Εμφάνιση αναρτήσεων με ετικέτα Θεοφάνου του Κεραμέως. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Θεοφάνου του Κεραμέως. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 9 Απριλίου 2026

Εἰς τὸ τίμιον τοῦ Ἰησοῦ Χριστοῦ πάθος

 


 Θεοφάνους Κεραμέως

 Ὁμιλία κζ΄

 «Εἰς τὸ τίμιον τοῦ Ἰησοῦ Χριστοῦ πάθος»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 549C-606D)

Ἴσως μὲν ἐπαχθεὶς δόξω πρὸ τὴν ὑμετέραν ἀγάπην, καὶ φορτικὸς, ὅτι δι’ ὅλης νυκτὸς ἐν τῇ στᾶσαι καὶ τῇ ψαλμωδίᾳ κεκοπιακόσιν ὑμῖν ὡς φορτίον ἐπιφέρω τὴν τῆς διδασκαλίας ἀκρόασιν; ᾿Αλλὰ σύγγνωτὲ μοι. ἀπλήστως ἔχοντι πρὸς τὴν ὑμῶν προκοπὴν καὶ τὴν προθυμίαν ἐπιτείνατε, ἵνα πλέον κερδάνητε. Εἰ γὰρ οἱ Θεοστυγεῖς Ἰουδαῖοι δι᾽ ὅλης ἠγρύπνησαν τῆς νυκτὸς, ὥστε συλλαβεῖν καὶ σταυρῶσαι τὸν Κύριον, πῶς ἡμεῖς οὐ γρηγορήσομεν, ἵνα τῶν ὑμνηθέντων ἡμῖν καὶ ἀναγνωσθέντων ἱερῶν Εὐαγγελίων τὸν σκοπὸν καταμάθωμεν; Τοιγαροῦν ἀποτινάξαντες πᾶσαν ἀκηδίαν ἐκ τῆς ψυχῆς τοῖς λεγομένοις προσέχετε.

Ἐπειδὴ τοῦ μυστικοῦ δείπνου τοὺς ἱεροὺς δαιτύμονας ὁ Σωτὴρ ἐνεφόρησεν, αὐτὸς ἑαυτὸν ἱερουργὴσας, καὶ προσθεὶς εἰς  ἑστίασιν, ἔξεισι μετ' αὐτῶν εἰς  τὸ ὄρος τῶν ἐλαιῶν, οὔτε τὸ πάθος ἐκκλίνων, [πῶς γάρ ὁ καὶ προειδὼς, καὶ προαγορεύσας, καὶ δυνάμενος φυγεῖν τὸ παθεῖν;] οὔτε μὴν αὐτόμολοςο ἰών πρὸς τούς φονευτάς τὸ μὲν γάρ λύσις ἦν τῆς οἰκονομίας, καὶ δειλία τις ἀγεννὴ, τό δὲ πρόφασιν παρεῖχε τοῖς βδελυροῖς, ὡς οὐχ ἥμαρτον, ἀποκτείναντες τὸν ἑαυτὸν ἑκοντὶ παραδόντα, καὶ μονονουχὶ τὸ πάθος ἁρπάσαντα. Ὁμοῦ τε καὶ τῆς ἀληθοῦς ἀνδρείας ἡμῖν τύπος γίνεται, ὀφθεὶς δειλίας καὶ θράσους ὑπέρτερος, καὶ διδάσκων δι᾿ ἐαυτοῦ μὴτε ὁμόσε χωρεῖν πρὸς τοὺς πειρασμοὺς, μὴτε μὴν  ἐπελθόντας ἀγεννῶς μορμολύττεσθαι. Οὐκ ἐν οἰκίᾳ δὲ συλλαμβάνεται, ἐπειδὴ ἐδεδίττοντο τοὺς ὄχλους οἱ τὴν ἐπιβουλὴν ἐξαρτύσαντες. Εἰ γὰρ καὶ μὴ ὡς Θεῷ προσεῖχον αὐτῷ, ἀλλ' ἐκ τῆς διδασκαλίας καὶ τῶν θαυμάτων ἄνδρα δίκαιον καὶ προφήτην αὐτὸν ἐνόμιζον. Δίδωσιν οὖν αὐτοῖς ἄδειαν ἔκ τε τῆς ὥρας, ἐκ τε τοῦ τόπου εἰς  πέρας ἀγαγεῖν τὸ σκαιώρημα. Πάλιν οὖν προλέγει τοῖς μαθηταῖς τὸ ἐσόμενον.

Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ γέγραπται γὰρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα. Δείκνυσι διὰ τούτων, ὅτι οἰκονομία ἐστὶ πατρικὴ τὸ γινόμενον. Διὰ τοῦτο γὰρ ταῦτα προφῆται προεχρησμῴδησαν.

Τί οῦν, εἴποι τις, ὁ Πατὴρ ἐπάταξε τὸν Υἱὸν, καὶ τὰ πρόβατα διεσκόρπισεν; Οὔμενουν, οὐκ ἐπάταξεν ἀλλὰ παταχθῆναι οἰκονομικῶς συνεχώρησε, καὶ εἴασε παθεῖν, καίπερ κωλῦσαι δυνάμενος. Ὁ μὲν οὖν Ἱερὸς Πέτρος, διάπυρος ὤν ἐραστὴς, μὴ καλῶς δὲ περισκοπήσας τῆς φύσεως τὴν ἀσθένειαν πρὸς τὸ μὴ ἀρνήσασθαι, καὶ συναποθανεῖν ἐπαγγέλλεται. Κἂν δέῃ με σύν σοὶ ἀποθανεῖν, οὐ μὴ σε ἀπαρνήσομαι, ἀλλὰ τὴν ψυχὴν μου ὑπὲρ σοῦ θήσω. Ἀλλ᾿ ὁ Κύριος ἀπαρακαλύπτως αὐτῷ μηνύει τὴν ἄρνησιν. Σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἤ δὶς ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς οὕτω γὰρ ὁ Μάρκος τῶν ἄλλων ἔγραφεν ἀκριβέστερον. Ἐπειδὴ γὰρ ἤδει ὁ Κύριος ὡς νῦν μὲν ἀρνηθήσεται Πέτρος, ὕστερον μέντοι ἀποθανεῖται ὑπὲρ αὐτοῦ, προστίθησι τὸ σήμερον, καὶ ἐν τῇ νυκτὶ ταύτῃ, μονονουχὶ λέγων, ὡς θήσεις μὲν τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ, ἐν μέντοι τῇ νυκτὶ ἀρνήσῃ με, νύκτα λέγων αὐτὸν τὸν τῆς προδοσίας καιρὸν, καὶ τὸν ἐκ τῆς ἀρνήσεως σκοτισμόν ὁ γὰρ ἀρνούμενος τὸ φῶς ἐν σκότει πάντως ἐστι.

Προειπών οὖν τὸ μέλλον ἄπεισει συνήθως κατ᾿ ἰδίαν προσεύξασθαι. Ἐπειδὴ ἡ εὐχὴ πολλὴν δειλίαν ἐνέφαινεν (ἀπηύχετο γὰρ τὸ τοῦ θανάτου ποτήριον), διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς, τοὺς θεατὰς τῆς ἐν Θαβὼρ αὐτοῦ δόξης μόνους παρέλαβεν. Οὐχ ὡς δειλιῶν τὸ πάθος ἀγωνία συνείχετο, καὶ ἀπῄνετο τὸν θάνατον ὡς ἀβούλητον, ἤδει γὰρ τὰ ἐκ τούτου συμβησόμενα ἀγαθά, ἀλλ᾽ ἐπειδὴ ἀληθῶς γέγονεν ἄνθρωπος, τὴν φύσιν ἐνδείκνυται ἀληθῶς γέγονεν ἄνθρωπος, τήν φύσιν ἐνδείκνυται ἀηδῶς δεχομένην τὸν θάνατον, ὅτι καὶ παρά φύσιν τοῖς ἀνθρώποις ἐνέσκηψεν. Ἑκών οὖν τὸ πάθος τῆς δειλίας ὑφίσταται, οἷον τι δέλεαρ τῷ διαβόλῳ τὴν λύπην προβαλλόμενος, ὡς ἂν ψιλὸν αὐτὸν οἰηθεὶς ἄνθρωπον, ἐπιπηδὴσῃ τῷ φαινομένῳ, καὶ τῇ θεότητι τῇ ἀοράτῳ προσαραχθείη. Ἐλύπει δὲ αὐτὸν, καὶ ὁ πρωτότοκος Ἰσραὴλ ἐς τοσοῦτον τόλμης ἐλθὼν, ὡς κυριοκτόνος γενέσθαι, καὶ καθ' ἑαυτοῦ τὴν ἀρὰν ἐπισπάσασθαι. ᾿Ελύπει αὐτὸν καί  ἡ ἐπαπολουθὴσασα ἐξ ἀνάγκης τῆς τόλμης ἐκδίκησις, καὶ ἡ τοῦ ναοῦ, καὶ ἡ τῆς λατρείας καθαίρεσις, καὶ ἡ τῆς πόλεως ἅλωσις, καὶ ἡ τοῦ ἔθνους ἀφάνισις. Ποτήριον δὲ ὀνομάζει τὸν θάνατον, εἰπών. Εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ, διὰ τὸ οἷον ὕπνον ἐπάγειν τὴν κάκωσιν διὰ τὸν οἷον ὕπνον ἐπάγειν τήν κάκωσιν. Διά δέ τοῦ, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σὺ, τὸ ἐνάρετον ἔδειξε, καὶ φιλόσοφον. Χρὴ γὰρ τιθέναι τὸ θέλημα τοῦ Θεοῦ ἐν πᾶσιν ἐπίπροσθεν, κἂν ἡ τοῦ σώματος ὑποκλάζῃ ἀσθένεια. Προσευξάμενος οὖν ἐπάνεισι πρὸς τοὺς μαθητάς, καὶ εὑρίσκει τούτους καθεύδοντας, καὶ ἐπιπλήττει τὸν Πέτρον, αὐθαδῶς μὲν συναποθανεῖν θρασυνόμενον, οὐθ’ ὥραν δὲ μίαν γρηγορῆσαι ἰσχύσαντα. Ἕοικεν οὖν οὕτω λαλεῖν Γρηγορῆσαι οὐκ ἴσχυσας μετ᾿ ἐμοῦ πρὸς βραχὺ, καὶ πῶς τὴν ψυχὴν σου θεῖναι ὑπὲρ ἐμοῦ ἐκόμπαζες; Εἶτα ἐλέγχει καὶ τῶν λοιπῶν τὴν ἀσθένειαν, παιδεύων ἡμᾶς μὴ αὐθαδῶς, καὶ τῇ ἑαυτῶν ἰσχύϊ θαῤῥεῖν, ἀλλὰ πάντα μὲν ἀνατιθέναι Θεῷ, ἀπεύχεσθαι δὲ το μὴ εἰς πειρασμὸν ἐμπεσεῖν. Φησὶ γὰρ Γρηγορεῖτε, καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Ἀλλ᾽ ἐνταῦθα μικρὸν ἀναμείνωμεν ζητήσωμεν εἰ, διὰ πειρασμῶν καὶ θλίψεων κληρονόμοι τῆς τοῦ Θεοῦ βασιλείας γινόμεθα ὅπερ εἰδώς καὶ ὁ μέγας Ἰάκωβος διδάσκει, πᾶσαν ἡμᾶς ἡγεῖσθαι χαρὰν. ὅταν πειρασμοῖς περιπέσωμεν, πῶς ἐνταῦθα παραινεῖ ὁ Σωτὴρ προσεύχεσθαι, μὴ εἰσελθεῖν εἰς πειρασμόν; Φαμὲν οὖν ὡς διὰ τὴν ἀδηλίαν τοῦ μέλλοντος, βέλτιον ἀπεύχεσθαι, ἢ ἐμπεσόντα ἡττηθῆναι, καὶ πολεμίου ἐπίχαρμα. Κρεῖττον γὰρ μὴ διωχθῆναι ὑπὸ τῶν ἀσεβῶν, ἤ διωχθέντα ἔξαρνον γενέσθαι τῆς πίστεως. Ἄλλως τε οὐκ εὔχεσθαι διδάσκει μὴ περιπεσεῖν πειρασμῷ, ἀλλὰ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, τουτέστι μὴ κυριευθῆναι ὑπὸ πειρασμοῦ, καὶ εἰσελθεῖν  εἰς τὴν ἧτταν αὐτοῦ. Εἰ δὲ ζητεῖς καὶ την ἀκριβεστέραν τούτων διάγνωσιν, ἄκουσον.

Δύο εἰσὶν εἴδη τῶν πειρασμῶν ὁ μὲν ἀκούσιος ὁ τοῦ σώματος, ὁ δὲ ἑκούσιος τῆς ψυχῆς. Καὶ ὁ μὲν ἑκούσιος ἡ ἁμαρτία ἐστὶν, ἡδύνουσα μὲν τὴν αἴσθησιν, προξενοῦσα δὲ ὄλεθρον τῇ ψυχῇ, ἀφ᾽ οὗ εὔχεσθαι ἡμᾶς ῥυσθῆναι καλόν. Ὁ δὲ ἀκούσιος πειρασμὸς ἀλγύνει μὲν τὴν αἴσθησιν, σωτηρίας δὲ γίνεται πρόξενος, ὑπὲρ οὗ χαίρειν ἡμᾶς διδάσκει ὁ ἀδελφόθεος. Εἰπών δὲ ὁ Σωτὴρ Τό μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενὴς καταλειάνει τὴν σφοδρὰν ἐπίπληξιν τῇ φύσει προσάπτων τῆς ῥᾳθυμίας τὸ ἔγκλημα. Καὶ πάλιν ἐκ δευτέρου καὶ τρίτου προσελθὼν, τὸν αὐτὸν λόγον προσηύξατο, δεικνὺς ὡς οὐδὲν, βούλεται τοῦ Πατρικοῦ ἀπᾷδον θελήματος. Ὤφθη δὲ αὐτῷ ἄγγελος ἐνισχύων αὐτόν οὐχ ὅτι τῆς τοῦ ἀγγέλου ἰσχύος ἐδέετο ὁ ὑπὸ πάσης ἀγγελικῆς δυνάμεως  προσκυνούμενος, ἀλλὰ Μωσαϊκὴν προφητείαν ἀποπληροῖ ἀσθεῖσαν τῇ ᾠδῇ. « Ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὐ γὰρ ἰσχὺν τῷ παντοδυνάμῳ παρεῖχεν ὁ ἄγγελος, ἀλλ' ὡς Θεῷ διηκόνει τὴν ὑπερβολὴν τῆς συγκαταβάσεως ἐκπληττόμενος. Δεικνὺς δὲ, ὡς οὐ τῆς θεότητος, ἀλλὰ τῆς σαρκὸς ἦν ἡ ἀγωνία, θρομβοειδεῖς ἱδρῶτας ἀπέσταξεν ἀναξηραίνων τῆς ἀνθρωπίνης δειλίας τὴν πίδακα ἐπανελθὼν ὁρᾷ τοὺς μαθητὰς ὀφθαλμούς αὐτῶν ἡ τε ἀθυμία. καὶ τὸ τῆς νίκτὸς ἄωρον ἐπεβάρυνε. Τί οὖν πρὸς αὐτοὺς ὁ Σωτὴρ; «Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε. Οὐκ ἐπιτρέπων δὲ καθεύδειν τοῦτό φησιν, ἀλλ' οἷον ἐπιτιμῶν, ὅτι τῶν δεινῶν ἐφεστηκότων, ἀκαίρῳ συνέχονται νυσταγμῷ. Τάχα δὲ καὶ ὑποδηλὼν τι κρυπτόμενον μονονουχὶ γὰρ τοῦτὸ φησιν. Ἐπειδὴ ἀτελεῖς ἔτι ἐστὲ, καὶ ὁ καιρὸς τῶν ἀγώνων ὑμῶν οὔπω πάρεστιν, ἀναπαύεσθε λοιπὸν, ἀγωνιεῖσθε δὲ ὕστερον. « Ἤγγικεν ἡ ὥρα » καὶ τῆς προδοσίας λέγει τὴν ὥραν, καὶ μάλιστα τῆς οἰκονομίας. Τὸ δέ Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν » παραινοῦντος ἐστιν ἀπὸ τῶν γηΐνων εἰς τὰ ὑπερκόσμια μετάγειν τὸ φρόνημα. Εἴσεισι δὲ ἐν τῷ κήπῳ, κἀκεῖ συλλαμβάνεται. Ὁ γὰρ τὰ ἐναντία διὰ τῶν ἐναντίων ἰώμενος (ἐπειδὴ ἐκ τοῦ τῆς Ἐδὲμ κήπου διὰ παρακοῆς ἔλαβεν ὁ διάβολος τὸν ἄνθρωπον), ἀκολούθως ἐκ τοῦ κῆπου ἑαυτὸν τοῖς φονευταῖς παραδίδωσιν, ἐπανάγων τὴν φύσιν εἰς τὸν κῆπον ὅθεν ἐκπέπτωκεν.

Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων Ὅν ἄν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτὸν, καὶ ἀγάγετε ἀσφαλῶς. Τί βούλεται τῷ Ἰούδα τὸ τοῦ φιλήματος σύσσημον; Ἐπειδὴ πολλάκις βουλόμενοι συλλαβεῖν, οὐκ ἠδυνήθησαν, οὔπω τοῦ καθήκοντος ἐνστάντος καιροῦ, ἀλλ᾽ ἐξήρχετο διὰ μέσου αὐτῶν ἵνα μὴ πάλιν συμβῇ τὸ αὐτὸ, τίθησι τὸ φίλημα γνώρισμα. Θαῤῥῶν οὖν ὀ Ἰούδας τῇ τοῦ Διδασκάλον πραότητι, Προσελθὼν κατεφίλει αὐτὸν, καίτοι τοῦτο μόνον ἠδύνατο τὴν σκληρὰν αὐτοῦ καταμαλάξαι ψυχὴν, ὅτι καὶ ἐν αὐτῇ τῇ τῆς προδοσίας ὥρᾳ, οὐκ ἀπώσατο τὸν βδελυρὸν, καὶ προδότην ὁ Κύριος ἀλλ᾽ οὕτως ἦν ὁ δείλαιος ἀδυσώπητος, καὶ ἠλίθιος, ὡς οὐδαμῶς τοῦ συμφέροντος ἐπαισθάνεσθαι. Ἡρέμα γοῦν τὴν ἐνδομυχοῦσαν αὐτῷ κακίαν ἐλέγχει ὁ Κύριος. Ἑταῖρε, φησὶν, ἐφ’ ᾧ πάρει; Τίς χρεία, φησὶ, τοῦ τῆς φιλίας σχηματισμοῦ, καὶ τοῦ πλάσματος ἐφ᾿ ᾧ πράγματι παρεγένου, τοῦτο καὶ πλήρου. Οὐ γάρ ἦλθες ἵνα φιλήσῃ ἀλλ᾽ ἵνα προδότης. Ἱλιγγίασα μεταξὺ λέγων ἐνθυμηθεὶς τοῦ προδότου τὸ τόλμημα, ποίοις ὀφθαλμοῖς ὁ μιαρὸς πρὸς τὸν διδάσκαλον ἐνητένιζε. Ποίοις χείλεσι κατεφίλει ἀναιδῶς ἐναγκαλιζόμενος τὸν οὕτως ἐπιεικῆ, καὶ, πρᾶον, καὶ ἥμερον. Οὕτω παντὸς θηρίου γέγονε χαλεπώτερος. ᾿Αλλ᾿ ὁ μὲν μακροθύμως ἑαυτὸν ἐδίδου τοῖς συλλαβοῦσι. Πέτρου δὲ ὁ θυμὸς τῇ τοῦ νόμου ἀκόνῃ ἐθήγετο κελεύοντος βία τὴν βίαν ἐξωθεῖν, καὶ τοὺς ἐπιόντας ἀμύνασθαι. Εἶχε δὲ μάχαιραν διὰ τοῦ τυπικοῦ ἀμνοῦ τὴν κατάθυσιν, οὐκ ἄλλον δέ τινα ἤθελε διαχειρίσασθαι, ἀλλὰ τὸν δοῦλον τοῦ ἀρχιερέως τοῦ συῤῥάψαντο τὸ σκαιώρημα. ᾿Επεὶ οὖν ἐκκόψων τὴν φάρυγγα, τὴν μάχαιραν ἐπεσπάσατο, τοῦ δούλου δὲ τὴν κεφαλὴν ὑπεκκλίναντος. τὸ οὗς τὴν τομὴν ἐνδικώτατα δέχεται, ἦσαν γὰρ οἱ Ἰουδαῖοι ἐν ταῖς τοῦ Χριστοῦ διδασκαλίαις τὰς ἀκοὰς ἐπιβύοντες. Καί μοι δοκεῖ τοῦτο ἐννοήσαντα τὸν μέγαν Κωνσταντῖνον μακρῷ χρόνῳ ὕστερον ἐπιτάξαι τὰ τῶν Ἰουδαίων ὦτα κατατεμεῖν, βουληθέντων τὸν ναὸν ἀναδείμασθαι τάχα δὲ καὶ τὸ ὑπὸ τοῦ Πέτρου ἐκκοπῆναι τὸ οὖς τοῦ οἰκέτου σημεῖον ἦν τῆς ὕστερον ἐνεργείας τῶν μαθητῶν. Ἔμελλον γὰρ τῇ μαχαίρᾳ τοῦ πνεύματος ἐκκόψαι τὰς προκαταβληθείσας ἐν ταῖς ἀκοαῖς τῶν Ἰουδαίων σωματικὰς ἐννοίας τοῦ γράμματος.

Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, μάχαιράν σου εἰς τὸν τόπον αὑτῆς. Πάντες γὰρ οἱ  λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται. Ἐπιτιμᾷ τῷ Πέτρῳ ὁ Κύριος ὡς ἔτι ἑπομένῳ ταῖς νομικαῖς διατάξεσι. Καὶ εἰ τῷ νόμῳ, φησὶ, κέχρησαι εἰς βοήθειαν, σκόπει ὅτι ὁ νόμος τοὺς λαβόντας μαχαίραν ἐν μαχαίρᾳ κελεύει ἀποθανεῖν. Μὴ γὰρ ἀνθρωπίνης εἰμι βοηθείας ἐπιδεὴς. Μὴ γὰρ οὐ δύναμαι λεγεῶσιν ἀγγέλων τοὺς ἐπιόντας ἀμύνασθαι ; ἀλλὰ εἰ πληρωθῆναι τὰ τῶν Γραφῶν χρησμῳδήματα. ’Επεὶ γὰρ προώριστο παθεῖν τὸν Χριστον, καὶ ἦν τοῦτο παντάπασιν ἀμετάθετον, διὰ τοῦτο καί οἱ προφῆται ἅπαντα προκατήγγειλαν. Ὅτι γὰρ οὐδέ Ἰούδας ἐπέγνω αὐτὸν, εἰ μὴ ἤθελεν, ἐδήλωσεν ὁ Ἰωάννης εἰπών. Ὡς ἠρώτησεν αὐτούς Τίνα ζητεῖτε;  Οἱ δὲ εἶπον Ἰησοῦν τὸν Ναζωραῖον, καὶ οὐχ ἴσχυσαν ἐπιβαλεῖν αὐτῷ τὰς χεῖρας, ἤ ἐπιγνῶναι, ἕως αὐτὸς αὐτοῖς τοῦτο ἐπέτρεψεν. Ὁ δὴ καὶ ἐλέγχων εἶπεν αὐτοῖς,  Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με. Τί, φησὶν, ἔδει ὅπλων πολεμικῶν ; μὴ γὰρ τύραννος, ἢ λῃστὴς εἰμι. Τὶ δ' ἂν ὥνησαν ὑμᾶς ξύλα, καὶ μάχαιραι, εἰ συλληφθῆναι οὐκ ἤθελον; καὶ δῆλον ἐξ ὧν καθ᾿ ἑκάστην ἐν τῷ ἱερῷ με διδάσκοντα, καίτοι πολλάκις βουληθέντες κατασχεῖν, οὐκ ἰσχύσατε. Ἐταμιευόμην τὸν καιρὸν τὸν προσήκοντα, ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, ἥν εἰλήφατε ἄχρι τῆς ἀναστάσεώς μου. Συνεσταλμένον γὰρ ἕξετε τὸν καιρὸν ὑπὸ τοῦ σκότους. ἤγουν τοῦ διαδόλου συνελαυνόμενοι. Ταῦτα εἶπε, καὶ τοῦ πληγέντος. εὐθὺς θεραπεύει τὸ οὖς. Ἐπειδή γὰς αὐτὸς ἔμελλεν αὐτῷ δοῦναι μὴ δόξῃ κατὰ ἄμυναν τοῦτο διὰ τῆς θεραπείας ἀναπολόγητον καὶ τὸ ὄνομα τοῦ δούλου ὁ Ἰωάννης ἐδήλωσεν, ὡς Μάοχος ἐκέκλητο. ᾿Αλλ’ ἐπειδὴ τοῦ ὀνόματος τούτου τὸ σημαινόμενον βασιλεία ἐστὶ, δείκνυται, ὡς οἱ τὼν Ἰουδαίων ἀρχιερεῖς τὴν σφῶν βασιλείαν εἰς φθόνου, καὶ φιλαυτίας δοῦλοι γενόμενοι.Ὁ μὲν οὖν ἦν ἐν ταῖς τῶν δημῖων χερσὶν, οἱ δὲ μαθηταὶ φυγάδες ἐγένοντο τῆς ἐπαγγελίας ἐπιλαθόμενοι, τὰ δὲ τῶν προφητῶν ἐπεραίνετο. Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα. Ἐδέσμουν τὸν Ἰησοῦν, καὶ ἄλλη προφητεία πέρας ἐλάμβανεν. Εἶπον ἐν ἑαυτοῖς Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι τάχα που καὶ. αὐτὸς ἡρέμα πρὸς τὸν Πατέρα ὑπεψιθύριζε τα τοῦ Δαβίδ. Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καί « Συνανάsτησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. » Ὁ δὲ Πέτρος ἡκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως. Μόνον τὸν Πέτρον αἱ τοῦ πόθου φλόγες ἀκολουθεῖν ἐβιάζοντο, ἔθιζε γὰρ ἐαυτὸν πρὸ καιροῦ ἀκολουθεῖν τῷ Χριστῷ, ἵνα ὕστερον ἀκολουθήση διὰ σταυροῦ. Ὁ μέντοι νεανίσκος, ὁ σὺν αὐτῷ οὐραγῶν μονοσίνδονος, ὡς μὲν οἱ Πατέρες ἡμῶν ἐστοχάσαντο, Ἰάκωβος ἦν, ὁ τοῦ Χριστοῦ ἀδελφός. Διεβίου γὰρ οὕτος μονοχίτων ἀεί. Δοκεῖ δὲ Μάρκος εἶναι μᾶλλον ὁ ἀρχῆθεν Πέτρου γεγονὼς ἐπᾳδὸς, καὶ μόνος τῶν εὐαγγελιστῶν τουτὶ συγγραψάμενος. Καὶ ἐπειδὴ Μάρκος Ὑψηλοῦ ἐντολὴ ἐρμηνεύεται, διδάσκει τὸ καθʼ ἱστορίαν γινόμενον, ὡς ἀκολουθῶν τῇ τοῦ ὑψηλοῦ Θεοῦ ἐντολῇ, ἂν ἐπιβουλεύοιτο ὑπʼ ἐχθρῶν, ἐπιδότω αὐτοῖς ὡς σινδόνα τὸ σῶμα, τῆς ψυχῆς τὸ ἰμάτιον, ἵνα κοῦφος εἰς τὰς ἄνω φύγῃ μονάς· οὕτω γὰρ καὶ ὁ πατριάρχης πεποίηκεν Ἰωσὴφ, τῇ ἐπιβούλῳ προδοὺς τὸ ἰμάτιον, ἐκ δουλείας, εἰς βασιλείαν μετὰ τῆς σωφροσύνης ἐφήλλατο.

 «Ἄγουσι τὸν Ἰησοῦν εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως Καϊάφα, ὅπου οἱ Γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν·» καὶ συγκροτοῦσι κριτήριον ἀσεβὲς, οἷον εἰκὸς συγκροτῆσαι Καϊάφαν τὸν νοητὸν τῷ αἰσθητῷ συνεδρεύοντα· ἐπειδὴ γὰρ Καϊάφας ἰχνευτὴς ἐρμηνεύεται, τὸν ὄφιν ἐκεῖνον εἰκόνιζε τὸν ἰχνεύοντα τὴν πτέρναν ήμῶν, ὅς καὶ τότε ἀνιχνεύων τάς πράξεις τοῦ Ἰησοῦ, οὐδὲν εὑρίσκων ἄτοπον, καὶ τοῦτο προέλεγε τοῖς μαθηταῖς ὁ Σωτήρ· «Ἐρχεται ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐχ εὐρίσκει οὐδέν. »

Οὐδὲν δὲ ἡ ἁμαρτία ἐστὶν, « Ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. » Ἐπεὶ δὲ καὶ μαρτύρων ἔδει αὐτοῖς, ὡς ἂν πράττειν ἔννομα δόξαιεν, δύο παράγονται μάρτυρες ἐκ τῶν ἀληθινῶν τὸ ψεῦδος συνείροντες. Ὁ μὲν γάρ Σωτήρ· « Λύσατε, εἶπε, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, » περὶ τοῦ ἰδέου σώματος ταῦτα λαλῶν· οἱ δὲ θεοστυγεῖς οὗτοι καὶ τολμηροὶ, τὰ μὲν παραφθείραντες, τα δὲ καὶ προσθέμενοι ψευδοποιοῦντες ἔλεγον· « Οὗτος εἶπε Δύναμαι τὸν ναὸν τοῦ Θεοῦ καταλῦσαι τὸν χειροποίητον, καὶ διά τριῶν ἡμερῶν, ἄλλον ἀχειροποίητον οἰκοδο- μήσω, » διὰ τῆς προσθήκης τὴν κατηγορίαν αὐξή- σαντες. Ὅρα γὰρ τῶν λόγων τὴν παρασάφησιν. Ὁ μὲν εἶπε· « Λύσατε τὸν ναὸν, » οἱ δέ φασιν, ὅτι « Δύναμαι λῦσαι τὸν ναόν. » Καὶ ὁ μὲν οἷον δακτύλῳ δεικνὺς τὸ σῶμα, ἔλεγε « Τὸν ναὸν τοῦτον, » οἱ δὲ « Τὸν ναὸν τοῦ Θεοῦ τὸν χειροποίητον. « Καὶ ὁ μὲν Κύριος ἴστατο σιωπῶν, » καὶ πρὸς ἑαυτὸν ἴσως ἐπάδων τὰ διʼ αὐτόν « Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἠρώτων με. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος, οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. » Εἰκότως δὲ σιωπᾷ εἰδὼς ὅτι οὐ δέξονται αὐτον ἀπολογούμενον. Οὕς γὰρ ἐναργῆ σημεῖα οὐκ ἔπεισαν, πῶς ἂν λόγοι κατεδυσώπησαν· « Ὁ οὖν ἀρχιερεὺς ἡρώτα περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ τῆς διδασκαλίας αὐτοῦ. » Τάχα ὁ ἀπόπληκτος ζητῶν ἐπιλαβέσθαι αὐτοῦ, ἢ ὡς ἐναντία τοῦ νόμου διδάσκοντος, ἢ ἐπειδὴ ἤδει, ὡς οἱ περὶ Θευδὰν καὶ Ἰούδαν ἀποστασίαν μελετήσαντες ἀπέθανον, εἰς αὐτὸ τοῦτο τὸν Κύριον συνωθεί, στασια- στὴν αὐτὸν ἐλέγξαι βουλόμενος, ὡς μαθττὰς συναγείροντα, καὶ οὕτω θανάτῳ παραδώσει, ἢ ὡς παράνομον, ἢ ὡς ἐπίβουλον. Ἐλέγχει οὖν αὐτοῦ ὁ Κύριος τοῦ τρόπου τὸ ὕφαλον καὶ κακόηθες, καὶ αὐτοὺς τοὺς ἐκείνου ὑπηρέτας μάρτυρας παριστᾷ, καί φησιν· « Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ, καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· τί με ἐπερωτᾷς; ἐπερώτησον τοὺς ἀκηκοότας· ἴδε οὗτοι οἴδασιν, ἃ εἶπον ἐγώ. » Διὰ τέ δὲ πρὸς μαρτυρίαν τοὺς ὑπηρέτας καλεῖ; Ἐπειδὴ ἀποσταλέντες οὗτοί ποτε παρὰ τῶν ἀρχιερέων συλλαβεῖν αὐτὸν, καὶ τεθαυμαστηκότες ἐπὶ τῇ διδασκαλία αὐτοῦ, ὑπενόστησαν λέγοντες· « Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. » Τῶν τότε οὖν λαληθέντων, ἄγει αὐτοὺς εἰς ἀνάμνησιν. Φοβηθεὶς οὖν ὁ τῶν ἀρχιερέων δοῦλος, ἵνα μὴ ἀντὶ τοῦ καταμαρτυρεῖν συνήγορος νομισθῇ, καὶ ὡς θαυμάσας αὐτὸν ἐγκληθῇ, ἑαυτὸν τῆς ὑποψίας ἐλευθερῶν, προφθάνει τῇ ἀναιδείᾳ καὶ ῥάπισμα δίδωσι. Διὸ καὶ ὁ Κύριος ὡς πρώην θαυμάσαντα, νῦν δὲ ῥαπίσαντα, ἀνεξικάκως ἐπερωτᾷ· « Εἰ κακῶς ἐλάλησα» τότε διδάσκων,                        « μαρτύρησον ἀρτίως. Εἰ δὲ τότε ἀκούων ἐθαύμαζες, « πῶς ἄρτι δέρεις; » Πῶς δὲ ὁ κελεύων τῷ τυπτηθέντι τὴν δεξιὰν σιαγόνα, καὶ θατέραν παρέχειν τῷ παίοντι, αὐτὸς τὴν ἐντολὴν οὐ τετήρηκεν, ἀλλʼ ἐγγκαλεῖ τῷ ῥαπίσαντι; Τριττὴ λύσις ἐστὶ τοῦ ζητήματος. Δείκνυσιν, ὡς οὐκ ἐπʼ ἐγκλήματι ἐρεράπιστο, ἀλλʼ ὑπὲρ τῆς πάντων σωτηρίας ταῦτα ἔπασχε, καὶ ὅτι οὐκ ἀνάλγητος ἦν, ἀλλʼ ἡσθάνετο τῶν πληγῶν, κἂν εἶχε τὸ ἀπαθὲς, ὡς Θεός. Πρὸς τούτοις δὲ ὁ μὲν τῆς ἐντολῆς σκοπὸς οὗτός ἐστιν. Ἐπειδὴ ἄκων τις ἐτυπτήθη τὴν παρειὰν, τὸ δὲ ἀκούσιον, ἄμισθον κεὶεύει τὴν ἄλλην ἑκουσίως παρέχειν, ἵνα τῷ ἐκουσίῳ συμμετρηθῇ τὸ ἀκούσιον. Ὁ δὲ Σωτὴρ ἑκουσίως ῥαπισθεὶς ἀπροσδεὴς ἦν ταύτης τῆς ἐντολῆς. Πάλιν οὖν ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ·

Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἰπῇς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἰὸς τοῦ Θεοῦ. Ἐπειδὴ ἄς πρότερον ἔστησε πάγας ὁ κακοήθης ἀρχιερεὺς ἀνίσχυροι μεμενήκασιν, ἐξορκίζει λοιπὸν αὐτὸν εἰδὼς ὅτι οὐ ψεύσεται· οὐ μὴ τοῦ μαθεῖν εἰ αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλὰ σπεύδων ἐπιλαβέσθαι αὐτοῦ. Ὁ δὲ Κύριος, ἵνα μὴ δόξῃ τὸν ὀρκισμὸν παρορᾷν. ὁμολογεῖ, καί φησι· « Σὺ εἶπας· » τουτέστι, Το σὸν ὡμολόγησε στόμα, ὅτι ἐγώ εἰμι ὁ Χριστός. εἶτα καὶ προφητείας αὐτοὺς ἀναμιμνήσκει, ἥν ὁ Δανιὴλ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας προεχρησμώδησεν· « Ἀπάρτι ὄψεσθε τὸν Τἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. » Τουτονὶ, φησὶ, τὸν Υἱὸν τοῦ ἀνθρώπου τὸν ὑφʼ ὑμῶν κρινόμενον νῦν ἐν πολλῇ ταπεινότητι, ὄψεσθε ἀπʼ οὐρανοῦ μετὰ δόξης ἐρχόμενον. Καὶ κακοήθως οὖν ὁ ἀπόπληκτος ἱερεὺς ἐπὶ μεγάλῃ βλασφημίᾳ διαῤῥήγνυσι τὸ ἱμάτιον, καὶ φενακίζων τοὺς ὄχλους τῷ σχήματι. Εἶτα καὶ ὑποποιούμενος τὸν λαὸν, αὐτοῖς κατατίθησι τὴν ἀπόφασιν. « Ἐβλασφήμησε· τί ὑμῖν δοκε;» Οἱ δὲ συναρπασθέντες τῷ ῥήματι, καὶ τῷ σφῶν ἀρχιερεῖ χαριζόμενοι· « Ἔνοχος, εἶπον, θανάτου ἐστὶ. » Τότε οὖν, ὡς ἤδη κατακριθέντα παντοίως ἐχλεύαζον, ἐμπτύοντες, ῥαπίζοντες, κολαφίζοντες, ὡς ψευδοπροφήτῃ ἐπιγελῶντες·                           « Προφήτευσον ἡμῖν, τίς ἐστιν ὁ παίσας σε.» Οἱ κεραυνοὶ δὲ ἄνωθεν ὡπλίζοντο εἰς ἄμυναν, ὑπʼ αὐτοῦ δὲ τοῦ ὑβριζομένου ἐπείχοντο. Ἐώρα δὲ τότε ὁ ἤλιος τὸ πάντων θαυμάτων καινότερον.

