδεκὰς Αποστόλων ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Φῶς τοῦ κόσμου καὶ ἅλας ἡδὺ ὡς ὑπάρχοντες, γεωργοὶ καὶ ποιμένες ΚυρίουἈπόστολοι, ἐνεργείαις τούτων πάντων δωρήσασθε ἡμῖν, ἐκλαμπρύνοντες τὸν νοῦν, καὶ σηπεδόνας τῶν παθῶν ἀποξηραίνοντες πρόῤῥιζον ἀνασπῶντες, ἄκανθαν ἁμαρτίας, καὶ ταῖς νομαῖς τῶν ἀρετῶν, ἡμᾶς ἀεὶ διατρέφοντες.

Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν.

Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ· καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς Μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ Ἀποστόλους ὠνόμασε, Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκα-ριώτην, ὃς καὶ ἐγένετο προδότης. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.


Δόξα. Ταῖς τῶν Ἀποστόλων...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…


Δώδεκα Ἀπόστολοι, ὅταν ἐν δώδεκᾳ θρόνοις, καθίσητε κρίνοντες, τὰς φυλὰς τὰς δώδεκα, τότε δείξατε, οἰκιστὰς Πόλεως, τῆς ἐπουρανίου, ἡμᾶς πάντας παναοίδιμοι, τῆς θεμελίους τε, δώδεκα ἐχούσης ἐκ δώδεκα, λίθων καὶ πύλας δώδεκα, ἐκ μαργαριτῶν δυοκαίδεκα, καὶ δωδεκαρίθμου, καρποῦ μεταλαβεῖν τοῦ τῆς ζωῆς, ξύλου ἡμᾶς ἀξιώσατε, ταῖς ὑμῶν δεήσεσιν.

ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.

Πᾶσαν διδάσκων Ἰουδαίαν, ὦ Ἰάκωβε, Ζεβεδαίου μαχαίρᾳ, πίνεις τὸ τοῦ Χριστοῦ, ποτήριον· διό με, τῶν πειρασμῶν ἐνίσχυσον, τὸ ποτήριον λαμβάνειν.

Σπέρματα σπείρεις εὐσεβείας, ἐν τῇ Πάτμῳ τε καὶ Ἀσίᾳ κηρύττων, καὶ κοίμησιν φρικτὴν ὑπέστης Ἰωάννη· διό μου κατακοίμησον, τῆς σαρκὸς ἄγρια πάθη.

Ἕλκεις εἰς πίστιν τῆς Τριάδος, τὰ ἀνώτερα μέρη τὰ τῆς Ἄσίας, καὶ τέλει σταυρικῷ,Φίλιππε ἐκοιμήθης· διὸ κἀμὲ ἀξίωσον, τοῖς ἐν κόσμῳ σταυρωθῆναι.

Θεοτοκίον.

Φῶς ἡ τεκοῦσα Θεοτόκε, τὸ ἀπρόσιτον ὅπερ εἰς πάντα κόσμον, οἱ θεῖοι Μαθηταί, ἐκήρυξαν προθύμως, τὸν νοῦν μου φωταγώγησον, ἁμαρτίαις σκοτισθέντα.

ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.

Ἐκκαθαίρεις, βαπτίσματι τῷ θείῳ, Πάρθους Μήδους, Ἰνδούς τε καὶ τοὺς Σύρους καὶ λογχευθεὶς Θωμᾶ τὸ στέφος εἴληφας· ἀλλὰ δέομαί σου, καὶ τὴν ῥυπωθεῖσαν, καθάρισον ψυχήν μου.

Τοῦ Κυρίου ναοὺς σεπτοὺς δεικνύεις, Ἀρμενίους, θεῖε Βαρθολομαῖε καὶ σταυρωθεὶς τὸν δρόμον ἐκτετέλεκας· ὅθεν κἀμὲ δεῖξον, Πνεύματος τοῦ θείου, ναὸν ἡγιασμένον.

Αἰθιόπων, τὰ πρόσωπα λευκαίνεις, ταῖς ἀκτῖσι, τῆς πίστεως Ματθαῖε καὶ ἐκδημεῖς διὰ πυρὸς πρὸς Κύριον· ἀλλὰ δέομαί σου, κἀμὲ πυρὶ φλέξον, τῆς τοῦ Χριστοῦ ἀγάπης.

Θεοτοκίον.

Ἐκκενώθη, ὁ πλήρης ἐν γαστρί Σου, ἀκενώτως καὶ κένωσιν τὴν Τούτου, οἱ Μαθηταὶ τοῖς πέρασιν ἐκήρυξαν· ὅθεν κενὸν ὄντα, χάριτος τῆς τούτων, πλήρη με δεῖξον Κόρη.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.

Ἱεροσολυμίτας καὶ Καισαρεῖς, τοῦ Ἀλφαίου Ἰάκωβε ἔνδοξε, υἱοὺς Θεοῦ, διὰ τοῦ βαπτίσματος ἐκτελεῖς καὶ σταυρωθεὶς ἀνέδραμες, ἵνα βασιλεύῃς σὺν τῷ Χριστῷ· διὸ κἀμὲ δυσώπει, τὸν ἀποκηρυχθέντα, υἱὸν Θεοῦ πάλιν ὀφθήσεσθαι.

Ὡς ἅλας τὴν σοφίαν σου ἐμβαλών, Ἀφρικῇ καὶ Περσίᾳ ἐξήρανας, πλάνην αὐτῶν,Σίμων Κανανῖτα καὶ Ζηλωτά καὶ σταυρωθεὶς ἐσκήνωσας, ἔνθα τῶν Ἄγγέλων αἱ στρατιαί· διὸ ἐκδυσωπῶ σε, καὶ τῆς ψυχῆς μου πάσας, τὰς σηπεδόνας ἀποξήρανον.

Δροσίζεις Ἀραβίας αὐχμῶσαν γῆν, Ἰακώβου Ἰούδα Ἀπόστολε ζωοποιῷ, θείας ἐπιγνώσεως δροσισμῷ, καὶ τοξευθεὶς ἀνέλυσας, εἶναι σὺν Χριστῷ τῷ Παμβασιλεῖ· διὸ κἀμὲ ῥανίσι, τῶν θείων πρεσβειῶν σου, αὐχμῷ τακέντα καταδρόσισον.

