Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 17 Φεβρουαρίου 2022

ΤΟΥ ΑΥΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΜΑΡΤΥΡΑ ΘΕΟΔΩΡΟΝ.



ΤΟΥ ΑΥΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΜΑΡΤΥΡΑ ΘΕΟΔΩΡΟΝ. 

ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ 

μεῖς ὁ τοῦ Χριστοῦ λαὸς, ἡ ἁγία ποίμνη, τὸ βασίλειον ἱεράτευμα, οἱ πανταχόθεν ἀστικοί τε καὶ χωριτικοὶ συῤῥεύσαντες δῆμοι, πόθεν λαβόντες τὸ σύνθημα τῆς ὁδοῦ, πρὸς τὸν ἱερὸν τοῦτον ἐδημαγωγήθητε τόπον; Τίς ὑμῖν τῆς ἐνθάδε σπουδαίαν οὕτω καὶ ἐμπρόθεσμον ἀνάγκην ἐπέθηκεν; καὶ ταῦτα ὥρᾳ χειμῶνος, ἡνίκα καὶ πόλεμος ἠρεμεῖ, καὶ στρατιώτης τὴν πανοπλίαν ἀποσκευάζεται, καὶ πλωτὴρ ὑπὲρ καπνοῦ τίθησι τὸ πηδάλιον, καὶ γεωγρὸς ἡσυχάζει τοὺς ἀροτῆρας βοῦς θεραπεύων ἐπὶ τῆς φάτνης; Ἢ πρόδηλον, ὡς ἐσάλπισε μὲν ἐκ τῶν στρατιωτικῶν καταλόγων ὁ ἅγιος μάρτυς· κινήσας δὲ πολλοὺς ἐκ διαφόρων πατρίδων πρὸς τὴν οἰκείαν ἀνάπαυσιν καὶ ἑστίαν ἐκάλεσεν, οὐκ εἰς πολεμικὴν εὐτρεπίζων παρασκευὴν, ἀλλὰ πρὸς τὴν γλυκεῖαν καὶ μάλιστα δὴ Χριστιανοῖς πρέπουσαν συνάγων εἰρήνην; Οὗτος γὰρ, ὡς πιστεύομεν, καὶ τοῦ παρελθόντος ἐνιαυτοῦ τὴν βαρβαρικὴν ζάλην ἐκοίμισε, καὶ τὸν φρικώδη τῶν ἀγρίων Σκυθῶν ἔστησε πόλεμον, δεινὸν αὐτοῖς ἐπισείσας καὶ φοβερὸν ἤδη βλεπομένοις καὶ πλησιάσασιν, οὐ κράνος τρίλοφον, οὐδὲ ξίφος εὖ τεθηγμένον, καὶ πρὸς τὸν ἥλιον ἀποστίλβον, ἀλλὰ τὸν ἀλεξίκακον καὶ παντοδύναμον σταυρὸν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ αὐτὸς παθὼν, τὴν δόξαν ταύτην ἐκτήσατο. Καί μοι λοιπὸν τὸν νοῦν ἐπιστήσαντες διασκέψασθε, οἱ τῆς καθαρᾶς ταύτης θρησκείας ὑπηρέται καὶ φιλομάρτυρες, ἡλίκον χρῆμα δίκαιος, καὶ ὅσων ἀξιοῦται τῶν ἀμοιβῶν (τῶν ἐγκοσμίων τε, λέγω, καὶ τῶν παρ' ἡμῖν· τῶν γὰρ ἀοράτων οὐδεὶς ἱκανὸς λογίσασθαι τὴν μεγαλοπρέπειαν)· καὶ διορίσαντες τὸν τῆς εὐσεβείας καρπὸν, ζηλώσατε τῶν οὕτω προτιμωμένων τὴν γνώμην. Ἐπιθυμήσατε δὲ τῶν γερῶν ἃ Χριστὸς πρὸς ἀξίαν διανέμει τοῖς ἀθληταῖς. Καὶ τέως, εἰ δοκεῖ, τῆς ἀπολαύσεως τῶν μελλόντων ἀγαθῶν σχολαζούσης, ἣν ἐλπὶς ἀγαθὴ ταμιεύεται τοῖς δικαίοις, ἡνίκα ἂν ὁ τῶν ἡμετέρων βίων δικαστὴς ἐπιφοιτήσῃ, τὴν παροῦσαν ἴδωμεν τῶν ἁγίων κατάστασιν, ὅπως καλλίστη ἐστὶ καὶ μεγαλοπρεπής. Ψυχὴ μὲν γὰρ ἀνελθοῦσα περὶ τὸν ἴδιον κλῆρον ἐμφιλοχωρεῖ, καὶ ἀσωμάτως τοῖς ὁμοίοις συνδιαιτᾶται· σῶμα δὲ τὸ σεμνὸν καὶ ἀκηλίδωτον ἐκείνης ὄργανον, οὐδαμοῦ τοῖς ἰδίοις πάθεσι βλάψαν τῆς ἐνοικησάσης τὴν ἀφθαρσίαν, μετὰ πολλῆς τιμῆς καὶ θεραπείας περισταλὲν, σεμνῶς ἐν ἱερῷ τόπῳ κατάκειται, ὥσπερ τι κειμήλιον πολυτίμητον τῷ καιρῷ τῆς παλιγγενεσίας τηρούμενον, πολὺ τὸ ἀσύγκριτον ἔχον πρὸς τὰ ἄλλα τῶν σωμάτων, ἃ κοινῷ καὶ τῷ τυχόντι διελύθη θανάτῳ, καὶ ταῦτα ἐν ὁμοίᾳ ὕλῃ τῆς φύσεως. Τὰ μὲν γὰρ ἄλλα τῶν λειψάνων, καὶ βδελυκτὰ τοῖς πολλοῖς ἐστι, καὶ οὐδεὶς ἡδέως παρέρχεται τάφον, ἢ καὶ ἀνεῳγότι τυχὼν ἐκ τοῦ παραδόξου, ἐπιβαλὼν δὲ τὴν ὄψιν τῇ ἀμορφίᾳ τῶν ἐγκειμένων, πάσης ἀηδίας πληρωθεὶς, καὶ βαρέα καταστενάξας τῆς ἀνθρωπότητος παρατρέχει. Ἐλθὼν δὲ εἴς τι χωρίον ὅμοιον τούτῳ, ἔνθα σήμερον ὁ ἡμέτερος σύλλογος, ὅπου μνήμη δικαίου καὶ ἅγιον λείψανον· πρῶτον μὲν τῇ μεγαλοπρεπείᾳ τῶν ὁρωμένων ψυχαγωγεῖται, οἶκον βλέπων ὡς Θεοῦ ναὸν, ἐξησκημένον λαμπρῶς τῷ μεγέθει τῆς οἰκοδομῆς, καὶ τῷ τῆς ἐπικοσμήσεως κάλλει, ἔνθα καὶ τέκτων εἰς ζώων φαντασίαν τὸ ξύλον ἐμόρφωσε, καὶ λιθοξόος εἰς ἀργύρου λειότητα τὰς πλάκας ἀπέξεσεν. Ἐπέχρωσε δὲ καὶ ζωγράφος τὰ ἄνθη τῆς τέχνης ἐν εἰκόνι διαγραψάμενος, τὰς ἀριστείας τοῦ μάρτυρος, τὰς ἐνστάσεις, τὰς ἀλγηδόνας, τὰς θηριώδεις τῶν τυράννων μορφὰς, τὰς ἐπηρείας, τὴν φλογοτρόφον ἐκείνην κάμινον, τὴν μακαριωτάτην τελείωσιν τοῦ ἀθλητοῦ, τοῦ ἀγωνοθέτου Χριστοῦ τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα, πάντα ἡμῶν ὡς ἐν βιβλίῳ τινὶ γλωττοφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος, σαφῶς διηγόρευσε τοὺς ἀγῶνας τοῦ μάρτυρος, καὶ ὡς λειμῶνα λαμπρὸν τὸν νεὼν κατηγλάισεν· οἶδε γὰρ καὶ γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν, καὶ τὰ μέγιστα ὠφελεῖν· καὶ ὁ τῶν ψηφίδων συνθέτης, ἱστορίας ἄξιον ἐποίησε τὸ πατούμενον ἔδαφος. 
Καὶ τοῖς αἰσθητοῖς οὕτω φιλοτεχνήμασιν ἐνευπαθήσας τὴν ὄψιν, ἐπιθυμεῖ λοιπὸν καὶ αὐτῇ πλησιάσαι τῇ θήκῃ· ἁγιασμὸν καὶ εὐλογίαν τὴν ἐπαφὴν εἶναι πιστεύων. Εἰ δὲ καὶ κόνιν τις δοίη φέρειν τὴν ἐπικειμένην τῇ ἐπιφανείᾳ τῆς ἀναπαύσεως, δῶρον ὁ χοῦς λαμβάνεται, καὶ ὡς κειμήλιον ἡ γῆ θησαυρίζεται. Τὸ γὰρ αὐτοῦ τοῦ λειψάνου προσάψασθαι, εἴ ποτέ τις ἐπιτυχία τοιαύτη παράσχοι τὴν ἐξουσίαν, ὅπως ἐστὶ πολυπόθητον, καὶ εὐχῆς τῆς ἀνωτάτω τὸ δῶρον, ἴσασιν οἱ πεπειραμένοι, καὶ τῆς τοιαύτης ἐπιθυμίας ἐμφορηθέντες. Ὡς σῶμα γὰρ αὐτὸ ζῶν καὶ ἀνθοῦν οἱ βλέποντες κατασπάζονται, τοῖς ὀφθαλμοῖς, τῷ στόματι, ταῖς ἀκοαῖς, πάσαις προσάγοντες ταῖς αἰσθήσεσιν, εἶτα τὸ τῆς εὐλαβείας καὶ τὸ τοῦ πάθους ἐπιχέοντες δάκρυον, ὡς ὁλοκλήρῳ καὶ φαινομένῳ τῷ μάρτυρι τὴν τοῦ πρεσβεύειν ἱκεσίαν προσάγουσιν, ὡς δορυφόρον τοῦ Θεοῦ παρακαλοῦντες, ὡς λαμβάνοντα τὰς δωρεὰς ὅταν ἐθέλῃ ἐπικαλούμενοι. Ἐκ τούτων πάντων, ὁ εὐσεβὴς λαὸς, καταμάθετε, ὅτι Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἓν μὲν γὰρ καὶ τὸ αὐτὸ σῶμα πάντων ἀνθρώπων, ἐξ ἑνὸς φυράματος ἔχον τὴν σύστασιν· ἀλλὰ τὸ μὲν ἁπλῶς ἀποθανὸν, ῥίπτεται ὡς τὸ τυχόν· τὸ δὲ τῷ πάθει τοῦ μαρτυρίου χαριτωθὲν, οὕτως ἐστὶν ἐράσμιον καὶ ἀμφισβητήσιμον, ὡς ὁ προλαβὼν λόγος ἐδίδαξεν. Διὰ τοῦτο πιστεύσωμεν ἐκ τῶν φαινομένων τοῖς ἀοράτοις, ἀπὸ τῆς ἐν τῷ κόσμῳ πείρας τῇ τῶν μελλόντων ἐπαγγελίᾳ. Πολλοὶ γὰρ οἱ τὴν γαστέρα, καὶ τὴν κενοδοξίαν, καὶ τὸν ἐνθάδε συρφετὸν πάντων ἐπίπροσθεν ἄγοντες, οὐδὲν ἡγοῦνται τὸ μέλλον· τῷ τέλει δὲ τοῦ βίου συμπεραιοῦσθαι τὰ πάντα νομίζουσιν. Ἀλλ' ὁ φρονῶν οὕτως, ἐκ τῶν μικρῶν τὰ μεγάλα κατάμαθε, ἐκ τῶν σκιῶν τὰ ἀρχέτυπα νόησον. Τίς τῶν βασιλέων τοιαύτην τιμᾶται τιμήν; τίς τῶν καθ' ὑπερβολὴν ἐν ἀνθρώποις φανέντων τοιαύτῃ μνήμῃ δοξάζεται; τίς τῶν στρατηγῶν τῶν πόλεις τειχήρεις ἑλόντων, καὶ ἔθνη δουλωσαμένων μυρία, οὕτως ἐστὶν ἀοίδιμος, ὡς ὁ στρατιώτης οὗτος, ὁ πένης, ὁ νεόλεκτος, ὃν Παῦλος ὥπλισεν, ὃν ἄγγελοι πρὸς τὸν ἀγῶνα ἤλειψαν, καὶ νικήσαντα Χριστὸς ἐστεφάνωσεν; Μᾶλλον δὲ ἐπειδὴ ἐγγὺς ἐγενόμην τῷ λόγῳ τῶν ἀγώνων τοῦ μάρτυρος, φέρε, τὰ κοινὰ καταλιπόντες, τὸν ἐξαίρετον τοῦ ἁγίου λόγον ποιήσωμεν· φίλον γὰρ ἑκάστῳ τὸ ἴδιον. 
