Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος
τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας
μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ
ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν
Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί
Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ
γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς
με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό
πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν
καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’
ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ
στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι
με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν
δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν
Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ
Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Μαρτύρων τοὺς πόνους ὑπενεγκών, ἀσκήσεως ἄθλοις, ἐθεράπευσας
τὸν Θεόν, ᾧ πρέσβευε πάντοτε Χαρίτων, ἡμῖν δοθῆναι πταισμάτων τὴν ἄφεσιν.
Τριάδος τῷ ἔρωτι τὴν ψυχήν, τρωθεὶς ἐν τῷ κόσμῳ, ξένην ὔνυσας
βιοτήν· διὸ τῶν ἐν κόσμῳ με πραγμάτων, εὐχαῖς σου ξένον Χαρίτων ἀνάδειξον.
Αἰσίως Χαρίτων τὸν κοσμικόν, πόντον διαπλεύσας, τὸν λιμένα τὸν
γαληνόν, τῆς ἄνω κατέλαβες εὐκλείας, οὗ καὶ ἡμᾶς τῆς γαλήνης ἀξίωσον.
Θεοτοκίον.
Ἁγνὴ παντευλόγητε Μαριάμ, ὕψωσον Σὰς χείρας, πρὸς Υἱόν Σου τὸν
ἀγαθόν, ἵνα ἐλέησῃ τοὺς ἐν πίστει, τὰ μεγαλεῖά Σου ὕμνοις γεραίροντας.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερεώμα.
Τὰ πάθη τοῦ σώματος, δι’ ἐγκρατείας ἐμάρανας, καὶ οἶκος
λαμπρὸς τῆς ἀπαθείας, ὦ Χαρίτων γεγένησαι.
Χαρίτων μακάριε, τὴν ψυχρανθεῖσαν καρδίαν μου, θέρμανον σῆς
χάριτος τῇ θέρμῃ, ἵνα πόθῳ γεραίρω σε.
Παθῶν τῆς φλογώσεως, Χαρίτων Ὅσιε ῥῦσαί με, ταῖς δροσιστικαῖς
σου ἱκεσίαις, πρὸς τὸν μόνον φιλάνθρωπον.
Θεοτοκίον.
Ὦ θεοχαρίτωτε, διηνθισμένε Παράδεισε, ῥῦσαί με τοῦ πλάνου τῶν
ἀρκύων, τῇ δοθείσῃ Σοι χάριτι.
Διάσωσον, τῆς ἐξωτέρου γεέννης Πάτερ Χαρίτων, ταῖς πρὸς
Χριστὸν ἱεραῖς ἱκεσίαις σου, τοὺς τὰς διττάς σου γεραίροντας ἀριστείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν
τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Διττῶς ἐπὶ γῆς τελέσας τὸν ἀγῶνά σου, ζωῆς ἀληθοῦς, ἀπέλαβες
χαρίσματα, Χαρίτων θεοδόξαστε· ὅθεν πίστει θερμῇ ἀνακράζω σοι· χαρίτωσόν μου
Πάτερ τὴν ζωήν, ὡς πέλων τῆς χάριτος ἐπώνυμος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ζωῆς ἧς ἀπέλαβες, μυστικῶς Χαρίτων Πάτερ τὰς χάριτας,
καταξίωσον τοὺς μέλποντας, τὰ πολυειδῆ σου κατορθώματα.
Τοῦ φωτὸς κατηξίωσαι, τοῦ ἐπουρανίου βιώσας ἄριστα, ὦ
Χαρίτων· διὸ φώτισον, τὴν ἀμαυρωθεῖσάν μου διάνοιαν.
Κυριεύσας τοῦ σώματος, θείαν ἀπαθείας στολὴν ἐνδέδυσαι, καὶ
Χριστῷ παρέστης Ὅσιε, μνημονεύων ἡμῶν τῶν τιμώντων σε.
Θεοτοκίον.
