Εμφάνιση αναρτήσεων με ετικέτα ΠΕΜΠΤΗ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΕΜΠΤΗ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 13 Μαρτίου 2025

ΘΕΟΤΟΚΑΡΙΟΝ - ΗΧΟΣ Δ΄ ΤΗ ΠΕΜΤΗ ΕΣΠΕΡΑΣ.


ΗΧΟΣ  Δ΄ 
ΤΗ ΠΕΜΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΉΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΑΝΟΥΗΛ ΤΟΥ ΜΕΓΑΛΟΥ ΡΗΤΟΡΟΣ.

 

ᾨδὴ α΄. Ἦχος δ΄. 

Ἀνοίξω τὸ στόμα μου.
Τὸν νοῦν μου ὁδήγησον, τῇ φωταυγεί μεσιτείᾳ σου, πρὸς Κύριον Ἄχραντε, ὃν ἐσωμάτωσας· ἵνα πίστει σου, ὑμνῶ τὰ μεγαλεῖα· βοήθει πέλεις γαρ᾿ πάντων καὶ λύτρωσις.

Παλάτιον ἔμψυχον, τοῦ Παντοκράτορος Ἄχραντε, Θεοῦ ὡς ὑπάρχουσα, ναοὺς ἀπέργασαι, τοῦ Κυρίου σου, τοὺς πόθῳ σε ὑμνοῦντας· βοήθεια πέλεις γὰρ πάντων καὶ λύτρωσις.

Πηγὴ ὡς ὑπάρχουσα, θείων χαρίτῶν Πανάμωμε, κᾀμοὶ νῦν ἐπόμβρησον, σταγόνα χάριτος, κατακλύζουσαν, παθῶν μου τὰς ἀβύσσους· βοήθεια πέλεις γὰρ πάντων καὶ λύτρωσις.

Θεὸν προαιώνιον, ὑπερφυῶς ὡς γεννήσασα, σαρκὶ Μητροπάρθενε τοῦτον ἱκέτευε, παραβλέψαι μου, πταισμάτων τὰς ἀβύσσους, βοήθεια πέλεις γὰρ πάντων καὶ λύτρωσις.

ᾨδὴ γ΄. 

Τοὺς σοὺς ὑμνολόγους.
Τὸ Ὄρος τὸ ἅγιον Παρθένε, σὺ εἶ καὶ κατάσκιον Ἁγνή· τοῦ γὰρ Πατρὸς ἡ δύναμις, σὲ οὐρανὸν κατάστερον, τοῦ νῦν δὲ στερεώματος, ὄντως ὑπέρτερον ἔδειξεν.

Ἀΰλων Ἀγγέλων αἱ χορεῖαι, παρίστανται σοὶ δουλοπρεπῶς, καὶ μετὰ δέους Ἄχραντε, ὑμνεῖν σε οὐκ ἰσχύουσαι· Ἀγγέλων γὰρ ἀξίωμα, τὸ σὸν ὑπέρτερον ἔδειξεν.

Ἀφλέκτως ἡ βάτος ἐν Συναίῳ, τὸ πρὶν ὁμιλήσασα πυρί, τόκον τὸν σὸν ἐδήλωσε, συμβολικῶς Θεόνυμφε· ὅστις τὸ σὸν ἀξίωμα, πάντων ὑπέρτερον ἔδειξεν.

Νεφέλη ὑπάρχεις λευκοτάτῃ, σταγόνας πιστοῖς ἐς οὐρανοῦ, ὀμβροῦσα καὶ ἀνίσχουσα, δικαιοσύνης ἥλιον· ὅστις τὸ σὸν ἀξίωμα, πάντων ὑπέρτερον ἔδειξεν.

ᾨδὴ δ΄. 

Ὁ καθήμενος.
Ἱερεῖς σε ἐν συμβόλοις, οἱ σεπτοὶ προεκύρηξαν, καὶ θείοι Προφῆται, ἔσεσθαι δοχεῖον Θεόνυμφε· σὲ τοῦ Θεοῦ διὰ σοῦ γὰρ ἐθεάσαντο, οἱ ἐν σκότει τὸ φῶς θεϊκῆς ἐπιγνώσεως.