Πατρὶς τοίνυν τῷ γενναίῳ, ἡ πρὸς ἥλιον ἀνίσχουσα χώρα· εὐγενὴς γὰρ καὶ οὗτος κατὰ τὸν Ἰὼβ τῶν ἀφ' ἡλίου ἀνατολῶν, καὶ τῆς πατρίδος ἐκείνῳ κοινωνῶν, οὐκ ἀπελείφθη τῆς τοῦ ἤθους μιμήσεως. Νῦν δὲ πάσῃ τῇ οἰκουμένῃ ἐστὶ μάρτυς κοινὸς τῆς ὑφ' ἡλίῳ πολίτης· ληφθεὶς δὲ ἐκεῖθεν πρὸς ὁπλιτικοὺς κατα λόγους, οὕτω μετὰ τοῦ ἰδίου τάγματος πρὸς τὴν ἡμετέραν διέβη χώραν, τῆς χειμερινῆς ἀναπαύσεως τοῖς στρατιώταις ἐνθάδε παρὰ τῶν κρατούντων διαταχθείσης. Πολέμου δὲ κινηθέντος ἀθρόον, οὐκ ἐξ ἐφόδου βαρβαρικῆς, ἀλλ' ἐκ νόμου Σατανικοῦ, καὶ δόγματος θεομάχου (πᾶς γὰρ Χριστιανὸς ἠλαύνετο τῷ δυσσεβεῖ γράμματι, καὶ πρὸς θάνατον ἤγετο)· τότε δὴ, τότε ὁ τρισμακάριος οὗτος, γνώριμος ὢν ἐπ' εὐσεβεία, καὶ τὴν πίστιν τὴν εἰς Χριστὸν πανταχοῦ περιφέρων, μόνον οὐκ ἐπὶ τοῦ μετώπου τὴν ὁμολογίαν γραψάμενος, οὐκέτι νεόλεκτος ἦν τὴν ἀνδρείαν, οὐδὲ ἄπειρος πολέμου καὶ μάχης· ἀλλὰ γενναῖος τὴν ψυχὴν, ἰσχυρὰν ποιησάμενος πρὸς τοὺς κινδύνους τὴν ἔνστασιν, οὐχ ὑφειμένος, οὐ δειλιῶν, οὐ λόγον ἀπαῤῥησίαστον προβαλλόμενος. Ὡς γὰρ ἐκάθισε τὸ πονηρὸν ἐκεῖνο δικαστήριον, ὅ τε ἡγεμὼν καὶ ὁ ταξίαρχος εἰς ταὐτὸ συνελθόντες, ὡς Ἡρώδης ποτὲ καὶ Πιλάτος, τὸν δοῦλον τοῦ σταυρωθέντος, εἰς κρίσιν ὁμοίαν τοῦ Δεσπότου κατέστησαν. "Καὶ λέγε," φησὶ, "πόθεν σοι θρασύτητος καὶ τόλμης ἐγγινομένης, εἰς τὸν βασιλικὸν ἐξυβρίζεις νόμον, οὐχ ὑποκύπτεις δὲ τρέμων τοῖς τοῦ Δεσπότου προστάγμασιν, οὐδὲ προσκυνεῖς κατὰ τὸ δοκοῦν τοῖς κρατοῦσιν;" Οἱ γὰρ ἀμφὶ Μαξιμιανὸν τότε τῆς βασιλείας ἡγοῦντο. Ὃς στεῤῥῷ τῷ προσώπῳ καὶ ἀκατα[π]λήκτῳ τῇ γνώμῃ, εὔστοχον τὴν ἀπόκρισιν τοῖς λεχθεῖσιν ἐπέθηκεν· "Θεοὺς μὲν οὐκ οἶδα (οὐδὲ γὰρ εἰσὶ κατὰ τὴν ἀλήθειαν)· δαίμονας δὲ ὑμεῖς ἀπατεῶνας πλανᾶσθε τῇ τοῦ Θεοῦ τιμῶντες προσηγορίᾳ· ἐμοὶ δὲ Θεὸς ὁ Χριστὸς, ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός. Ὑπὲρ τῆς εὐσεβείας τοίνυν καὶ τῆς ὁμολογίας τῆς εἰς ἐκεῖνον, καὶ ὁ τιτρώσκων τεμνέτω, καὶ ὁ μαστίζων ξαινέτω, καὶ ὁ καίων προσαγέτω τὴν φλόγα, καὶ ὁ ταῖς φωναῖς μου ταύταις ἀχθόμενος ἐξαιρέτω τὴν γλῶσσαν· καθ' ἕκαστον γὰρ μέλος, τὸ σῶμα τῷ κτίσαντι χρεωστεῖ τὴν ὑπομονήν." Ἡττήθησαν τῶν λόγων οἱ τύραννοι· καὶ τὴν πρώτην προσβολὴν τοῦ ἀριστέως οὐκ ἤνεγκαν, νεανίσκον βλέποντες πρὸς τὸ πάθος σφριγῶντα, καὶ ὡς ἡδύ τι πόμα τὴν τελευτὴν ἐφελκόμενον. Ὡς δὲ ἐκεῖνοι μικρὸν ἐπεῖχον ἠπορημένοι, καὶ βουλευόμενοι τὸ πρακτέον· εἷς τις τῶν ἐν τέλει στρατιώτης κομψὸς εἶναι οἰόμενος, ἐπιχλευάζων ὁμοῦ τὴν ἀπόκρισιν τὴν τοῦ μάρτυρος, "Ἔστι γὰρ," ἔφη, "Υἱὸς, ὦ Θεόδωρε, τῷ σῷ Θεῷ; καὶ γεννᾷ ἐκεῖνος, ὡς ἄνθρωπος ἐμπαθῶς;" |"Ἐμπαθῶς μὲν ὁ ἐμὸς," ἔφη, "Θεὸς οὐκ ἐγέννησεν· ἀλλὰ καὶ Υἱὸν ὁμολογῶ, καὶ θεοπρεπῆ λέγω τὴν γέννησιν· σὺ, ὦ νηπιώδη τὸν λογισμὸν καὶ ἄθλιε, οὐκ ἐρυθριᾷς οὐδὲ ἐγκαλύπτῃ καὶ θήλειαν ὁμολογῶν θεὰν, καὶ ὡς μητέρα δώδεκα παίδων τὴν αὐτὴν προσκυνῶν, πολύτοκόν τινα δαίμονα κατὰ τοὺς λαγωοὺς ἢ τὰς ὕας εὐκόλως καὶ ἐγκυισκομένην καὶ ἀποτίκτουσαν;" 
Οὕτως δὲ τοῦ ἁγίου διπλοῦν ἀντιστρέψαντος τῷ εἰδωλολάτρῃ τὸν καταγέλωτα, σχῆμα πλασάμενοι φιλανθρωπίας οἱ τύραννοι, "Ὀλίγος," φασὶ, "πρὸς διάσκεψιν ἐνδοθήτω τῷ μαινομένῳ καιρός· ἴσως κατὰ σχολὴν δοὺς ἑαυτῷ γνώμην, μετάθηται πρὸς τὸ βέλτιον." Μανίαν γὰρ οἱ ἔκφρονες τὴν σωφροσύνην ἐκάλουν· ἔκστασιν δὲ καὶ παραφορὰν, τὴν εὐλάβειαν· ὥσπερ ὅταν οἱ μεθύοντες, τὸ ἴδιον πάθος τοῖς νήφουσιν ὀνειδίζωσιν. Ἀλλ' ὁ εὐσεβὴς ἄνθρωπος καὶ τοῦ Χριστοῦ στρατιώτης, εἰς ἀνδρικὴν πρᾶξιν τῇ δοθείσῃ σχολῇ κατεχρήσατο. Ποίᾳ ταύτῃ; Καιρὸς ὑμῖν μετ' εὐφροσύνης ὑποδέξασθαι τὸ διήγημα· Τῇ μυθευομένῃ μητρὶ τῶν θεῶν, ναὸς ἦν ἐπὶ τῆς μετροπόλεως Ἀμασείας, ὃν οἱ τότε πλανώμενοι, αὐτοῦ που περὶ τὰς ὄχθας τοῦ ποταμοῦ τῇ ματαιότητι κατεσκεύασαν. Τοῦτον ὁ γενναῖος, ἐν τῷ τῆς δοθείσης ἀδείας καιρῷ ἐπιτηρήσας εὔκαιρον ὥραν, καὶ αὖραν ἐπίφορον, ἐμπρήσας κατέφλεξεν, ἔργῳ τοῖς ἀλιτηρίοις δοὺς τὴν ἀπόκρισιν, ἣν πάντως ἀνέμενον μετὰ τὴν διάσκεψιν. Ἐπιδήλου δὲ τοῦ πράγματος ταχέως ἅπασι γενομένου (καὶ γὰρ ἐν τῷ μέσῳ τῆς πόλεως φανερώτατον ἐξήφθη τὸ πῦρ), οὐκ ἐπεκρύψατο τὴν ἐγχείρησιν, οὐδὲ ἐσπούδασε τὸ λαθεῖν· ἀλλ' ἔνδηλος ἦν, καὶ σφόδρα γε τῷ κατορθώματι γαυριῶν, καὶ ὑπερχαίρων τῇ ταραχῇ τῶν ἀθέων, ἣν ἐταράττοντο, τῷ ναῷ περιαλγοῦντες καὶ τῷ ξοάνῳ. Καὶ μέντοι κατεμηνύθη τοῖς ἄρχουσιν, ὡς αὐτουργήσας τὸν ἐμπρησμόν· καὶ πάλιν κριτήριον φοβερώτερον τοῦ προτέρου· ὥσπερ οὖν καὶ εἰκὸς, ἐπισυμβάντος τηλικούτου τοῦ παροξύναντος. Καὶ οἱ μὲν ἐπὶ τὸν δικαστικὸν ἀνέβησαν θρόνον. Θεόδωρος δὲ εὐπαῤῥησίαστος ἐν τοῖς μέσοις ἄρχοντος θάρσος ἔχων ἐν τῇ στάσει τοῦ κρινομένου ἐρωτώμενος, καὶ τῷ τάχει τῆς ὁμολογίας τὴν ἐρώτησιν ἐπικόπτων. Ἐπειδὴ δὲ ἀκατάπληκτος ἦν, καὶ πρὸς οὐδὲν ἐφείδετο τῶν ἀπειλουμένων δεινῶν, εἰς τοὐναντίον μετεβλήθησαν τρόπον· καὶ φιλανθρώπως διαλεγόμενοι, ἐπαγγελίαις ὑποσύρειν ἐπειρῶντο τὸν δίκαιον. "Καὶ γίνωσκε," φασὶν, "ὡς εἰ βουληθείης εὐπειθῶς τὴν συμβουλὴν τὴν ἡμετέραν προσδέξασθαι, εὐθύς σε καταστήσομεν ἐξ ἀφανῶν γνώριμον, ἐξ ἀδόξων ἔντιμον· καί σοι τῆς ἀρχιερωσύνης ἐπαγγελλόμεθα τὴν ἀξίαν." Ὡς δὲ τοῦ τῆς ἀρχιερωσύνης ἀξιώματος ἤκουσεν, ἐγγελάσας μακρὸν ὁ τρισμακάριος εἶπεν· "Ἐγὼ καὶ τοὺς ἱερέας τῶν εἰδώλων ἀθλίους κρίνων, καὶ ὡς ματαίας πράξεως ὑπηρέτας, οἰκτείρω· τοὺς δὲ ἀρχιερέας ἐπὶ πλεῖον ἐλεῶ καὶ βδελύσσομαι· ἐπὶ γὰρ τῶν χειρόνων, ὁ μείζων καὶ πρωτοτακτῶν ἀθλιώτερος· ὡς ἐν τοῖς ἀδίκοις, ὁ ἀδικώτερος· ὡς ἐν τοῖς φονεῦσιν, ὁ μᾶλλον ὠμός· ὡς ἐν τοῖς ἀκολάστοις, ὁ ἀσελγέστερος· καὶ διὰ τοῦτο ἐντεῦθεν ἤδη διὰ τῶν ὀλεθρίων ἐπαγγελιῶν καταβάλετε· λελήθατε γάρ μοι, ὦ οὗτοι, τὴν κορυφὴν τῶν κακῶν ὑποσχόμενοι· τῷ δὲ εὐσεβῶς καὶ ὀρθῶς ζῇν προαιρουμένῳ, παραῤῥιπτεῖσθαι καλὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον, ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἐγὼ καὶ τοὺς βασιλέας τούτους, ὧν τὸν ἄνομον συνεχῶς ὑπαναγινώσκετε νόμον, ἐλεῶ, ὅτι αὔταρκες ἐν ἀνθρώποις ἀξίωμα τὸ κράτος τῆς βασιλείας ἔχοντες, τὴν τοῦ ἀρχιερέως ἑαυτοῖς προσηγορίαν ἀνέθεσαν, καὶ τὴν πενθήρη καὶ σκοτεινὴν πορφύραν ἐκεῖθεν ἀμπίσχονται, κατὰ μίμησιν τῶν κακοδαιμόνων ἀρχιερέων, ἀξιώματι φαιδρῷ σκυθρωπὸν περιφέροντες ἔνδυμα· ἔστι δὲ ὅτε καὶ μιαρῷ βωμῷ πλησιάζοντες, ἀντὶ βασιλέων γίνονται μάγειροι ὄρνεις θύοντες, καὶ βοσκημάτων ἀθλίων σπλάγχνα διερευνώμενοι, καὶ τῷ λύθρῳ τοῦ αἵματος, ὡς κρεωπῶλαί τινες τὴν ἐσθῆτα μολύνοντες." 