Ἐπεὶ δὲ καὶ Ἰωάννης ὁ ἠγαπημένος συνείπετο, γνωστὸς ὦν τῷ ἀρχιερεῖ συνεισῆλθεν ἐν τῇ αὐλῇ. Πόθεν δὲ γνώριμος ἦν, διὰ βραχέων ἐρῶ τὴν ἱστορίαν ὑφάνας ἐκ τῶν ἄνωθεν παραδόσεων. Ὁ περίφημος οἶκος ὁ τῆς Σιὼν κτῆμα γέγονε Ζεβεδαίου μεγέθει καὶ κάλλει διαφανέστατος· ἐν δὲ τῶ μετεώρῳ τῆς Ἰερουσαλὴμ ἀνῳκοδόμητο, εὐκραεῖ ἀέρι παντεχόθεν χεόμενος, ὡς καὶ ἡμεῖς αὐταῖς ὄψεσιν ἱστοερήσαμεν. Τοῦτον εἰς δύο διαιρήσας ὁ Ζεβεδαῖος, θάτερον μέρος χαρίζεται τῷ ἀρχιερεῖ· τὸ δὲ λοιπὸν αὐτὸς τὴν οἴκησιν ἐπεποίητο. Ἐκεῖσε οὖν καὶ τὸ ὑπερῷον ἦν, ἐν ὧ κατέλυσε σὺν τοῖς μαθηταῖς ὁ Σωτὴρ, καὶ τὰ πλεῖστα τῶν μυστηρίων ἐνταῦθα ἐτέλεσε, Τὸ Πάσχα τὸ τυπικὸν, τὸν δεῖπνον τὸν μυστικὸν, τὸν νιπτῆρα τῶν μαθητῶν, τοὺς συντακτηρίους λόγους καὶ θεολογικούς. Ἐν τούτῳ δὲ καὶ μετὰ τὴν ἀνάστασιν, οἱ μαθηταὶ διὰ τοὺς Ἰουδαίους ἐκρύπτοντο. Ἐν αὐτῷ δὲ κατὰ τὴν Πεντηκοστὴν, τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἔλαβον. Καὶ μὴν ἡ πάναγνος Δέσποινα ἐν τούτῳ τῷ οἴκῳ τὸν ἅπαντα τῆς ζωῆς χρόνον διέζησεν. Ἐκ ταύτης οὖν τῆς προφάσεως ὁ Ἰωάννης γνωστὸς ἦν τῷ ἀρχιερεῖ, καὶ ἀκωλύτως ἔσχε τότε τὴν εἴσοδον. Πέτρος δὲ ὡς ἄγνωστος τῆς πύλης ἀποκρουσθεὶς, ἔμεινε θυραυλῶν, ἕως αὐτὸν ὁ Ἰωάννης εἰσήγαγε καταπείσας τὴν θυρωρόν. Καὶ ἦν μὲν βέλτιον τῷ Πέτρῳ Ἰωάννῃ ἐφέπεσθαι, καὶ Ἰησοῦ προσανέχειν, καὶ περισκοπεῖν τὰ τελούμενα. Οὕτω γὰρ ἄν ἴσως ἔξω τοῦ πειρασμοῦ ἐπεφύλακτο. Ἐπεὶ δὲ ταῦτα μεθεὶς τῇ πυρκαϊᾷ προσήγγισεν, ἥν ἀνῆψαν οἱ ὑπηρέται, καὶ τῷ τῶν ἐχθρῶν πυρὶ ἐθερμαίνετο, διὰ τοῦτο παιδίσκη τις φαύλη αὐτὸν ἐθορύβησεν. Ἐπειδὴ γὰρ Πέτρος καὶ Ἰωάννης πρᾶξιν καὶ θεωρίαν αἰνίττονται, βοᾷ διὰ τούτων ἡ ἱστορία, ὡς ὅταν ἡ πρακτικὴ ἀρετὴ ἀφεῖσα τῇ θεωρίᾳ ἐφέπεσθαι, καὶ θεοπρεπῶς τὰ τῆς οἰκονομίας περισκοπεῖν, νυκτὶ, καὶ ψύχει ἀγνοίας συσχεθεῖσα, πυρὶ ἀλλοτρίῳ δια- θερμανθῆναι ἐπιζητεῖ, ὅπερ ἀνάπτουσιν οἱ ὑπερηρέται τοῦ Σατανᾶ· τότε δὴ, τότε ῥᾳδίως ὑπὸ τῆς δούλης ἡδονῆς ὑποσύρεται, καὶ τρὶς ἀρνεῖται τὸν Κύριον. Τό τε γὰρ λογιστικὸν ζωφοῦται, καὶ ὁ θυμὸς εἰς δειλίαν ἀγεννῆ κατασύρεται, καὶ ἡ ἐπιθυμία ἀφεῖσα τῷ ἱμείρεσθαι τῷ Ἰησοῦ συναποθανεῖν, τὴν ζωὴν ταύτην ἐκλέγεται, καὶ οὕτως ἡ τριτὴ ἄρνησις γίνεται. Πλὴν οὐ πάνυ τι κατέγνωστο τοῦ Πέτρου ἡ ἄρνησις ἐν νυκτὶ γενομένη. τουτέστι πρὸ τοῦ δέξασθαι αὐτὸν τὰς ἀκτῖνας τοῦ Πνεύματος. « Οὐδεὶς γὰρ δύναται εἰπεῖν, Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. » - « Οὔπω ἦν Πνεῦμα ἅγιον· καὶ γὰρ οὔπω Ἰησοῦς διὰ σταυροῦ ἐδεδόξαστο. Τάχα δὲ καὶ ἀκόλουθον ἦν, τὸν ἐπιγνόντα Ἰησοῦν διὰ πίστεως, καὶ πάλιν ἐν τῇ αὐλῇ τοῦ σκιώδους νόμου ἐμμένοντα, καὶ τὸν ὑπηρέταις τοῦ ἀποκτείναντος γράμματος ἑαυτὸν καταμιγνύοντα ὑπὸ τῆς παιδίσκης τῆς νομικῆς, φημὶ, λατρείας πρὸς τὴν ἄρνησιν τῆς ἀληθείας ἐφέλκεσθαι, ἕως ἂν ὁ ἀποστολικὸς λόγος ὁ μηνύων τὴν ἡμέραν τῆς πίστεως καθάπερ ἀλέκτωρ φωνήσῃ κεκραγὼς, διαπρύσιον· « Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· » καὶ τότε ἐξελθὼν ἔξω τῆς τοῦ νόμου σκιᾶς κλαύσει πικρῶς, τουτέστι τὴν πικρίαν τῶν νομικῶν παρατηρημάτων, συνεκκενώσει τοῖς δάκρυσιν. Οὕτω γὰρ καὶ Πέτρος οὐκ ἐν τῇ αὐλῇ μένων ἔκλαυσεν, ἀλλʼ ἐξελθὼν ἔξω τῶν πραγμάτων, καὶ λόγων, καὶ τόπων, τῶν ἀρνεῖσθαι ποιούντων τὸν Κύριον. Ἀρνησαμένου γοῦν ἅπαξ τοῦ Πέτρου, ὁ ἀλέκτωρ ἐφώνησεν ὅτε δὲ τὰς λοιπὰς δύο ἀρνήσει; ἐπήγαγε, τότε καὶ ὁ ἀλέκτωρ πάλιν ἐφώνησε, καὶ οὕτω δεῖ νοεῖν τὸ ὑπὸ τοῦ Μάρκου ῥηθέν· « Πρὶν ἀλέκτορα φωνῆσαι δὶς, τρὶς ἀπαρνήσῃ με. » Ἀλλʼ ὁ μὲν Πέτρος περιδεὴς ὤν, οὐκ ἤσθετο ταχέως τοῦ πτώματος. Ὁ δὲ Κύριος στραφεὶς, ἐπεὶ οὐκ ἦν διὰ λόγου κατονειδίσαι, πρὸς ἀνάμνησιν ἄγει διὰ τοῦ βλέμματος. Καὶ ὁ Πέτρος εὐθὺς, ὡς ἂν ἐκ τῶν δα- κρύων μὴ κατάφορος γένηται, καὶ μαθητὴς εἶναι ὑποπτευθῇ, ἐξελθὼν ἔξω τῆς ἀνόμων αὐλῆς, πικρῶς ὡλοφύρετο, τὴν ἐκ τῆς ἀρνήσεως πικρίαν γλυκαίνων τοῖς δάκρυσι. Ταῦτα μὲν οὖν ἐν νυκτὶ διεπράττετο. « Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες ἀπήγα- γον, καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.» Μὴ παρέλθωμεν ἀσκέπτως τὸ διὰ τῆς ἱστορίας δηλούμενον, πῶς οἱ μὲν μαθηταὶ σκανδαλισθέντες ἐν νυκτὶ οὐκ ἐκκρίνονται· φησὶ γὰρ ὁ Σωτήρ· « Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ. » Ἀλλὰ καὶ Πέτρος νυκτὸς ἀρνεῖται, καὶ συγγινώσκεται· οὗτοι δὲ πρωΐας γενομένης παραδόντες τὸν Κύριον, ἀσύγγνωστοι μεμενήκασιν. Ἐντεῦθεν διδασκόμεθα, ὡς τὰ μὲν ἐν ἀγνοίᾳ καὶ νεότητι σφάλματα, ὡς ἐν νυκτὶ καὶ σκότῳ πραττόμενα, εὐσύγγνωστα γίνεται· τὰ δὲ ἐν ἡλικίᾳ τελείᾳ, ὅτε ὁ λόγος ἐπιλάμψας, γνώσεως ἄξια κρίνεται. Ἰουδαῖοι οὖν παραδόντες Ῥωμαίοις τὸν Κύριον, ταῖς Pωμαίων πολιορκίαις αὐτοὶ παρεδόθησαν, καὶ τὰς τῶν προφητῶν ἀρὰς εἰς ἐαυτοὺς ἐπεσπάσαντο· « Καθὼς ἐποίησας, φησὶ πρὸς τὴν συναγωγὴν Ἀβδιοῦ, οὕτως ἔσται σoι, καὶ τὸ ἀνταπόδομά σου, εἰς κεφαλήν σου ἀνταποδοθήσεται. » Ἀλλος δέ φησιν· « Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. « Ὁ μὲν οὖν Ἰησοῦς ἐνώπιον ἔστη τοῦ δικαστοῦ. Κατηγόρουν δὲ οἱ ἀρχιερεῖς ἀναίδην πολλὰ συῤῥά- πτοντες ἀτοπήματα, καὶ ἡ Ὡσηὲ προφητεία πέρας ἐλάμβανεν· « Ἐκρυψαν οἱ ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκυμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ » Αὐτὸν δὲ πάντως τὸν Κύριον ὁ προφητικὸς λόγος ὡνόμασε Σίκυμα. Ἀκούσας δὲ Πιλάτος ὅτι διαστρέφει τὸ ἔθνος, καὶ κωλύει Καίσαρι φόρους διδόναι, καὶ αὐτὸν Χριστὸν βασιλέα ἐπιφημίζει, ἐπερωτᾷ εἰ αὐτὸς εἴη τῶν Ἰουδαίων βασιλεὺς. χώραν διδοὺς τὰς συκοφαντίας ἀποσκευάσασθαι. Ὁ δὲ, ἵνα μὴ δόξῃ τῇ σιωπῇ τοῖς κατηγόρος συγκατατίθεσθαι, ἢ ἀρνησάμενος παράσχῃ δειλίας ὑπόληψιν. εὐφυῶς μάλα· « Σὺ εἶπας, » φησί. Καίτοι ἠδύνατο διʼ ἀναντιῤῤήτων λόγων ἐνδείξασθαι, ὡς τοὐνανίον ἁπάντων συκοφαντουμένων εἰργάσατο· ποῦ γὰρ φόρους ἐκώλυσεν, εἰπών· « Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι;» Πότε δὲ ἦν αὐτῷ βασιλείας ἐγχείρησις: ἢ ὅτε τῶν ἄλλων ἐπιόντων, ὥστε βασιλα ποιῆσαι αὐτὸν, ἀφεὶς αὐτοὺς εἰς τὸ ὄρος εὐθὺς ἀνεχώρησε. Τὶ δὲ τυραννικὸν ὁρῶντες οἱ βδελυροὶ τοιαῦτα συνέῤῥαπτον; Οὕτως ὑπερζέων ἦν ἐν αὐτοῖς ὁ φθόνος ὁμοῦ καὶ θυμὸς, ὥστε ἀπίθανα καταφλυαρεῖν. Πῶς δὲ καὶ ἀνασείει τὸν ὄχλον διδάσκων; Πρόσθες, ὦ συκοφάντα, καὶ τοὺς τῆς διδασκαλίας λόγους· ἀλλʼ ἐρυθριᾷς, ἵνα μὴ καὶ ὁ εἰδωλολάτρης Πιλάτος τὴν σὴν φωράσῃ φαυλότητα. Ἀλλὰ δὴ καὶ πεφώρακε. καὶ ἐλέγχονται οἱ ἀνήμεροι, ἀνδρὸς Ἕλληνος ἀσέβειαν ὑπερβαίνοντες. Ὁ μὲν γὰρ Πιλάτος ἐπετίμα, καὶ οἷον ἀπολογούμενος ἔλεγεν· « Οὐδεμίαν αἰτίαν εὐρίσκω ἐν αὐτῷ· » αὐτοὶ δὲ ἀτάκτως ἐκραύγαζον· « Ἆρον, ἆρον, σταύρωσον αὐτόν. » Nικηθεὶς δὲ τοῖς θορύβοις, καὶ τὰς ἀτάκτους μὴ φέρων φωνὰς. πέμπει αὐτὸν πρὸς Ἡρώδην, ἀκούσας ὅτι Γαλιλαῖός ἐστι. Τάχα που καὶ ἀθέσμου δίκης ὑπεκστῶν ἑαυτὸν, καὶ χύσιν ἀθώου αἵματος παραιτούμενος, ὅ δὴ καὶ ἐν τῇ τῶν χειρῶν νίψει ὁρᾶται πεποιηκώς. Ἀλλ’ ἦν ἄρα Ἡρώδης χοιρώδης, καὶ φερωνύμως δερμάτινος. Ἐχάρη γὰρ ἰδὼν τὸν Ἰησοῦν, οὐχ ὡς ὀφελη- θησόμενος ὑπʼ αὐτοῦ, ἀλλʼ ὡς θέλων τι σημεῖον ἰδεῖν. Ὤετο γὰρ αὐτόν τινα τερατοποιὸν εἶναι, καὶ ἐπηρώτα ἐν λόγοις ἱκανοῖς, σοφιστικὰ συνείρων προβλήματα. Ὁ δὲ Κύριος τὸ ἀκερδὲς, καὶ εἰκαῖον τῶν ἐρωτήσεων, μηδὲν ἔχον ἄξιον ἀποκρίσεως ἐλέγχει σιγῆ. Ὅμως μέντοι καὶ Ἡρώδης οὕτω τυγχάνων ἀμβλὺς, καίτοι τῶν ἱερέων καὶ Γραμματέων εὐτόνως κατηγορούντων, ἐξουθένησε μὲν αὐτὸν, τὴν φιλόσοφον χλευάσας σιγήν· διὰ μέντοι τοῦ λαμπρὰν ἐσθῆτα τούτῳ περιβαλεῖν, ἔοικε Πιλάτῳ συμμαρτυρεῖν, ὡς οὐδʼ αὐτὸς ὑπʼ αἰτίαν εὗρεν αὐτόν. Διὸ καὶ ὁ ἡγεμὼν σύμψηφον τὸν Ἡρώδην ἱδὼν, ἐπιτείνει τὴν ὀμολογίαν λέγων·               « Οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. » Ἐπεὶ δὲ καθʼ ἑορτὴν εἰώθει ἕνα δέσμιον χαρίζεσθαι λαῷ, λαμβάνει τὸ ἔθος συνεργὸν τοῦ βουλεύματος, καὶ μονονουχὶ τοῦτό φησιν· Ἐγὼ μὲν ἀνεύθυνον ἄνδρα ὁρῶ, εἰ καὶ ὑπεύθυνός ἐστιν, ὥς φατε, καὶ οὕτω διὰ τὸ ἔθος ἐλευθερωτέον αὐτόν. Οἱ δὲ κυνηδὶν πάντες ὑλάκτησαν θορύβου πλήσαντες τὸ πραιτώριον, καὶ βοῶντες· « Μὴ τοῦτον, ἀλλὰ τὸν Παραββᾶν. » Καὶ ἵνα χρήσωμαι τῇ τοῦ μεγάλου Πέτρου φωνῇ· «Τὸν ἅγιον, καὶ δίκαιον ἡρνήσαντο, ἡτήσαντο δὲ ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς, » τῆς ἐκείνου μερίδος ποιοῦντες ἑαυτοὺς κοινωνούς. Ἐρωτωμένου δὲ Πιλάτου· « Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; » αὔθις οἱ θεοστυγεῖς ἐκραύγα- σαν· « Σταυρωθήτω, σταυρωθήτω. » Ἐπεθύμουν γὰρ σταυρῶσαι αὐτὸν, ἵνα καὶ ἀπὸ τοῦ τρόπου τῆς τελευτῆς, ὑποπεσεῖν νομισθῇ δημοσίοις ἐγκλήμασι. Κατηγοροῦσι δὲ καὶ τοῦ νόμου οἱ νομοκάπηλοι, καί φασιν·      « Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν. » Ὁ γοῦν Πιλάτος παντοίως ὑπεκστῶν ἑαυτὸν τῆς ἀδίκου σφαγῆς· « Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν, φησὶ. κρίνατε αὐτόν Μονονουχὶ λέγων· Εἰ ὁ νόμος ὑμῶν εὐήθης ἐστὶν, ὡς κολάζειν καὶ τὸν ἀναίτιον, χρή- σασθε τῷ ἀποτόμῳ νόμῳ ὑμῶν. Τί οὖν οἱ παραπλῆγές τε, καὶ θεομισεῖς;     « Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα. » Καὶ μὴν φαίνονται καὶ Στέφανον καταλούσαντες, καὶ Ἰάκωβον ἀνελόντες τὸν δίκαιον.