Χορὲ δωδεκασύνθετε Μαθητῶν, δωδεκάφωτε κύκλε οὐράνιε, ζωδιακέ· λύρα δωδεκάχορδε λιγυρά, πηγὴ ἡ δωδεκάκρουνος, ἄμπελος κυπρίζουσα εὐθαλής, δωδεκακληματοῦσα, τὸν ὕμνον τοῦτον δέχου, καὶ σωτηρίας με ἀξίωσον.

Θεοτοκίον.

Πηγὴ πασῶν χαρίτων ὁ Σὸς Υἱός, Σὺ δὲ Μήτηρ Θεοῦ τούτων θάλασσα, οἱ δὲ κλεινοί, Μῦσται καὶ Ἀπόστολοι ἀληθῶς, ῥύακες τούτων πέλουσι, καὶ ὥσπερ ἀένναοι ποταμοί· διὸ ὅπου πηγή τε, θάλασσα ποταμοί τε, ἐκεῖ σκηνῶσαί με ἀξίωσον.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἀποστόλων ἡ δωδεκάς, τῆς οἰκονομίας, τοῦ Σωτῆρος μυσταγωγοί· χαίρετε φωστῆρες, ἁπάσης οἰκουμένης, σοφίας ὑπερκόσμου, ἐνδιαιτήματα.

Πέτρον Παῦλον μέλψωμεν καὶ Θωμᾶν, Φίλιππον Ἀνδρέαν, Ἰωάννην Ἰάκωβον, Σίμωνα, Ματθαῖον, Ἰούδαν Ἰακώβου, Βαρθολομαῖον ἅμα, καὶ τὸν Ἰάκωβον.

Τὰς εὐήχους σάλπιγγας τοῦ Χριστοῦ, θείους Ἀποστόλους, εὐφημήσωμεν οἱ πιστοί, τοὺς διαπρυσίως, κηρύξαντας ἐν κόσμῳ, τὴν σάρκωσιν τοῦ Λόγου, καὶ τὴν Ἀνάστασιν.

Πέτρε Ἀποστόλων ἡ κορυφή, Παῦλε θεοκῆρυξ, Ἰωάννη υἱὲ βροντῆς, Ἰάκωβε μάκαρ, σὺν τῆ λοιπῆ ὀκτάδι, ἀπαύστως δυσωπεῖτε, εἰς τὸ σωθῆναι ἡμᾶς.

Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, ἡ πύρινος γλῶσσα τοῦ Θεανθρώπου Λόγου, πυρός με τῆς γεέννης ἀπολυτρώσασθε.

Ῥύσασθε Ἀπόστολοι τοῦ Χριστοῦ, σεισμοῦ καὶ κινδύνων, ἐμπρησμοῦ τε καὶ τῶν δεινῶν, νόσων, τοὺς ἐν πίστει τὴν πάντιμον τιμῶντας, μνήμην ὑμῶν, θεόπται, ταῖς ἱκεσίαις ὑμῶν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῶν Ἁγίων καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ποίμνην τὴν γεραίρουσαν ὑμᾶς, καὶ ἀεὶ τιμῶσαν ἐκ πόθου, θεῖοι Ἀπόστολοι, Πέτρε Παῦλε Φίλιππε, Θωμᾶ Ἀνδρέα ὁμοῦ, Ἰωάννη Ἰάκωβε, καὶ Βαρθολομαῖε, Ματθαῖε Ἰάκωβε, ὁ τοῦ Ἀλφαίου υἱός, Σίμων, καὶ Ματθία, Ἰούδα, σὺν τῆς Θεοτόκου πρεσβείαις, θλίψεως καὶ βλάβης διασώσατε.

Μῦσται καὶ Ἀπόστολοι Χριστοῦ, οἱ τῆς Ἐκκλησίας φωστῆρες, ἀειλαμπέστατοι, δῆμε δωδεκάριθμε, καὶ θεοσύλλεκτε, τὰς δεήσεις προσδέξασθε, ἡμῶν δυσωποῦμεν, καὶ μὴ διαλίπητε, Χριστῷ πρεσβεύοντες, ὅπως πειρασμῶν καὶ κινδύνων, καὶ πειρατηρίων παντοίων, πάντοτε ῥυώμεθοι δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Πέμπτη 27 Ιουνίου 2019

Παρακλητικό κανόνα του αγ Σαμψών του ξενοδόχου.


Παρακλητικός κανὼν εἰς τὸν Ὅσιον Σαμψὼν τὸν ξενοδόχον.
Οὗ ἡ μνήμη 27 Ἰουνίου
(συνεγράφη ἀπὸ τὸν κ. Κονταξῆ Χρῆστο)



Ελογήσαντος το ερέως, τ Κύριε εσάκουσον, μεθ’ τ Θες Κύριος ς συνήθως.  

Ἦχος δ΄.Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῖς ἐξαιτοῦσι τὴν θερμήν σου ξενίαν, καὶ ἐκζητοῦσι ἐν Χριστῷ θεραπείαν, σώζεις ἀεὶ ἐκ κινδύνων καὶ θλίψεων, θείῳ σου χαρίσματι Σαμψὼν μάκαρ θεράπον, ἰατρὀς ὡς πρότυπον καὶ χαρὰ θλιβομένων, καὶ πενομένων φιλος ἀληθὴς, οἰκοδεσπότης τῆς Χάριτος ἔμπλεως.
Δόξα. Τὸ αὐτό.  Ἢ τὸ ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.(Γερασίμου Μικραγιαννανίτου)
Ὁ φἐρων τὴν μίμησιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητος ἀναβλυστάνεις κρουνούς, Σαμψὼν ἱερώτατε· σὺ γὰρ θεομιμήτῳ, ἐλλαμφθεὶς συμπαθείᾳ, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἑνὶ ἑκάστῳ ῥῶσιν καὶ ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) ψαλμός.
δὴ α’. Ὑγρὰν διοδεύσας.
Ἐκ βρέφους ἀνθήσας ὡς εὐθαλὲς  τῶν ἐν τῷ λειμῶνι θεῖον  βλάστημα ἀρετῶν,  ἤδη προσενήνοχας Κυρίῳ  καρπούς ἀξίους, Σαμψών, ἁγιότητος.