Μετὰ ταύτας τὰς φωνὰς τοῦ δικαίου, οὐκέτι οὐδὲ τὴν πλαστὴν φιλανθρωπίαν καὶ ἐσχηματισμένην οἱ ἄρχοντες ἐπεδείκνυντο· ἀλλὰ καὶ ἀσεβέστατον πρὸς τοὺς Θεοὺς καλοῦντες, καὶ ἔτι τῶν βασιλέων ὑβριστὴν καὶ βλάσφημον, πρῶτον μὲν ἐπὶ τοῦ βασανιστηρίου ξύλου κρεμάσαντες, τὸ σῶμα κατέξαινον· ὁ δὲ, τῶν δημίων σφοδρῶς ἐνεργούντων, καρτερὸς ἦν καὶ ἀνένδοτος, καὶ στῖχον ἐκ τῆς Ψαλμωδίας ταῖς βασάνοις ἐπῇδεν· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Καὶ οἱ μὲν τῶν σαρκῶν ἀπέξεον· ὁ δὲ ἔψαλλεν, ὡς ἄλλου τινὸς ὑφισταμένου τὴν τιμωρίαν. Διεδέξατο τὴν κόλασιν ταύτην τὸ δεσμωτήριον, καὶ πάλιν ἐκεῖ θαῦμα ἐτελεῖτο περὶ τὸν ἅγιον, καὶ νύκτωρ φωνὴ πλήθους ψαλλόντων ἠκούετο, καὶ λαμπάδων ἐπιφαινουσῶν, ὡς ἐν παννυχίδι αὐγὴ ἑωρᾶτο τοῖς ἔξωθεν, ὡς καὶ τὸν δεσμοφύλακα πρὸς τὴν παράδοξον ὄψιν καὶ ἀκοὴν ταραχθέντα, εἰσπηδῆσαι εἰς τὸν οἰκίσκον, καὶ μηδένα εὑρεῖν πλὴν τοῦ μάρτυρος ἡσυχάζοντος, καὶ τῶν ἄλλων δεσμωτῶν καθευδόντων. Ἐπειδὴ δὲ πολλῶν γινομένων ἤκμαζε πρὸς τὴν ὁμολογίαν καὶ τὴν εὐσέβειαν, ἦλθεν ἐπ' αὐτὸν ἡ κατακρίνουσα ψῆφος, καὶ πυρὶ τελειωθῆναι κελευσθεὶς, αὐτὸς μὲν ἀπῆλθε τὴν καλὴν καὶ μακαρίαν πρὸς Θεὸν πορείαν· ἡμῖν δὲ τὴν μνήμην τοῦ ἀγῶνος διδασκάλιον κατέλιπε, λαοὺς ἀθροίζων, ἐκκλησίαν παιδεύων, δαίμονας ἀπελαύνων, ἀγγέλους εἰρηνικοὺς κατάγων, ζητῶν ὑπὲρ ἡμῶν παρὰ Θεοῦ τὰ συμφέροντα, ἰατρεῖον νόσων ποικίλων τὸν τόπον τοῦτον ἀπεργασάμενος, λιμένα τῶν χειμαζομένων ταῖς θλίψεσι, πενήτων εὐθηνουμένων ταμιεῖον, ὁδοιπόρων ἀνεκτὸν καταγώγιον, πανήγυριν τῶν ἑορταζόντων ἄληκτον. Εἰ γὰρ καὶ ἐνιαυσιαίοις ἑορταῖς τὴν ἡμέραν ταύτην τελοῦμεν, ἀλλ' οὐδέποτε λήγει τῶν κατὰ σπουδὴν ἀφικνουμένων τὸ πλῆθος, τῶν μυρμήκων δὲ σώζει τὴν ὁμοιότητα ἡ ἐπὶ τάδε φέρουσα λεωφόρος, τῶν μὲν ἀνιόντων, τῶν δὲ ὑποχωρούντων τοῖς ἐρχομένοις. 
Ἡμεῖς μὲν οὖν, ὦ μακάριε, τὸν τοῦ ἐνιαυτοῦ κύκλον καταλαβόντες φιλανθρωπίᾳ τοῦ κτίσαντος, ἠθροίσαμέν σοι τὴν πανήγυριν, τὸν ἱερὸν τῶν φιλομαρτύρων σύλλογον, τόν τε κοινὸν προσκυνοῦντες Δεσπότην, καὶ τὴν ἐπινίκιον πληρώσαντες τῶν σῶν ἀγώνων ὑπόμνησιν· σὺ δὲ, δεῦρο δὴ πρὸς ἡμᾶς, ὅπου ποτ' ἂν ᾖς, τῆς ἑορτῆς ἔφορος (καλέσαντα γάρ σε ἀντικαλοῦμεν)· καὶ εἴτε τῷ ὑψηλῷ αἰθέριον διαιτᾷ, εἴτε τινὰ ἐπουράνιον ἀψίδα περιπολεῖς, ἢ χοροῖς ἀγγέλων συντεταγμένος τῷ Δεσπότῃ παρέστηκας, ἢ μετὰ δυνάμεων καὶ ἐξουσιῶν, ὡς δοῦλος πιστὸς προσκυνεῖς· μικρὸν τὰ αὐτόθι παραιτησάμενος, ἧκε πρὸς τοὺς τιμῶντάς σε ἀόρατος φίλος· ἱστόρησον τὰ τελούμενα, ἵνα τὴν εἰς Θεὸν εὐχαριστίαν διπλασιάσῃς, τὸν ἀντὶ πάθους ἑνὸς, καὶ μιᾶς εὐσεβοῦς ὁμολογίας, τοσαύτας σοι τὰς ἀμοιβὰς χαρισάμενον· εὐφρανθείης δὲ τῷ αἵματι καὶ τῇ τοῦ πυρὸς ἀλγηδόνι. Ὅσους γὰρ εἶχες τότε λαοὺς τῆς τιμωρίας θεατὰς, τοσούτους νῦν τῆς τιμῆς ἔχεις ὑπηρέτας. Χρῄζομεν πολλῶν εὐεργεσιῶν· πρέσβευσον ὑπὲρ τῆς πατρίδος πρὸς τὸν κοινὸν βασιλέα· πατρὶς γὰρ μάρτυρος, τοῦ πάθους ἡ χώρα· πολῖται δὲ καὶ συγγενεῖς, οἱ περιστείλαντες καὶ ἔχοντες καὶ τιμῶντες. Ὑφορώμεθα θλίψεις, προσδοκῶμεν κινδύνους, οὐ μακρὰν οἱ ἀλιτήριοι Σκῦθαι τὸν καθ' ἡμῶν ὠδίνοντες πόλεμον· ὡς στρατιώτης ὑπερμάχησον· ὡς μάρτυς ὑπὲρ τῶν ὁμοδούλων χρῆσαι τῇ παῤῥησίᾳ. Εἰ καὶ ὑπερέβης τὸν βίον, ἀλλ' οἶδας τὰ πάθη καὶ τὰς χρείας τῆς ἀνθρωπότητος· αἴτησον εἰρήνην, ἵνα αἱ πανηγύρεις αὗται μὴ λήξωσιν, ἵνα μὴ κωμάσῃ κατὰ ναῶν ἢ θυσιαστηρίων λυσσῶν καὶ ἄθεσμος βάρβαρος, ἵνα μὴ πατήσῃ τὰ ἅγια βέβηλος. Ἡμεῖς γὰρ καὶ ὑπὲρ ὧν ἀπαθεῖς ἐφυλάχθημεν, σοὶ λογιζόμεθα τὴν εὐεργεσίαν· αἰτοῦμεν δὲ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν. Ἂν χρεία γένηται καὶ πλείονος δυσωπίας, ἄθροισον τὸν χορὸν τῶν σῶν ἀδελφῶν τῶν μαρτύρων, καὶ μετὰ πάντων δεήθητι· πολλῶν δικαίων εὐχαὶ, λαῶν καὶ δήμων ἁμαρτίας λυσάτωσαν· ὑπόμνησον Πέτρον, διέγειρον Παῦλον, Ἰωάννην ὁμοίως τὸν θεολόγον καὶ φιλούμενον μαθητήν· ἵν' ὑπὲρ τῶν Ἐκκλησιῶν ἃς συνεστήσαντο μεριμνήσωσιν, ὑπὲρ ὧν τὰς ἁλύσεις ἐφόρεσαν, ὑπὲρ ὧν τοὺς κινδύνους καὶ τοὺς θανάτους ἤνεγκαν· μὴ εἰδωλολατρεία ἄρῃ καθ' ἡμῶν κεφαλὴν, μὴ αἱρέσεις ὡς ἄκανθαι τῷ ἀμπελῶνι ὑποβλαστήσωσι, μὴ ζιζάνιον ἐγερθὲν πνίξῃ τὸν σῖτον· μή τις πέτρα γένηται καθ' ἡμῶν λειπομένη τῆς πιότητος τῆς ἀληθινῆς δρόσου, καὶ ἄριζον ἀποδείξῃ τῆς εὐκαρπίας τοῦ λόγου τὴν δύναμιν· ἀλλὰ τῇ δυνάμει τῆς σῆς πρεσβείας καὶ τῶν σὺν σοὶ, θαυμαστὲ, καὶ ὑπερλάμπον ἐν τοῖς μάρτυσι λήιον ἀποδειχθείη τὸ τῶν Χριστιανῶν πολίτευμα μέχρι τέλους μένον, ἐν τῇ λιπαρᾷ καὶ εὐκάρπῳ τῆς ἐν Χριστῷ πίστεως ἀρούρᾳ ἀεὶ καρποφοροῦν τὴν αἰώνιον ζωὸν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τρίτη 9 Μαρτίου 2021

ΕΙΣ ΤΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ ΛΟΓΟΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΡΗΘΕΙΣΕΝ ΤΩ ΜΑΡΤΥΡΙΩ.



ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ 
ΕΙΣ ΤΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ ΛΟΓΟΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΡΗΘΕΙΣΕΝ ΤΩ ΜΑΡΤΥΡΙΩ. 