Νοσημάτων καὶ θλίψεων, ῥῦσαι τοὺς οἰκέτας Σου Μητροπάρθενε,
τοὺς ὑμνοῦντας τὴν λοχείαν Σου, δι’ ἧς σέσωσται γένος τὸ βρότειον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χαίρων τὸν Σταυρόν, ἐπωμάδιον ἐβάστασας· διὸ Ὅσιε Χαρίτων δὸς
κἀμοί, ταῖς πρεσβείαις σου ἰσχὺν ἐν περιστάσεσιν.
Ὕδατι τῆς σῆς, ὦ Χαρίτων Πάτερ χάριτος, τὴν τακεῖσαν ἐν τοῖς
πάθεσι ψυχήν, καταδρόσισον εὐσπλάγχνως τοῦ ἱκέτου σου.
Πόνων χαλεπῶν, καὶ δεινῶν τῶν συνεχόντων με, ἐλευθέρωσον τῇ
σῇ ἐπισκοπῇ, ὦ Χαρίτων μοναζόντων ἐγκαλλώπισμα.
Θεοτοκίον.
Σὺ εἶ ἡ αὐγή, μυστικῆς ἡμέρας ἄχραντε· διὸ λάμψον μοι τὸ φῶς
τὸ νοητόν, τῇ λαμπρᾷ ἀνατολῇ Σῆς ἀντιλήψεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐκήρυξας, τὸν Χριστὸν θείῳ ζήλῳ, κατενώπιον ἀθέων τυράννων,
καὶ δι’ αὐτόν, τὰς βασάνους ὑπέστης, ὥσπερ τινὸς ἄλλου Ἅγιε πάσχοντος· ὅθεν
δεδόξασαι ἡμᾶς, περιέπων εὐχαῖς ταῖς τιμίαις σου.
Συνέχομαι, νυσταγμῷ ἀμελείας, καὶ καθεύδω ἐν πολλαῖς ἁμαρτίαις·
ἀλλ’ ἐπιστὰς τῇ σεπτῇ χάριτί σου, διάσωσόν με Χαρίτων μακάριε, καὶ μετανοίας
λογισμόν, δός μοι ἵνα ὁ τάλας σωθήσομαι.
Τοῦ ὄφεως, τῷ ἰῷ τὴν ψυχήν μου, φαρμαχθεῖσαν ὦ Χαρίτων
τρισμάκαρ, τῆς χάριτός σου τῷ θείῳ φαρμάκῳ, ὡς συμπαθὴς δραστικῶς περιποίησαι, ἵνα
σῳζόμενος ὑμνῶ, ἣν ἀπείληφας δόξαν ἀμάραντον.
Θεοτοκίον.
Ὡς σκήνωμα, τοῦ Θεοῦ πανάγιον, ὡς πυρίμορφον τοῦ Κτίστου
καθέδραν, ὡς τοῦ Ὑψίστου ὑπέρλαμπρον θρόνον, ὡς τοῦ Χριστοῦ ἀστραπόμορφον ὄχημα,
Σὲ ἀνυμνοῦμεν εὐλαβῶς, τὴν Σὴν Χάριν ἁγνὴ ἐξαιτούμενοι.
Διάσωσον, τῆς ἐξωτέρου γεέννης Πάτερ Χαρίτων, ταῖς πρὸς
Χριστὸν ἱεραῖς ἱκεσίαις σου, τοὺς τὰς διττάς σου γεραίροντας ἀριστείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ συμμαχίᾳ Χαρίτων τῆς χάριτος, τὸν παλαμναῖον δυνάστην
κατήσχυνας, καὶ νίκης ἐδέξω διάσημα, παρὰ Κυρίου ὃν ἵλεων ποίησον, εὐχαῖς σου ἡμῖν
τοῖς ὑμνοῦσί σε.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν
με ὁ Θεός...