Τῆς φιλανθρωπίας ἐν τῇ ψυχῇ,  τὸν ἄφθονον πλοῦτον   ἔχων, πρόνοιαν ἐκ Θεοῦ, οἶκος εὐποιΐας ἀνεδείχθης   καὶ ἰατρεῖον αἰτούντων τὴν ἴασιν.

Ἐλαίῳ λαμπάδα τὴν τῆς ψυχῆς, κοσμήσας ἐνθέως δόξης τίμημα ἐκζητῶν, ἤχθης,  Σαμψών, εἰς τὸν  νυμφῶνα,   τὸν τοῦ Χριστοῦ φωτεινὸν καὶ ποθούμενον.
Θεοτοκίον.
Γαλήνην σε ἔχοντες οἱ πιστοί, τοῦ Σαμψὼν  πρεσβείαις  καταφεύγουσι σῇ στοργῇ, ὑγείαν καὶ σκέπην ἐκζητοῦντες, παραμυθίαν καὶ λύσιν ἐν θλίψεσι.

δὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀκατάλυτον πόθων τὴν σὴν  σκηνὴν ὅσιε, τῆς ἐν οὐρανῷ εὐποιΐας, στήριξον χάριτι, καὶ ὡς φιλάνθρωπος νοῦς, καὶ ἰατὴρ παθημάτων, τοῖς πιστοῖς βοήθειαν   πᾶσι χορήγησον.

Τῶν δακρύων σου ὄμβροις καὶ ὀχετοῖς, ὅσιε, ῥείθροις οἰκτιρμῶν καὶ ἐλέους πάντας κατάρδευε, εἰς τὸν ψυχῶν δροσισμὸν τῶν δεομένων ἐνθέως, ὧν,  Σαμψών,  τὸν καύσωνα νόσων κατάσβεσον.  
Τὸν Χριστὸν ἀεὶ ἔχων, ἐν τῇ ψυχῇ   ἔνοικον, καὶ σοῦ τῶν χαρίτων ἀκτῖνας πᾶσι    διηύγασας, δοῦναι, Σαμψὼν, ἱλασμὸν καὶ ἀλγηδόνων θωπείαν, τὸν Θεὸν ἱκέτευε θεῖε ἀνάργυρε.

Θεοτοκίον.
Ἐκ κοιλίας ἀμώμου, σωματωθεὶς Πάναγνε, ὁ  δοὺς τοῖς ἀνθρώποις τὸ θεῖον, ἄμετρον  ἔλεος, δι’ἀγαθότητα, ἐκ τῆς λοχείας σου μῆτερ, τῶν πιστῶν ἀντίληψις καὶ καταφύγιον.   

Διάσωσον τῇ σῇ ξενίᾳ ἀνάργυρε ξενοδόχε, πενομένους  καὶ ἀσθενεῖς κινδύνων καὶ θλίψεων, ὡς ἄριστος κτήτωρ τῆς ἀπαθείας.

πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις παρὰ τοῦ ἱερέως καὶ τὸ

Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ξενῶνα Χριστοῦ ἀρτίως ὑπηρέτησας, προστάτης θερμὸς νοσούντων καθιστάμενος, καὶ ὀφθεὶς οὐράνιος, ξενοδόχε ὅσιε, ἄγγελος· διό, Σαμψών, κραυγάζομεν πιστῶς· Χριστῷ τῷ Σωτῆρι Πάτερ πρέσβευε. 

δὴ δ´. Εἰσακήκοα Κύριε.
Ἀπαθείᾳ τὸν βίον σου   καὶ τῇ καθαρότητι κατεκόσμησας· διὰ τοῦτο σέ, Σαμψών, ὁ Χριστὸς   τῶν χαρίτων αἴγλῃ κατελάμπρυνεν.

Εὐποιΐας τὸν ἔλεον,   πάτερ, ἐπιχέων ἀφθόνως ἅπασι   καὶ προθύμως μιμητὴς τοῦ Χριστοῦ  ἀνεδείχθης, Σαμψὼν παναοίδιμε.

Συνεργοῦντα τὸν Κύριον  ἔχων ἐν βουλεύμασι καὶ ἐν πράξεσιν,   εὐλογίᾳ τῇ τῶν ἔργων, Σαμψών,  βεβαιοῖς τὴν χάριν τοῦ συμπράξαντος.
Θεοτοκίον
Ὡς πηγὴ ἀνεξάντλητος Κεχαριτωμένη τῶν ἰάσεων, ταῖς πρεσβείαις σου χαρὰν  τοῖς πιστοῖς ὁ Υἱός σου ἔχρισε πανάχραντε.

δὴ ε΄. Φώτισον ἡμᾶς.
Σὺ ὡς λειτουργός, καθαρώτατος προσήγγισας αἰτουμένους σὴν βοήθειαν, Σαμψών, ἐγκρατείᾳ θῦμα ἄμωμον γενόμενος.

Σὺ ἐν τῇ νυκτί, τῆς τοῦ βίου φαεινότατος, τοῦ θανάτου ἀποτρέπεις τὸ κακόν, καὶ τῶν νόσων ἀπαλλάττεις τοὺς καλοῦντάς σε.

Οἶκον σεαυτόν, ἀρετῶν, Σαμψών, δειμάμενος, ἐπεδόμησας δι΄ἔλεον Χριστοῦ, ὡς φιλάνθρωπον ὑγείας καταγώγιον.

Θεοτοκίον
Ῥώμην κατ’ἐχθροῦ, ἀσθενοῦσι παρεχώρησας, Παναγία, δυσμενοῦς και πονηροῦ, τοῦ Υἱοῦ σου συνεργείᾳ καὶ θελήματι.

δὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐν ζάλῃ βιοτικῇ ἀνεφάνης, ἀλλ’ ἀκύμαντος ψυχὴ ἀνεδείχθης, τῶν ἀρετῶν τοὺς καρποὺς ἐδωρήσω καὶ τοῦ ἐλέους σου πλοῦτον ἐχάρισας, ὅτι τὸ σκάφος άσθενῶν εἰς λιμένας σου θείους καθώρμισας.

Τοῦ Πνεύματος ἀρδευθεὶς, Σαμψών, ἔργοις, τὴν πορείαν σου καθώρισας πλήρως, φιλανθρωπίᾳ λυτρούμενος  πλῆθος, τὸ ἐν τῷ οἴκῳ σου πίστει θαλπόμενον, οἳ ἀνυμνοῦσι τὸν Θεόν, τὸν ταχέως παρέχοντα ἔλεος.

Τὴν ἴασιν ἀναργύρως ἐδίδου,  ἐν συμφοραῖς καὶ νόσοις καὶ ἀνάγκαις, καὶ τῇ πρεσβείᾳ σου πίστει καὶ σκέπῃ , Σαμψὼν, προστρέχεις ὡς δρόσος ἐν καύσωνι, τοῖς ἐν κινδύνοις τῶν παθῶν δεομένοις τοῦ σώζεσθαι χάριτι.

Θεοτοκίον.
Γνωρίσαντες διὰ σοῦ τὸν Σωτῆρα, καταφυγὴν   καὶ σκέπην  σε τοῦ κόσμου, δεδοξασμένη οὐκ ἔχομεν ἑτέρα, πυρὸς κολάσεως λύτρωσαι Ἄχραντε, ἐν περιστάσεσι βροτῶν προστασία γενοῦ καὶ κραταίωμα.

Διάσωσον τῇ σῇ ξενίᾳ ἀνάργυρε ξενοδόχε, πενομένους  καὶ ἀσθενεῖς κινδύνων καὶ θλίψεων ὡς ἄριστος κτήτωρ τῆς ἀπαθείας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις παρὰ τοῦ ἱερέως καὶ τὸ

Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ φιλανθρώπῳ, Σαμψὼν, ἐπινεύσει σου, Χριστὸν ἐμιμήσω μακάριε· πτωχῶν καὶ νοσούντων τὸ ὅρμημα, Χριστοῦ ἐγένου ἐν γῇ τὸ ὁμοίωμα, πιστῶν προσφυγὴ καὶ ἀσφάλεια.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

  Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε´ 17-27, ιστ´ 1-2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτος ὑμῶν μεμίσηκεν. Εἰ ἐκ σοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἅ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν. Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὅν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκείνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν  ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος β΄. Ὅλην άποθέμενοι.
Βίον τὸν φιλάνθρωπον, καὶ ταπεινὀν διανύσας, τῆς ξενίας καύχημα ἠξιώθης Πάτερ βραβείου Χάριτος· καὶ χαρὰν κρείττονα τοῖς πτωχοῖς ἐδίδου τῇ ἀσκήσει ἣν ἀνέλαβες ἵνα τοὺς πάσχοντας πάντας προστατεύῃς ἐν οἴκῳ σου, ἀστέγοις σὺν τοῖς πένησιν τὴν εὐεργεσίαν ἐξέτεινας· Οὕτω  τῇ ἀγάπῃ ἣν ἔδωκας, Σαμψών, τοῖς ἀδελφοῖς, ὑμνολογεῖται ὁ Κύριος, διὰ τὸ μέγα του ἔλεος. 

δὴ  ζ΄ Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν ἀκένωτον πλοῦτον, ἐν ψυχῇ θησαυρίσας, τὸ θεῖον ἔλεος, ἀφθόνως μετὰ δόξης, διένειμας ἀνθρώποις τοῖς κραυγάζουσι πάντοτε· «ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εύλογητὸς εἶ».

Ἐκμοχλεύων τὰ πάθη,τῆς ψυχῆς ἐγκρατείᾳ, Σαμψὼν ἀοίδιμε, ἐν ταύτῃ ἀπαθείας ἐφύτευσας στελέχη ἐκβοῶν ἐκ καρδίας σου· «ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εύλογητὸς εἶ».

Τὸν ἐπίκηρον πλοῦτον  αἰωνίων εἰργάσω, Σαμψὼν,  ἐμπόρευμα, καὶ ὄντως ἀκηράτων, καὶ θείων ἀγαθῶν σου, ἀναμέλπων μακάριε· «ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εύλογητὸς εἶ».

Θεοτοκίον
Ἱλασμόν τῶν  πταισμάτων  ἐξαιτοῦμεν Παρθένε, καὶ ἱκετεύομεν, Σαμψὼν τῇ συνεργείᾳ, Υἱοῦ σου ἐνεργείᾳ οἱ πιστῶς ἐκβοῶντές σοι· «χαῖρε Παρθένε ἁγνή, Πανύμνητε Μαρία».

δὴ η΄. Τὸν βασιλέα.
Τὸν βασιλέα τῶν οὐρανῶν ὑπεδέξω, τῇ δοχῇ, Σαμψών, τῶν ἀσθενούντων, σὲ ἐν οὐρανίοις αὐλαῖς  κατασκηνοῦντα.

Ἐπὶ τὴν πέτραν τὴν ἀρραγῆ τῆς ἐλπίδος, τοῦ Χριστοῦ τὰς βάσεις ἡμῖν δίδου, Σαμψὼν ὡς ἐπερείσας, οὐδόλως ἐσαλεύθης.

Ἐν τῇ ψυχῇ σου τὸν νοητὸν θησαυρίσας, θεοφόρε πλοῦτον τὸν παρόντα, πᾶσι τοῖς αἰτοῦσι διάνεμε ἀφθόνως.

Θεοτοκίον
Καθυπουργοῦσα τῷ Θεῷ Λόγῳ Παρθένε, τὰ αἰτήματα ἡμῶν διαβιβάζεις, πρέσβευε ὡς μήτηρ καὶ πάντων προστασία.
                   