Οἱ μὲν ὁπλῖται Ῥωμαίων κατὰ νόμον πάτριον, καὶ συνήθειαν παλαιὰν, ἣν παῖδες παρὰ προγόνων διαδεξάμενοι, καὶ μέχρι τοῦ παρόντος φυλάττουσιν, ἐν τῇ ἀρχῇ τοῦ ἐνεστῶτος μηνὸς τὴν πανοπλίαν ἐνσκευαζόμενοι, καὶ χωροῦντες ἐπί τι πεδίον ἡπλωμένον ἱκανῶς καὶ ὕπτιον, ἔνθαπερ ἔξεστι καὶ δρόμον ἵππων ἐκτεῖναι, καὶ μελετῆσαι τὰ τακτικὰ, καὶ πᾶσαν γυμνασθῆναι τὴν ἐνόπλιον ἄσκησιν, ἀνάμνησίν τε τοῦ ἔτους ποιοῦνται, καὶ τὴν ἡμέραν ἐπίσημον ἄγουσιν. Ἐγὼ δὲ μνήμην μαρτύρων τελῶν, καὶ ταύτην τῇ προτεραίᾳ κηρύξας ὑμῖν, τοὺς τοῦ Χριστοῦ στρατιῶτας τοὺς μ, τοὺς πᾶσαν προθυμίαν ὑπερβαλομένους, ἐν τοῖς ἀγῶσιν ὁπλίσας διὰ τῆς μνήμης σήμερον θαυμαστοὺς τοῖς δυναμένοις βλέπειν προίστημι· κόσμον τῆς Ἐκκλησίας, καὶ λαῶν εὐφροσύνην, καὶ Θεοῦ δόξαν τοῦ ἐνισχύσαντος. Ἄριστον δὲ πάντως, καὶ ἄγαν λυσιτελὲς τοῖς τῆς ἀρετῆς διηγήμασι, τούς τε νέους ἐντρέφεσθαι, καὶ συνακμάζειν τοὺς ἄνδρας. Ἡ ἀκοὴ, μέρος καιριώτατόν ἐστι τῶν αἰσθήσεων, καὶ τῆς ὄψεως οὐχ ἧττον διδακτικόν. Διὰ γὰρ τῶν ὤτων ἐναργῶς ἐπεισάγει τὴν μάθησιν ταῖς ψυχαῖς· καὶ κίνδυνος οὐ μικρὸς καλὰ τυγχάνειν, ἢ φαῦλα τὰ διηγήματα. Οἷα γὰρ ἐκεῖνα λέγεται, τοιαύτην ἐπάναγκες τοῖς λογισμοῖς φαντασίαν ἐγγίνεσθαι· ἔννοια δὲ, καὶ θεωρία τοῦ νοῦ συνεχὴς, εἰς ἐπιθυμίαν ἄγει τὸν ἄνθρωπον τοῦ ποιεῖν ἃ λογίζεται. Διό μοι τὴν ἀκρόασιν γαληνῶσαν καὶ ἀμετεώριστον εὐτρεπίσατε· ἵνα καὶ οἱ μακάριοι μάρτυρες τιμηθῶσι τὰ πρέποντα, καὶ ὑμεῖς διὰ τῆς μνήμης παιδευθῆτε τὸ εὐσεβὲς καὶ φιλόθεον. 
Ἐμοὶ δὲ πρόκειται διπλοῦς ἀγὼν, καὶ δέος μὴ καθυβρίσω μὲν τὴν ὑπόθεσιν τῇ ἀσθενεία τῆς ἐξηγήσεως. Εἴτε γὰρ ἐννοήσειέ τις αὐτοῦ τοῦ ἐν χερσὶ πράγματος τὴν μεγαλοπρέπειαν, κατὰ παντὸς λόγου φέρει τὰ νικητήρια· εἴτε τὸν πρὸ ἡμῶν διὰ τῆς ἑαυτοῦ σοφίας στεφανώσαντα τοὺς ἁγίους· ἀνὴρ οὗ τὸ θαῦμα τῆς οἰκουμένης κοινόν· παιδείας τῆς τε παρὰ Χριστιανοῖς, καὶ τῆς ἔξωθεν, κανὼν ἀκριβὴς, φιλοσοφίας ἄγαλμα, ἐπισκόπων τύπος καὶ κίνδυνος, διδάσκαλος ἔργων καὶ λόγων σύμφωνος· παρὰ πᾶσιν ἀνθρώποις ἀνανταγώνιστον ἔχων τὴν εὐδοκίμησιν, πλὴν εἰ μὴ παρ' οἷς οὐδὲ Χριστός ἐστιν ἀβλασφήμητος. Ὡς γὰρ οὐδεὶς ἀντιλέγει φωτίζειν καὶ θερμαίνειν τὸν ἥλιον, οὕτως οὐδὲ τὸν μέγαν Βασίλειον ἀντερεῖ τις, μὴ παντὶ τῷ κάλλει τῆς ἀρετῆς κεκοσμῆσθαι. Ὑψηλὸς μὲν οὖν τῶν ὑψηλῶν ἐπαινέτης, ἅγιος τῶν ἁγίων θεραπευτής· κατὰ τὴν προσοῦσαν δύναμιν ἀποπληρώσας τοῖς ἀριστεῦσι τὸ γέρας. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο σιωπητέον· ἐπειδήπερ τὰ θαυμαστὰ μεγάλως ὁ προλαβὼν διεκήρυξεν. Οὐ γάρ ἐστι νῦν ὁ σκοπὸς ἅμιλλα πρὸς τὸν εἰρηκότα, ἀλλ' ὑμῶν τῆς τῶν ἀκουόντων ὠφελείας ἐπιμέλεια· ὠφελεῖ δὲ ἕκαστος πάντως ὡς δύναται, τῆς ἀπολαύσεως τῶν μειζόνων παρὰ τῶν πλουσιωτέρων χορηγουμένης. 
Στρατιῶται μὲν οὖν οἱ τεσσαράκοντα, τοῦ βίου τὴν τάξιν βασιλεῖ τῶν Ῥωμαίων ὁπλιτεύειν λαχόντες, Χριστιανοὶ δὲ τὴν πίστιν, καὶ εὐσεβεῖς τὴν θρησκείαν. Ἐπειδὴ δὲ ὁ τηνικαῦτα κρατῶν, εἷς ὣν τῶν πολυθέων, δαιμόνων αὐτῷ τὸ πικρὸν ὑποθεμένων ἐκεῖνο βούλευμα, καινῷ νόμῳ καὶ γράμματι Χριστιανοὺς ἤλαυνε, κελεύσας πάντας τοὺς ὑπηκόους, ἢ τὸ λιβανωτὸν ἐναγίζειν τοῖς δαίμοσιν, ἢ τοῦτο μὴ ποιοῦντας θανάτῳ καταδικάζεσθαι, καὶ πρό γε τῆς τελευτῆς, παντὶ τῷ σώματι πολλὰς ὑπομένειν τὰς λώβας· τότε δὴ τότε, τὴν τυραννικὴν ὠμότητα, καὶ τὸν μισόθεον νόμον, ἀνδραγαθίας ἑαυτῶν οἱ μακάριοι ποιησάμενοι, καὶ τῶν ἄλλων μὲν ἀποῤῥαγέντες στρατιωτῶν, φάλαγγα ἐξαίρετον καὶ φιλόχριστον συγκροτήσαντες τῇ δυνάμει στρατηγουμένην τοῦ Πνεύματος, φανερῶς ἑαυτοὺς τοῖς μιαροῖς ἀντικατέστησαν γράμμασι· καὶ σύμφωνον πάντες, ὡς ἐκ μιᾶς γλώττης, τὴν πίστιν ἡμῶν ἐξεβόησαν, μικρὸν φροντίζειν λέγοντες τῆς προσκαίρου ταύτης ζωῆς, καὶ παρέχειν ἔκδοτα τὰ σώματα ποικίλαις κολάσεων ἰδέαις. Ὁ τοίνυν τοῦ βιαίου νόμου τυραννικώτερος ὑπηρέτης, καταμαθὼν τῶν ἁγίων τὴν ἔνστασιν, ἰσόῤῥοπον ἔσπευσε μηχανήσασθαι τῆς προθυμίας τὴν τιμωρίαν, καὶ ψυχαῖς ἀνενδότοις καινὴν καὶ παράδοξον ἐπινοήσας δειλίαν. Ἂν τὸ ξίφος αὐτοῖς ἀπειλήσω, φησὶ, μικρὸς εἰς κατάπληξιν ὁ φόβος, καὶ οὐδαμῶς ὑποκύψουσιν· ἄνδρες γάρ εἰσιν ἐν ὅπλοις ἐκ παίδων ζήσαντες, καὶ σίδηρον φέρειν εἰθισμένοι. Ἐὰν ἄλλας αὐτοῖς προσαγάγω κολάσεις, γενναίως ἐγκαρτερήσουσιν, οὐκ ἀπείρως ἔχοντες πληγῶν, καὶ τραυμάτων· οὐδὲ τὸ πῦρ ἐστι φοβερὸν τοῖς ἐνστατικῶς, ὡς οὗτοι, διακειμένοις. Διὸ προσῆκεν ἐξευρεθῆναι τιμωρίαν, ἢ καὶ τὴν ἐνέργειαν ἕξει τῆς ἀλγηδόνος ὀδυνηρὰν, καὶ τὸν χρόνον μακρὸν, καὶ παρέλκοντα. Τί οὖν ἐπιμελῶς ἐβουλεύσατο κατὰ τῶν ἁγίων ὁ τῶν κακῶν σοφιστής; Καὶ μεριμνήσας, εὗρεν ἐναέριον κίνδυνον, ὃν πρόχειρον αὐτῷ παρεῖχεν ὁ καιρὸς, καὶ ἡ χώρα. Ὁ μὲν γὰρ καιρὸς, ἦν χειμών· ὁ δὲ τόπος, Ἀρμενία, ἡ πρόσοικος χώρα, ὡς ἴστε, δυσχείμερος· οὐδὲ τὴν τοῦ θέρους ὥραν ἀλεεινὴν τοῖς ἐνοικοῦσι παρέχουσα, ἀλλὰ τοσοῦτον ἀγαπητῶς θαλπομένη, ὅσον ἐκθρέψαι τὸν ἄσταχυν· ἀμπέλου δὲ τὸ φυτὸν παρ' αὐτοῖς καὶ ἠγνόηται· καὶ ὁ μὴ μακρὰν ἐκδημήσας, βότρυν οὐκ οἶδεν· ἐρωτᾷ δὲ περὶ σταφυλῆς οὗτος, ὡς ἡμεῖς περὶ τῶν παρ' Ἰνδοῖς γινομένων. Ἐκεῖ χιόνος οὔσης ἀνατέμνει τὴν γῆν ὁ σπείρων, καὶ τὸν ἄμητον καταλαμβάνει νιφάς· καὶ τὸν θεριστὴν ἀποδύουσιν ἄνεμοι, ἂν μὴ σφόδρα καταδήσας ἑαυτὸν τοῖς ἱματίοις, πρὸς τὴν βίαν τῶν πνευμάτων διαγωνίσηται. Μετόπωρον δὲ καὶ ἔαρ σχεδὸν οὐκ εἰσὶν, ὡς παρὰ κακοῦ γείτονος τοῦ χειμῶνος πρὸς τὴν ἐκείνου δυναστείαν παρασυρόμενα. 