Ἀλλὰ ταῦτʼ ἔφασαν ἐπειδὴ σταυρῶσαι αὐτοῖς οὐκ ἐξῆν, ἀλλὰ τῇ ἐξουσίᾳ Ρωμαίων ἦν τὸ ἀνασταυροῦν. Ἔδει δὲ κἀνταῦθᾳ λόγον πληρωθῆναι τοῦ Ἰησοῦ, ὅν εἶπε τοῖς μαθηταῖς, ὅτι παραδοθήσεται τοῖς ἔθνεσι, καὶ ἀποκτανθήσεται. Διὰ τοῦτο ὁ Ἰωάν-νης φησίν· « Ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν. » Πάλιν οὖν ἠρώτησεν ὁ Πιλάτος τὸν Ἰησοῦν· « Πόθεν εἶ;» Ὁ δὲ ὡς οὐ χωρητὴν οὖσαν αὐτῷ τὴν ἀπόκρισιν ἀπαναίνεται, καὶ αὖθις σιγᾷ. Τί οὖν ὁ Πιλάτος; « Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας, ὅτι ἐξουσίαν ἔχω σταυ-ρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; » Ὁ μὲν τῇ Ρωμαῖκῇ ἐξουσίᾳ θρύπτεται, ὁ δὲ Σωτὴρ τὴς τοῦ Πατρὸς εὐδοκίαν προβάλλεται. « Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν,» Δεδομένον τὸ συγκεχωρημένον εἰπών. Ἐκεῖνο δὲ πόσης καταπλήξεως ἔμπλεων ἦν, ὅτι τῷ μὲν δικαστῇ οὐκ ἀπεκρίνατο πολλὰ, τῇ δὲ γυναικκὶ αὐτοῦ χρη- ματίζων πτοίας καὶ ταραχῆς ἐνεπίμπλα πολλῆς, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν ὁ Πιλάτος τοῦ κρινομένου καταπλαγῇ, παρὰ δὲ τῆς ὁμοζύγου βεβαιωθῆ. ὡς οὐ ψιλὸν ἄνθρωπον κρίνει, ἀλλὰ γὰρ καὶ Θεόν. Οὐχ ὀρᾷ δὲ Πιλάτος τὸ ὅραμα, ἵνα μὴ κατοῤῥωδήσας ἀπολύσῃ αὐτὸν, καὶ τὰ τῆς οἰκονομίας οὐ τελεσθῇ· οὐ γὰρ ἵνα μὴ πάθη Χριστὸς. ἐδείχθη, ἀλλʼ ἵνα σωθῇ ἡ γυνὴ, ἀξία οὖσα. ὡς ἔοικε, τοιαύτης ἀποκαλύψεως. καὶ τῆς Ἐκκλησίας ὁ τύπος δειχθῇ. Συννώκει μὲν γὰρ καὶ αὐτὴ τῷ νοητῷ Πιλάτῳ τῷ νόμῳ τῷ φυσικῷ, ἀλλʼ ὕστερον ὠκειώθη Χριστῷ. Ἐλέγχεταί γε μὴν ὁ Πιλάτος εὐήθης τις ὤν καὶ ψοφοδεής. Λαβών γὰρ ὕδωρ ἐνίψατο, καὶ τούτου φόνου δίκην τό γε δοκεῖν ἀπεκλύζετο, λόγῳ μὲν ἀθωῶν ἑαυτὸν, ἔργῳ δὲ προκρίνων τοῦ δικαίου τὴν ἀνθρωπίνην αἰδῶ. Ἡ δὲ τῶν Ἰουδαίων ἀθλία πληθὺς, τὸ δίκαιον αἶμα, οὐ μόνον κατὰ τῆς ἰδίας ἐπέγραψε κεφαλῆς, ἀλλὰ τῶν τέκνων αὐτῶν. Ἐφαντο γάρ « τὸ αἶμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. » Καὶ δὴ ταύτης ἐνδίκως τῆς ἀρᾶς παραπήλαυσαν μαχαίρᾳ κατακοπέντες Ρωμαῖκῇ. Ὅτι δὲ καὶ ὁ Πιλάτος οὐ πάντη ἀνέγκλητος, ἔδειξεν εἰπὼν ὁ Σωτήρ· « Διὰ τοῦτο ὁ παραδιδούς με σοι μείζονα ἁμαρτίαν ἔχει. Ὁ μὲν οὖν Πιλάτος παρέδωκεν αὐτὸν, ἵνα σταυρωθῇ ὁ δὲ τολμητίας Ἰούδας ἕως μὲν ἐώρα κρινόμενον τὸν Σωτῆρα, οὐ μετεβάλλετο· ὤετο γὰρ, ὡς ἔπὶ βραχὺ χλευάσαντες αὐτὸν, ὕστερον ἀπολύσουσιν. Ἰδὼν δὲ, ὅτι κατεκρίθη, καὶ τοῖς στρατιώταις ἦν ἔκδοτος, καταξαινόμενος ὑπὸ τοῦ συνειδότος, αἰδοῦς τε καὶ λύπης ἐν μεταιχμίῳ γενόμενος, καὶ τοὺς παρὰ πάντων ὀνειδισμοὺς, ὡς εἰκὸς, λογιζόμενοι. ῥίπτει ἐν τῷ ναῷ τὰ ἀργύρα, ἡμαρτηκέναι ὁμολογῶν, καὶ ἀπάγχεται. Τινὲς δέ φασιν, ὡς δια τοῦτο ἀπήγξατο, οἰηθεὶς προλαβεῖν τὸν Κύριον τεθνηξόμενον, καὶ τυχεῖν ἐν ἅδου γυμνῇ τῇ ψυχῇ, καὶ αἰτῆσαι συγχώρησιν. Ἀλλʼ ἔδει τὸν ἠλίθιον συναποῤῥίψαι τοῖς ἀργυρίοις καὶ τὴν ἀπόγνωσιν, καὶ μιμήσασθαι τοῦ Πέτρου τὴν μετάνοιαν. Οὐ γὰρ ἂν ἀπέστρεψεν αὐτὸν, ὁ μηδʼ ἐν τῇ ἀγχόνῃ συγχωρήσας τοῦτον ἀποθανεῖν, ἀλλʼ οἰκονομήσας ἐκραγῆναι τὸν βρόχον, ὥστε αὐτὸν ἐλθεῖν εἰς συναίσθησιν· οὐ γὰρ ἐν τῇ ἀγχόνῃ, ἀλλʼ ὕστερον λακήσας ἀπέθανεν, ὡς ἡ βίβλος διδάσκει τῶν Πράξεων. Οἱ μέντοι θεοσύλαι καὶ θεοκάπηλοι ἀρχιερεῖς εὐποιΐαν δοκοῦντες ποιεῖν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις ὠνήσαντο, τῆς ἑαυτῶν ἀσεβείας οἷα στήλην ἀθάνατον στήσαντες, καὶ ἅμα τὴν Ἱερεμίου προφητείαν περαίνοντες· « Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὧν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. Ἀλλʼ ἴδωμεν καὶ τὰ τῶν στρατιωτῶν παροινήματα, ὅπως τε τοῦ θείου σώματος ἕκαστον μέλος ἐνύβριζον, τοὺς πόδας ἐκ τοῦ γονυπετεῖν, τὰς χεῖρας διὰ τοῦ καλάμου, ἐκ δὲ τοῦ στεφάνου καὶ τῶν κολαφισμάτων τὴν κεφαλήν. Ἔστι δὲ κολαφισμὸς, τὸ κοίλῃ χειρὶ τύπτειν τὸν τένοντα, ὡς ψόφον γίνεσθαι διὰ τῆς πληγῆς ἐπὶ γέλωτι. Ταῦτα δὲ ἐποίουν στρατιῶται, οὐκ ἐξ ἐπιτάγματος τοῦ Πιλάτου, ἀλλὰ τοῖς Ἰουδαίοις οἱ μιαροὶ χαριζόμενοι. Πάντας γὰρ ἀλλέας διήγειρεν ὁ διάβολος, τέρψιν οἰομένους τὰ εἰς Χριστὸν παροινήματα. Ὡς δʼ ἐπὶ τυραννίᾳ καταγνωσθέντι, καὶ χλαμύδα περιβάλλουσιν αὐτῷ φονικοὶ φοινικήν. Εἰ δʼ ὁ μὲν τῶν εὐαγγελιστῶν χλαμύδα κοκκίνην, οἱ δὲ πορφύραν φασὶν, οὐδέν τι καινόν. Συμβολικῶς γὰρ καὶ ἡ πορφύρα καὶ τὸ κόκκινο βασιλέα τοῦ παντὸς αὐτὸν μαρτυρεῖ. Ἐξεδύσατο μὲν γὰρ τὰ ἱμάτια, ἐκδύων τὸν Ἀδὰμ τοὺς δερματίνους χιτῶνας τοὺς τῆς νεκρώσεως. Ἐπειδὴ δὲ τοῖς τῶν εἰδωλικῶν θυσιῶν αἵμασιν ἡ γῆ ἐπεφοίνικτο, τὴν πορφύραν περχλαινίζεται. Ἐκκαθαίρων δὲ τὰς τῆς ἁμαρτίας ἀκάνθας, ἃς ἐβλάστησεν ἡ παράβασις, φορεῖ τὸν ἀκάνθινον στέφανον. Κρατεῖ δὲ τὸν κάλαμον, ἀναιρῶν τὸ τῆς δουλείας χειρόγραφον. Καὶ ἐπειδὴ τὸν νοητὸν ἐδίωκε δράκοντα, λαμβάνει τὸν κάλαμον τὸν ἀναιρετικὸν τῶν ὀφέων ὄργανον· καὶ γὰρ ταῖς τῶν καλάμων πληγαῖς τοὺς ὄφεις μάλιστα καταράσσεσθαι. Τότε μὲν οὖν ταῦτα οἱ στρατιῶτα κατεκερτόμουν. Ἐγὼ δὲ δέδοικα μὴ καὶ νῦν εἰσί τινες ἐν τῇ ἐκκλησίᾳ γονυπετοῦντες ἔμπροσθεν τοῦ Ἰησοῦ, καὶ ἐμπαίζοντες. Οἱ γὰρ ἐν ὑποκρίσει τὴν ἀρετὴν μετερχόμενοι, ἢ μὴ εὐδιαθέτως τῷ μυστηρίῳ τῆς πίστεως προσανέχοντες, οὐ μοὶ δοκοῦσιν ἀπεοικέναι τοῖς τότε διὰ τὸ γονυπετεῖν κερτομοῦσι τὸν Κύριον. Οἱ μὲν οὖν ἐναγεῖς παλαμναῖοι, τοσαῦτα ὑβρίσαντες καὶ ἐμπαίξαντες, ἀπήγαγον εἰς τὸ σταυρῶσαι, καὶ οἷα κατακρίτῳ τὸ τοῦ σταυροῦ ξύλον ἐπι- φορτίζουσιν, ὡς ἂν κἀνθαῦτα Ἡσαΐας ἐρῇ· « Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὦμου αὐτοῦ, καὶ αὐτὸς τὰς ἀμαρτίας ἡμῶν ἐβάστασε, καὶ τὰς νόσους ἰάσατο.» Ἔδει γὰρ, ἔδει αὐτὸν ἐν αὐτῷ τὴν τοῦ νόμου καθάραν ἀκέσασθαι. Ἀλλὰ γὰρ καὶ Ἰσαάκ τυπὼν τὸ πάθος τοῦ Ἰησοῦ, αὐτὸς τὰ τῆς ὁλοκαρπώσεως ξύλα ἐβάστασε· κἀπειδὴ γοῦν τὸ πρωτοτυπωθὲν ἀνεπλήρωσε, τότε ὁ Κυρηναῖος Σίμων ἀγγαρευθεὶς ὑπουργεῖ τῷ βαστάγματι. Οὐ συντυχικὴ δὲ γέγονε τοῦ Σίμωνος ἡ ἀγγάρευσις, ἀλλʼ ὅτι ἐκεῖνον προώριστο διακονῆσαι τῷ προστάγματι. Ἐπειδὴ γὰρ Σίμων ὑπακοή ἑρμηνεύεται, Κυρηναῖος δὲ ἠτοιμότης, ἡ δὲ Κυρήνη μία ἐστὶ τῶν τῆς Πενταπόλεως, διδάσκει τό αἴνιγμα, ὡς ὁ πρὸς τὴν εὐαγγελικὴν ὑπα- κοὴν γενόμενος ἕτοιμος, διὰ τῶν αἰσθήσεων αἴρει τὸν σταυρὸν τῆς πρακτικῆς ἀρετῆς, καὶ ἀκολουθεῖ τῷ Χριστῷ, μετὰ Παύλου βοῶν· « Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι.» Ἐφείποντο δὲ καὶ γυναῖκες μαθήτριαι, καὶ τὴν ἄδικον κρίσιν κατεβόων, καὶ ὡλοφύροντο. Ὧν τὴν ἄκαιρον συμπάθειαν ἐπιτιμῶν ὁ Σωτὴρ κωλύει θρηνεῖν, καί φησι· « Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπʼ ἐμέ.» Οὐ γὰρ ἀκούσιον ἦν τὸ πάθος, ὡς δέεσθαι παρακλήσεως. Προαναφωνεῖ δὲ καὶ τὰ ἐσόμενα σφίσιν, ἐκ τῆς πολιορκίας κακὰ, ὅ τε ἄρδην οἱ Ἰουδαῖοι ἀπώλοντο· «Ἰδοὺ ἔρχονται ἡμέραι, ἐν αἷς ἐροῦσι· Μακαρίαι αἱ στεῖραι, καὶ αἱ κοιλίαι αἱ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἱ οὐκ ἐθήλασαν·» τότε γὰρ καὶ ἡ ἀπαιδία ἐλογίζετο ἄμεινον, καὶ τὸ ὑπὸ βουνοῖς ἐγκεκρύφθαι, καὶ ὄρεσιν. « Εἰ γὰρ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα, φησὶ, ποιοῦσιν, ἐν τῷ ἐηρῷ τί γίνεται; » Ὑγρὸν ξύλον καλεῖ ἑαυτόν· ἦν γὰρ ξύλον ἀληθῶς ζωῆς, εὔκαρπον, καὶ χλωρὸν, καρπὸν φέρων, ἃ ἐπετέλει θεοσημείας, καὶ τὴν τῆς διδασκαλίας γλυκύτητα. Εἰ οὖν εἰς ἐμὲ, φησὶν, οἱ Ῥωμαῖοι τοιαῦτα πεπαρῳνήκασιν, ὑπὸ Ἰουδαίων λαβόντες ἔκδοτον, τί ἂν εἰς αὐτοὺς δράσαιεν, ὡς ξηρὸν ξύλον τυγχάνοντας, διὰ τὴν ἐνοῦσαν σφίσιν δυσσέβειαν.

 Σταυροῦσι γοῦν αὐτὸν ἐν τῷ Γολγοθᾷ, ἐν ὧ καὶ τετάφθαι λέγεται τὸ σῶμα τοῦ Ἀδὰμ, ὡς ἀν τῷ πάθει τοῦ νέου Ἀδὰμ, ὁ παλαιὸς ἀναστῇ παλιγγενής. Ὁ μὲν οὖν Μάρκος τρίτην ὥραν ἐσταυρῶσθαι τοῦ τόν φησιν, ὑποδηλῶν καὶ τὴν ὥραν τῆς ἀποφάσεως. Οἱ λοιποὶ δὲ ἕκτην ἔφασαν ὥραν, αὐτὴν ἐκείνην σημαίνοντες, καθʼ ἥν ἡ νοητὴ ἄμπελος τῷ σταυρικῷ χάρακι ἀπῃώριστο. Διαφόρως δὲ τῶν εὐαγγελιστῶν σuγγραψαμένων τὰ πεπραγμένα, καὶ τοῦ μὲν ὄξος καὶ χολὴν εἰπόντος προσενεχθῆναι αὐτῷ, τοῦ δὲ οἶνον ἐσμυρνισμένον, ἄλλου δε ὄξος ἁπλῶς, οὐ χρὴ διαφωνίαν λογίζεσθαι· ἐν γὰρ ἀταξίᾳ τοσούτου στρατοῦ πολλῶν παροινούντων, καὶ πλείονα τῶν ἱστορηθέντων γεγόνασι. Πολλῶν δὲ ὄντων θανάτου τρόπων, τὸν διὰ σταυροῦ ἐπάρατον θάνατον κατεδέξατο. Φησὶ γὰρ ὁ νόμος·          « Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐν ξύλῳ·» ὁ γοῦν διʼ ἑαυτοῦ τὰ ἡμέτερα τεθεραπευκὼς, εἰ μὴ ἐγεγόνει κατάρα, πῶς, ἔμελλε τὴν ἡμετέραν κατάραν ἀκέσασθαι; Καὶ ἄλλως δὲ ὁ σταυρὸς τετραχῆ μεριζόμενος τοῦ σταυρωθέντος ἐδήλου τὴν διὰ πάντων διήκουσαν δύναμιν. Διὰ γὰρ τοῦ τετραμεροῦς σταυροῦ συνῆξε τοὺς ἀπωσμένους ἀπὸ τῶν τεσσάρων πτερύγων τῆς γῆς κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν. Ἵνα γοῦν διὰ σταυροῦ πρὸς μίαν πίστιν ἅπαντα συναχθῇ, ὁ διʼ αὐτοῦ προτετίμηται θάνατος, τότε δὴ οὖν καὶ τῶν προφητῶν ἐπεραίνετο τὰ ἱερὰ προκηρύγματα· τοῦ μὲν Δαβίδ· « Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, κεὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. » Ἡσαΐου δέ· «Αὐτὸς ὑπὲρ ἡμῶν ὁδυνᾶται· καὶ εἴδομεν αὐτὸν, καὶ οὕτε εἶδος εἶχεν, οὕτε κάλλος· » Ζαχαρίου δέ· « Τί αὗται αἱ πληγαὶ ἀναμέσον τῶν χειρῶν σου; » Συσταυροῦσι δὲ αὐτῷ καὶ δύο λῃστὰς, ἐφʼ ὕβρει μὲν, ὡς ἐνόμιζον· οὐ μὴν οὐδὲ τοῦτο ἦν τοῖς προφήταις ἀπαγόρευτον εἰποῦσιν ἐμφαντικώτατα· « Καὶ μετὰ ἀνόμων ἐλογίσθη· » καὶ ἅμα προδήλωσις ἦν τοῦτο τῶν δύω λῶν· ἡμῶν τε τῶν ἐξ ἐθνῶν πιστευσάντων, κἀκείνων τῶν ἐκ περιτομῆς· ἀμφότεροι γὰρ ἦμεν ἄνομοι, καὶ σφίσι λῃσταί· οἱ μὲν παραβάται τοῦ νόμου τοῦ φυσικοῦ, οἱ δὲ πρὸς τούτῳ καὶ τοῦ γραπτοῦ. « Καὶ ἐπέθηκαν τὴν αἰτίαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. » Ἐπειδὴ μὴ προσῆν αὐτῷ ἔγκλημα, τυραννικὴν αὐτῷ ἐπίθεσιν προσάψαι βουλόμενοι, ραφῆναι τὸν τίτλον παρεσκεύασαν. Ἀλλʼ ὁ Πιλάτος, στηλητεύων αὐτῶν τὸ κακόηθες, καὶ ὥσπερ ἀπολογούμενος, ὡς ἄν μή τις κοινωνὸν αὐτὸν τοῖς λῃσταῖς οἰηθῇ, ὥσπερ τοῖς Ἰουδαίοις σπούδασμα ἦν, διὰ τῆς τοῦ τίτλου ἐπιγραφῆς ἐπιφράττει τούτων τὰ στόματα, ὡς ἐπὶ τροπαίου τινὸς ἀναστηλώσας τὰ ράμματα· καὶ αὐτοὺς μὲν καταισχύνων ὅτι τῷ σφῶν βασιλεῖ ἐπανέστησαν, αὐτὸν δὲ ἐπʼ οὐδεμιᾷ αἰτίᾳ παθόντα δεικνύς· καὶ οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶν ἁπάσαις φωναῖς τὴν Ἰουδαίων μανίαν δηλῶν. Ὠκονόμητο δὲ ἡ τοῦ τίτλου γραφὴ, ἵνα ὕστερον ὁ τοῦ Κυρίου σταυρὸς μηνυθῇ· ἄτιτλοι γὰρ ἦσαν οἱ τῶν λῃστῶν. Ἡ μέντοι τριχὴ τοῦ τίτλου γραφὴ, δειξε τὸν σταυρωθέντα βασιλέα πρακτικῆς, καὶ φυσικῆς, καὶ Θεολογικῆς φιλοσοφίας. Ρωμαῖοι μὲν ὡς ἀνδρικώτεροι, τῆς πρακτικῆς εἰσι σύμβολον ·Ἕλληνες δὲ τῆς φυσικῆς, ὡς ἐνταῦθα ἐνασχολούμενοι· διὰ δὲ τοῦ Ἐβραϊστὶ, ἡ θεολογία δέδεικται, ὡς ἐνατιθέντων Ἑβραίων ἀνέκαθεν τῷ Θεῷ. «Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ, οἱ συσταυ- ωθέντες αὐτῷ. » Πρώην μὲν πειράσας ἐν τῷ ὄρει ἐν Κύριον ὁ διάβολος, καὶ λαμπρῶς ἡττηθεὶς, ἀπέστη αὐτοῦ ἕως καιροῦ φησὶν, ὁ Λουκᾶς, τὸν ἄχρι πάθους σημαίνων καιρόν· κατὰ γάρ τὸ πάθος ῥαγδαῖος ἐπεισέφρησεν, οἷά τις ἀνυπόστατος θύελλα, πειρασμοῖς ἀλλεπαλλήλοις ἀδιαστάτως πολεμῶν αὐτῷ. Προδότην γενέσθαι παρασκευάσας τὸν μαθητὴν, φυγάδας δὲ τοὺς λοιποὺς μαθητὰς, ἔξαρνον τῶν πάντων θερμότατον Πέτρον· εἶτα ἐξέμηνε τοὺς Γραμματεῖς, διήγειρε τοὺς ὄχλους, ἠγρίωσε τοὺς ὑπηρέτας, τὸν δικαστὴν ὑπεχάλασεν, αὐτῶν τῶν συταυρωθέντων τὰς γλώσσας ὑπέθηξε. Καὶ πληρώσας ὅπερ ἔσπευδεν, ἐπεὶ ἑώρα μακροθύμως ἅπαντα στέγουτα, προσβάλλει καὶ ἐν αὐτῷ τῷ σταυρῷ, παρασκευάσας τοὺς παραπορευομένους βλασφημεῖν λαλεῖν· « Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κάτελθε ἀπὸ τοῦ σταυροῦ.» Τοῦτο κἄν τῷ ὄρει φθέγγετο· Εἰ Υἱὸς τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. » αὗθις· « Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλλε σεαυτὸν κάτω. » Καὶ νῦν διὰ τῶν ἀσεβῶν στομάτων συνῳδὰ πάλιν λαλεῖ· « Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κάτελθε ἀπὸ τοῦ σταυροῦ. » Ὁρῶν γὰρ τὰ σημεῖα, ἐδεδίει μή  ποτε Θεὸς ἦν ὅπερ ἦν, καὶ ἐρεθίζει αὐτὸν καταβῆναι ἀπὸ τοῦ σταυροῦ, ὡς ἄν τῆς οἰκονομίας ἀνατραπῇ  τὸ κεφάλαιον. Ἀλλʼ ὁ Σωτὴρ τὸ δέλεαρ ἐπιγνοὺς καὶ ἀναγνωρίσας τὸν πρότερον πειραστὴν, ἀνάξιόν τε κρίνας βασιλέως πείθεσθαι παρὰ τὸν ὀρθὸν λόγον προστάττουσιν, ἐκκλίνει τὸν ἀπατεῶνα φενακισμόν. Τῶν μέντοι λῃστῶν θάτερος εὐαισθητότερ·ς ὤν καὶ συνιδεῖν τὸ δέον ὀξύτερος, ἐκ τῶν ὀρωμένω θαυμάτων ἐλθὼν εἰς συναίσθησιν, ἀρπάζει τὴν σωτηρίαν, καὶ τῷ μὲν βλασφημοῦντι ἐπιτιμᾷ, Βασιλέα δὲ καὶ Κύριον ὁμολογεῖ τὸν Χριστὸν, καὶ τὴν ἐν τῇ βασιλείᾳ μνήμην αἰτεῖ, καὶ δωρεᾶς αὐτίκα τυγχάνει θεοπρεποῦς. Φησὶ γὰρ πρὸς αὐτὸν ὁ Σωτήρ·        « Ἀμὴν ἀμὴν λέγω σοι, σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. » Ἀλλʼ ἐνταῦθα πολλή τις διαφωνία γέγονε τοῖς ἐξηγηταῖς. Οἱ μὲν γάρ φασιν· Οὕπω τοῦ παραδείσου τετύχηκεν ὁ λῃστής· ἦν γὰρ τοῦτο ἥκιστα πρέπον, τοῦ Παύλου διαῤῥήδην περὶ τῶν ἀπʼ αἰῶνος ἁγίων εἰπόντος, ὡς οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τὸ γάρ το « Σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, » οὐκ ἐναντιοῦται, φασὶ, τῷ νοήματι. Διὰ γὰρ τὸ ἀδιάπτοτον τῆς ἐπαγγελίας, τὸ, σήμερον, εἴρηται ὡς τοῖς πρωτοπλάστοις ῥηθέν· « Ἧ δʼ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, ἀποθανεῖσθε.» Ἄλλοι δὲ καὶ ῥητὸν τεμαχίζουσιν ὑποστίζοντες εἰς τὸ σήμερον εἶτα ἐπιφέρουσιν ἀπʼ ἄλλης ἀρχῆς· « Ἐσῃ με ἐμοῦ ἐν τῷ παραδείσῳ, » ὡς εἰς τὸ μέλλον ἀφοφᾷν τὴν ὑπόσχεσιν. Ἄλλοι δὲ τἀναντία τούτων ἀποφαινόμενοι, αὐτίκα τὸν λῃστὴν κεκληρωκέναι φασὶ τὴν Ἐδὲμ. καὶ μάρτυράς γε τοῦ λόγου παριστῶσι τοὺς Ἱεροὺς μελοποιοὺς, ὧν ὁ μὲν θεῖος Κοσμᾶς οὕτω φησί· Μία ὑπῆρχεν ἡ ἐν τῷ ἅδῃ ἀχώριστος, καὶ τάφῳ, καὶ ἐν τῇ Ἐδὲμ θεότης Χριστοῦ. Συνῳδὰ καὶ ὁ ἐκ τῆς Δαμασκοῦ λαλεῖ ποιητής· Ἐν τάφῳ σωματικῶς, ἐν ἅδου δὲ μετὰ ψυχῆς ὡς Θεός· παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχε Χριστὲ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος. Τὴν δὲ ἀποστολικὴν ἀπόφασιν τό· « Οὐκ ἐκομίοαντο τὴν ἐπαγγελίαν τοῦ Θεοῦ. ῥητορικώτερον ἑρμηνεύουσι, φάμενοι ὡς τὰ ἐπηγγελμένα τοῖς ἁγίοις ἀγαθὰ, βασιλεία ἐστὶν οὐραανῶν καὶ τὰ ἐν αὐτῇ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, οὔτε οὖς ἤκουσε· τὸν παράδεισον, καὶ οἱ ὀφθαλμοὶ εἶδον τῶν ἀρχηγῶν τοῦ γένους ἡμῶν, καὶ τὰ ὦτα ἤκουσαν. Οὐκοῦν ἀπίθανον, καὶ τὸν λῃστὴν νῦν μὲν εἰληφέναι τὴν ὑμνουμένην Ἐδὲμ, ἐν δὲ τῷ μέλλοντι τῆς ἄνω βασιλείας τυχεῖν. Ἡμεῖς δὲ τούτοις οὐ διαφερόμεθα· ἐκ τῶν πατρικῶν δὲ μυηθέντες φωνῶν, αἰσθητὸν εἶναι, καὶ νοητὸν τὸν παράδεισον, ἀκολούθως εἰσῳκίσθαι λέγομεν τοῦ ληστοῦ τὴν ψυχὴν ἐν τῷ