δὴ θ΄. Κυρίως Θεοτόκον.
Πληρώσας εὐποιΐας, κρατῆρα ξενοδόχε, Σαμψών, διψῶντας ἀφθόνως  ἐπότισας,  καὶ τὴν ὑγείαν παράσχου πᾶσι τοῖς χρήζουσι.

Χριστὸν ἐν τῇ καρδίᾳ ἔχων ενοικοῦντα, τὴν τῶν παρόντων ἀπώσω προσπάθειαν, τοὺς σὲ τιμῶντας ἀξίους ποίησον πίστεως.

Δικαίων ἐν χορείαις, καὶ σκηναῖς ὁσίων ἐγκαταπαύσας, Σαμψών, παμμακάριστε,ὑπὲρ ἡμῶν τὸν Δεσπότην Χριστὸν ἱκέτευε.

Θεοτοκίον.
Ὑμνῆσαι Θεοτόκε, ἐν καθαρᾷ καρδίᾳ, τὸν σαρκωθέντα ἐκ σοῦ ἱκετεύουσα, σὲ ἀσιγήτως δοξάζειν ἡμᾶς ἀξίωσον.

Καὶ εὐθύς.
Ἄξιον ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
  Καὶ τὰ Μεγαλυνάρια.
Χαίροις ὁ πλουτήσας δι’ἀρετῶν, καὶ δεχθεὶς ἐν οἴκῳ   τοὺς ἐν θλίψεσι ἀδελφούς, τῆς φιλανθρωπίας τὸ πρότυπον το θεῖον, Σαμψών, ἐχαριτώθης ποιῶν τὰ βέλτιστα.

Πλούτῳ ἀπαθείας καθοπλισθείς, πᾶσι τοῖς ἱκέταις θεραπείας ἐπιτελεῖς, σὲ παρακαλοῦμεν, Σαμψών, καθικετεύειν, Χριστόν ἡμᾶς ῥυσθῆναι πάσης κακώσεως.

Κατατρυχομένων ὁ ἀῤῥωγός,πάντων τῶν πενήτων  ὁ προστάτης καὶ ἰατρός, χαῖρε ξενοδόχων ἀγλάϊσμα καὶ κλέος, Σαμψών, τῆς διακονίας τὸ μέγα τάλαντον.

Ῥῦσαι ἐκ κινδύνων καὶ πειρασμῶν, τοὺς καταφυγόντας  τῇ προνοίᾳ σου ἀδελφούς, πάσης τοῦ βελίαρ κακίστης ἐπηρείας, Σαμψών, τῇ σῇ πρεσβείᾳ Χριστῷ ἀπάλλαξον.

Χαίροις ἀσθενούντων ὁ ἰατρός, χαίροις θλιβομένων ὁ θερμότατος ἀρωγός, χαίροις τῶν πενήτων καὶ ξένων ἀντιλήπτωρ, Σαμψών, Χριστοῦ θεράπον, ἀξιοθαύμαστε.

Ἴασιν τοῦ σώματος καὶ ψυχῆς, δίδου ἡμῖν Πάτερ τῶν ζητούντων σὴν συνδρομήν, δέξαι τὰς αἰτήσεις ἡμῶν τῶν ἀσθενούντων, Σαμψών, παρακαλοῦμεν καὶ ἱκετεύομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε. (Γερασίμου  Μικραγιαννανίτου).
Ὁ φἐρων τὴν μίμησιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητος ἀναβλυστάνεις κρουνούς, Σαμψὼν ἱερώτατε· σὺ γὰρ θεομιμήτῳ, ἐλλαμφθεὶς συμπαθείᾳ, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἑνὶ ἑκάστῳ ῥῶσιν καὶ ἔλεος.

Ἡ ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ
Ἀπόλυσις.

Μετὰ τὴν ἀπόλυσιν ψάλλομεν τὰ ἀκόλουθα τροπάρια.

Ἦχος β΄.Ὅτε ἐκ του ξύλου.
 Μέγας ἰατρὸς ὑπὸ Θεοῦ τοῖς ἐν ἁμαρτίαις νοσοῦσιν, δοθεὶς, πανθαύμαστε, μέγιστον ἀνήγειρας νοὸς εὐθύτητι, ἰατρεῖον τοῖς κάμνουσιν, ἐν ᾧ πᾶς προστρέχων, ὅσιε κατώδυνος λύσιν κομίζεται πάσης ἀσθενείας καὶ πόνου, σὲ χρεωστικῶς μακαρίζων, πάνσοφε Σαμψὼν μακαριώτατε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον.
Ὑμνῶ σε, Σαμψών, πίστεως θείοις λόγοις.
Χρῆστος.

Τετάρτη 26 Ιουνίου 2019

Να σε σπλαχνισθεί ο Θεός, άνθρωπε μου, και να μη σου λογαριαστεί ως αμαρτία τίποτε απ’ όσα μου είπες.



Υπήρξε κάποιος μοναχός στη Θηβαΐδα, με το όνομα Απολλώνιος. Αυτός φανέρωσε πάρα πολλές δυνάμεις της ενάρετης ζωής του, είχε αξιωθεί να γίνει και διάκονος. Ξεπερνώντας σε όλες τις αρετές όλους εκείνους πού κάποτε ευδοκίμησαν στο καιρό των διωγμών, ενθαρρύνοντας τούς ομολογητές τού Χριστού, πολλούς τούς έκανε μάρτυρες. Και αυτός επίσης, αφού συνελήφθη, τον φύλαγαν στη φυλακή, όπου πήγαιναν οι πιο φαύλοι εθνικοί και τού απεύθυναν λόγια εξοργιστικά και βλασφημίες. 

Ένας απ αυτούς, άνδρας μουσικός αυλού και περιβόητος για τα ατοπήματα του, πήγε και τον έβριζε, λέγοντάς τον ανόσιο και απατεώνα, πλάνο και μισητό άπ΄ όλους τούς ανθρώπους, και ότι έπρεπε να πεθάνει το ταχύτερο. Τού είπε τότε ο Απολλώνιος: 

- Να σε σπλαχνισθεί ο Θεός, άνθρωπε μου, και να μη σου λογαριαστεί ως αμαρτία τίποτε απ’ όσα μου είπες. 

