Εμφάνιση αναρτήσεων με ετικέτα ΕΩΘΙΝΑ ΕΥΑΓΓΕΛΙΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΕΩΘΙΝΑ ΕΥΑΓΓΕΛΙΑ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 18 Ιουνίου 2023

ΕΩΘΙΝΟΝ Β΄

 

ΕΩΘΙΝΟΝ Β΄
Ἐκ τοῦ κατά Μάρκον (ιστ΄, 1-8)

Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε, εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχύ, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

ταν πέρασε τό Σάββατο, ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου, καί ἡ Σαλώμη, ἀγόρασαν ἀρώματα, γιά νά πᾶνε ν’ ἀλείψουν τό σῶμα τοῦ Ἰησοῦ. Ἦρθαν στό μνῆμα πολύ πρωί τήν ἑπομένη τοῦ Σαββάτου, μόλις ἀνέτειλε ὁ ἥλιος. Κι ἔλεγαν μεταξύ τους: «Ποιός θά μᾶς κυλήσει τήν πέτρα ἀπό τήν εἴσοδο τοῦ μνήματος;» Γιατί ἦταν πάρα πολύ μεγάλη. Μόλις ὅμως κοίταξαν πρός τά ’κεῖ, παρατήρησαν ὅτι ἡ πέτρα εἶχε κυλήσει ἀπό τόν τόπο της.

Μόλις μπῆκαν στό μνῆμα, εἶδαν ἕνα νεαρό μέ λευκή στολή νά κάθεται στά δεξιά, καί τρόμαξαν. Αὐτός ὅμως τούς εἶπε: «Μήν τρομάζετε. Ψάχνετε γιά τόν Ἰησοῦ ἀπό τή Ναζαρέτ, τό σταυρωμένο. Ἀναστήθηκε. Δέν εἶναι ἐδῶ. Νά καί τό μέρος ὅπου τόν εἶχαν βάλει. Πηγαίνετε τώρα καί πεῖτε στούς μαθητές του καί στόν Πέτρο: «πηγαίνει πρίν ἀπό σᾶς στήν Γαλιλαία καί σᾶς περιμένει· ἐκεῖ θά τόν δεῖτε, ὅπως σᾶς τό εἶπε». Οἱ γυναῖκες βγῆκαν κι ἔφυγαν ἀπό τό μνῆμα γεμάτες τρόμο καί δέος· δέν εἶπαν ὅμως τίποτα σέ κανέναν, γιατί ἦταν φοβισμένες.

Κυριακή 7 Μαΐου 2023

ΕΩΘΙΝΟΝ Ε΄

 

ΕΩΘΙΝΟΝ Ε΄
Ἐκ τοῦ κατά Λουκᾶν (κδ΄, 12-35)

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς ἑαυτόν, θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην, ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ, ᾗ ὄνομα ᾿Εμμαούς· καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας, συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ Ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν, ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις, τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον, λέγουσαι καὶ ὀπτασίαν Ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν Προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα· Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον, εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας· Ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ· καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

κεῖνο τόν καιρό, ὁ Πέτρος σηκώθηκε κι ἔτρεξε στό μνῆμα. Ὅταν ἔσκυψε, εἶδε μέσα μόνο τά σάβανα καί γύρισε σπίτι του γεμάτος ἀπορία γι’ αὐτό πού εἶχε γίνει.

Τήν ἴδια μέρα, δύο ἀπό τούς μαθητές τοῦ Ἰησοῦ πήγαιναν σ’ ἕνα χωριό πού ἀπέχει ἑξήντα στάδια ἀπό τήν Ἱερουσαλήμ καί λέγεται Ἐμμαούς. Αὐτοί μιλοῦσαν μεταξύ τους γιά ὅλα ὅσα εἶχαν συμβεῖ. Καθώς μιλοῦσαν καί συζητοῦσαν, τούς πλησίασε ὁ ἴδιος ὁ Ἰησοῦς καί βάδιζε μαζί τους. Τά μάτια τους ὅμως ἐμποδίζονταν, ἔτσι πού νά μήν τόν ἀναγνωρίζουν.

 Ὁ Ἰησοῦς τούς ρώτησε: «Γιά ποιό ζήτημα μιλᾶτε μεταξύ σας τόσο ἔντονα, ἔτσι ποῦ περπατᾶτε σκυθρωποί;» Ὁ ἕνας, πού ὀνομαζόταν Κλεόπας, τοῦ ἀποκρίθηκε: «Μονάχος ζεῖς ἐσύ στήν Ἱερουσαλήμ καί δέν ἔμαθες τά ὅσα ἔγιναν ἐκεῖ αὐτές τίς μέρες;» «Ποιά;» τούς ρώτησε. «Αὐτά», τοῦ λένε, «μέ τόν Ἰησοῦ ἀπό τή Ναζαρέτ, πού ἦταν προφήτης δυνατός σέ ἔργα καί σέ λόγια ἐνώπιον τοῦ Θεοῦ καί ὁλόκληρου τοῦ λαοῦ. Πῶς τόν παρέδωσαν οἱ ἀρχιερεῖς καί οἱ ἄρχοντές μας νά καταδικαστεῖ σέ θάνατο καί τόν σταύρωσαν.