Ἐπ' ἐκείνης τοίνυν τῆς χώρας καὶ τοῦ ἐνεστῶτος μηνὸς ἀποδύσας τοὺς ἁγίους, ὑπαιθρίους ἔστησεν ἐν ὁλογύμνοις τοῖς σώμασιν ἐξ ἐναντίας τοῦ βασιλέως τῶν Ἀσσυρίων καὶ τῆς Βαβυλωνίας καμίνου, τοὺς τῆς εὐσεβείας μαθητὰς ἀμυνόμενος. Οὐδὲν δὲ παραπλήσιον εἰς ἀλγηδόνα, πῦρ φλέγον, καὶ κρυμὸς συμπηγνὺς καὶ μαραίνων· τὸ μὲν γὰρ τῷ σιδήρῳ προσῆκεν, ὀξέως ἄγον ἐπὶ τὸν θάνατον· τὸ δὲ τὴν ὀδύνην ἔχον ἰσόῤῥοπον, παρατείνει τὴν τελευτήν. Ἀργότερα γὰρ καθόλου τὰ ὑπὸ ψυχροῦ γινόμενα πάθη, οἷον τεταρταῖοι, καὶ καρκῖνοι, καὶ ἄνθρακες, καὶ ὅσα φιλοσοφοῦντες ἰατρικοὶ τὴν ψυχρὰν ὕλην ἀπεφήναντο τοῖς σώμασιν ἐμποιεῖν. Οὕτως οἱ ψυχρότεροι καὶ πιμελώδεις, νωθρότεροι καὶ δύσχρηστον ἔχοντες τὸ σωμάτιον· καὶ τὰ ἄλογα δὲ τῶν ζώων ὁμοίως. Τὰ μὲν θερμότερα, ταχέα καὶ πρὸς τὴν ἐπείγουσαν χρείαν εὐκίνητα· τὰ δὲ ἐναντίως ἔχοντα, βραδέα, καὶ νάρκῃ πεπεδημένα. Οὕτως ἵππος ταχὺς, συριγμῷ πρὸ τῆς μάστιγος διεγειρόμενος πρὸς τὸν δρόμον· βραδὺς ὁ ὄνος, καὶ μόλις διὰ τῶν ῥοπάλων τὴν ὁδοιπορίαν ἀνύων. Ὀξεῖα ἡ πάρδαλις, ξηρῷ καὶ θερμῷ τῷ σώματι διιπταμένη τὰς νάπας· ἡ ἄρκτος, τὸ ἀνάπαλιν παχυτέροις τοῖς μέλεσιν ἐμβραδύνουσα. Ταῦτα δὲ ὑμῖν οὐκ ἀπὸ καιροῦ ἐφυσιολόγησα, ἀλλ' ἵνα τὴν καρτερίαν τῶν ἀνδρῶν καταμάθητε, τὸν τρόπον τῆς τιμωρίας ἐπισκεψάμενοι. Χειμὼν ποιεῖ ποταμοὺς ναυσιπόρους πεζεύεσθαι, καὶ ὕδωρ τὸ ῥέον εἰς τὴν τῶν λίθων μεταβάλλει σκληρότητα· καὶ πέτρας διαλύει, ὅταν τοῦ βάθους καθίκηται· καὶ τοῖς ἐναντίοις σώμασιν ἐξίσης λυμαίνεται, τὰ μὲν ἁπαλὰ λιθοποιῶν, τὰ δὲ σκληρὰ διαλύων. Οὕτως ὁ οἶνος ὅταν παγῇ μορφοῦται πρὸς τὸν περιέχοντα πίθον, καὶ τὸ ἁπαλὸν ἔλαιον ἵσταται στερεὸν πρὸς τὸν τόπον τοῦ ἀγγείου σχηματισθέν· ἡ ὕελος δὲ καὶ ὄστρακον περιῤῥαγέντα τοῖς ὑγροῖς διαθρύπτεται. Ζῶα δὲ τὰ τὴν ὄρειον ζωὴν λαχόντα καὶ ὕπαιθρον, τὰ μὲν διόλλυται, τὰ δὲ τῇ ὑπερβολῇ τοῦ κακοῦ ἐπιλανθάνεται καὶ τῆς ἀγριότητος. Ἔλαφοι γὰρ καὶ δορκάδες ἐν μάνδραις αὐλίζονται· οὔτε κύνας τότε δειλιῶσαι, οὔτε τοὺς ἐγγίζοντας ἀποφεύγουσαι. Τὸ γὰρ μεῖζον ἀεὶ δεινὸν τῶν ὑποδεεστέρων φόβων τὴν δειλίαν ἐκβάλλει. Ὄρνιθες δὲ παρ' ἀνθρώποις εἰσοικίζονται, καὶ μένουσιν ὑπωρόφιοι. Ἄνθρωποι δὲ πόντον ὀρύττουσι, καὶ λιθουργοῖς ὀργάνοις τὸ ὕδωρ κόπτουσι· καὶ οἱ πλησίον ἀλλήλοις οὐκ ἐπιμίγνυνται. Ὁ τοιοῦτος καιρὸς ὅπλον τῷ τυράννῳ κατὰ τῶν μαρτύρων ἐγένετο. Ἔδει γὰρ, ὡς ἔοικε, τὴν μεγάλην καὶ σύμφωνον τῶν μακαρίων φάλαγγα καινῷ τρόπῳ τιμωρίας ἐναγωνίσασθαι, ἵνα πρὸς τοὺς πολλοὺς τῶν μαρτύρων ἀσύγκριτον κτήσωνται τῆς εὐσεβείας τὴν δόξαν. Ἔστησαν οὖν, καὶ ἐπήγνυντο τὰ μέλη τρέμοντες, καὶ τὴν γνώμην ἀκλόνητον ἔχοντες, θέαν παρέχοντες ἐναγώνιον, ἀγγέλοις, ἀνθρώποις καὶ δαίμοσι ... Ἄγγελοι μὲν τὸν χωρισμὸν τῶν ψυχῶν ἀνέμενον, ἵνα παραλαβόντες αὐτὰς πρὸς τὸν ἴδιον ἀναγάγωσι κλῆρον. Ἄνθρωποι δὲ τὸ τέλος ἐκαραδόκουν, τῆς κοινῆς φύσεως τὴν δύναμιν δοκιμάζοντες· εἰ διὰ φόβον καὶ ἐλπίδα τοῦ μέλλοντος τηλικούτων κατευμεγεθεῖν ἀλγηδόνων ἰσχύοιμεν. Δαίμονες δὲ σφόδρα προσεῖχον τοῖς γινομένοις, ἐπιθυμοῦντες ἰδεῖν τὴν πτῶσιν τῶν ἀθλητῶν, καὶ τὴν πρὸς τοὺς κινδύνους ἄνανδρον ἀπαγόρευσιν. Ἡ δὲ ἐλπὶς αὐτῶν κατῃσχύνθη, διὰ τὸν ἐνδυναμοῦντα Θεόν. Ἔβλεπον γὰρ τοὺς ἀκρωτηριασμοὺς, καὶ τοὺς ἰδίους ἕκαστος, καὶ τοὺς ἀλλήλων οἱ πάντες. Ὁ μὲν ἔκειτο ποδὸς ἢ δακτύλων περιῤῥυέντων· ἄλλος ἔκειτο τῆς ἐμφύτου θερμότητος καταψυχθείσης εἰς τέλος. Ὥσπερ δὲ οἱ σφοδρότατοι τῶν ἀνέμων, τόπον ἐπιπνεύσαντες σύμφυτον, εἶτα τὰ ὑψηλὰ τῶν δένδρων κατασείσαντες, εἰς γῆν καταφέρουσι πρόῤῥιζα· οὕτως ἐστορέ[ς]θη παρὰ τοῦ χειμῶνος ἡ τῶν μακαρίων παράταξις· τὰ εὐγενῆ φυτὰ τοῦ παραδείσου, τοῦ γένους τὸ ἐγκαλλώπισμα, αἱ ῥίζαι τῆς ἡμετέρας βλαστήσεως, οἱ Παύλου ὁπλῖται, οἱ Χριστοῦ δορυφόροι, οἱ τῶν βωμῶν καταλυταὶ, οἱ τῶν Ἐκκλησιῶν οἰκοδόμοι, οἱ κατὰ βαρβάρων ὁπλιτεύειν ἀπογραψάμενοι, καὶ πρὸς τὸν κοινὸν ἐχθρὸν τῆς ἀνθρωπότητος τὸν ἀγῶνα τελέσαντες.
Ἐγίνετο δὲ αὐτοῖς οὐ πρὸς βίαν καὶ ἀπαραίτητον ἀνάγκην ὁ θάνατος, ἀλλὰ καὶ μάλα πρόχειρος ἦν καὶ ἐπ' ἐξουσίας ἡ σωτηρία, εἰ καὶ μαλακισθῆναι πρὸς τὴν ἔνστασιν ἠβουλήθησαν. Λουτρὸν γὰρ ἦν ἐκ τοῦ σύνεγγυς, ὅπερ ἐγειτνία κατ' ἐπίνοιαν τῷ τόπῳ τῆς τιμωρίας· καὶ ἡ θύρα ἠνέῳκτο, καὶ παρεστῶτες ἐκάλουν. Σοφιστὴς γὰρ ὢν διωγμοῦ καὶ ποικίλης ῥᾳδιουργίας ὁ τύραννος, ἐγγὺς τὸ δέλεαρ τῆς παραβάσεως τοῖς πηγνυμένοις παρέθηκε, καὶ συνεβούλευε πρὸς τὴν θεραπείαν αὐτομολῆσαι, ὡς ὁ πατὴρ αὐτοῦ τοὺς πρωτοπλάστους εἰς τὴν γεῦσιν τοῦ ξύλου. Οἱ δὲ τότε καὶ μᾶλλον τὴν ἀνδρείαν ἐπέτεινον, εἰδότες ὡς καρτερία τηνικαῦτα παρέχει τὴν βάσανον, ἡνίκα ἂν προκειμένης ἐν ἐξουσίᾳ τῆς ἀπολαύσεως φείσηται· ὅπερ ἐν τοῖς ἀνωτέροις χρόνοις Δανιὴλ ὁ θεσπέσιος πεποιηκὼς ἐπιδέδεικται. Παρακαλούμενος γὰρ ἄφθονα καὶ ἡδέα σῖτα καὶ ποτὰ προσφέρεσθαι, μίσει καὶ ἀποστροφῇ τῶν εἰδωλοθύτων, τὴν σπερμοφαγίαν ἠγά πησε· καὶ νηστεύων ἤνθει, καὶ ἀσιτῶν ὑπὲρ τοὺς τρυφῶντας εὔσαρκος ἦν· Θεοῦ γὰρ τοῦτο δῶρον ἐξαίρετον, τοῖς πιστοῖς δούλοις ἐν ταῖς ἀπορίαις τὰ παρ' ἐλπίδα χαρίζεσθαι. 
Πλὴν ἐπειδὴ τοῖς ὑψηλοῖς τῶν πραγμάτων οἱ φθόνοι παραπεπήγασιν, ἐκινδύνευσε λωβηθῆναι τὸ μακάριον σύνταγμα, καὶ μικροῦ δέοντος, ἀπωλέσαμεν τῆς τετάρτης δεκάδος τὸ πλήρωμα. Εἷς γὰρ ἀπαγορεύσας διὰ τὸν κρυμὸν, πρὸς αὐτῷ τῷ τέλει τῆς νίκης, οἴμοι τοὺς μὲν συστρατιώτας ἀφῆκε, τῇ τέχνῃ δὲ τοῦ τυράννου προσεχώρησε τῷ λουτρῷ, ἤδη τῆς σαρκὸς μαρανθείσης φεισάμενος ὁ φιλόζωος· τῆς τε γὰρ ἐλπίδος ἐξέπεσε, καὶ τῆς προσκαίρου ζωῆς οὐκ ἐπέτυχεν, εὐθὺς ἐπιτελευτήσας τῇ παραβάσει· Ἰούδας ἄθλιος ἐν τοῖς μάρτυσιν, οὔτε μαθητὴς, οὔτε πλούσιος, καὶ πρός γε τὸν βρόχον ἐφελκυσάμενος· καὶ μὴ θαυμάσῃ μηδείς. Σύνηθες γὰρ τῷ διαβόλῳ κατὰ τῶν ὑποκυπτόντων αὐτῷ τὸ τοιουτότροπον ῥᾳδιούργημα· ἀπατᾷ καὶ κολακεύει ποικίλως, ἵνα ῥίψῃ· ῥίψας δὲ, εὐθὺς ἐπεμβαίνει, καὶ τοῦ κειμένου καταγελᾷ. Ἐπικωμάζει δὲ τῇ συμφορᾷ τὴν αἰσχύνην, καὶ τῇ αἰσχύνῃ τοῦ δελεασθέντος εὐφραίνεται. Διὸ καὶ ὁ Ψαλμῳδὸς ἐχθρὸν καὶ ἐκδικητὴν προσηγόρευσε, τὸ τοῦ τρόπου παλίμβολον ἐκ τῆς τῶν ὀνομάτων σημαίνων ἐναντιότητος. Ἀνθρώπων γὰρ ἐκεῖνος οὐδέποτε γίνεται ἔνσπονδός τε καὶ φίλιος· ὑποκρίνεται δὲ τότε τὸ φίλιον, ὅταν αὐτῷ θελήσῃ προσωπεῖον ἀπάτης ἐνδύσασθαι. Ἀλλ' ὁ τῆς ἀσθενείας τῆς ἡμετέρας ἐπίκουρος, καὶ τῶν ἀγαθῶν, καὶ λόγων, καὶ πράξεων γεωργὸς, εὗρε κατὰ τὸν Ἀβραὰμ ἑαυτῷ πρόβατον εἰς θυσίαν ἐκ τῶν πολεμούντων οἰκεῖον, ἐκ τῶν βλασφημούντων ὁμολογητὴν, καὶ ἐκ τοῦ συντάγματος τῶν διωκόντων μάρτυρα. Εἷς γὰρ τῶν τῆς τυραννίδος δημίων, ὀπτασίας ἀγγέλων ἀξιωθεὶς τῶν ἐλθόντων ἐπὶ τοὺς μάρτυρας, καὶ περιλαμφθεὶς τῇ ἐπιφανείᾳ τῶν ἁγίων πνευμάτων, ὥς ποτε Παῦλος τῇ δόξῃ Χριστοῦ, ἡνίκα τὴν ἐπὶ Δαμασκὸν ἐπορεύετο, εὐθὺς τὴν γνώμην μετέθετο, καὶ γυμνώσας ἑαυτὸν τῆς ἐσθῆτος, τοῖς πηγνυμένοις συνανεμίχθη. Πάντα δὲ ἐν ὀλίγῃ καιροῦ ῥοπῇ συνάψας ἐγένετο, προσήλυτος, ὁμολογητὴς, μάρτυς, λουσάμενος ἐν τῷ ἰδίῳ αἵματι τὸ τῆς παλιγγενεσίας λουτρὸν, αἵματι τῷ νεκρωθέντι, καὶ μὴ ῥεύσαντι· ἀνὴρ στεφανίτης, ἀνὴρ τοῦ παντὸς ἄξιος· τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ δι' ἐκεῖνον ἔχω τοὺς μ. Διὰ τὸν γενναῖον οὐ κολοβὸς ἡ τῶν μαρτύρων παράταξις. Διὰ τὸν προσήλυτον τελείαν ἄγομεν ἐπ' ἀριθμῷ τελείῳ πανήγυριν. Ὁ δὲ διάβολος χαρίεν ἔπαθεν πρᾶγμα καὶ γέλωτος ἄξιον· ὡς γὰρ ἔκλεπτε τὸν στρατιώτην, ἐσυλήθη τὸν διώκτην καὶ δήμιον.