Ακούγοντας αυτά εκείνος ο μουσικός, με το όνομα Φιλήμων, συγκινήθηκε πάρα πολύ από τα λόγια του πού τον πλήγωσαν βαθιά. 'Όρμησε αμέσως στο βήμα, παρουσιάσθηκε στον δικαστή και τού είπε μπροστά στο λαό: 

- Διαπράττεις αδικίες, δικαστή μου, τιμωρώντας θεοφιλείς και αθώους ανθρώπους. Γιατί οι Χριστιανοί ούτε κάνουν ούτε λένε τίποτε το φαύλο, άλλ’ αντίθετα ευλογούν και τούς εχθρούς τους. 

Αυτός στην αρχή νόμιζε πώς, λέγοντας αυτός αυτά, τον ειρωνευόταν και τον περιέπαιζε, όταν όμως τον είδε να επιμένει, είπε: Τρελάθηκες, άνθρωπε μου, και έχασες ξαφνικά τα λογικά σου; 

Κι αυτός τού λέγει: 

- Δεν τρελάθηκα, άδικότατε δικαστή,γιατί είμαι Χριστιανός. 

Ο δικαστής μαζί με το λαό με πολλά κολακευτικά λόγια προσπαθούσαν να τον πείσουν. Μόλις όμως είδε ότι είναι αμετάπειστος, τον παρέδωσε σε κάθε είδους βασανιστήρια. Άρπαξε από εκεί και τον Απολλώνιο και τον βασάνιζε, προξενώντας του πολλές σωματικές κακώσεις, επειδή τον θεωρούσε πλάνο. Και ο Απολλώνιος του είπε: 

- Θα ευχόμουν και συ, δικαστή μου, και όλοι οι δικαστές να με ακολουθήσουν σ’ αυτή μου την πλάνη. 

Αυτός τότε διέταξε να τούς κάψουν και τούς δύο μπροστά σε όλο το πλήθος. Όταν τον έβαλαν στη φωτιά, παρουσία του δικαστή, απεύθυνε ο μακάριος Απολλώνιος παράκληση προς τον Θεό, ενώ άκουγε όλος ο λαός και ο δικαστής: 

- Μη παραδώσεις, Κύριε, στα θηρία ψυχές πού σε λατρεύουν, αλλά φανέρωσε μας τον εαυτό σου με σημείο. 

Αμέσως νεφέλη δροσερή και φωτεινή ήρθε και κάλυψε τούς άνδρες, σβήνοντας τη φωτιά. Θαυμάζοντας ο λαός και ο δικαστής, φώναζαν: 

- Ένας είναι ο Θεός των Χριστιανών. 