νοοομένῳ μέρει τοῦ παραδείσου. Πῶς γὰρ ἂν αἰσθητὸς τόπος διαιτώη τὴν νοερὰν οὐσίαν, καὶ ὑπὲρ αἴσθησιν; Οὕτω γὰρ δείκνυται πληρουμένη, καὶ ἡ τοῦ Δεσπότου ὑπόσχεσις, καὶ ἡ μαρτυρία τῶν ἱερῶν ποιητῶν. Ὑμνεῖ δὲ, ὁ εἶπον, ἐναργέστερον ἄλλου ποιήματος καλλιέπεια οὕτω λέγουσα· « Τὸν ἐν τῷ σταυρῷ ληστὴν ἐπιγνόντα σε Θεὸν, κληρονόμον εἰργάσω νοητοῦ παραδείσου.» « Ἀπὸ δὲ ἔκτης ὥρας ἕως ἐννάτης, σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν.» Ἐπειδὴ κατὰ τὴν ἕκτην ὥραν ἔκτισται ὁ Ἀδὰμ, ἀκόλουθον ἦν, καὶ κατὰ τὴν ἕκτην ἀναπλασθῆναι αὐτὸν διὰ τοῦ πάθους τοῦ Χριστοῦ. Ἐν ἕκτῃ δὲ ὥρᾳ γεγονυίας τῆς παραβάσεως, κατʼ αὐτὴν γίνεται καὶ ἡ ἐπανόρθωσις. Ἀλλʼ ἡ κτίσις ὁρῶσα τὸν Κτίστην ὑπὸ τῶν κτιστῶν ὑβριζόμενον, πρὸς ἄμυναν ὥπλιστο. Καὶ ἡ μὲν σελήνη καίτοι διάμετρος οὕσα τότε πρὸς ἥλιον, ἀῤῥήτῳ τάχει τὸν φωσφόρον ὑπεκδραμοῦσα, σκότος ἐποίησεν. Οὐκ ἐν μέρει δὲ τῆς γῆς, ἀλλʼ εἰς πᾶσαν τὴν ὑπʼ οὐρανὸν ὡς καὶ τοὺς ἔξωθεν σοφοὺς αἴσθησιν εἰληφέναι τοῦ θαύματος. Ἀμήχανον γὰρ ἔκλειψιν γενέσθαι μὴ οὔσης συνόδου τῶν δύο τούτων φωστήρων. Ἀλλʼ ἦν ἄρα τὸ θεῖον νεῦμα τῆς φυσικῆς ἀκολουθίας ὑπέρτερον, ἀκαμάτῳ τάχει τὴν σελήνην ἐκ τοῦ ἀμέτρου ἡμισφαιρίου πρὸς τὴν ἡλιακὴν ἄγον ἀντίφραξιν, ἢ καὶ ἐν ὥραις τρισὶν ὑποβᾶσα τὸν ἤλιον κατὰ κάθετον, καὶ νυκτερινῷ σκότει τὴν οἰκουμένην ζοφώσασα, εἰς τὴν κατὰ διάμετρον τάξιν ἀνέθορε. Καὶ τοῦτο ἦν ἄρα ὅ προεμήνυσεν Ἀββακούμ· « Ἐπήρθη ὁ ἥλιος. καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς. Ἐπαρθέντος γὰρ τοῦ τῆς δικαιοσύνης Ἡλίου ἐν τῷ σταυρῷ, ἐπήρθη καὶ ὁ αἰσθητὸς ἥλιος τοῦ φωτίζειν τὴν γῆν, καὶ ἡ σελήνη τῷ θαύματι ὑπηρετί- σασα, εἶτα ἔστη ἐν τῇ τάξει αὐτῆς. Ἡ γῇ δὲ κλόνῳ συνείχετο ἀπειλοῦσα τοὺς ἑαυτῆς διαῤῥῆξαι λαγόνας, καὶ εἴσω τῶν χαραδρομάτων τοὺς μιαροὺς ἐγκολπώσασθαι· ἦπου καὶ θάλασσα τῷ θυμῷ ἀνοιδαίνουσα, ὑπερβῆναι τοὺς ἑαυτῆς ὅρους, καὶ κατακλῦσαι τὴν οἰκουμένην ἠπείγετο. Καὶ τάχα ἄν συνεφύρετο ἡ κτίσις, καὶ ἄρδην ἀπώλετο, εἰ μὴ τῷ τοῦ πάσχοντος συνείχετο νεύματι · ὅς ἴλεων ἐτίθει τὸν Πατέρα τοῖς ὑβρισταῖς· « Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Οὕτως ἐν πραότητι καὶ μακροθυμίᾳ πάντα ἤνεγκε μέχρι τέλους διʼ ἑαυτοῦ νομοθετῶν ἡμῖν τὸ μακρόθυμον ἀγνοίας ἀμάρτημα· Οὐ γὰρ ἀκερδὴς ἐγεγόνει τοῦ Κυρίου ἡ πρὸς τὸν Πατέρα εὐχὴ, ὅσοι δὲ μετὰ ταῦτα εἶδον σημεῖα, καὶ τὴν ἀνάστασιν ἐμυήθησαν, τὴν ἐπιστίαν δὲ ὡς δευσοποιὸν βαφὴν οὐκ ἀπέβαλον, ἔξω τῆς ὠφελείας ταύτης, ὡς εἰκὸς, μεμενήκασιν. Οὕς γὰρ οὐκ ἔπεισε γῆ ἐκ βαράθρων κραδαινομένη, καὶ πέτραι ῥηγνύμεναι, καὶ ῥαγὲν καταπέτασμα, καὶ ἡμέρα ζοφουμένη, καὶ κρυπτόμενος ἥλιος, τούτους ἄγνοιαν προβαλέσθαι ἀπίθανον. Διὸ καὶ ὡς ἠλίθιοι Ρωμαϊκαῖς ὀργαῖς παρεδόθησαν. Οἱ μὲν οὖν στρατιῶται πεπαρῳνηκότες ὅσα ἐβούλοντο, μᾶλλον δὲ ὅσον ἦν συγκεχωρημένον αὐτοῖς, λοιπὸν καὶ κατὰ τὴν ψαλμικὴν προαγόρευσιν τῶν ἱματίων ἐποιοῦντο δασμόν. Οὐ γὰρ τῶν συσταυρω-θέντων λῃστῶν, ἀλλὰ μόνου Χριστοῦ διεμερίσαντο τὰ ἱμάτια. Τὸν μέντοι χιτῶνα τὸν ἄῤῥαφον τὸν ἄνωθεν ὑφαντὸν μὴ διασχίσαντες, κλήρῳ τῷ λαχόντι δεδώκασιν. Ἄῤῥαφος δὲ ἦν ἐκ τῶν ἄνωθεν, ἐπειδὴ τοῖς μὲν Γαλιλαίοις σύνηθες ἦν τοὺς χιτῶνας ποιεῖν δυσὶ φαρσίοις, ἄνωθεν κατὰ τὸν ὦμον συνεζευγμέ-νας ῥαφῇ. Τὸν δὲ χιτῶνα τοῦτον ἐν ὕφασμα δεῖ λαμβάνειν ἄῤῥαφον. Ὑπεδήλου δὲ ὁ χιτὼν τὴν ἀγίαν τοῦ Λόγου σάρκα, ἥν σπέρμα καὶ ἡδονὴ οὐ συνέῤῥαψεν, ἀλλʼ ἄνωθεν ἦν ὑφανθεῖσα ἐκ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος. Εἰ γὰρ καὶ κάτω γεγένηται κατὰ σάρκα ὁ Λόγος, ἄνωθεν ἦν ἐκ τοῦ Θεοῦ καὶ Πατρός. Παροῦσαν δὲ τὴν Παρθένον μητέρα, καὶ πεφρυγμένην τὰ σπλάγχνα, καὶ τὴν τῆς λύπης ῥομφαίαν δεχομένην ἐγκάρδιον, ἢν ὁ Συμεὼν αὐτῇ προηγόρευσε, τῷ ἠγαπημένῳ μαθητῇ παρατίθησν ὡς καθαρῷ, καὶ παρθένῳ, καὶ μέχρι τῶν ἐσχάτων κινδύνων αὐτῷ παραμείναντι, καὶ δυναμένῳ τὴν λύπην αὐτῆς κατευνᾶσαι, καὶ τὸ μυστήριον ἐκδιδάξαι τοῦ πάθους ταῖς θεολογικαῖς εἰσηγήσεσι. Μετὰ δὲ ταῦτα τὸ ψαλμικὸν ἐκεῖνο εἶπε ῥητόν· « Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί με ἐγκατέλιπες; » οὐχ ὅτι αὐτὸς ἐγκαταλέλειπτο, ἢ ἐπικουρίας ἐδέετο προειρήκει γὰρ, ὅτι « Οὐκ εἰμὶ μόνος, ἀλλʼ ὁ Πατέρ μου μετʼ ἐμοῦ ἐστιν, » ἀλλʼ ἐκ προσώπου τῆς ἀνθρωπότητος ταῦτα λαλεῖ, οἱκειούμενος τὸ ἡμέτερον, καὶ ἕλκων εἰς ἡμᾶς τὸν ἄνωθεν ἔλεον. Ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι, ὡς φησι φωνὴ θεολογική. Λέγει δὲ καὶ τοῦτο ἐκ προσώπου τοῦ Ἰσραὴλ, ὅτι τοσαύτη γέγονεν εἰς αὐτὸν ἐγκατάλειψις, ὡς θεοκτόνος γενέσθαι, καὶ μέχρι τοσούτου φθάσαι τολμήματος. Πάντα δὲ τὰ περὶ αὐτοῦ ἤδη πεπληρωκὼς, εἶπε ·                     « Τετέλεσται. » Τουτέστι καὶ τὰ τῶν προφητῶν, καὶ τὰ τῆς οἰκονομίας, καὶ τὰ τῆς Ἰουδαῖκῆς ἀσεβείας πέρας ἐδέξατο. Καὶ οὕτω κράξας φωνῇ μεγάλῃ· « Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου,» καὶ κλίνας τὴν κεφαλὴν, παρέδωαε τὸ πνεῦμα. Ἐν δὲ τούτοις καὶ ὁ τοῦ Ἰωὴλ ἐπλη- ροῦτο χρησμός· « Ὁ ἥλιος καὶ σελήνη σκοτάσουσιν, ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐν Ἰερουσαλὴμ δώσει φωνὴν αὐτοῦ.» Φωνῇ δὲ μεγάλῃ φωνεῖ, δεικνὺς ὅτι κατʼ ἐξουσίαν ἀφίησι τὴν ψυχὴν. Εἰς χεῖρας δὲ τοῦ Πατρὸς παρατίθησιν, ἵνʼ αὕθις ὡς παρακαταθήκην λάβῃ αὐτὴν, καὶ τοῦτο ἦν, ὁ ἔλεγε τοῖς Ἰουδαίοις· « Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. » Καὶ ἅμα διδοὺς ἐλπίδας ἡμῖν, τὸ μηκέτι χωρεῖν εἰς ἅδου τὰς ψυχὰς τῶν πιστῶν, ἀλλʼ εἰς χεῖρας Θεοῦ παρατίθεσθαι. Κλίνει δὲ τὴν κεφαλὴν οἷον νεύματι καθάπερ θεραπαινίδα τὴν τελευτὴν, προσκαλούμενος. Μετʼ ἐξουσίας γὰρ προῖετο τὸ ἴδιον σῶμα εἰς θάνατον, ἵνα καὶ τὰ πάθη φυσικῶς ὑποστῇ, καὶ ὑπὲρ φύσιν θεϊκῶς ἀναστῇ. Αὐτίκα οὖν σχίζεται τοῦ ναοῦ τὸ καταπέτασμα, ὅπερ ἦν ὀθόνη καθιεμένη διαμπὰξ εἰς αὐτὸ τοῦ ναοῦ τὸ μεσαίτατον, συσκιάζουσα τὰ ἐσόμενα, καὶ μόνῳ τῷ ἱερεῖ θεατὰ, καὶ βάσιμα ποιοῦσα τὰ ἄδυτα. Ἐπειδὴ δὲ τοῖς Ἰουδαίοις ἔθος ἦν ἐν ταῖς περὶ Θεοῦ βλασφημίαις τὴν ἐσθῆτα περιῤῥηγνύειν, τὰ τῶν πενθούντων ὁ ναὸς σχηματίζεται, τοσοῦτον ἀποδυρόμενος τόλμημα, καὶ ὡς χιτῶνα διέῤῥηξε τὸ καταπέτασμα· τάχα που καὶ τὴν ἰδίαν ἐρήμωσιν προδηλοῦν, ἦν ἔμελλεν αὐτὸ καταλήψνσθαι, καὶ ἅμα δεικνύων, ὡς πέφευγεν ἡ ἐν τῷ ναῷ θεία δύναμις, μισαχθεῖσα πρὸς τὴν τῶν Ἰουδαίων ἀσέβειαν. Ἐσήμανε δὲ καὶ τὴν τοῦ νόμου ἀσέβειαν, πρότερον μὲν καθάπερ καταπέτασμα ἡπλωμένην, καὶ κρύπτουσαν τὴν ἀλήθειαν, νῦν δὲ περιαιρεθεῖσαν, καὶ τὸ ἔνδον κάλλος πᾶσιν ἐμφαίνουσαν. Διʼ ὅλου δὲ σχίζεται, ὅτι μὴ μερικὴν ἔχει τὴν διασάφησιν τὸ σωτήριον κήρυγμα. Ἐσείσθη δὲ ἡ γῆ Ἀγγαίου ἀκούσασα λέγοντος πρὸ προσώπου Χριστοῦ· « Ἐγὼ σείω τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν. » Καὶ αὖθις τοῦ Ἀββακούμ· « Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ, καὶ ἐτάκησαν βουνοί. » Στάντος γὰρ τοῦ σταυροῦ ἐσαλεύθη ἡ γῆ, καὶ διετρίφθησαν οἱ ὀρινόμενοι δαίμονες. Σείεται δὲ ἡ γῆ καὶ τὴν τῶν πραγμάτων δηλοῦσα μετάθεσιν. Ἐσχίσθησαν δὲ καὶ πέτραι σημαί- νοισαι, ὡς αἱ λίθιναι τῶν ἐθνῶν καρδίαι διανοιχθήσονται πρὸς ὑποδοχὴν τοῦ εὐαγγελικοῦ σπέρματος, καὶ ἐν τῷ θεμελίῳ τοῦ ἀκρογωνιαίου λίθου ἐδραιωθήσονται. Ἡ δὲ τῶν νεκρῶν ἔγερσις, τὴν ἐλευθερίαν ὑπέφαινε τῶν ἐν ἅδου ψυχῶν. Ἐστι δʼ ἐνταῦθα διαπορῆσαι, πότερον πρὸ τῆς Χριστοῦ ἀναστάσεως ἡ τῶν νεκρῶν ἔγερσις γέγονεν, ἢ μετὰ τὴν ἀνάστασιν. Εἰ μὲν οὗν πρὸ τῆς ἀναστάσεως, καθὰ καὶ τῷ θείῳ Μαξίμῳ δοκεῖ, δῆλον ὡς πάλιν ἀπέθανον. Τῆς γὰρ ἀφθάρτου ἀναστάσεως ὁ Χριστὸς πρωτότοκος ἐχρημάτισεν. Εἰ δὲ μετὰ τὴν Χριστοῦ ἀνάστασιν, ὅπερ ἀκολουθότερον, καθʼ ὑπερβατὸν τὴν λέξιν ἀναγνωστέον· « Καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν » μετὰ τὴν ἀνάστασιν αὐτοῦ· εἴθʼ οὕτως ἀποδοτέον· «Καὶ ἐξελθόντα ἐκ τῶν μνημείων εἰσῆλθον εἰς τὴν ἀγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. » Τοῦ γὰρ ζωηφόρου σώματος τα- φέντος εἰς γῆν, καὶ εἰς ἅδου κατεληλυθυίας τῆς θείας ψυχῆς, τὰ μὲν σώματα τῶν ἀγίων ζωτικῆς δυνάμεως ἤσθοντο, αἱ δὲ τούτων ψυχαὶ ἀπελύθησαν, καὶ πολλαὶ τοῖς ἰδίοις σώμασι συνεπλάκησαν. Ἀφῖκται δὲ λόγος ἄνωθεν εἰς ἡμᾶς οὐδὲν ἄπιστον ἔχων, ὡς καὶ ὁ πολυτλήμων Ἰὼβ τότε ἀνέστη. Ἐναργῆ δὲ τὴν φήμην παρίστησιν ἡ ἐκείνου ἱερὰ βίβλος, οὕτω φαμένη περὶ αὐτὸ δήπου τὸ ἀκροτελεύτιον· γέγραπται δὲ αὐτὸν ἀναστῆναι, μεθʼ ὧν ὁ Κύριος ἀναστήσει, ὅ δὴ ἐν τῇ τοῦ Χριστοῦ ἐγέρσει τετέλεσται. Διὰ γοῦν τῆς τῶν μνημάτων ἀνοίξεως, γνώριμος γέγονεν ἡ τοῦ ἅδου κατάλυσις, καὶ ἡ τοῦ Κυρίου ἀνάστασις. Ὅτε δὲ ἐξῆλθε τοῦ τάφου ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, τότε δὴ ἐκ τῶν μνημάτων καὶ αὐτοὶ ἀνενήχοντο ἀνειμένοι, καὶ λέγοντες τὰ τοῦ Ὡσηέ· «Ἰάσεται ἡμᾶς, καὶ νεοτώσει ἡμᾶς μετὰ δύο ἡμέραι, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀνα- στησόμεθα. » Καὶ οὕτω χαίροντες εἰσῆλθον εἰς τὴν ἀγίαν πόλιν, τήν τε ἐπίγειον, καὶ τὴν τῆς Ἐδὲμ, προοδεύοντος τοῦ Σωτῆρος, καὶ τὸν λῃστὴν εἰσάγοντος, κατὰ τὴν ὑπόσχεσιν. Τότε δὴ καὶ ὁ κεντυρίων, ἰδὼν πῶς ἐξέπνευσε μετʼ ἐξουσίας, πῶς αἱ πέτραι ἐσχίσθησαν, καὶ ἡ γῆ ἐκεκλόνητο, εἰς τοσαύτην ἦκε κατάνυξιν, ὥστε καὶ πεπίστευκε, καὶ Υἱὸν Θεοῦ τὸν Χριστὸν ὡμολόγησεν. Ὕστερον δὲ καὶ μαρτυρικῷ αἵματι ἐτετελείωτο. Ὅρα δὲ καὶ τῶν μαθητριῶν τὴν προσεδρίαν, πόση τις ἦν. Ἠκολούθουν ἀπὸ τῆς Γαλιλαίας διακονούμεναι ἐκ τῶν σφίσιν ἐνόντων χρημάτων, εἶτα ἐν τῖς κινδύνοις παρῆσαν, ἑλκομένῳ τε ἐπὶ σταυροῦ ἠκολούθουν ὀλοφυρόμεναι, καὶ προσηλουμένῳ παρεκάθοντο, καὶ προσήδρευον περισκοποῦσαι ὅπῃ καταθήσεται, ὡς ἂν τῆς λύσσης τῶν Ἰουδαίων λωφησάσης, ἀδείας δραξάμεναι ἔλθοιεν καὶ περιχυθεῖεν τῷ σώματι. « Οἱ μὲν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ τὰ σώματα ἐν τῷ σταυρῷ, ἐπεὶ Παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου), ἠρώτησαν τὸν Πιλάτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.» Ἐπειδὴ τὸ τολμηρὸν αὐτοῖς τοῦτο ἔργον διήνυστο, νομοφυλακοῦντες· δῆθεν οἱ θεομισεῖς, καὶ ἐξώλεις, καὶ κακοδαίμονες ἀξιοῦσι τὸν ἡγεμόνα τῶν ἀνασκολωπισθέντων τὰ σκέλη· ὁμοῦ μὲν ἐπιταχύνοντες τὴν Ἰησοῦ τελευτὴν, φυλάττειν δʼ ὑποκρινόμενοι καὶ τὸ νομικὸν παρατήρημα· οὕτω γὰρ Μωϋσῆς ἐνετείλατο· « Ἐὰν γένηται ἔν τινι κρῖμα θανάτου, καὶ κρεμάσατε αὐτὸν ἐπὶ ξύλου, οὐκ ἐπικοιμηθήσεται τὸ σῶμα αὐτοῦ ἐπὶ τῷ ξύλῳ, ἀλλὰ ταφῇ θάψετε αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. » Τῶν μὲν οὖν λῃστῶν ἐμπνεόντων ἔτι τὰ σκέλη ῥοπάλοις συνέτριψαν. Τὸν δὲ Ἰησοῦν, ὡς εἶδον τεθνήξαντα, τοῦτο μὲν οὐκ εἰργάσαντο· οὐ γὰρ ἦν θέμις κατεαγῆναι τοῦ ἱεροῦ θύματος τὰ ὀστᾶ, ὅτι καὶ τοῦ τυπικοῦ ἀμνοῦ συντρίβειν τὰ ὀστᾶ ὁ νόμος ἀπείπατο. Στρατιώτης δέ τις θρασὺς λόγχῃ τὴν πλευρὰν ἀντετόρησε, καὶ αὐτίκα παραδόξου θαύματος ἔργο ἐπηκολούθησεν· ὡς γὰρ ἐκ μιᾶς πίδακος τῆς πλευρᾶς, ῥεῖθρον καὶ λεῖθρον ἐξώσατο Καὶ διὰ μὲν τοῦ ὕδατος τὸ τῆς δουλείας ἡμῶν χειρόγραφον ἀπηλείφετο· διὰ δὲ τοῦ αἵματος βασιλικὴ ἐλευθερία ἡμῖν ὑπεγράφετο, ἢ τάχα τὸ μὲν αἷμα πρὸς καταδίκην ἔβλυσε τῆς Ἰουδαίων φαυλότητος, τὸ δὲ ὕδωρ εἰς σωτηρίαν τῶν ἀναγεννωμένων διὰ τοῦ ὕδατος. Ἐπειδὴ δὲ καὶ διπλῇ τίς ἐστιν ἡ τοῦ σωτηρίου βαπτίσματος δύναμις, τοῖς τε φωτιζομένοις διʼ ὕδατος, καὶ τοῖς τελειομένοις διʼ αἵματος, διὰ τοῦτο αἶμα καὶ ὕδωρ ἐξῆλθε τῆς θείας πλευρᾶς, εἰς διπλῆν χάριν τῆς ὀμολογίας Χριστοῦ, τῆς ἐν τῷ μαρτυρίῳ, καὶ τῷ βαπτίσματι. Τὸ μὲν γὰρ ὕδωρ τοὺς ἡμαρτηκότας ἐλευθεροῖ, τὸ δὲ αἶμα τοὺς μάρτυρας στεφανοῖ. Ἡ πλευρὰ δὲ τοὺς δύο τούτους πηγάζει κρουνοὺς, ἐπανορθοῦσα τὸ πτῶμα τῆς ἐκ πλευρᾶς γυναικός· ἵνα γένηται τὸ μὲν αἷμα τῆς κατάρας λυτήριον, τὸ δὲ ὕδωρ τοῦ ὁλισθήματος κάθαρσις. Καὶ τοῦ μὲν πρώτου Ἀδὰμ ἀφυπνώσαντος ἐπλάσθη ἐκ τῆς πλευρᾶς ἡ ἀρχηγὸς τῆς ἀρᾶς τοῦ δὲ νέου Ἀδὰμ ἐν τῷ σταυρῷ ἀφυπνώσαντος, ἔβλυσεν ἐκ τῆς πλευραὶ ἡ πηγὴ τῆς ζωῆς. Τούτου δὲ γενομένου, φησὶν Ἰωάννης, ὡς ὁ ἐωρακὼς μεμαρτύρηκεν, ἑαυτὸν ὑποδηλῶν παρόντα, καὶ ὀρῶντα, καὶ μαρτυροῦντα ὅσα ἐώρακε. Δεικνὺς δὲ ὅτι καὶ προθεσπισμένα ἦσαν ἀνέκαθεν, ἐπιφέρει τὴν προφητείαν, καὶ τὸ τοῦ νόμου παράγγελμα. Ὁ μὲν γὰρ Μωῦσῆς προειδὼς, ὡς οὐ θλασθήσονται τὰ σκέλη τοῦ Ἰησοῦ, νομοθετῖ μὴ συντρίβειν τὰ ὀστᾶ τοῦ ἀμνοῦ. Ὁ δὲ προφήτης τὰς τρώσεις τῶν ἥλων καὶ τῆς λόγχης προορῶν τὴν πληγήν « Ὄψονται, φησὶν, εἰς ὅν ἐξεκέντησαν, » εἰς τὰς πληγὰς δηλονότι, ἃς αὐτοὶ ἐξειργάσαντο. «Ὀψίας δὲ γενομένης » (ἦν γὰρ ἀληθῶς ὀψία τοῦ Ἡλίου τῆς δικαιοσύνης ἅτε δύναντος ὑπὸ γῆν, παῤῥησιάζεται Ἰωσὴφ ἐπίσημός τε ἀνὴρ, καὶ εἷς τῶν ἑβδομήκοντα μαθητῶν, καὶ ζητεῖ τὸ σῶμα, καὶ κηδεύει λαμπρῶς· σινδόνι μὲν αὐτὸ ἐνειλίσας καθαρᾷ, ἐν μνήματι δὲ καινῷ καταθείς. Ἐν καινῇ δὲ σορῷ κατατίθεται, ἵνα τελεσθέντος τοῦ μυστηρίου τῆς ἀναστάσεως, μή τις ἐρεῖ τῶν συκοφαντῶν, ὡς ἄλλος ἐγήγερται. Γένοιτω δὲ ἡμᾶς ζηλωτὰς γενέσθαι τοῦ εὐσχήμονος Ἰωσὴφ, καὶ ζητῆσαι, καὶ λαβεῖν τὸ σῶμα τοῦ Χριστοῦ, καὶ ὡς ἐν καθαρᾷ σινδόνι τῷ συνειδότι ἐνειλίξαι αὐτὸ, εἰς ἀποτροπὴν τῶν πολεμίων δαιμόνων, καὶ ἁγιασμὸν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ δόξαν τοῦ διὰ θανάτου αὐτοῦ ἀπαθανατίσαντος ἡμᾶς· ὅτι αὐτῷ πρέπει τιμὴ πᾶσα καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δευτέρα 11 Σεπτεμβρίου 2023