Εἶτα τί τὰ ἐπὶ τούτοις; Οἱ μὲν τρισμακάριοι ἔφθασαν, ὅπου ἔσπευδον. Ὁ δὲ τῆς τιμωρίας κύριος, οὐκ ἐνεγκὼν ἀνεκτῶς τῶν μαρτύρων τὴν νίκην, τοῖς νεκροῖς ἐπολέμει σώμασι· κελεύσας πυρὶ παραδοθῆναι τὰς οἰκίας τῶν ἁγίων ψυχῶν, καὶ δι' ἑνὸς πράγματος ἐμιμεῖτο ἄγρια θηρία καὶ πικροὺς ἄνδρας. Τὰ μὲν γὰρ τῶν διωκομένων ἀνθρώπων φυγόντων τὴν προσ[ο]ριφθεῖσαν αὐτοῖς ἐσθῆτα σπαράττει· οἱ δὲ τῶν δυσμενῶν ἀναχωρησάντων τὰς οἰκίας ἐμπιπρῶσι καὶ καταλύουσι. Καί τις ἂν τῶν μαρτύρων εἶπεν ἐνδίκως πρὸς αὐτόν· Οὐκέτι σου, μάταιε, δειλιῶ τὴν ὠμότητα. Ἐφοβούμην γὰρ μέχρις αἱ ψυχαὶ συμπαρῆσαν τοῖς πηγνυμένοις, μὴ τὸ ὑπερβάλλον τῆς βασάνου νικήσῃ τὴν ἀνδρείαν τῶν εὐσεβῶν· τούτου δὲ παρελθόντος τοῦ δέους, χρῆσαι τῷ ἀπομείναντι πηλῷ, καθὼς βούλει· κἂν ἀπογεύσῃ τῶν σαρκῶν, οὐ φροντίζω. Ὅσῳ γὰρ λυσσῶσαν δεικνύεις τὴν ὠμότητα, τοσούτῳ πλέον στεφανοῖς τῶν ἀπελθόντων τὴν νίκην. Αἱ γὰρ γενναῖαι προσβολαὶ τῶν ἀντιτεταγμένων, ἀποδείξεις ἀκριβεῖς τῆς ἀνδρείας τῶν κρατησάντων γίνονται.
Ἀλλὰ τί μακρὰ διατρίβομεν; Ἐφλέχθη τὰ σώματα, καὶ τὸ πῦρ αὐτὰ διεδέξατο. Τὴν δὲ κόνιν ἐκείνην, καὶ τῆς καμίνου τὰ λείψανα ὁ κόσμος ἐμερίσθη· καὶ πᾶσα γῆ σχεδὸν τοῖς ἁγιάσμασι τούτοις εὐλογεῖται. Ἔχω κἀγὼ μερίδα τοῦ δώρου, καὶ τῶν ἐμῶν πατέρων τὰ σώματα τοῖς τῶν στρατιωτῶν παρεθέμην λειψάνοις· ἵνα ἐν τῷ καιρῷ τῆς ἀναστάσεως μετὰ τῶν εὐπαῤῥησιαστῶν βοηθῶν ἐγερθῶσιν. Οἶδα γὰρ, ὡς ἰσχύουσι, καὶ τῆς παῤῥησίας αὐτῶν τῆς πρὸς Θεὸν ἐναργεῖς ἐθεασάμην τὰς ἀποδείξεις· καὶ δὴ βούλομαι ἕν τι τῶν εἰς θαῦμα τελούντων τῆς ἐκείνων ἐνεργείας εἰπεῖν· Κώμης τῆς ἐμοὶ προσηκούσης, ἐν ᾗ τὰ τῶν τρισμακαρίων τούτων ἀναπέπαυται λείψανα, ἔστι τις πολίχνη ἡ γείτων, Ἴβωρα καλοῦσιν αὐτήν. Ἐν δὴ ταύτῃ, κατὰ τὸν συνήθη Ῥωμαίοις νόμον, καταλόγου στρατιωτῶν διάγοντος, εἷς τις τῶν ὁπλιτῶν ἐπὶ τὴν κώμην τὴν προλεχθεῖσαν ἀφίκετο, πρὸς φυλακὴν τοῦ χωρίου παρὰ τοῦ ταξιάρχου δοθείς· ἵνα τῶν συστρατιωτῶν ἑαυτοῦ τὰς ὁρμὰς καὶ τὰς ὕβρεις ἀνείργῃ, ἃς εἰώθασιν ἐπάγειν τοῖς ἀγροίκοις ὑπὸ θράσους οἱ ὁπλιτεύοντες. Ἐνόσει δὲ οὗτος τὸν ἕτερον τοῖν ποδοῖν, καὶ ἐχώλευε· καὶ τὸ πάθος αὐτῷ χρόνιον καὶ δυσίατον ἦν. Ἐπεὶ δὲ ἐντὸς ἐγένετο τοῦ μαρτυρίου καὶ τῆς ἀναπαύσεως τῶν ἁγίων, καὶ Θεῷ προσευξάμενος, τὴν τῶν ἁγίων πρεσβείαν ἐπεκαλέσατο· νύκτωρ αὐτῷ φαίνεταί τις ἀνὴρ ἀξιοπρεπὴς, καί τινα ἄλλα διαλεχθεὶς, "Χωλεύεις," ἔφη, "ὦ στρατιῶτα, καὶ δεῖ σοι θεραπείας; ἀλλὰ δός μοι ψηλαφῆσαι τὸν πόδα." Λαβόμενος δὲ ὄναρ αὐτοῦ, σφοδρῶς ἐφειλκύσατο. Τῆς δὲ νυκτερινῆς ὄψεως τοῦτο ποιούσης, ὕπαρ τηλικοῦτος ἐγένετο ψόφος, οἷος ἂν γένοιτο, ὀστέου τῆς φυσικῆς ἁρμονίας ἐξολισθήσαντος, εἶτα βιαίως ἐναρμοσθέντος· ὥστε ἀφυπνίσαι καὶ τοὺς συγκαθεύδοντας καὶ αὐτὸν τὸν στρατιώτην, διεγερθῆναι δὲ τὸν ἄνθρωπον εὐθὺς, καὶ βαδίζειν ὑγιῶς κατὰ φύσιν, ὡς εἴωθεν. Ταύτην τὴν θαυματουργίαν εἶδον ἐγὼ, αὐτῷ τῷ ἀνθρώπῳ περιτυχὼν ἐξαγγέλλοντι πρὸς πάντας, καὶ κηρύττοντι τὴν μαρτύρων εὐεργεσίαν, καὶ τὴν τῶν στρατιωτῶν φιλανθρωπίαν ἀνυμνοῦντι. 
Εἰ δέ τι χρὴ προσθεῖναι καὶ τῶν κατ' ἐξαίρετόν μοι προσηκόντων, ἐρῶ. Ἡνίκα γὰρ τὴν ἐπὶ τοῖς λειψάνοις πανήγυριν τὴν πρώτην τελεῖν ἐμέλλομεν, κἀν τῷ ἁγίῳ σηκῷ ἀναπαύειν τὴν λάρνακα, ἡ μήτηρ ἡ ἐμή· αὕτη γὰρ ἦν ἡ τῷ Θεῷ συνάγουσα καὶ κοσμοῦσα τὴν ἑορτήν· ἡ δὲ ἥκειν με πρὸς τὴν μετουσίαν τῶν δρωμένων ἐκέλευσε, πόῤῥω τε διάγοντα, καὶ ἔτι νέον ὄντα, κἀν τοῖς λαικοῖς ἀριθμούμενον. Οἷα δὲ φιλεῖ γίνεσθαι ἐπὶ πράγμασι κατεπείγουσιν, ἄσχολος ὢν, βαρύτερον ὁ ἀνόητος ἐδεξάμην τὴν κλῆσιν, ὑπομεμψάμενος τῇ μητρὶ, ὅτι μὴ εἰς ἄλλον καιρὸν ὑπερέθετο τὴν πανήγυριν, ἀλλά με πολλῶν ἀποκινήσασα φροντίδων, μεθείλκυσε ταύτῃ, καὶ πρὸ μιᾶς τῆς συνόδου. Ἀφικόμην εἰς τὸ χωρίον· παννυχίδος δὲ οὔσης ἐν κήπῳ, ἔνθα καὶ τὰ λείψανα τῶν ἁγίων ἐτύγχανε ψαλμῳδίαις τιμώμενα, ἐμοὶ πλησίον ἐπί τινος δωματίου καθεύδοντι φαίνεται ὄναρ ὄψις τοιαύτη· Ἐδόκουν βούλεσθαι εἰσιέναι ἐν τῷ κήπῳ, ἔνθα ὕπαρ ἡ παννυχὶς ἐτελεῖτο. Γενομένῳ δέ μοι περὶ τὴν θύραν, πλῆθος ὤφθη στρατιωτῶν προσκαθήμενον τῇ εἰσόδῳ· ἀθρόον δὲ οἱ πάντες διαναστάντες, ῥάβδους ἐπανατεινόμενοι, καὶ ἀπειλητικῶς ἐφορμῶντες, οὐ συνεχώρουν τὴν εἴσοδον· ἔλαβον δ' ἂν καὶ πληγὰς, εἰ μή με εἷς, ὡς ἐδόκουν, φιλανθρωπότερος ἐξῃτήσατο. Ὡς δέ με ὁ ὕπνος ἀφῆκε, καὶ ἦλθον εἰς ἀναλογισμὸν τῆς ἐπὶ τῇ κλήσει πλημμελείας, ᾐσθόμην μὲν εἰς τί ἔφερεν ἡ τῶν στρατιωτῶν ἐπίφοβος ὀπτασία· πολλοῖς δὲ θρήνοις ὠδυρόμην τὴν ἐμαυτοῦ ματαιότητα· καὶ αὐτῇ γε τῇ θήκῃ τῶν λειψάνων πικρὸν ἐπέῤῥευσα δάκρυον, ἵνα μοι ὁ Θεός τε εὐμενῶς ἔχῃ, καὶ οἱ ἅγιοι στρατιῶται τὴν ἀμνηστίαν χαρίσωνται. 