Σὲ τὴν ἄσπιλον Παρθένον, ἐκ τῆς φύσεως εἴληφε, τῶν ἀνθρώπων ὥσπερ, ἀπαρχὴν ἁγίαν ὁ Κύριος, καὶ τὸ ἡμέτερον ὅλον καθηγίασε, καὶ ἀνέτειλε φῶς θεϊκῆς ἐπιγνώσεως.

Τὰς αἰτήσεις τῶν πιστῶν σε, αἰτουμένων Πανύμνητε, εὐμενῶς προσδέχου, καὶ τὸν νοῦν ἡμῶν φωταγῶγησον, καὶ τοῦ Κυρίου τὸν νόμον πάντας δίδαξον, καὶ καταῦγασον φῶς θεϊκῆς ἐπιγνώσεως.

Ἡ Βοήθεια ἁπάντων, σὺ ὑπάρχεις Πανάμωμε, τῶν εἰς σε θαῤῥούντων καὶ ὑμνολογούντων, τὴν θείαν σου, λοχείαν πίστει καὶ πόθῳ, δἰ ἧς ἔλαμψε, τὸ οὐράνιον φῶς θεϊκῆς ἐπιγνώσεως.

ᾨδὴ ε΄. 

Ἐξέστη τὰ σύμπαντα.
Ὡς κλῖμαξ οὐράνιος, ἐφάνης τῷ προπάτορι, πάλαι Ἰακώβ δἰ ἧς οἱ νόες, πρὸς θεωρίαν Θεοῦ ἀνέρχονται, καὶ πάλιν κατέρχονται πρὸς γῆν, πόθῳ προσκυνοῦντες σου, τὴν ἀπόῤῥητον γέννησιν.

Ἡ ῥάβδος ἐδήλωσεν, ἀνθήσασαν σε Πάναγνε, ἄνθος τὸ εὐῶδες καὶ ὡραῖον· σὺ γὰρ ἀῤῥήτως Θεὸν ἐγέννησας· ἐξ οὗ ἀφθαρτίζονται πιστοί, πάθω προσκυνοῦντες σοῦ τὴν ἀπόῤῥητον γέννησιν.

Ἑώρακε πάλαι σε, ὡς θεῖον τόμον Ἄχραντε, ἔνθεος Προφήτης ἐν ὦ λόγος, ἐγράφη ἔνδον Πατρὸς εἰς κόσμου χαράν, καὶ ἔσωσε πάντας ὡς Θεός, πίστει προσκυνοῦντας σου, τὴν ἀπόῤῥητον γέννησιν.

Ἰσχύει οὐδέποτε, ἡ βρότειος ὑμνῆσαί σε, γλῶσσα ἐπαξίως Θεοτόκε· διὸ μοι δίδου τῇ προαιρέσει σεμνή, δύναμιν ἰσόρροπον ὡς ἄν, πόθῳ ἀνυμνήσω σου, τὴν ἀπόῤῥητον γέννησιν.

ᾨδὴ ς΄. 

Τὴν θείαν ταύτην.
Νόος μου πᾶσαν σκοτόμαιναν, ἀπέλασον καὶ δώρησαι Ἄχραντε, τῇ παναθλίᾳ μου, ψυχὴ ἀκτῖνα σῆς χάριτος· σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.

Ἐπλήγην Ἄχραντε Δέσποινα, ῥομφαίᾳ τῇ δεινή τοῦ ἀλάστορος, καὶ καταπέπτωκα, πτῶμα, δεινόν· ἀλλὰ ζώωσον· σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.

Ξενίζει πᾶσαν διάνοιαν, θαυμάσια, τὰ σὰ Θεονύμευτε, ὥσπερ ἐξέχεας, πλούσίως πᾶσι τοῖς δούλοις σου· σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.

Λαόν σου Ἄχραντε Δέσποινα, ἀνόρθωσον πεσόντα εἰς βάραθρον, καταδουλώσεως, ἐχθρῶν ἀπίστων, ἀλλ᾽ οἰκτεῖρον· σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.