Ομιλία εις την Κυριακήν προ της Υψώσεως του Τιμίου και Ζωοποιού Σταυρού (Επισκόπου Θεοφάνους Κεραμέως)



Ομιλία εις την Κυριακήν προ της Υψώσεως του Τιμίου και Ζωοποιού Σταυρού 
Επισκόπου Θεοφάνους Κεραμέως

ΠΗΓΗ:ΕΔΩ

Ελάτε σήμερα, ω θεοφιλεστάτη συνάθροισις, ας εορτάσομε τα προεόρτια της ανυψώσεως του ζωηφόρου Σταυρού. Αντηχεί στην ακοή μου η θεσπεσία φωνή του Ευαγγελίου, η οποία προσφωνεί το σταυρικό μυστήριο θέτοντας ως υπόδειγμα το χάλκινο όφι που είχαν κρεμάσει στο ξύλο οι Ισραηλίτες. Και μου γίνονται τα αναγνώσματα προμηνύματα και προκηρύγματα της προσκυνήσεως του Σταυρού. Ας στρέψομε λοιπόν προσεκτικά το βλέμμα μας στα ολόφωτα λόγια του Ευαγγελίου χρησιμοποιώντας αυτά ως προπομπή του βασιλικού σκήπτρου. 
Είπεν ο Κύριος: «ουδείς αναβέβηκεν εις τον ουρανόν, ει μη ο εκ του ουρανού καταβάς, ο Υιός του ανθρώπου, ο ων εν τω ουρανώ». Καλό είναι να τα είπη αυτά. Πράγματι, η ευαγγελική αυτή περικοπή αποβλέποντας στον σκοπό της ημέρας, απεσιώπησε αυτό που είχε προηγηθεί. Τότε λοιπόν που ήλθε προς τον Κύριον ο νυκτερινός εκείνος μαθητής – καταλαβαίνεις βεβαίως οτι εννοώ τον Φαρισαίο Νικόδημο – και τον εδίδασκε ο Σωτήρ για την «άνωθεν γέννησιν», εκείνος, επειδή ο νους του κατείχετο ακόμη από την ιουδαϊκή παχύτητα, εσύρθη αυτόματα στον χώρο της μήτρας φανταζόμενος γέννησιν σαρκικήν. Όταν λοιπόν ο Κύριος τον είδε να μη τον ακολουθεί στο ύψος του δόγματος αυτού, του λέγει· «Ουδείς αναβέβηκεν εις τον ουρανόν, ειμή ο εκ του ουρανού καταβάς»· ωσάν να λέγει: Συ μεν, Νικόδημε, είσαι ανεπίδεκτος ουρανίου μυσταγωγίας και προσπαθείς να βρεις κάποια εξήγηση ανθρώπινη· αλλά «ουδείς αναβέβηκεν εις τον ουρανόν», ώστε να τα μυηθεί αυτά εκεί, «ει μη ο εκ του ουρανού καταβάς», εκτός από αυτόν ο οποίος κατέβηκε από τον ουρανό και δογματίζει τα εκεί τρανώς, «ο Υιός του ανθρώπου, ο ων εν τω ουρανώ».

Θα μπορούσε όμως να πει κάποιος· εφ όσον, όταν τα έλεγε αυτά, δεν είχε ακόμη αναχωρήσει προς τους ουρανούς με το πρόσλημμα, όπως τότε μετά την αναβίωσή του από τον κόσμο των νεκρών, που εμπόδιζε την θεοφόρο Μαγδαληνή να τον αγγίσει και αποστέλλοντάς την προς τους Αποστόλους, της έλεγε «Ούττω γαρ αναβέβηκα προς τον Πατέρα μου», πώς λοιπόν λέγει εδώ ότι κανείς δεν έχει ανέβει στον ουρανό, εκτός από εκείνο τον ίδιο ο οποίος κατήλθεν από τον ουρανό στη γη; Εδώ φανερώνει το δόγμα της άρρητης ένωσης του Θεού Λόγου με εμάς, ότι οι δύο φύσεις ενώθηκαν ασυγχύτως σε μία υπόσταση. Όταν λοιπόν ακούς «ουδείς αναβέβηκεν εις τον ουρανόν, ει μη ο εκ του ουρανού καταβάς», εννόησε την Θεότητα του Λόγου· γι’ αυτό και πρόσθεσε «ο ων εν τω ουρανώ». Είναι πράγματι αφέλεια εδώ να εννοήσομε την σάρκα, ότι ήταν και στον ουρανό και συζητούσε με τον Νικόδημο, τη στιγμή που είχε τρεις διαστάσεις και περιοριζόταν σε έναν τόπο. Ενώ το αναμφισβήτητα θεοσεβές είναι να πιστεύομε ότι εδώ πρόκειται για την υπεράρχιο Θεότητα, η οποία ευρίσκεται ολικώς μέσα στο παν και επάνω από το παν. Όμως το «ούττω αναβέβηκα προς τον Πατέρα μου» που ελέχθη στην μυροφόρο, δήλωνε τη σωματική ανάβαση. Στη συνέχεια λοιπόν προλέγει περί του Πάθους και του Σταυρού. Λέγει δηλαδή· «Ώσπερ Μωυσής ύψωσε τον όφιν εν τη ερήμω, ούτως υψωθήναι δει τον Υιόν του ανθρώπου». Είναι, νομίζω, σαφής για τους περισσότερους η ιστορία για την οποία κάνει λόγο εδώ, αλλά για να γίνει πιο εύληπτος για μας η θεωρία, θα προσπαθήσω με συντομία να την ερμηνεύσω το κατά δύναμη και με λίγα λόγια. 
Τότε που ο Ισραηλιτικός λαός καθοδηγείτο από τον Μωυσή διά μέσου της ερήμου, επειδή η δουλοπρεπής ηδονή τους διέγειρε την επιθυμία της γαστριμαργίας και ονειροπωλούσαν τον Αιγυπτιακό χορτασμό όπως οι άτακτοι νέοι, παιδαγωγούνται με σφοδρότερες μάστιγες· τους επετέθηκαν όφεις έρποντας μέσα στο στρατόπεδο, οι οποίοι έχυναν θανατηφόρο δηλητήριο σε όσους πλήγωναν με τα δόντια τους. Καθώς δε ο Μωυσής τους έβλεπε να υποκύπτουν ο ένας μετά τον άλλο από τα πλήγματα των θηρίων, κατόπιν θείας συμβουλής κατασκεύασε ένα χάλκινο ομοίωμα φιδιού και έτσι εξουδετέρωσε την δύναμη των αληθινών φιδιών. Και αφού κρέμασε σε ένα ύψωμα το χάλκινο φίδι, ώστε να το βλέπουν όλοι, σταμάτησε τον αφανισμό του λαού απο τα θηρία αυτά. Πράγματι, όποιος έβλεπε στην εικόνα του φιδιού, διότι με κάποια μυστική αντίδραση η θέα του φιδιού εξουδετέρωνε το δηλητήριο. 
Το ότι το χάλκινο φίδι ήταν τύπος του ίδιου του Χριστού, το κηρύσσει σαφώς το Ευαγγέλιο και ας μη ταράσσει τους φιλόχριστους η συσχέτιση του μυστηρίου με το αποκρουστικό αυτό ζώο. Εάν ο πατέρας της αμαρτίας ονομάσθηκε από την Αγία Γραφή φίδι, και εκείνο που γεννήθηκε από το φίδι, η αμαρτία δηλαδή, οπωσδήποτε είναι φίδι, συνώνυμο με αυτό που την γέννησε. Και μάλιστα ο Απόστολος μαρτυρεί ότι ο Κύριος έγινε για χάρη μας αμαρτία, αφού ανέλαβε την αμαρτωλή φύση μας· «τον γαρ αμαρτίαν» λέγει «μη ποιήσαντα, υπέρ ημών αμαρτίαν εποίησεν». Προσαρμόζεται άρα κατά αναλογία στον Κύριο το αίνιγμα. Πράγματι, επειδή τα πονηρά φίδια διασκορπίστηκαν έρποντας σε όλο το ανθρώπινο γένος και θανάτωσαν με τις γρατσουνιές της αμαρτίας τη φύση μας, γι’ αυτό το λόγο ο Θεός υποδύεται το ομοίωμα της αμαρτίας, «εν ομοιώματι σαρκός αμαρτίας», όπως λέγει ο Παύλος, «γενόμενος», και έτσι ο άνθρωπος ελευθερώνεται από την αμαρτία δια μέσου εκείνου, ο οποίος έλαβε τη μορφή της αμαρτίας και ήλθε κοντά σ’ εμάς οι οποίοι είχαμε παραδοθεί στο φίδι· δι’ αυτού ο μεν θάνατος που προκαλείται από τα πλήγματα εμποδίζεται, τα δε φίδια αφανίζονται με το Πάθος του Σταυρού. Και έχει μεν καταργηθεί ο θάνατος που προέρχεται απο τα φίδια, η ασέβεια δηλαδή, δεν έχουν όμως παύσει τα πλήγματα. Διότι η επιθυμία που ενυπάρχει στη σάρκα κατά του πνεύματος δεν έχει εξαφανισθεί τελείως· και στους ενάρετους μάλιστα ενεργούνται πολλές φορές τα πλήγματα της επιθυμίας. Εκείνος όμως που βλέπει προς αυτόν ο οποίος υψώθηκε στο ξύλο, απωθεί το πάθος και εξουδετερώνει το δηλητήριο με το φόβο του Θεού σαν με κάποιο φάρμακο. Το να βλέπει κάποιος προς τον Σταυρό είναι αυτό, να γίνει σε όλο του το βίο ως νεκρός για τον κόσμο και σταυρωμένος, να μένει ακίνητος προς κάθε αμαρτία και να καθηλώνει το σαρκικό του φρόνημα με το φόβο του Θεού, κατά τον Ψαλμωδό. Ήλος που θα καθηλώσει τη σάρκα πρέπει να είναι η εγκράτεια. 
Ότι το φίδι είναι σύμβολο του μυστηρίου του σταυρού φαίνεται και από μια άλλη ιστορία. Όταν ο Μωυσής απεστέλλετο από τον Θεό να εξαγάγει τον Ισραήλ ο οποίος υπηρετούσε τους Αιγυπτίους, λέγει προς τον Θεό· «Εάν ου πιστεύσωσί μοι, μηδέ εισακούσωσι της φωνής μου, τί ερώ προς αυτούς;». Και ο Θεός του είπε· «Τί τούτό εστι το εν τη χειρί σου;» αυτός απήντησε· «Ράβδος». Και είπε· «Ρίψον αυτήν επί την γην. Και έρριψεν αυτήν, και εγένετο όφις. Και είπε Κύριος προς Μωυσήν·. Έκτεινον την χειρά σου και επιλάβου της κέρκου (την ουρά). Και εγένετο ράβδος εν τη χειρί αυτού». Πρόσεξε ακριβώς εδώ, ότι ο αληθώς κατά φύση Υιός του Θεού είναι σαν κάποια ράβδος του Πατρός· διότι η ράβδος είναι σημείο βασιλείας και δύναμης. Και μάλιστα ο Δαυίδ λέγει «Ράβδος ευθύτητος η ράβδος της βασιλείας σου». Όταν όμως αυτή την έριξε με την ενανθρώπηση και την περιέβαλε με σώμα γήινο, τότε έλαβε την μορφή των πονηριών μας. Σύμβολο δε της πονηρίας είναι το φίδι. Και όπως η ράβδος του Μωυσή, όταν εθηριώθη κατέφαγε τις ράβδους με τις οποίες οι Αιγύπτιοι μάγοι έκαναν τις γοητείες τους, και έπειτα πάλι, όταν την ξαναπήρε στα χέρια του, έγινε αυτό που ήταν πριν, έτσι και η ράβδος του Θεού και Πατρός, που είναι ο Υιός, με την οποία εξουσιάζει τα πάντα, έγινε καθ’ ομοίωση δική μας με σκοπό να εξαφανίσει τα νοητά φίδια, ώστε να μην είναι πλέον τα δαιμόνια θεοί των εθνών. Όταν λοιπόν έφερε σε πέρας την οικονομία, επανήλθε στον ουρανόν σαν στο χέρι του Πατρός και έγινε πάλι ράβδος ευθύτητος και Βασιλείας· έχει καθίσει δε εκ δεξιών του γεννήτορος και μάλιστα με τη σάρκα. Αλλά και με άλλον τρόπο το φίδι εικόνιζε τον Σωτήρα· όπως ακριβώς εκείνος εφαίνετο πως είναι φίδι, στην πραγματικότητα όμως δεν ήταν, έτσι και ο Κύριος «αμαρτίαν ουκ εποίησεν»· και δεν ηταν δίκαιο να λάβει ο κατά φύση αγαθός πείρα του κακού. Όμως στους φαύλους φαινόταν αμαρτωλός· πράγματι στον τυφλό που θεραπεύθηκε έλεγαν· «Δος δόξαν τω Θεώ· ο άνθρωπος ούτος αμαρτωλός έστιν». Αλλά και φάγον και οινοπότην τον ονόμασαν με τα απύλωτα στόματά τους: Και με άλλον τρόπο όμως ο Σωτήρας παρομοιάζεται με το φίδι· διότι το φίδι έχει όχι μόνο θανατηφόρο δηλητήριο, αλλά και ειδικό φάρμακο το οποίο εξουδετερώνει το θανατηφόρο δηλητήριο. Γι’ αυτό οι γιατροί από τις σάρκες των φιδιών κατασκευάζουν αντίδοτο γι’ αυτούς που πλήγηκαν από φίδια. Έτσι και ο Λόγος του Θεού κατεσκεύασε από τη θνητή φύση του Αδάμ το σώμα του, το οποίο κατήργησε το θάνατο. Ο Θεολόγος Γρηγόριος μάλιστα λέγει ότι το φίδι πρέπει να ληφθεί όχι ως τύπος του Κυρίου, αλλ’ ως αντίτυπος· λέγει δηλαδή «το χάλκινο φίδι κρέμεται κατά των φιδιών που δαγκώνουν, όχι ως τύπος του υπέρ ημών παθόντος, αλλ’ ως αντίτυπος· επειδή εκείνο μεν το χάλκινο φίδι εξουδετερώνοντας το δηλητήριο των ομοειδών του φιδιών έσωζε τους πληγέντες ανθρώπους· ο δε Σωτήρ ημών, όταν υψώθηκε στο Σταυρό, κατεξέσχισε την δύναμη των αλλότριων δαιμόνων, τους δε οικείους και ομοειδείς του ανθρώπους τους έσωσε». Εύλογα λοιπόν ο άγιος πατήρ λέγει ότι εκλαμβάνεται ως αντίτυπος. Σύμφωνα δε με το σοφότατο Μάξιμο, το κρεμάμενο φίδι ήταν σύμβολο του θανάτου, του οποίου το φίδι είχε γίνει πρόξενος. Και το τρόπαιο πάνω στο οποίο ανυψώθηκε, εικόνιζε τον Σταυρό· η δε προς αυτόν θέα των πληγωμένων απο τα φίδια, είναι η ομολογία των πιστευόντων. Όποιος λοιπόν ομολογεί θεοπρεπώς το θάνατο του Χριστού, έχει ζωήν αιώνιον. «Ούτως υψωθήναι δει τον Υιόν του ανθρώπου». Το «υψωθήναι δει τον Υιόν του ανθρώπου» έχει διπλή έννοια· αφ’ ενός μεν την καθήλωσή του σε ξύλο υψηλό, την οποία καταδέχθηκε για χάρη μας· διότι έπρεπε, αφού αγιάστηκε η γη απο τα άχραντα πόδια του με το βάδισμα και η θάλασσα με την πορεία του πάνω στα κύματα, να αγιαστεί και ο αέρας με την ανύψωσή του στο Σταυρό· αφ’ ετέρου δε δηλώνει τη δόξα με την οποία δοξάστηκε ανθρώπινα διά του Σταυρού. Διότι ενώ φάνηκε ότι κατακρίθηκε, με αυτόν κατακρίνει τον κοσμοκράτορα διάβολο, αφού αποδείχθηκε ανώτερος από τα πάθη στα οποία είχε υποδουλωθεί ο άνθρωπος, τη λύπη δηλαδή και την ηδονή. Από αυτά την μεν ηδονή νίκησε πάνω στο όρος, επειδή ούτε μετέβαλε τους λίθους σε άρτους, ούτε στις άλλες συμβουλές του πειραστού πείστηκε· από δε τη λύπη φάνηκε ανώτερος ιδίως κατά τον καιρό του Πάθους, τότε που ο αντίπαλος τους εξήγειρε όλους εναντίον του. Προδότης ο μαθητής, φυγάδες οι μαθητές, αρνητής ο Πέτρος, μάχαιρα και δάδες και ξίφη, σιαγόνες ραπιζόμενες, ράχις έκδοτος στις πληγές, μάρτυρες ψευδείς, κριτήριο ασεβές, απόφαση απάνθρωπη, στρατιώτες που διασκέδαζαν μετά τη θλιβερή απόφαση με εμπαιγμούς και ειρωνείες και ύβρεις και κτυπήματα με τον κάλαμο, καρφιά και χολή, και όξος και τελευταίον ο Σταυρός. Ποία ήταν λοιπόν η άμυνα κατά των δραστών; «Πάτερ, συγχώρησον αυτοίς, ου γαρ οίδασι τι ποιούσιν». Έτσι, αφού νίκησε και τη λύπη με την μακροθυμία, καταστρατηγεί τον αντίπαλον, δεικνύοντας σε μας τον τρόπο της κατ’ αυτού νίκης. Διότι με την αποχή των ηδονών και με την πραότητα προς αυτούς που μας στενοχωρούν και την μακροθυμία, γινόμαστε μιμητές του Δεσπότη και κερδίζουμε για την κατά του πονηρού νίκη έπαθλο τη Βασιλεία των Ουρανών· αυτήν είθε να επιτύχομε όλοι με τη χάρη της υπερφώτου Τριάδος, «η πρέπει πάσα δόξα εις τους αιώνας των αιώνων». Αμήν.