Κάποιος κακούργος όμως τα είπε αυτά στον έπαρχο τής Αλεξάνδρειας, ο όποιος, αφού διάλεξε μερικούς βίαιους και άγριους προτέκτορες και ταξεώτες, τούς έστειλε εκεί, με εντολή να τούς φέρουν δεμένους όλους τούς γύρω από τον δικαστή και τον Φιλήμονα. Οδηγήθηκαν εκεί μαζί με αυτούς ο Απολλώνιος και μερικοί άλλοι πού ομολόγησαν την πίστη τους. Ενώ προχωρούσαν όλοι, τούς επισκέφτηκε ή χάρη του Θεού και άρχισε να διδάσκει τούς στρατιώτες. Επειδή και αυτοί συγκινήθηκαν και πίστεψαν στον Σωτήρα, οδηγήθηκαν όλοι δεμένοι στο βήμα. Βλέποντάς τους όλους έτσι ο έπαρχος και καταλαβαίνονται ότι αυτοί δεν πείθονται, διέταξε να τούς ρίξουν στο βυθό της θάλασσας, πράγμα πού έγινε σύμβολο του βαπτίσματος τους. Οι συγγενείς τους τούς βρήκαν ριγμένος στις όχθες της θάλασσας και έκαναν σ’ όλους μνήμα, στο όποιο γίνονται πολλά θαύματα. Τόσο μεγάλη δηλαδή ήταν ή χάρη του άνδρα, ώστε να εισακουσθεί αμέσως και για όσους προσευχήθηκε, τιμώντας τον έτσι ο Σωτήρας. Τον είδαμε και εμείς στο μαρτύριο μαζί μ’ όλους εκείνους πού μαρτύρησαν μαζί του. Και αφού προσκυνήσαμε τον Θεό, ασπαστήκαμε τα σκηνώματα τους στη Θηβαΐδα. 
~~~~~~~~~~~~
ΦΙΛΟΚΑΛΙΑ, Παλλαδίου Επισκόπου Ελενοπόλεως, ΛΑΥΣΑΙΚΗ ΙΣΤΟΡΙΑ, σελ 334-339

Τριβή στο Ψαλτήρι




- Παιδί μου, πρέπει γρήγορα να γνωριστείς μ’ αυτό και να το αγαπήσεις. Είναι ανάγκη δε, το συντομότερο δυνατό, να σου γίνει η στις ακολουθίες εις επήκοον ανάγνωσης του, όχι δειλία και συστολή, αλλά ευχέρεια, επιθυμία και ζήλος. Είθε ο Θεός, να σε χαρητώσει, για άψογη γλωσσική προφορά, για τέλεια εννοιολογική απόδοση και για αναμενόμενη απ’ όλους ειλικρινή, ταπεινή και από καρδίας προσευκτική ροή και με ψυχοτερπή ενήχηση.

Επισκόπου Ροδοστόλου Χρυσοστόμου 
« Ωδή στα αμάραντα, στον Άθωνα »

Δευτέρα 24 Ιουνίου 2019

Ισαάκ του Σύρου: για τους λογισμούς



Η επαγρύπνηση των λογισμών γεννάται από την επαγρύπνηση των αισθήσεων. Η μέριμνα για τις αισθήσεις δείχνει τον ζήλο του ασκητή απέναντι στους λογισμούς. Όποιος δεν επαγρυπνεί για τις αισθήσεις, θα υποκύψει κατ’ ανάγκη στους λογισμούς, και αντίστροφα.
*
Είθε κανείς να μην θελήσει να επιδείξει την κενή του γνώση αντιτασσόμενος στις παρα­κάτω σκέψεις. Αν ζούμε σε τόπο κατοικημένο, θα έχουμε και τους ανάλογους λογισμούς· αν όμως ζούμε στην έρημο, θα έχουμε τους λογισμούς της έρημου. Γιατί όταν ζούμε μέσα στο πλήθος, έχουμε και τους λογισμούς του, ενώ όταν απομο­νωθούμε απ’ τα πάντα, αποκτούμε νου μοναχικό. Ποιοι είναι όμως οι λογισμοί της έρημου; Είναι οι κινήσεις πού αναβλύζουν από μια καρδιά νεκρωμένη. Αν οι εσωτερικές μας κινήσεις νε­κρωθούν για τον κόσμο, δεν μπορεί παρά να ενεργοποιηθούν από τον Θεό. Όταν οι κοσμικοί λογισμοί σιωπήσουν, παραχωρούν κατ’ ανάγκην την θέση τους στις θείες ορμές. Και οι θλίψεις τού σώματος μάς δίδουν νου μοναχικό.

^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^

Ισαάκ του Σύρου Ασκητικά Τόμος Β2 Λόγοι Γ΄-ΙΑ΄

Κυριακή 23 Ιουνίου 2019

Το καλό που κάνεις. Δεν το κάνεις σ’ εκείνον αλλά στον εαυτό σου




Είναι πολλές οι φορές που δυσκολευόμαστε μέσα μας όταν χρειάζεται να βρεθούμε μπροστά σε έναν άνθρωπο που μας αδικεί ή μας έχει αδικήσει!
Όλα όσα νομίζουμε ότι είμαστε, την ώρα της δυσκολίας, του πειρασμού, της ταραχής έρχονται θα λέγαμε να δοκιμαστούν στην φωτιά. Και είναι αλήθεια πως δεν το αντέχουμε αυτό! Ο Άλλος «έρχεται» με την παρουσία Του να μας κρίνει!
Ερώτηση : 
‘Ένας φιλόχριστος αδελφός που αδικείτε από κάποιον ανέφερε το θέμα στον Άγιο Βαρσανούφιο. 
Και η απάντηση του Αγίου μονάχα τρείς λέξεις: 
- Εσύ ευεργέτησε τον.
Και είναι όμορφο να βρεις γέροντα, πνευματικός, έστω έναν αδελφό που θα σε συμβουλέψει πνευματικά και θεραπευτικά!
Πρόσεξε! Η θεραπευτική του Σώματος αρχίζει με αυτόν τον πόνο και με αυτό τον σταυρό.
Και η διάρκεια της θεραπείας;
Πόσο; Πόσο θα κρατήσει αυτός ο πόνος και αυτός ο σταυρός; Για πόσο ακόμα θα συνεχίσω να ευεργετώ αυτόν που μου κάνει κακό;
Ο ίδιος άνθρωπός θα επιστρέψει στον άγιο και θα τον ρωτήσει. 
- Παρόλα αυτά όμως, αν και τον ευεργέτησα εκείνος με κακομεταχειρίζεται.  
Απάντηση : 
- Το καλό που κάνεις. Δεν το κάνεις σ’ εκείνον αλλά στον εαυτό σου, αφού και ο Κύριος μας είπε: «Να ευεργετείτε τους εχθρούς σας και να προσεύχεσθε γι’ αυτούς που σας κακομεταχειρίζονται» (Λουκ.6,27-28).Ο καθένας λοιπόν απολαμβάνει ανάλογα με τα έργα του.   

Πέμπτη 6 Ιουνίου 2019

Μνήμη του οσίου Ανούβ του Θαυματουργού, 6 Ιουνίου

Για τον αββά Ανούβ η αναζήτηση του Θεού είχε πάρει την θέση της ξεκούρασης και του ύπνου και για τον λόγο αυτο ο Κύριος του χωρηγούσε ο,τι του ζητούσε ...

Κυριακή 2 Ιουνίου 2019

Ναι κάνουν λάθη και οι άγιοι ....


Μέγα Συναξαριστή της Ινδίκτου;