Κάθισμα. 

Ὁ ὑψωθείς.
Χριστιανῶν ἡ ἀψευδὴς σωτηρία· ἁμαρτωλῶν ἡ ἀῤῥαγὴς προστασίᾳ, ἡ κραταιᾷ βοήθεια ἡμῶν καὶ προσφυγῇ· σῶσόν με προσφεύγοντα, σοὶ Πανάμωμε Κόρη· σκέπασον με πτερυξι͵ τῆς ἁγίας σοῦ σκέπῃς· καὶ τῆς ψυχῆς μου πρόστηθι ἐκεῖ· καὶ ἐκδημούσῃ τῶν τῇ δὲ παράστηθι.

ᾨδὴ ζ΄. 

Οὐκ ἐλάτρευσαν.
Ῥήμασι σου, τοῖς ἐνθέοις νῦν ἑπόμενοι, σὲ μακαρίζομεν· χαῖρε βοῶντες Ἁγνή· τὰ σὰ μεγαλεῖα γὰρ ξένα καὶ ἄπειρα· διὸ Δέσποινα, τὸν νοῦν ἡμῶν καταύγασον, τοῦ ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

Ὡς ὑπάρχουσα, ναός τοῦ θείου Πνεύματος, φωτοειδέστατος, τὰς δωρεὰς χορηγεῖ, τοῖς πίστει προστρέχουσιν εἰς σε Πανάμωμε· τὴν διάνοιαν, διὸ κᾀμοῦ καταύγασον, τοῦ ὑμνεῖν σε εἰς αἰῶνας.

Τὸν προστρέχοντα, εἰς οἰκτιρμοὺς ἀπείρους σου, μὴ ὑπερίδῃς με· ἀλλ᾽ ὡς Θεὸν ἐν σαρκὶ ἐλέους τὴν ἄβυσσον, τέξασα οἴκτειρον, καὶ ἀνόρθωσον, καταπεσόντα πάθεσι, τοῦ ὑμνεῖν σε εἰς αἰῶνας.

Τὰ κινήματα, νόος μου ὡς ὑπάρχουσα, ἐλπὶς Πανάμωμε, καὶ σωτηρίᾳ πιστῶν, κατεύθυνον ἅπαντα πρὸς σὲ δἰ ἔλεος,ἀγαθότητος, τῆς σῆς ὅπως γεραίρω σε, καὶ δοξάζω εἰς αἰῶνας.

ᾨδὴ η΄. 

Παῖδας εὐαγεῖς.
Θείᾳ ὡς ὑπάρχουσα Λυχνίᾳ, πυρφόρος τῶν χαρισμάτων ἐξαπόστειλον, πᾶσι τὰς λαμπρότητας, πίστει τοῖς κραυγάζουσι, τὴν τοῦ Ἀγγέλου Πάναγνε φωνὴν χαρμόσυνον· τὸ χαῖρε σοι, δἰ’ ᾖς κατηυγάσθη καὶ ἀνακαινισθῇ τὸ γένος τῶν ἀνθρώπων.

Αἴγλης τῆς σεπτῆς καὶ Τρισηλίου, λαμπρότατον σκήνωμα, ὑπάρχουσα, θείαν καὶ σωτήριον, πᾶσιν ἀνατέταλκας, τὴν φωταυγίαν Ἄχραντε τοῖς πίστει κράζουσι, τὸ χαῖρε σοί· δἰ’ ᾖς κατηυγάσθη καὶ ἀνακαινισθῇ τὸ γένος τῶν ἀνθρώπων.

Σάλπιγξ μυστικῶς προδιετύπου, ἡ πάλαι προφητικῇ Μητροπάρθενε, πύλην ἀδιόδευτον· ὅρος καὶ παλάτιον· ἡ τοὺς βοῶντας χαῖρε σοὶ ναοὺς δεικνύουσα, τοῦ Πνεύματος· δἰ’ ᾖς κατηυγάσθη καὶ ἀνακαινισθῇ τὸ γένος τῶν ἀνθρώπων.