Σάββατο 20 Φεβρουαρίου 2021

Περί τοῦ Τελώνου καί Φαρισαίου



Θεοφάνους Κεραμέως

Ὁμιλία ιστ΄

Περί τοῦ Τελώνου καί Φαρισαίου

(J.P. Migne, Patrologia Graeca, t. 132, 356A-372B)

Πάλιν ἡ εὐαγγελικὴ φωνὴ πρὸς τὴν πατρικὴν ἡμᾶς ἀνάγουσα κλίμακα, τήν δευτέραν βαθμίδα προτίθησι· τῇ γὰρ παρελθούσῃ Κυριακῇ ὑπανοίξασα ἡμῖν τὴν τῆς μετανοίας ὁδόν διὰ τῆς τοῦ Ζακχαίου Ἱστορίας καὶ ἠρέμα ἐμφήνασα τὸ τῆς ταπεινοφροσύνης παράγγελμα ἐκ τοῦ εἰπεῖν Σπεύσας καταβῆθι, σήμερον διαλευκαίνει τοῦτο λαμπρότερον, καὶ δείκνυσιν ἀριδηλότερον τὸ ἐκ ταύτης κατόρθωμα, καί τὸ ἐκ τῆς κενοδοξίας ὀλίσθημα, καὶ ὅσον τῆς μὲν τὸ δικαίωμα, τῆς δὲ τὸ ἐλάττωμα ἐπειδὴ δὲ τὸ μὲν τελωνεῖν ἔσχατόν ἐστι κομιδῇ πάντων τῶν κακῶν,ἅτε περιεκτικόν ἁρπαγῆς, καὶ πλεονεξίας, καὶ φιλαργυρίας τυγχάνον, ἥν ὁ Ἀπόστολος εἰδωλολατρείαν ἐκάλεσε, τὸ δὲ τῶν Φαρισαίων καύχημα πάντων ἐνομίζετο κρεῖττον, ὡς τοῦ νόμου τηροῦν τὴν ἀκρίβειαν, καὶ παντός καθαροῦν μολύσματος (Φαρισαῖος γὰρ καθαρός ἑρμηνεύεται), διὰ τοῦτο τὸ ἔσχατον ἐν ἀδικίαις, καὶ τέλειον δῆθεν ἀρετῆς ὁ Σωτὴρ ἐν τῇ παραβολῇ παρεντίθησιν. Οἶδε γὰρ ἐρεθίζειν πρὸς μίμησὶν τὸ ἐκ τῶν κρειττόνων παράδειγμα. Ἀλλά βέλτιον ἄνωθεν λαβόντες τὴν παραβολὴν ταῖς φιλοθέοις ὑμῶν ἐπεξηγησόμεθα ἀκοαῖς.

Ταὐτὸν εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερόν προσεύξασθαι* ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης. Τὶ μὲν οὖν ἐστι παραβολή, καὶ διατὶ ὁ Σωτὴρ ἐν παραβολαῖς τά πολλὰ διελέγετο, ἐν ἄλλοις ἡμῖν προεξήτασται. Νῦν δὲ καὶ τοῦτο ἐπισημήνασθαι χρῇ, ὡς ὁπόταν ἐν ταῖς παραβολαῖς ἐθέλῃ θεολογεῖν, καὶ περὶ τῆς ἑνιαίας καὶ θείας φύσεως διαλέγεσθαι, τότε δὴ ἕνα ὑποτίθεται ἄνθρωπον, ὡς τό· « Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγαν» καὶ Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ. ». Ἀλλά καὶ ὀπηνίκα μόνην τὴν κακίαν διαβάλλειν ἐθέλῃ, ἡ τὴν ἀρετὴν ἐπαινεῖν , χρῆται τῷ ἐνικῷ ἀριθμῷ, ὡς ἐπὶ τοῦ πλουσίου, οὗ ἡ χώρα εὐφόρησε, καὶ τοῦ τῆς ἀδικίας κριτοῦ. Ἐπὶ δὲ τῆς ἀρετῆς, τοῦ ἐμπόρου ἐκείνου τὸν ἀντὶ πάντων τὸν πολὺτιμον μαργαρίτην κτησαμένου, καὶ τοῦ ἀγαθοῦ ἀνθρώπου, τοῦ ἐκβάλλοντος ἐχ τοῦ θησαυροῦ τῆς καρδίας καινὰ καὶ παλαιά. Ὁπηνίκα δὲ σύγκρισιν ἀρετῆς, καὶ κακίας ἐθέλει ποιήσασθαι, δύο ἀνθρώπους ἐναντιογνωμονούντας παρίστησιν, ὡς τὸν πλούσιον, καὶ τὸν Λάζαρον, καὶ δύο υἱούς, τοὺς ὑπὸ πατρὸς κελευσθέντας εἰς τὸν ἀγρόν ἀπελθεῖν, καί τάς δύο τάς ἐν τῷ μυλῶνι, ὧν τῆς μιᾶς παραλαμβανομένης, ἡ ἕτερα ἀφίεται. Ἀλλὰ καὶ οἷ δύο υἱοὶ, ὧν ὁ μὲν ἔμεινε σὺν τῷ Πατρί, ὁ δὲ συβώτης ἐγένετο, ἀρετῆς, καὶ κακίας ἦσαν ὑπόδειγμα. Κἀνταῦθα γοῦν παράλληλα τιθείς, οἴησιν καὶ ταπείνωσιν, καὶ Φαρισαῖον καί τελώνην παρέλαβεν. Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ Ἱερὸν προσεύξασθαι, ἐκ τοῦ εἰπεῖν, Ἀνέβασαν φαίνεται ὅτι μετεωρότερος ἦν τῆς πόλεως ὁ ναός. Στοαὶ γὰρ κάτωθεν ἐκ τῶν κρηπίδων, καὶ ἁψῖδες ἀμοιβαδὸν τὸν ναὸν ἐπερείδουσαι εἰς τὸ ὕψος αὐτὸν μετεωρίζον.Ἔξωθεν δὲ λίθιναι βαθμίδες ἐκ τῶν χθαμαλωτέρων ἄχρι τῶν πυλῶν τοῦ ναοῦ διηγείροντο· ὡς παντὶ βουλομένῳ εἰσελθεῖν ἐν τῷ Ἱερῷ, εὑρίσκειν ἀνωφερῆ τὴν εἰσέλευσιν διὰ τοῦτό φησιν <Ἄνθρωποι δύο ἀνέβησαν, καλὴ μὲν οὖν καὶ ἡ καθ' ἱστορίαν σαφήνεια τοῦ τόπου τὴν θέσιν ἐφερμηνεύουσα · ἀλλὰ τῷ γὲ φιλομαθεῖ οὐκ ἀρκετὴ τῆς Ἱστορίας ἡ μάθησις, ἀλλὰ βατεύων εἰς θεωρίαν ὁ νοῦς τῷ τῆς ἀναγωγῆς φωτΐ ἐλλαμπρύνεται. Τὶ οὖν ἐστι τὸ νοούμενον ἐκ τοῦ, Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι; Ἐδήλωσε τῆς προσευχῆς τὴν ἰσχύν, ἀπὸ τοῦ φάναι, Ἀνέβησαν. Ἐπὶ καλῷ μὲν ἀμφοτέρων ἡ πρὸς τὸ ἱερὸν ἀνάβασις· προσευχῆς γὰρ χάριν ἀναβεβὴκατον. Ἡ δὲ προσευχὴ γῆθεν ἀνάγει πρὸς αἰθέρα τὸν προσευχόμενον, καὶ τοῖς ἀγγέλοις ἔνοι τὸν ἄνθρωπον, ἐπιθιγγάνειν τε παρασκευάζει τοῖς ἀΰλοις τόν ἔνυλον. Εἶτα δι’ αὐτῶν ὁ νοῦς φωτιζόμενος χειραγωγεῖται, ὡς ἔφικτὸν, πρὸς τὴν τοῦ θεοῦ κατανόησιν. Εἰ τὶς ὑμῶν φιλοπόνως ἀνέγνω τήν Ἀσκητικήν κλίμακα, οὐκ ἀγνοεῖ τὸ λεγόμενο, μαθὼν παρὰ τοῦ πνευματοφόρου ἀνρδὸς ἐκείνου, πὼς μετερχόμενος τὸ μέσον ἐν μέσοις γέγονε, καὶ οὕτω πεφωτὶσθαι λέγει τὸν ἐπιτεταμένως διψῶντα νοῦν τὸν θεοειβέστατον. Μέσην γὰρ λέγει τὴν προσευχὴν · ἐν μὲσοις δέ, τοῖς ἀγγέλοις δηλονότι, γενέσθαι φησὶν οὗτοι μέσοι θεοῦ, καὶ ἀνθρώπων εἴσιν. Ἐπεὶ οὖν ἡ προσευχὴ ταύτην εἴληφε τὴν ἰσχύν, ὡς μέχρις ἀγγέλων, καὶ αὐτοῦ δὴ τοῦ θεοῦ ἀνάγειν τὸν προσευχόμενον, εἴκοτως φησίν, ἀνέβησαν εἰς τὸ ἱερὸν· κἀν οὐ καλῶς τῇ τῆς προσευχῆς ἀνόδῳ ὁ Φαρισαῖος ἐχρήσατο, ὥσπερ ὁ διὰ κλίμακος ἀνιῶν, καὶ ὀλισθήσας ἀτάκτῳ ποδί, καὶ εἰς χάος καταπεσών. Ἄνθρωποι δύο ἀνέβησάν εἰς τὸ ἱερὸν προσεύξασθαι». Ἄξιον ζητῆσαι τὶς ἡ διαφορὰ εὐχῆς, καὶ προσευχῆς. Εὐχὴ μενοῦν ἐστιν, ὡς ἡ τῆς Ἐκκλησίας Σειρὴν ὁ Νυσσαεὺς ἔφη Γρηγόριος, ἐπαγγελία τινός τῶν κατ' εὐσέβειαν ἀφιερουμὲνων θεῶ, ὡς τό «Τάς εὐχάς μου ἀποδώσω σοί, ἂς διέστειλε τὰ χείλη μου». Καὶ τό Εὔξασθε, καὶ ἀποδότε. Ἔνεστιν ἀκοῦσαι καὶ φυγάδος προφήτου λέγοντος πρὸς θεὸν.

Ὅσα ηὐξάμην ἀποδώσω σοὶ καὶ περὶ Ἰεφθάε θύσαντος τὴν παῖδα, φησίν ἡ Γραφή, ὡς ἐτέλεσε τὴν εὐχὴν αὐτοῦ. Ἀλλὰ τὶ πρὸς ἀλλήλους ἀπειδόντες ὑμεῖς συνεστείλατε τάς ὀφρῦς; Οἶμαι, τὴν ἱστορίαν ἐοίκατε ἀγνοεῖν, ἀλλ΄, εἰ καὶ πάρεργος ἡ ἀφήγησις πρὸς τὴν προκειμένην ὑπόθεσιν, ὅμὼς ἐπιτεμὼν τῷ λόγῳ τὰ πλείονα ἐπιτροχάδην ταύτην ὑμῖν διήγησομαι.