Ἐμεῖς ἐλπίζαμε ὅτι αὐτός εἶναι ἐκεῖνος πού ἔμελλε νά ἐλευθερώσει τό λαό Ἰσραήλ. Ἀντίθετα, εἶναι ἡ τρίτη μέρα σήμερα ἀπό τότε πού ἔγιναν αὐτά καί δέν ἔχει συμβεῖ τίποτα. Ἐπιπλέον, μᾶς ἀναστάτωσαν καί μερικές γυναῖκες ἀπό τόν κύκλο μας.

Πῆγαν πρωί πρωί στόν τάφο καί δέ βρῆκαν τό σῶμα του. Ἦρθαν λοιπόν καί μᾶς ἔλεγαν ὅτι εἶδαν ὀπτασία ἀγγέλων, οἱ ὁποῖοι τούς εἶπαν ὅτι αὐτός ζεῖ. Τότε μερικοί ἀπό τούς δικούς μας πῆγαν στό μνῆμα καί διαπίστωσαν τά ἴδια πού ἔλεγαν καί οἱ γυναῖκες, αὐτόν ὅμως δέν τόν εἶδαν».

Τότε ὁ Ἰησοῦς τούς εἶπε: «Ἀνόητοι, πού ἡ καρδιά σας ἀργεῖ νά πιστέψει ὅλα ὅσα εἶπαν οἱ προφῆτες. Αὐτά δέν ἔπρεπε νά πάθει ὁ Μεσσίας καί νά δοξαστεῖ;» Καί ἀρχίζοντας ἀπό τά βιβλία τοῦ Μωυσῆ καί ὅλων των προφητῶν, τούς ἐξήγησε ὅσα ἀναφέρονταν στίς Γραφές γιά τόν ἑαυτό του.

Ὅταν πλησίασαν στό χωριό πού πήγαιναν, αὐτός προσποιήθηκε πώς πηγαίνει πιό μακριά. Ἐκεῖνοι ὅμως τόν πίεζαν καί τοῦ ἔλεγαν: «Μεῖνε μαζί μας, γιατί πλησιάζει τό βράδυ καί ἡ μέρα ἤδη τελειώνει».

Μπῆκε λοιπόν στό χωριό γιά νά μείνει μαζί τους. Τήν ὥρα πού κάθισε μαζί τους γιά φαγητό, πῆρε τό ψωμί, τό εὐλόγησε καί, ἀφοῦ τό ἔκοψε σέ κομμάτια, τούς ἔδωσε. Τότε ἀνοίχτηκαν τά μάτια τους καί κατάλαβαν ποιός εἶναι. Ἐκεῖνος ὅμως ἔγινε ἄφαντος. Εἶπαν τότε μεταξύ τους: «Δέν φλεγόταν ἡ καρδιά μας μέσα μας, καθώς μᾶς μιλοῦσε στό δρόμο καί μᾶς ἑρμήνευε τίς Γραφές;»

Τήν ἴδια ὥρα σηκώθηκαν καί γύρισαν στήν Ἱερουσαλήμ. Ἐκεῖ βρῆκαν συγκεντρωμένους τούς ἕντεκα μαθητές καί ὅσους ἦταν μαζί τους, πού ἔλεγαν ὅτι πραγματικά ἀναστήθηκε ὁ Κύριος καί φανερώθηκε στόν Σίμωνα. Τούς ἐξήγησαν λοιπόν κι αὐτοί τά ὅσα τούς εἶχαν συμβεῖ στόν δρόμο καί πῶς τόν ἀναγνώρισαν ὅταν τεμάχιζε τό ψωμί.

Κυριακή 23 Απριλίου 2023

  

ΕΩΘΙΝΟΝ A΄ 
Ἐκ τοῦ κατά Ματθαῖον 
(κη΄, 16-20) 
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ 
Τόν καιρό ἐκεῖνο, οἱ ἕντεκα μαθητές ἔφυγαν γιά τή Γαλιλαία, στό βουνό ὅπου ὁ Ἰησοῦς τούς εἶχε παραγγείλει νά πᾶνε. Ὅταν τόν εἶδαν, τόν προσκύνησαν· μερικοί ὅμως εἶχαν ἀμφιβολίες. Ὁ Ἰησοῦς τούς πλησίασε καί τούς εἶπε: «Ὁ Θεός μοῦ ἔδωσε ὅλη τήν ἐξουσία στόν οὐρανό καί στή γῆ. Πηγαίνετε λοιπόν καί κάνετε μαθητές μου ὅλα τά ἔθνη, βαφτίζοντάς τους στό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος καί διδάξτε τους νά τηροῦν ὅλες τίς ἐντολές πού σᾶς ἔδωσα. Κι ἐγώ θά εἶμαι μαζί σας πάντα, ὥς τή συντέλεια τοῦ κόσμου». Ἀμήν.


 

Δημοφιλείς αναρτήσεις