Χαρίτων μακάριε, ὁμολογίας ὁ λύχνος, μοναστῶν ἀγλάϊσμα, καὶ Ὁσίων
καύχημα χαριτώνυμον, τοὺς καταφεύγοντας, θερμοτάτῃ πίστει, τῇ δυνάμει τῆς
πρεσβείας σου, ῥῦσαι δεόμεθα, τῶν μαγγανειῶν τοῦ ἀλάστορος, καὶ λύτρωσαι
κακώσεων, καὶ παντοειδῶν περιστάσεων· ἵνα σε τιμῶμεν, ἀπαύστως ἐν ᾠδαῖς
πνευματικαῖς, ὡς εὐεργέτην καὶ πρόμαχον, τῶν προσκαλουμένων σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρνηθεὶς τὰ ἐν κόσμῳ ἐξεζήτησας πόθῳ τὰ διαμένοντα, καὶ ἄσκησιν
τελείαν διήνυσας Χαρίτων, ἀνακράζων τῷ Κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ψυχικὴν δός μοι ῥῶσιν καὶ ὑγείαν τελείαν ὡς συμπαθέστατος,
Χαρίτων θεοφόρε, Χριστοῦ ὁ θεῖος φίλος, καὶ θεράπων οὐράνιος, ἵνα ἐν ὕμνοις τὰ
σά, θαυμάσια γεραίρω.
Τοῦ Δεσπότου τῷ θρόνῳ παριστάμενος χαίρων Χαρίτων Πάτερ
σοφέ, Αὐτὸν καθικετεύων, μὴ παύσῃ τὴν εἰρήνην, ὡς οἰκτίρμων δωρήσασθαι, τοῖς εὐφημοῦσι
λαμπρῶς, τὰς σὰς τρισαριστείας.
Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη ἡ τεκοῦσα ἀφράστως τὸν πολυεύσπλαγχνον,
κακίας ἐκ βαράθρων, ἀνάγαγε τὸν νοῦν μου, συμπαθῶς ἵνα ψάλλων Σοι· χαῖρε
Παρθένε ἁγνή, τοῦ ἀχωρήτου χώρα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ ἐπομβρίᾳ, τῆς χάριτός σου Χαρίτων, καταδρόσισον θερμῶς
καθικετεύω, τὴν ἐν ἁμαρτίας, αὐχμῶσάν μου καρδίαν.
Ἐν τοῖς ὑψίστοις, κατατρυφῶν ὦ Χαρίτων, τῆς ἐνθέου
φωταυγείας τε καὶ δόξης, μὴ ἡμῶν παρίδῃς, τὰς ἐκ ψυχῆς δεήσεις.
Δός μοι Χαρίτων, τὴν τοῦ θανάτου μελέτην, ἵνα τύχω τῶν αὐτῆς
δωρημάτων, καὶ τῆς αἰωνίου, ῥυσθήσομαι γεέννης.
Θεοτοκίον.
Νοός μου Κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ Σῇ
φωταγωγίᾳ, ἡ τὸ φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πρυτάνευσον Χαρίτων, τοῖς προστρέχουσί σοι, τὴν τῶν
πταισμάτων τελείαν συγχώρησιν, τῇ δραστικῇ σου πρεσβείᾳ πρὸς τὸν φιλάνθρωπον.
Ἰάσεων τὴν χάριν, παρὰ τοῦ Κυρίου, λαβὼν πλουσίως Χαρίτων
μακάριε, ἀσθενειῶν τῶν κατ’ ἄμφω δέομαι ῥῦσαί με.
Ὁ χάριτος ἀφράστου, κατηξιωμένος, ἐν τοῖς ὑψίστοις Χαρίτων
μακάριε, τὴν ἱκετήριον ταύτην ᾠδήν μου πρόσδεξαι.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, δεῦρο εὐσπλάγχνως νομῆς
Σου τὰ πρόβατα, πρὸς εὐσεβείας ἀπαύστως νομὰς ποιμαίνουσα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον
Σέ μεγαλύνομεν.