Ταῦτα εἶπον, ἵνα πεισθῶμεν, ὅτι ζῶσιν οἱ μάρτυρες, καὶ εἰσὶ Θεοῦ δορυφόροι, καὶ πάρεδροι, οἱ σήμερον ἡμῶν τὴν Ἐκκλησίαν ὠφελήσαντες καὶ κοσμήσαντες· λαμπροτέρα δὲ καὶ μείζων αὕτη ἡ τεσσαρακοστὴ τῶν μ μαρτύρων τὴν μνήμην ἔχουσα, καὶ ὁ μὴν ἐπιφανέστερος τῶν μηνῶν, καὶ ὁ μοχθηρὸς χειμὼν οὐκέτι μοι δοκεῖ χαλεπός· οὐδὲ σχετλιάζω κατὰ τῆς ἐνεστῶτος καιροῦ ἀγριότητος. Οὗτος γὰρ ὅπλον τοῦ διώκτου γενόμενος, ταύτην μοι τὴν ἱερὰν ἐτελείωσε φάλαγγα. Καὶ ὥσπερ τῶν ἑπτὰ Μακκαβαίων ἡ μήτηρ, διὰ τὸ ψυχὴν ἔχειν φιλόθεον μᾶλλον ἢ φιλόσαρκον, οὔτε τὴν Ἀντιόχου τοῦ τυράννου Συρίας ὠμότητα κατεμέμψατο, οὔτε πρὸς τὰς κολάσεις καὶ τὰς συμφορὰς τῶν υἱῶν ἐδυσχέρανεν· ἐδέξατο δὲ τὴν ἐρημίαν, ὡς εὐεργεσίαν, καὶ τὴν ἀπαιδίαν, ὡς βοήθειαν· οὔτε μὴν ὁ Στέφανος λιθαζόμενος ἐνόμιζε βλάπτεσθαι, ἀλλὰ μᾶλλον ζωοποιεῖσθαι· οὕτως καὶ ἡμεῖς τοῖς θεομάχοις ὀφείλομεν χάριν ἐκ τῆς ἀγαθῆς ἀποβάσεως, ἀνθ' ὧν ἡμῖν τοσούτων ἀγαθῶν κατέστησαν αἴτιοι, εἰ καὶ μὴ σκοπῷ εὐεργετούντων, ἀλλὰ πολεμούντων ἐνήργουν. Εὐεργετοῦσι γὰρ καὶ ἐχθροὶ μὴ θέλοντες, τῶν γνησίων φίλων οὐκ ἀτιμότερα. Ὠφέλησεν ὁ διάβολος τὸν Ἰὼβ μᾶλλον, ἢ ἔβλαψεν, Εὐεργέτης ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοῦ Δανιὴλ ἐγένετο. Καὶ οἱ τρεῖς παῖδες τῇ καμίνῳ χάριν ὁμολογείτωσαν· καὶ πρισθεὶς ὁ Ἡσαίας τοὺς Ἑβραίους ὑμνείτω. Καὶ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου σφαγεὶς τιμάτω τοὺς αὐτόχειρας· καὶ Ἰωάννης τὴν κεφαλὴν ἀποτμηθεὶς, εὐεργέτην κηρυττέτω Ἡρώδην· καὶ οἱ ἀπόστολοι τοὺς δήσαντας καὶ μαστίξαντας· καὶ πάντες μάρτυρες ἀγαπάτωσαν τοὺς διώκοντας· εἰ μὴ γὰρ ἐκεῖνοι τὸ στάδιον ἤνοιξαν, οὐκ ἂν οἱ ἀθληταὶ τὴν ἀνδρείαν ἐδημοσίευσαν. Τί δ' ἄν τις πλέον ἀγασθείη τῶν προκειμένων ἡμῖν εἰς εὐφημίαν ἀνδρῶν; τὸ πλῆθος, ἢ τὴν ἀνδρείαν, ἢ τὴν ἀψευδῆ συμφωνίαν; Καὶ μὴ παρέλθωμεν ἀναισθήτως, μηδὲ ἀχαρίστως πρῶτον τὸν ἀριθμόν. Ὁ γὰρ τοσούτους ἔχων πρεσβευτὰς, οὔποτ' ἂν ἄπρακτος ἀπέλθοι προσευχῆς καὶ δεήσεως, κἂν σφόδρα βεβαρημένος ὑπάρχῃ τοῖς ἁμαρτήμασι. Καὶ ταύτης τῆς διανοίας καὶ ἐλπίδος, μάρτυς ἐστὶν ὁ Θεὸς, ἐν τῇ πρὸς Ἀβραὰμ διαλέξει, ἡνίκα τὴν ὑπὲρ Σοδομιτῶν ἱκετείαν ἐδέχετο, οὐ τεσσαράκοντα δικαίους, ἀλλὰ δέκα ζητήσας εἰς παραίτησιν πόλεως μελλούσης ἐξαφανίζεσθαι. Ἡμεῖς δὲ, κατὰ τὸν Ἀπόστολον, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, μακαρίσωμεν ἑαυτοὺς τῇ ἐλπίδι χαίροντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς μνήμαις τῶν ἁγίων κοινωνοῦντες. Τεσσαράκοντα γὰρ μάρτυρες, ἰσχυροὶ μὲν κατὰ τῶν ἐχθρῶν ὑπασπισταὶ, ἀξιόπιστοι δὲ τῆς πρὸς τὸν Δεσπότην ἱκεσίας παράκλητοι· μετὰ τῆς τούτων ἐλπίδος καταθαῤῥείτω Χριστιανὸς, καὶ τοῦ διαβόλου πειρασμοὺς ῥάπτοντος, καὶ ἀνθρώπων πονηρῶν ἐπανισταμένων, καὶ τυράννων τῷ θυμῷ ζεόντων, καὶ θαλάσσης ἀγριαινούσης, καὶ γῆς μὴ φερούσης, ἃ γεννᾷν ἀνθρώποις τέτακται, καὶ οὐρανοῦ συμφορὰς ἀπειλοῦντος. Πρὸς πᾶσαν γὰρ χρείαν, καὶ περίστασιν ἡ τούτων δύναμις ἐξαρκεῖ, καὶ πλουσίαν παρὰ Χριστοῦ λαμβάνει τὴν χάριν· ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 

Δευτέρα 8 Μαρτίου 2021

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ. ΛΟΓΟΣ Α.



ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ. 
ΛΟΓΟΣ Α.

Οἷς ἀνιᾶσθαι τοὺς πολλοὺς στοχάζομαι, τούτοις αὐτὸς ἀγάλλομαι τὴν διάνοιαν. Ἀηδὲς γὰρ, ὡς εἰκὸς, τοῖς πολλοῖς τὸ ἐν ἀλλήλοις συνθλίβεσθαι, ἐμοὶ δὲ τοῦτο κεφάλαιον εὐφροσύνης ἐστίν. Εὐφραίνεται γὰρ ὀφθαλμὸς τοῦ ποιμένος, τὸ ποίμνιον βλέπων ὑπὸ πλήθους στενοχωρούμενον, καὶ τῆς μάνδρας ὑπερχεόμενον· καίτοι γε οὐ μικρὰ τῶν προβάτων ἡ ἔπαυλις, ἀλλὰ στενὴν ποιεῖ τὴν εὐρυχωρίαν εὐθηνούμενον τῷ πλήθει τὸ ποίμνιον. Τοιοῦτόν τι καὶ περὶ τὸν Κύριον ὁ Πέτρος ἰδὼν ἀπεκρίνατο λέγων, ὅτι, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσιν. Ὄντως, καθώς φησί που ὁ θεῖος Ἀπόστολος, τὸ θλίβεσθαι καὶ μὴ στενοχωρεῖσθαι τοῦτό ἐστι. Παντὶ γὰρ, φησὶ, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. Ἐγὼ δὲ τίνα προχειρίσομαι λόγον ἐπὶ τοῦ τοιούτου συλλόγου; Τίς δώσει μοι φωνὴν σάλπιγγος ὑψηλοτέραν, ὥστε ὑπερηχῆσαι τὸ πλῆθος, καὶ ταῖς ἀκοαῖς τῶν συνειλεγμένων ἐναποθέσθαι τὰ ῥήματα; Πρὸς τί τῶν ἀνεγνωσμένων τρέψας ἐμαυτοῦ τὴν διάνοιαν, πρόσφορον ἐξεύρω τοῖς παροῦσι τὸν λόγον; Πολὺς ὁ Ἰὼβ παιδεύων εἰς ἀνδρείαν τὸν βίον τοῖς καθ' ἑαυτὸν ὑποδείγμασι, πολὺς ὁ Παροιμιαστὴς τοῖς αἰνίγμασι. Τί δ' ἄν τις εἴποι περὶ τοῦ ἱεροῦ Ἀποστόλου, ὃς ἐκ τῶν ἀῤῥήτων ῥημάτων ἐκείνων ἃ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναί φησι κατανόησιν, τάχα διὰ τῆς πρὸς Ἐφεσίους διδασκαλίας καὶ ἡμῖν ὑπελάλησε τὸν ἀπόῤῥητον ἐν τῷ σταυρῷ λόγον, δι' αἰνιγμάτων ἀνακαλύπτων. Τοιαῦτα δὲ ἕτερα καὶ τὰ ἐκ τῆς ψαλμῳδίας μυστήρια, ἀνάμνησις, καὶ στηλογραφία, καὶ ἐπιλήνιος. Ταῦτα γὰρ ἐν ταῖς ἐπιγραφαῖς τῶν ὑπαναγνωσθέντων ἡμῖν ψαλμῶν κατανοήσαντες, οὐ μικρὰν ὁρῶμεν ἀφορμὴν τῷ λόγῳ διὰ τῶν αἰνιγμάτων διδομένην. Ἀλλ' ἐμοὶ τὸ μὲν τοῖς εἰρημένοις ἐπεξελθεῖν, εὔκαιρον εἶναι δοκεῖ δευτέρῳ ταμιεύσασθαι χρόνῳ· ἐπιθυμῶ δὲ τῆς παρούσης χάριτος πρόσφορόν τινα καὶ κατάλληλον ἐξευρεῖν τὴν φωνήν. Τίς οὖν ἐστιν αὕτη; Οἶδά τινα νόμον τῆς φύσεως ἴδιον, αὐταῖς ταῖς θείαις πλαξὶν ἐντετυπωμένον παρὰ τοῦ νομοθέτου τῆς φύσεως· ὃς πᾶσαν ἀγαθὴν ἀμοιβὴν τοῖς ἰδίοις γονεῦσιν ἐκτιννύναι κελεύει, ὅσην ἂν ἡ δύναμις φέρει. Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις, ἵνα εὖ σοι γένηται. Εἰ δὲ πρωτεύει κατ' ἐπαγγελίαν οὗτος ὁ νόμος, καὶ τὸ κατόρθωμα τούτου ἴδιον κέρδος τοῦ φυλάσσοντος γίνεται (ἐπαναστρέφει γὰρ ἡ εἰς τοὺς γονέας τιμὴ εἰς τὸν πεπληρωκότα τὸν νόμον)· καλῶς ἂν ἔχοι πάντα τόν γε νοῦν ἔχοντα πρὸς ταύτην βλέπειν τὴν ἐντολὴν, ἧς τὸ πέρας εὐεργεσία καὶ χάρις τοῦ ποιήσαντος γίνεται. Οἱ μὲν οὖν τῆς σαρκὸς ἡμῶν πατέρες, τῇ καθ' ἑαυτοὺς γενεᾷ κατὰ τὸν ἐξ ἀρχῆς αὐτοῖς ἀφορισθέντα χρόνον ὑπηρετήσαντες, ἀπροσδεεῖς εἰσι τῆς ἡμετέρας τιμῆς, ἔξω τοῦ βίου πάλαι γενόμενοι, ὡς μὴ δυνατὸν εἶναι τὸν τοιοῦτον πληρῶσαι νόμον, τῶν ὑποδεχομένων τὴν εὐποιίαν οὐκ ὄντων. Ὁ δὲ νόμος ἐνεργοῦντας ἡμᾶς ἐπιτυγχάνειν τῆς ἐπαγγελίας κελεύει. Οὐδὲ γὰρ δυνατὸν τοὺς ἀργοῦντας ἔχειν τῶν ἐνεργούντων τὰ ἔπαθλα. Τί οὖν χρὴ πράττειν, τῶν γονέων οὐκ ὄντων, τὸν καὶ τῆς ἐπαγγελίας ἐρῶντα, καὶ ὅπως ἂν τύχῃ τῆς σπουδῆς ταύτης ἀδυνατοῦντα; Ναὶ λύει πάντως τὴν ἀμηχανίαν ταύτην ἡμῖν τὰ ὁρώμενα. Ὑμᾶς γὰρ βλέπων, οὐδὲν δέομαι πατέρας ἄλλους περιεργάζεσθαι. Ὑμεῖς γὰρ ἐστέ μου πατέρες, οἱ καὶ αὐτῶν μοι τῶν πατέρων πατέρες. Ἡ γὰρ πατρὶς τῶν γεννησαμένων ἐν ἑαυτῇ περιέχει καὶ τὸ τῶν γεγεννηκότων ἀξίωμα. Τί οὖν ποιήσαντες τὸν τῆς τιμῆς ὑμῖν νόμον ἀποπληρώσομεν; Εὐγνώμων μὲν γάρ τις παῖς καὶ φιλόστοργος, τὸ γηραιὸν τῆς τοῦ πατρὸς ἡλικίας διὰ τῆς παρ' ἑαυτοῦ θεραπείας ἀνανεούμενος, ὑπερείδει τὸ σαθρὸν τῆς ἀσθενείας, αὐτὸς τῷ πατρὶ τὰ πάντα γενόμενος. Ὅθεν ἔστιν ἰδεῖν ἀνηβάσκοντα ἐν τῷ παιδὶ τὸν πατέρα. Καί που καὶ χεὶρ πρεσβυτικὴ καὶ ὑπότρομος, τῷ σθεναρῷ τῆς νεότητος ἑαυτὴν ἀναπαύουσα, ἐκκαρποῦται τοῦ νέου τὴν δύναμιν, καὶ ἡ τῶν ποδῶν κίνησις ἤδη τῇ ῥικνότητι τῶν μελῶν ἐποκλάζουσα, ἐνεργὸς διὰ τῆς τοῦ τέκνου σπουδῆς γίνεται, ὑπορθουμένη τῷ ὑπερείδοντι. Κἂν ἀμαυρωθῇ διὰ τὸν χρόνον ἡ ὄψις, πάλιν διὰ τοῦ παιδὸς ὁ πρεσβύτης ὀξυδερκὴς γίνεται, πρὸς τὰ τῆς ζωῆς ἀναγκαῖα χειραγωγούμενος. Ὑμεῖς δὲ ἡ πατρὶς, οὐχ οὕτως ἔχετε ὡς τούτων ἐπιδεῖσθαί τινος. 