Σε ευχαριστώ γιατί τολμάς να γράψεις αυτά που άλλοι σιωπούν.  

Ξεφυλλίζοντας τις σελίδες σου πριν από λίγες ημέρες στάθηκα στον βίο του αγίου Ισαακίου που η Εκκλησία μας τον τιμάει στις 30 Μαΐου.  

Έκανε ένα λάθος ο άγιος προς το τέλος της ζωής του. Ναι οι άγιοι κάνουν και λάθη. Μυστήριο η πρόνοια του Θεού ακόμα και για τους αγίους του. Για άλλα τους πληροφορεί με θαυμαστό τρόπο και  για άλλα σκανδαλωδώς τους αφήνει να επιλέξουν και να κρίνουν μόνοι τους.    

Ο όσιος Ισαάκιος, τα χρόνια εκείνα, δεν πρωτοστατούσε μόνο στην διδασκαλία της αληθινής Πίστης και της πνευματικής ζωής, αλλά και στις αγαθοεργίες.Όταν ο άγιος Ιωάννης ο Χρυσόστομος ανήλθε στον επισκοπικό θρόνο της Κωνσταντινουπόλεως (398), διαπιστώνοντας ότι σημαντικός αριθμός μοναχών κυκλοφορούσαν στην πόλη και πήγαιναν σε σπίτια ιδιωτών, έλαβε μέτρα κατά της αταξίας αυτής και έδωσε εντολή να παραμένουν στις μονές τους. Ανέλαβε επίσης την αναδιοργάνωση των φιλανθρωπικών έργων, ιδιαίτερα μέ την ίδρυση ενός μεγάλου νοσοκομείου, του οποίου όρισε ο ίδιος τους υπεύθυνους. Τα αναγκαία αυτά ποιμαντικά μέτρα επισκίασαν την δραστηριότητα του οσίου Ισαακίου και ενός μεγάλου μέρους των μοναχών, οι οποίοι ένιωθαν παραμελημένοι. Ο αρχιεπίσκοπος Αλεξάνδρειας Θεόφιλος έσπευσε να εκμεταλλευθείτε την διάσταση αυτή, καί όταν έφθασε στην Κωνσταντινούπολη με την πρόθεση να στρέψει κατά τού αγίου Χρυσοστόμου τις κατηγορίες πού του απευθύνονταν, πήρε με το μέρος του τον Ισαάκιο και τους μοναχούς του. Έτσι ο γέροντας ασκητής έπαιξε δυστυχώς ενεργό ρόλο στην σύνοδο της Δρυός, μεταξύ των κατηγόρων του αγίου Ιωάννη (403), ο οποίος καθαιρέθηκε καί εξορίσθηκε. Αλλά η καταδίκη αυτή ξεσήκωσε τέτοιες αντιδράσεις, ώστε ο άγιος πατριάρχης σύντομα ανακλήθηκε στον θρόνο του, για βραχύ όμως διάστημα.Ο όσιος Ισαάκιος δεν αναμείχθηκε πλέον στις εκκλησιαστικές υποθέσεις και πέρασε τις τελευταίες ημέρες του ειρηνικά στο μοναστήρι του. Προειδοποιημένος από τον Θεό για την επικείμενη εκδημία του, συγκέντρωσε τους μαθητές του, τους συνέστησε να παραμείνουν στερεωμένοι στην ορθόδοξο Πίστη καί αφού όρισε διάδοχό του τον Δαλμάτιο απήλθε πρός Κύριον (406). Τον θρήνησε πάνδημος ο λαός, με επικεφαλής τον αυτοκράτορα. Μετά από τελετή στον καθεδρικό ναό, όπου χοροστατούσε ο πατριάρχης, οργανώθηκε πομπή για τον ενταφιασμό του στο μοναστήρι του. Ο Αυρηλιανός, όμως, ένα από τα σπουδαία πρόσωπα τής αυλής καί φλογερός θαυμαστής του οσίου, έκλεισε τον δρόμο μέ ένα στρατιωτικό απόσπασμα. Οι στρατιώτες άρπαξαν το τίμιο λείψανο και πήγαν να το καταθέσουν σε μία κρύπτη στον ναό που είχε ανεγείρει ο Αυρηλιανός προς τιμήν του αγίου Στεφάνου, ενώ οι μοναχοί, αναγκασμένοι να υποκύψουν στην ευσεβή τούτη επιβολή δύναμης, επέστρεψαν στην μονή τους, στερημένοι τής παραμυθίας των λειψάνων του πνευματικού πατρός τους.

ΝΕΟΣ ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ 
ΤΟΜΟΣ ΕΝΑΤΟΣ 
ΜΑΙΟΣ
ΙΝΔΙΚΤΟΣ
ΑΘΗΝΑΙ 2007

Ἐγὼ βασιλεὺς ἐιμὶ σήμερον· ἐβασίλευσα γὰρ ἐπὶ τὰ πάθη.




Συνήχθησαν ἀδελφοὶ πότε πρὸς τὸν ἀββᾶν Ἰωσὴφ καὶ καθημένων αὐτῶν, καὶ ἐπερωτώντων αὐτόν, ἔχαιρε καὶ προσθυμουμενος ἔλεγεν αὐτοῖς:
Ἐγὼ βασιλεὺς ἐιμὶ σήμερον· ἐβασίλευσα γὰρ ἐπὶ τὰ πάθη.
***
Συγκεντρώθηκαν κάποτε αδελφοί στον αββά Ιωσήφ. Και, καθώς εκάθονταν και τον ερωτούσαν, χαιρόταν και με προθυμία τους έλεγε:
Εγώ είμαι βασιλεύς σήμερα· διότι εβασίλευσα επάνω στα πάθη.
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

ΦΙΛΟΚΑΛΙΑ Αποφθέγματα Γερόντων 1ος τόμος

Σάββατο 1 Ιουνίου 2019

Κι ένας σημερινός Γεροντας είπε μια μέρα σε μια πνευματική του κόρη: να προσευχεσαι γι' αυτον μυστικά



Κι ένας σημερινός Γεροντας (ο άγιος Πορφύριος) είπε μια μέρα σε μια πνευματική του κόρη: 

- Έλα κοντά μου να σου πω να μυστικό. Αυτο αν εφαρμόσεις θα δεις τον άντρα σου να έρχεται και να σε αναζητά, όπου εισαι, χωρίς να ξέρει γιατί, και θα απορεί κι ο ίδιος. Το μυστικό ειναι τούτο: 

Να προσευχεσαι γι' αυτόν μυστικά. Ετσι μυστικά θα πηγαίνει η αγαπη σου και θα τον καλεί. Μη του λες την λέξη σ' αγαπώ, αλλα προπάντων μην απαιτείς να σου τη λέει. Η αγάπη δεν ζητείται, μα γεννιέται. Η αγαπη δεν λέγεται, εμπνέεται. Να τυλιγεις τον αγαπημένο σου με θαλπωρή μυστικά, δια της προσευχής. Τοτε και ο πιο εύθικτος χαρακτήρας δεν αντιδρά. Η μυστική μετάδοση της αγάπης διώχνει τις φοβίες της δέσμευσης και καταπίεσης, και οι ευθύνες του γίνονται αλαφρες και κάποτε αγαπητες. Ένας κόκκος ανιδιοτελούς αγάπης να υπάρχει μεσα σας, έρχεται σιγά-σιγά η χάρη του και τον κάνει να πετάξει δυο φυλλαράκια. Γρήγορα μετα μεγαλώνει. Ποιο γρήγορα έρχεται το φως της θείας Χάρης στον πνευματικό σπόρο, παρά του ήλιου η θερμή στους σπόρους των φυτών...

Άγιος  Πορφύριος  ο Καυσοκαλυβίτης

Δημοφιλείς αναρτήσεις