Ῥῆξον τοὺς χειμάῤῥους τῶν παθῶν μου, καρδίαν τὴν ταπεινήν μου κατακλύζοντας· θεῖον πρὸς λιμένα με, ὅρμισον Πανάμωμε· ἵνα ὑμνῶ σε πάντοτε, τὴν Ὑπερύμνητον· καὶ χαῖρε σοι κραυγάζῳ ἐν πίστει· δἰ’ ᾖς κατηυγάσθη τὸ γένος τῶν ἀνθρώπων.

Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν καμῖνω,…

ᾨδὴ θ΄. 

Ἅπας Γηγενής.
Νᾶμα, ζωηρόν, πλουσίως μοι δώρησαι τό τοῦ ἐλέους σου· σοὶ γὰρ νῦν προσέρχομαι, κεκακωμένος ἐξ ἀμελείας μου· καὶ ἱκετεύω ὄρεξον τὴν ἀγαλλίασιν·ἵνα κράζω, χαίροις ἡ βοήθεια, τῶν βροτῶν καὶ ἀεὶ μεγαλύνω σε.

Ὅλος πληγωθείς, κεῖμαι ὁ πανάθλιος πτῶμα ἐξαίσιον, ἐπηρείας Ἄχραντε, ἐχθροῦ δολίου· ἀλλ’ ἡ κυήσασα, ζωὴν τὴν ἐνυπόστατον, τάχος μὲ ἔγείρον· ἵνα κράζω, χαίροις ἡ βοήθεια, τῶν βροτῶν καὶ ἀεὶ μεγαλύνω σε.

Ἦλθεν ἐφ’ ἡμᾶς, τὸ φῶς τὸ τῆς γνώσεως διὰ τοῦ τόκου σου, καὶ πάντας ἐνέπλησε, σοφίας θείας καὶ κατοπτεύομεν, τὰ νοητὰ μυστήρια τού σοῦ Υἱοῦ καὶ Θεοῦ, ἀρδήλως ὅθεν κᾀγὼ Δέσποινα, μετὰ πάντων ὑμνῶν μεγαλύνω σε.

Λάμψον μοι χαρᾶς, τὸ φέγγος δἰ ἄφατον τῆς εὐσπλαγχνίας σοὺς ἔλεος καὶ δίωξον, τὰ νέφη πάντα τῆς κατηφείας μου· καὶ ἀληθῇ ἀπόδος μοι τὴν ἀγαλλίασιν, ἵνα πίστει τὴν θείαν λοχείαν σου, ἀνυμνῶ καὶ ἀεὶ μεγαλύνω σε.

Προσόμοια. 

Ὡς γενναῖον ἐν.
Χαῖρε θρόνε πυρίμορφε, τοῦ Θεοῦ Παντοκράτορος· Χαῖρε θεία στάμνε τὸ μάννα φέρουσα· Χαῖρε πηγὴ ἀνεξαντλητε,τα νάμματα βρύουσα, τοῖς πιστῶς ὑπὸ τὴν σὴν καταφεύγουσι σύναρσιν, καὶ παρέχουσα, ἰαμάτων τὴν χάριν τοῖς νοσοῦσι· καὶ κινδύνων πολυπλόκων, λύσιν βραβεύουσαν Ἄχραντε.

Χαῖρε γῆς τὸ θεμέλιον, ἐν κοιλίᾳ σοῦ Ἄμωμε, ἀστενοχωρήτως Κόρη βαστάσασα· χαῖρε ἡ εὔκαρπος ἄμπελος, βότρυν ἡ βλαστήσασα, τὸν ἐκβλύζοντα, πιστοῖς, πᾶσι γλεῦκος σωτήριον, καὶ πηγάζοντα, γλυκασμὸν ἀφθαρσίας τοῖς ἐν πλάνης, τῷ βυϑῷ κεκαρωμένοις, τῇ συμβουλίᾳ, τοῦ ὄφεως.