Ἰεφθάε ἦν Γαλααδίτης ἀνήρ, ἀποτεχθεὶς μὲν ἐξ ἑταιρίδος μητρός, εὐσεβὴς δὲ καὶ πολὺς τὴν ἰσχύν. Οὗτος κριτὴς κατέστη παντὸς τοῦ λαοῦ, κατετροποῦτο δὲ τότε τὸν Ἰσραὴλ Ἀμμών ὁ ἀλλόφυλος καὶτὰ μὲν τῶν Ἐβραίων ἦν ἐν στενῷ κομιδῇ, ὁ δὲ ἀλλόφυλος ἤρετο τῇ νίκῃ, καὶ ὑπεροφρὺς ἦν. Ὁ γοῦν Ἰεφθάε στρατὸν συναγείρας ἄδραν καταστρατηγεῖ τὸν ἀντίπαλον, ἀλλὰ πρὸς τὴν παράταξιν ἐξιών εὐχὴν ηὔξατο τῷ θεῷ, Οὐ πάνυ τὸν λόγον περισκεψὰμενος, ὡς, εἰ γένοιτο τῶν ἐχθρῶν ἐγκρατής, ἐν τῷ ὑπονοστῆσαι ἀπὸ τοῦ πολέμου τὸν πρότερον ἐξελθόντα τῆς οἰκίας, καὶ συναντήσαντα ὁλοκαυτῶσαι τῷ τῆς νίκης αἰτιῳ θεῷ. Ἡττᾶται οὖν ὁ Ἀμμών, κρατεὶ ὁ Ἰσραήλ, καὶ τοὺς ἀλλοφύλους διοδεύσας ληΐζεται, καὶ ὁ στρατηγὸς ἐπανεῖσι τῇ νίκῃ καὶ τοῖς λαφύροις , ὡς εἰκὸς, λαμπρυ νόμενος. Καὶ ἡ πόλις εὐαγγελισθεῖσα τὸ τρόπαιον διεχεῖτο πᾶσα πρὸς ἀπαντήν, μετὰ χορῶν, καὶ τυμπάνων τὸν στρατηγόν ἐκθειάζουσα. Τὸ δ’ ἐντεῦθεν ἔχει τὶ σχυθρωπὸν ἡ διήγησις. Θυγάτριον ἦν τῷ Ἰεφθάε μονογενές, καὶ μάλα καλὸν, ἤδη τοῦ γάμου τὴν ὥραν ἔχον. Ἐπ' αὐτὴ δὲ μόνῃ ὁ πατὴρ τάς ἐλπίδας ἐσάλευε, διάδοχον τοῦ γένους, καὶ κληρονόμον ταύτην ἕξειν ἡγούμενος τάχα που καὶ εἰς τὸ ἱερὸν προσφοιτὼν ἀπὸ τῆς παιδὸς ἀπήρχετο τῶν εὐχῶν. Αὔτη τοῦ φύντος εὐαγγελισθεῖσα τὰ τρόπαια, καὶ χαρᾶς ὑποπληαθεῖσα, ἐξανίσταται μάλα γοργώς, καὶ νυμφικῶς ἑαυτὴν κοσμήσασα, ἕξεισι τοῦ θαλάμου, πάντων τοὺς ὀφθαλμοὺς τῷ κάλλει ἐπισπωμένη πρὸς ἑαυτήν. Ἐπιταχύνασα οὖν τὴν πορείαν πρώτη τῷ πατρὶ δυστυχῶς ἀπαντᾷ, καὶ περιβαλοῦσαν τὸν αὐχένα μετ’ αἰδοῦς, καὶ πόθου θερμοῦ κατησπάζετο χαριστηρίους ἀφιεῖσα φωνάς. Πρὸς ταῦτα δ’ Ἰεφθάε ἀνώμωξε, καί, Οἴμοι, θυγάτερ, εἶπεν, ὅτι σὲ καταθύσειν ηὐξάμην θεῷ. Εἰ δέ, ἄκουσον εὐγενοῦς παρθένου φωνῆς, ἀλλ, ἐνταῦθα σκόπει μοι εὐγενὲς φρόνημα παρθένου καλῆς. Μικρὸν ἐπιστυγνάσασα τῷ παραλὸγῳ τῆς ἀκοῆς ἀνέλαβεν ἑαυτήν, καὶ πᾶσαν δειλίαν ἐξ ἑαυτῆς ἐκβάλλουσα, ὅλη τοῦ πατρικοῦ θελήματος γίνεται. Ἄγχουσα δὲ τὰ δάχρυα τῶν ὀφθαλμῶν ἐπιγενόμενα, οἷα δὲ τὶς εἰαρινὴ ἀηδὼν αἴλινον μυρομένη ὠδήν, ἠρέμα πως ἔφασκε τῷ πατρὶ, Πάτερ, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον, πλήρωσον τόν τρόπον ἤνοιξας τὴν σὴν εὐχὴν. Τὶ πεπόνθατε πρὸς τὴν διήγησιν, ὅσοι πατέρες ἔστε, καὶ τὴν πρὸς τοὺς παίδας στοργήν ἐκ τῆς πείρας αὐτῆς ἐδιδάχθητε; Πῶς δέχεται πατὴρ μονογενοῦς θυγατρὸς αὐτόχειρα σφαγήν, οὕτω μὲν καλῆς, οὕτω δὲ σώφρονος, οὕτω δὲ νουνεχοῦς τὲ καὶ φιλοπάτορος ; Πῶς οὐκ ἀπεπνίγει τοῖς δάκρυσι τὸ κάλλος τῆς κόρης ὁρῶν, καὶ τῆς φωνῆς ἐπαΐων τῆς μονογενοῦς; Ἄλλος Ἀβραὰμ γέγονεν Ἰεφθάε,νέος δὲ Ἰσαὰκ ἡ νεᾶνις, πλὴν ὅτι ὁ μὲν ἐκωλύθη καταλύσαι τὸν Ἰσαάκ, ὁ δὲ καὶ ἔθυσε. Καὶ ἐπλήρωσε τὴν εὐχήν. Ἐγὼ γοῦν ἄγαμαι τοῦ μὲν τὴν εὐσέβειαν, τῆς δε τὴν εὐπείθειαν. Ὁ μὲν γὰρ τὴν πρὸς θεόν ὑπόσχεσιν, οὐ κατεκλάσθη τὰ σπλάγχνα, ἀλλ' ἔμεινεν ἀτειρής,Ἡ δὲ διὰ τὴν πρὸς τὸν φῦντα αἰδῶ εἴλετο μᾶλλον ἀποθανεῖν, ἡ φθεγξασθαί τι τοῦ πατρικοῦ ἀπάδον θελήματος. Τοιούτους παῖδας ἐκτρέφετε. Τὶ μὲν οὖν ἡ Ἱστορία εἰκόνιζε, καὶ διὰ τὶ ὁ θεὸς τὸν μὲν Ἀβραὰμ τεκνοκτονῆσαι οὐκ εἴασε, τὸν Ἰεφθάε δὲ οὐκ ἐκώλυσεν, οὐ τοῦ παρόντος λέγειν καιροῦ. Ἀλλ' εἰπόντες τί ἐστιν εὐχή, προσθῶμεν καὶ τί ἐστι προσευχή. Ἐστὶν οὖν προσευχὴ αἴτησις ἀγαθῶν μετὰ Ἱκέτηρίας προσαγομένη Θεῶ. Ἐστὶ δὲ εὐχὴ πρώτη τῆς προσευχῆς, ἡ μὲν ὑπόσχεσις οὖσα, ὡς ἔφημεν, ἡ δὲ αἴτησις. Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης». Ἐν τῇ ἀναβάσει προέταξε τοῦ Φαρισαίου τὸ ὄνομα, ἀλλ' ἐν τῇ καταβάσει τήν ταξιν παρήλλαξε. Κατέβη γάρ, φησὶν, οὗτος δεδικαιωμένος, ἤ γὰρ ἐκεῖνος. Ἀνιόντων γάρ αὐτῶν, ὁ μέν τελώνης πεφερτισμένος ἦν κακῶν ἐπιφερόμενος φορυτόν. Ὁ δέ Φαρισαῖος ἔμπλεως ἦν τῆς τῶν ἐντολῶν φυλακῆς· ἀμφότεροι δὲ ἀπεφορτίσαντο ἐν τῷ Ἰερῷ καὶ ὁ δοκῶν ὑπερβαίνειν ἐν ἀρετῇ, ὤφθη λοίσθιος. Ἄθρει δὴ ἐνταῦθα ταπεινώσεως μὲν τὸ ἀνώτατον ὕψωμα, τῆς ἐπάρσεως δὲ τὴν βαθεῖαν καταβολὴν. Καί μοι δοκεῖ ὁ μέγας Δαβὶδ ἐν ψαλμικοῖς ὕμνοις τοὺς ὑπερόφρυδας, καὶ ὑψαύχενας παρεικάζειν τοῖς κύμασιν, ἐν οἷς φησὶν «Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῆς ἀβύσσου» Ποῦ γὰρ εὕροι τὶς ἕως τῶν οὐρανῶν ἀναβαίνοντα κύματα, εἰ κατὰ τὴν πρόχειρον ἔννοιαν λάβοιμεν τὸ ῥητόν; Ἀλλὰ τοὺς ἐξ οἰήσεως ἀξίους τῶν οὐρανῶν ἑαυτοὺς κρίνοντας, καὶ δίκην κυμάτων ἐπαιρομένους ὁ λόγος ᾐνίξατο.

Ὁ Φαρισαῖος «σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο». Ὁ μὲν οὖν ἀλαζὼν Φαρισαῖος καὶ ὑπερήφανος, ἅτε παιδαγωγήσας ἑαυτὸν δῆθεν ταῖς νομικαῖς ἐντολαῖς, ἴετο πλησίον τῶν τοῦ ναοῦ ἀδύτων, τάς τῆς οἰήσεως ἐκπέμπων, φωνάς, οὐ πρὸς θεὸν, ἀλλὰ πρὸς ἑαυτὸν προσευχόμενος. Τοῦτο γὰρ ἔδειξεν εἰπὼν ὁ Σωτήρ, ὅτι πρὸς ἑαυτὸν ταῦτα προσηύχετο. Οὐ γὰρ ἦν θέμις τὴν ἀκάθαρτον προσευχὴν εἰς θεὸν ἀνελθεῖν · ὅτι δὲ ἀκάθαρτος, ἔδειξεν ἡ Γραφὴ λέγουσα· «Ἀκάθαρτος παρὰ Κυρὶῳ πᾶς ὑψηλοκάρδιος. Ἴδωμεν δὲ καὶ αὐτὰ τοῦ κόμπου τὰ βήματα. Ταὐτὸν ὁ θεὸς, εὐχαριστῶ σοί, ὅτι οὐκ εἰμί ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἤ καὶ ὡς οὗτος ὁ τελώνης» Μέν', ὦ ταλαίπωρε, ἀτρέμας σοῖς ἐν δεμνίοις, φαίη τὶς τῶν ἔξωθεν πρὸς αὐτὸν οὐ σαφῶς γὰρ ὁρᾶς ἅπερ βλέπειν δοκεῖς. Πῶς γὰρ οὐκ εἶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων. Οὐκ ἐκ τοῦ αὐτοῦ ἐπλάσθης χοὸς κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων γέννησιν; Οὐχ ὁ αὐτὸς τῆς συλλήψεως ῥύπος τῷ βίῳ σὲ τούτῳ παρήγαγε; Πῶς οὖν φής ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων; Ἀλλ' εἴποι τις ἴσως ἐπαπορῶν· Καὶ μὴν οὐδὲ ψευδηγορὼν ἔλεγεν, ὅτι νηστεύει δὶς τοῦ Σαββάτου, καὶ ἀποδεκατεῖ πάντα ὅσα κτᾶται. Τὶ οὖν ἡμάρτανε χάριν ὁμολογῶν τῷ θεῷ, ὅτιπερ ἦν νομοφυλάκων; Ὁρῶμεν δὲ καὶ τὸν πολύτλαν ἐκεῖνον Ἰώβ ἐν τῇ πρὸς τοὺς βασιλεῖς διαλέξει, ὅτι πολλὰ καυχησάμενος οὐ κατακρίνεται, οὗτος δὲ ὑπευθύνεται. Ἐπειδὴ ὁ μὲν ἅγιος καὶ δίκαιος Ἰώβ, τὰ εὐκλεῆ καὶ Θεῷ ἀνδάνοντα κατορθών, οὐδέποτε φαίνεται καυχησάμενος, ἀλλ’ ἔκρυπτε τὰ οἰκεῖα πλεονεκτήματα· ἐπειδὴ δέ οἱ δοκοῦντες φίλοι ὠνείδιζον ἐχθροπρεπῶς, καὶ κατηγοροῦν ἀσυμπαθῶς κάλαμον συντετριμμένον κατεαγνύντες, καὶ ἡμιθνῆτα τοῖς λόγοις αἰκίζοντες, τότε λοιπὸν ἀποδύεται τὰ ἐγκλήματα μάλα γενναίως καὶ τὴν ἄκαιρον αὐτῶν ἐλέγχει καταφοράν, ὥστε, εἰ τὶς αἰτιᾷ τῆς καυχήσεως, ἔνοχοι μᾶλλον οἱ μὴ δεόντως κατηγορήσαντες. Ὁ Φαρισαῖος δέ, μηδενὸς ἐρεθίζοντος, ἀπηυθαδιάζετο, πάντων ἐαυτὸν προτιθείς, οὐδ' ἐπιγινώσκων, τὶ κατὰ φύσιν ἐτύγχανεν ὦν. Εἰ γὰρ ἐγνώκει ὅτι ἄνθρωπος ἦν, πάντως ἂν ἤδει καὶ τὴν τῆς φύσεως ἀθλιότητα, ὡς ἀδύνατον ἄνθρωπον ἀπὸ βυτίου καθαρεύειν, κἄν μία ἡμέρα ἦ ἡ ζωὴ αὐτοῦ, ὡς διδάσκει τὰ Λόγια. Τὶς γὰρ οὕτως ὑψηλὸς καὶ μεγαλοφυὴς τῷ φρονήματι, ὡς κατά τε διάνοιαν καὶ πρᾶξιν ἔξω γενέσθαι παντάπασι τοῦ κατὰ κακίαν μολύσματος; Ὁ δὲ μᾶλλον αὐτὸν ἐβαράθρωσε τοῦτ' ἦν, τὸ καὶ τὸν τελώνην εἰπεῖν δεικτικῶς· Ἦ καὶ ὡς οὗτος ὁ τελώνης. Πάσης γὰρ τῆς οἰκουμένης ὑπερκουφίσας ἑαυτὸν τῷ πτερῷ τῆς οἰήσεως, καὶ τὸν τελώνην προστίθησιν.

Ὁ δὲ τελώνης μακρόθεν ἑστώς, οὐχ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπάραι. Ὅρα τὴν τοῦ τελώνου ταπείνωσιν· μακράν που ἔστη, μὴ θαῤῥήσας προσεγγίσαι πρὸς τὰ θεῖα ἀνάκτορα κατωῤῥώδει γὰρ κεχραμμένοις πατῆσαι ποσὶ τὸ τοῦ ναοῦ ἁγιώτατον δάπεδον, ἄξιον οὐκ Ἔκρινεν ἑαυτὸν. ηὐλαβεῖτο δὲ καὶ πρὸς τὸν οὐρανόν ἀπιδεῖν, ὡς τὸν ἐν οὐρανοῖς παραπικράνας θέον· ἐπειδὴ ἐμεμαθηχκει ἐκ τοῦ Ἰώβ, ὅτι Κύριος συγκεκυφότας ὀφθαλμοὺς σώσει· διὰ τοῦτο πρὸς γῆν νενευκὼς ἤν, ὡς ἐμφαίνεσθαι τὸ ταπεινὸν αὐτοῦ, καὶ ἐκ τοῦ σχήματος, καὶ τοῦ τόπου, καὶ τῆς αἰτήσεως. Ὑποδηλοῖ δὲ τὶ καὶ ἄλλο τὸ μακρόθεν ἑστὼς · πόῤῥω γὰρ ἔστῃ τῆς ἐπιβλαβοῦς τοῦ Φαρισαίου οἰήσεως, τὴν ἐναντίαν ἐκείνου βαδίσας ὁδόν. Ὁ μὲν ἐξώγκου ἑαυτὸν τοῖς λόγοις δίκην πομφόλυγος, ὁ δὲ συνεστέλλετο ὑπὸ τοῦ συνειδότος πληττόμενος καὶ συντριβεὶς ὑπὸ τῆς ἁμαρτίας τῇ ράβδῳ τῆς ἐλπίδος ἐπερειδόμενος προσεύχετο μετ’ ἐπαινουμένης ἀναιδείας, πατρικὴ τὶς εἶπε φωνή. Ἔστη οὖν τηλόθι δακρυχέων, καὶ στηθέα χερσὶ πατάσσων, ὡς ἡ θεολογικὴ μοῦσά φησι. Διὰ τὶ δὲ μὴ τὴν κεφαλὴν ἔτυπτεν, ἤ τὰ γόνατα, ἤ ἄλλο μέρος τοῦ σώματος, ἀλλὰ τὸ στῆθος, ἐπάτασσεν;- Ταὐτὸν Ἔτυπτε γάρ, φησίν, εἰς τὸ στῆθος αὐτοῦ λέγων Ὁ θεός, Ἰλασθητί μοι τῷ ἁμαρτωλῷ. Ἐπειδὴ ἐκ τῆς καρδίας οἱ λογισμοί, οἱ πρὸς πλεονεξίαν αὐτὸν διεγείροντες, καὶ ταῖς χερσὶ πρὸς τὰ πονηρὰ λήμματα χρώμενος. Ἡ δὲ τοπικὴ τῆς καρδίας θέσις ἐν τῷ στήθει ἐστίν, εἰκότως τύπτει τὸ πονηρὸν ἐργαστήριον αὐταῖς ταῖς χερσίν, αἷς πρὸς πλεονεξίαν ἐχρήσατο. Ὁ θεὸς, Ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ. Οὐ δικαιωθῆναι ζητεῖ, ἤδει γὰρ ἑαυτὸν ἀνάξιον τοῦτο λαβεῖν, ἀλλ' ἵλεων αὐτῷ γενέσθαι παρακαλεῖ τὸν Θεόν· καὶ τὸ ἐντεῦθεν τὸ πρᾶγμα ἀνέστραπτο. Ὁ μὲν γὰρ Φαρισαῖος οἷα δένδρον κομῶν τῷ καρπῷ, τῆς τῶν ἐντολῶν φυλακῆς, ἐξαίφνης ὡς ὑπὸ ραγδαίου πνεύματος, τῷ τῆς κενοδοξίας ἀνέμῳ ἐκτιναχθεὶς ὠράθη γυμνός, ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, τὸ τοῦ Ἡσαΐου εἰπεῖν. Ὁ δὲ πεφορτισμένος τῆς φιλαργυρίας τὸν μόλιβδον, ἑνὶ λόγῳ νουνεχεῖ καί σχήματι ταπεινῷ τὸ βάρος τῶν κακῶν ἀποτίθεται. Ἰλιγγιῶ λογιζόμενος, πῶς ὁ δείλαιος Φαρισαῖος φέρων τὴν ἑαυτοῦ ψυχὴν, καθάπερ ὁλκάδα μυρίων πλήθουσαν ἀγωγίμων, εἰς τὸν λιμένα αὐτοῦ Ἱεροῦ «ἐφθακώς, καὶ τῶν τοῦ νοὸς πηδαλίων ἠμεληκώς, ἄθλιως ὤφθη νεναυαγηκὼς · διά τί "Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Δοκεῖ μοι ἐνταῦθα ὑπογραφὴν τινὰ ποιεῖσθαι ὁ Κύριος τῆς οἰήσεως καὶ τῆς ταπεινώσεως καί τάχα τις ἐκ τούτων ὁρμώμενος ἄνοδον ἐπὶ τὰ κάτω τὴν κενοδοξίαν ὁρίσαιτο. Τοῦτο γὰρ καὶ Ἱστορία παλαιὰ συμβολικὼς ὑπῃνίξατο. Ἀβειρών γὰρ καὶ Δαθὰν ὑπὲρ τοὺς ἄλλους πάντας ἑαυτοὺς ἄραντες ἀλαζονικῶς, καὶ τῆς Ἱεροσύνης σφᾶς ἀξίους κρίναντες ἰταμώς, τῆς γῆς διασχούσης κατέδυσαν ἐν τῷ χάσματι, καὶ ὑψωθέντες τῇ διανοίᾳ ἐταπεινώθησαν. Πρὸς ταῦτα σκοποῦντες, ἀγαπητοί, μετρίαζειν ἐκπαιδευθῶμεν, καὶ μὴ ἀλόγως ἐπαίρεσθαι· μὴ δ’ εἶπερ ἡμῖν τι τῶν δεξιῶν κεκατώρθωται, διὰ τοῦτο ὑπερφέρειν τῶν ἄλλων νομίζωμεν. Ἀλλὰ κατορθοῦντες ψάλλειν διδαχθῶμεν μετὰ τοῦ Δαβὶδ. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἐν σοὶ δός ἡμῖν ἐγκαυχᾶσθαι. Παρὰ σοῦ γὰρ ὁ ἔπαινος ἡμῶν ἐν ἐκκλησίᾳ μεγάλῃ τοῦ μέλλοντος δηλαδὴ αἰῶνος. Ἀληθῶς γάρ Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὀς οὐκ ἐξουδενώσει,» ἀλλ’ ἐν τῇ ταπεινώσει ἐμνήσθη ἡμῶν ὁ Κύριος. Ἀστεῖον δὲ κἀκεῖνο προσειρῆσθαι καὶ χαρίεν, ὡς οἱ γεωργοὶ τοὺς μὲν κάτω νενευκότας τῶν ἀσταχύων καί βρίθοντας πολὺν τὸν καρπὸν φέρειν τεκμαίρονται τοὺς δὲ ὀρθίους καὶ ἀνεμώδεις, ἀλαζόνας καὶ κενοὺς ὀνομάζουσι. Καί τῶν ἀνθρώπων οἱ μὲν ὑπερήφανοι καὶ ὑψαύχενες, ἄμοιροι πάσης ἀρετῆς καὶ φρονήσεως · oἱ δὲ ταπεινὸν ἔχοντες φρόνημα πολὺν τὸν καρπὸν τῆς φρονήσεως ἐπιφέρονται. Καὶ τὰ μὲν ἄλλα τῶν παθῶν εὕροι τὶς ὄντα κτηνοπρεπῆ τὲ καὶ ἄλογα · δι’ ὧν ἡ τῶν ἀνθρώπων φύσις παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὠμοιώθη αὐτοῖς. Ἤ γὰρ ἁρπάζει τὶς ὠσεί λέων, ἤ θυμοῦται ὡς ταῦρος, ἤ θηλυμανεῖ ὥσπερ ἵππος, ἤ μνησικακεῖ ὡς ἡ κάμηλος, ἤ τῇ κόπρῳ τῶν ἡδονῶν καλινδεῖται ὡς κάνθαρος. Τὸ δὲ τῆς ὑπερηφανίας πάθος τῷ διαβὸλῳ ὡμοίωται. Ἐκεῖνος γὰρ δι’ ἐπάρσεως καταβέβληται. Ὥστε εἰ ἐξ ἀγγέλων δαίμονας ἡ ὑπερηφανία ἐποίησεν, ἀκολούθως ἡ ταπείνωσις καὶ ἐκ δαιμόνων δύναται ἀγγέλους ποιεῖν. Καὶ εἰ ἐκείνη δαιμονιώδης, αὔτη ὡς ἀληθῶς χριστομίμητος κατ’ ἴχνος ἐφομαρτοῦσα τοῦ μέχρι θανάτου ταπεινῶσαν ἑαυτόν. Ὁ ταῦτα τοίνυν σκοπῶν κεκαθαρμὲνῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, καὶ τῇ ταπεινοφροσύνῃ καλῶς παιδαγωγήσας ἑαυτὸν, καὶ τῷ καταλόγῳ τῶν λοιπῶν ἀρετῶν ῥᾶον ἐν ἕξει γενήσεται · καὶ ὡς ὁ τελώνης εἰς τὸ τῆς ταπεινώσεως ἀνελθὼν ἱερὸν κατέλθῃ δεδικαιωμένος, τῷ φαρισαϊκῶς μεγαλαυχοῦντι τὸ παλαιὸν λέγων ῥητὸν· Δεύρ' ἀνάβηθι κάτω, νῦν γὰρ ἄνω κατέβης. Ἐπὶ τὸν πραΰν γὰρ καὶ ἥσυχον ἐπιβλέπει Θεὸς ὧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Δημοφιλείς αναρτήσεις