Τί οὖν πράττοντες τὴν εὐλογίαν τῆς ἐντολῆς καρπωσόμεθα; Τί τῶν κεχαρισμένων ὑμῖν δωροφορήσομεν, μηδενὸς τῶν ἀγαθῶν ὑμῖν λείποντος; Ἢ καὶ αὐτὸ τὸ διηγήσασθαι τὰ προσόντα καλὰ, τιμῆς ἂν εἴη τῆς χρεωστουμένης ὑμῖν; Οὐκοῦν καιρὸς ἂν εἴη ταῦτα λέγειν, οἵοις καὶ ὅσοις ὁ ὑμέτερος βίος ἐγκαλλωπίζεται. Μᾶλλον δὲ οὐχὶ λέγειν, ἀλλὰ καὶ δεικνύειν πάρεστιν. Ἦ που δὲ οἴεσθε τὰ κοινὰ ταῦτα καὶ πρόχειρα λέγειν; Γῆς εὐφορίαν, καὶ καρπῶν ἀφθονίαν, καὶ ποταμὸν διαιροῦντα τὴν οἴκησιν; Τουτονὶ λέγω τὸν τῷ κύκλῳ τοῦ πεδίου τὸ ῥεῖθρον ἑαυτοῦ κατακλείοντα, καὶ λίμνην γινόμενον, ὃς καὶ πρὸ τοῦ λιμνάζειν καὶ μετὰ τοῦτο πρὸς τὴν ἑκάστου χρείαν τῶν ἐνοικούντων τεμνόμενος, ἄλση τε καὶ λειμῶνας φιλοτεχνῶν διεξέρχεται, καὶ μυρίας παρέχει τοῖς οἰκοῦσι τὰς χάριτας, πρὸς πᾶσαν ἐπιθυμίαν τῶν οἰκητόρων τῆς πόλεως ἑαυτὸν διασχίζων. Ἄλλοι ταῦτα λεγέτωσαν, οἷς καὶ ὁ λόγος ὑπηρετεῖ πρὸς τὸν ὄγκον, καί τινα φέρει φιλοτιμίαν τοῖς γεγυμνασμένοις, ἐκ τῶν τοιούτων αὔξων τῇ πατρίδι τὸν ἔπαινον. Κοσμικὸς δέ τις ἀνὴρ, καὶ τῇ ζωῇ ταύτῃ τὰ καλὰ κρίνειν εἰδὼς, προστιθέτω τοῖς ἐπαίνοις, εἰ δοκεῖ, καὶ τὸν ἕτερον τῶν ποταμῶν. Τοῦτον λέγω τὸν γείτονα, ὃς διὰ τὸ μέγεθος τοῖς ὀνομαστοῖς τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἐναρίθμιος ὢν, ἀπὸ τῆς ἡμετέρας ἀρχόμενος ἐν χρόνῳ παραμείβει τὴν πόλιν, οὐ μικρὰν τὴν παρ' ἑαυτοῦ χάριν εἰς προσθήκην κάλλους τε καὶ τῆς συνεργίας τοῦ βίου δι' ἑαυτοῦ συνεισφέρων. Κἂν οἰκιστὰς καταλέγειν δέῃ, κἂν ἐξ ἀποικίας τὰ γένη τῶν οἰκητόρων ἀποσεμνύνειν, κἄν τινα χειρὸς πολεμικῆς κατορθώματα τοῖς καθ' ἡμᾶς προσδιηγήμασι· τρόπαια, καὶ μάχαι, καὶ τὰ ἐξ ἀριστείας θαύματα, ὅσα συγγραφέων παῖδες βίβλοις ἐναπεθήκαντο, πόῤῥω ταῦτα τοῦ ἡμετέρου χοροῦ. Αἰσχύνεται γὰρ χριστιανὸς λόγος ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς φιλοχρίστοις τὰς εὐφημίας χαρίζεσθαι, ὥσπερ οἱ τὴν σκιὰν τοῦ ἀριστέως πρὸ τῶν τροπαίων σεμνύνοντες. Οὐκοῦν τετράφθω πρὸς τὰ παρόντα ὁ λόγος, καὶ ὑπ' ὄψιν ἡμῖν ἀγαγέτω τὸν καρπὸν τὸν ὑμέτερον. Σιγάσθω δὲ τὰ τοῦ κόσμου καλὰ, κἂν ἐκ περιουσίας πλεονάζῃ τῷ λόγῳ καὶ ἡ τοιαύτη τῶν ἐγκωμίων ὑπόθεσις. Οὐδὲ γὰρ ὁ οὐρανὸς ὅλος, ὃ δὴ κάλλιστόν τε καὶ μέγιστον τῶν ἐν τῇ κτίσει πάντων ἐστὶν, οὔτε αἱ τῶν φωστήρων αὐγαὶ, οὔτε τῆς γῆς τὸ πλάτος, οὔτε ἄλλο τι τῶν στοιχειωδῶς τῷ παντὶ ὑποκειμένων μέγα τι καὶ θαύματος ἄξιον οἶδεν ὁ θεόπνευστος λόγος. Πεπαίδευμαι τῷ θείῳ προστάγματι πρὸς μηδὲν τῶν παρερχομένων θαυμαστικῶς διατίθεσθαι. 
Εἰ οὖν πᾶς οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ ἅπαν τοῦ κόσμου παράγει τὸ σχῆμα, καθώς φησιν ὁ Ἀπόστολος· πῶς ἄν τις εὐπρεπὲς εἶναι νομίσειε, γῆς ἡμῖν καὶ ὕδατος εὐφορίαν εἰς ἀφορμὴν ἐπαίνων προβάλλεσθαι; Εἰ γὰρ καὶ πρόσεστι τῷ καθ' ὑμᾶς τόπῳ πλέον, ἢ καὶ ἐν ἄλλοις, τὰ τοιαῦτα τῆς γῆς προτερήματα, ἀλλὰ συγκρίσει τῶν ὑμετέρων καλῶν ἀντ' οὐδενὸς οἶδεν ἐκεῖνα παρατρέχειν ὁ λόγος. Οὐκοῦν πρὸς τὰ προτιμότερα τῇ φύσει ταῖς εὐφημίαις τρεπώμεθα. Ταῦτα δὲ οὐκέτι διὰ λόγων ἡμῖν δειχθήσεται, ἀλλ' εἰς αὐτὸ πάρεστι βλέπειν τῶν ὑμετέρων ἀγαθῶν τὸ κεφάλαιον. Τίς γὰρ οὐκ οἶδε τὸν καρπὸν τὸν ὑμέτερον, ὅτι ὑμεῖς τὸν τῶν μαρτύρων ἐβλαστήσατε στάχυν, τὸν πολύχουν τοῦτον, καὶ ὑπὲρ τοὺς τριάκοντα τῷ πλήθει τῶν καρπῶν πλατυνόμενον; Ὁρᾶτε τὴν ἱερὰν ταύτην ἄρουραν· ἐντεῦθεν τῶν μαρτύρων τὰ δράγματα. Εἰ ζητεῖς μαθεῖν τίνα λέγω τὴν ἄρουραν, μὴ πόῤῥω τοῦ παρόντος περισκοπήσῃς. Τίς ὁ τόπος ὁ περιέχων τὸν σύλλογον; Τί σοι λέγει ἡ ἐνιαύσιος τοῦ κύκλου περίοδος; Ποῖά σοι διηγήματα ἡ τῆς ἡμέρας ταύτης ὑπόμνησις ἥκει κομίζουσα; Ἄρ' οὐ λαλιαί τινές εἰσι, καθώς φησιν ὁ Προφήτης, καὶ λόγοι, ὧν οὐχὶ μόνον ἀκούονται αἱ φωναὶ, αὐτῶν παντὸς λόγου εὐτονώτερον διηγούμεναι τὰ θαύματα; Ἂν εἰς τὸν τόπον ἀπίδῃς, αὐτὸς εἶναί φησι τῶν μαρτύρων τὸ στάδιον· ἂν τὴν ἡμέραν λογίσῃ, οἷόν τις κήρυξ μεγαλόφωνος ἀνακηρύττει τῶν μαρτύρων τὸν στέφανον. Ταῦτά μοι δοκῶ τῆς ἡμέρας ἐμβοώσης ἀκούειν· ὅτι ἄλλη μὲν τῇ δημιουργίᾳ τῶν φωστήρων σεμνύνεται, ἄλλη δὲ τῷ οὐρανῷ, καὶ ἑτέρα τῇ κατασκευῇ τῆς γῆς ἐπαγάλλεται. Ἐμοὶ δὲ ἀρκεῖ πρὸς κόσμον τὰ τῶν μαρτύρων θαύματα· ἀρκεῖ τῷ κάλλει τῶν στεφάνων ἐγκαλλωπίζεσθαι· ἀρκεῖ τοῖς κατὰ τοῦ διαβόλου τροπαίοις ἐπισεμνύνεσθαι. Οἷα γέγονεν ἐν ἐμοὶ διηγήματα Οἷα γέγονε δι' ἐμοῦ τοῖς ἀγγέλοις προσθήκη Οἷον ἔδωκεν ἡ γῆ τῷ Θεῷ τὸν καρπόν Οἵαν ἐφύτευσε φυτείαν ἐν ἐμοὶ ὁ Κύριοσ Ὅθεν καὶ πᾶσα σχεδὸν ἡ οἰκουμένη ταῖς παραφυάσι τῶν ἐντεῦθεν κλημάτων καταπεφύτευται, καθάπερ τις ἄμπελος εὐθηνοῦσα, καὶ ἄλλας δι' ἑαυτῆς ἀμπέλους ἐργάζεται, καὶ αὕτη διαμένει ἀνέκλειπτος. Ταῦτά τοι καὶ τὰ τοιαῦτα δοκεῖ τῆς ἡμέρας ἡ χάρις εὐαγγελίζεσθαι, καὶ ὁ τοῦ συλλόγου τόπος τοιαῦτα ἕτερα. Ἀλλὰ τί πάθω πρὸς λαὸν τοσοῦτον, ἰσχνόφωνός τις ὢν ἐγὼ καὶ βραδύγλωσσος, καὶ μόγις τοῖς παρεστῶσιν ἐν ἐπηκόῳ φθεγγόμενος, ὑπερηχοῦντος τοῦ ἤχου τὸν λόγον; Ἦ γὰρ ἂν ἐνδιέτριψα τοῖς ἀγαθοῖς διηγήμασιν, ὅπως ἡ καλὴ συσκηνία τῶν τεσσαράκοντα, κοινὴν μὲν τὴν ἄθλησιν, κοινὴν δὲ πανταχοῦ τὴν ἀποικίαν πεποίηνται, καὶ πανταχοῦ καταμερίζονται, καὶ μετ' ἀλλήλων ἐπιξενοῦνται τοῖς τόποις. Οὐκοῦν οὐδεὶς μερικὴν τῶν λειψάνων χάριν ὑποδεξάμενος, οὐκ ἐκ τοῦ παντὸς τὴν ἐπιφάνειαν τῶν μαρτύρων ἐδέξατο. Εἷς γὰρ ἐν Κυρίῳ γεγονότες οἱ πάντες, δι' ἑνὸς μετὰ παντὸς τοῦ πληρώματος ἑαυτῶν εἰσοικίζονται. Ἀλλὰ πῶς ἔστι μὴ ἀδικῆσαι τὸν λόγον, τὴν ἀρχὴν τῶν κατ' αὐτοὺς διηγημάτων σιγήσαντα; Τίς οὖν ἐστιν ἡ ἀρχή; Νεότης ἀγαθὴ καὶ περίβλεπτος, πίστις ἀρίστη, δι' ἣν οἱ πάντες ἐξειλεγμένοι, κάλλει διαπρεπεῖς, ἔρνεσι τὸ μέγεθος παραπλήσιοι ἐν ἄνθει τῆς ὥρας. Ὁρᾶτε τὴν φωνὴν τῷ θορύβῳ ταρασσομένην, καὶ τὸν λόγον τῷ ἤχῳ διακοπτόμενον, ὥστε ἡμᾶς οἷόν τινι πελάγει κυμαινομένῳ ταῖς φωναῖς τοῦ λαοῦ χειμασθέντας, ἀναγκαίως ἐπὶ τὸν ἀκύμαντον τῆς σιωπῆς καταφεύγειν λιμένα; Εἰ δὲ γένοιτο ἡμῖν κατὰ Θεοῦ χάριν, καὶ τὰ δεύτερα τοῦ λόγου σχολὴ ἐν ἡσυχίᾳ τῆς ἀκροάσεως, τὰ νῦν ἐλλειφθέντα συνεργίᾳ τοῦ Θεοῦ πληρωθήσεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Δημοφιλείς αναρτήσεις