Χαῖρε ὅρος κατάσκιον, ἀρεταῖς Θεονύμφευτε· χαῖρε φλογοφόρε λαβὶς ἡ φέρουσα, ἄνθρακα θεῖον τὸν αἴροντα, παντὸς κόσμου πταίσματα· Χαῖρε πρόξενε βροτῶν, σωτηρίας, προπύργιον· χαῖρε ἄσειστον, τῆς Χριστοῦ· Ἐκκλησίας χαῖρε θρόνε, ἡλιόμορφε Κυρίου· Χαῖρε πιστῶν τὸ κραταίωμα.

Ζοφεροῖς ἐξελκόμενος, λογισμοῖς Παναμώμητε, δελεαζόμενος ἀπεμάκρυνα, τοῦ σοῦ Υἱοῦ Θεονύμφευτε, ὡς πρώην ὁ ἄσωτος, γημνωθείς τῶν ἀρετῶν, ὧν περ εἶχον ἐκ φύσεως· διὸ δέομαι, ἐπιστρέψασα, θείᾳ μετανοίᾳ, καταξίωσον τὸν πλοῦτον, ἀπολαβεῖν ὃν ἀπώλεσα.

 


ΗΧΟΣ  Δ΄ 
ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΘΕΟΔΩΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΛΑΣΚΑΡΕΩΣ

 

ᾨδὴ α΄, Ἠχὸς δ΄. 

Ἀνοίξω τὸ στόμα μου.
Χαρὰν ἡ κυήσασα, χαῖρε Παρθένε Θεύνυμφε· ἀρᾷς ἀλλοτρίωσις, χαῖρε Πανάμωμε· χαῖρε Δέσποινα, τοῦ κόσμου προστασίᾳ· χαῖρε καταφύγιον τῶν προστρεχόντων σοι.

Χαῖρε οὖσα πρόξενος, χαῖρε Θεόνυμφε Δέσποινα· ἀρὰν ἡ μειώσασα, χαῖρε ἀπείρανδε· Χαῖρε Πάναγνε, ψυχῆς ἐμῆς ἡ σκέπη· χαῖρε Μητροπάρθενε· χαῖρε Πανύμνητε.

Χαῖρε θεία τράπεζα χαῖρε λυχνίᾳ ὁλόφωτε· χαῖρε θρόνε πύρινε· χαῖρε νᾶε τοῦ Θεοῦ· χαῖρε ὄχημα, τοῦ πάντων βασιλέως· χαῖρε πόλις ἔμψυχε τοῦ Παντοκράτορος.

Χαῖρε ὄρος ἅγιον· χαῖρε οὐράνιος γέφυρα· χαῖρε κλίνη ἔμψυχε· χαῖρε νεφέλῃ χρυσῇ· χαῖρε Ἄχραντε,πιστῶν ἡ σωτηρίᾳ, χαῖρε Πανακήρατε χαῖρε Πανύμνητε.

ᾨδὴ γ΄. 

Τόξον δυνατῶν.
Χαῖρε παρθενίας καύχημα· χαῖρε τικτουσῶν, χαρμονὴ ἡ ἀπέραντος· χαῖρε μόνη τῆς πρώτης Εὐὰς ἡ σωτήριος ἀνάκλησις.

Χαῖρε κόσμου ἱλαστήριον· χαῖρε τῶν Ἁγίων Ἀγγέλων, θαῦμα παράδοξον· χαῖρε Μήτηρ εὐλογημένῃ, τοῦ Δεσπότου πάσης κτίσεως.

Χαῖρε κρῖνον τὸ ὑδύπνοον· χαῖρε μυροθήκῃ, καὶ πηγὴ ἁγιάσματος· χαῖρε Κόρη φωτὸς νεφέλῃ· καὶ λυχνίᾳ, ἡ ἑπτάφωτος.

Χαῖρε ῥόδον τὸ ἀμάραντον· χαῖρε παρθενίας, τὸ θεῖον ὄντως κειμήλιον· χαῖρε γένους τῶν ὀρθοδόξων, τὸ σωτήριον ἐξίλασμα.

ᾨδὴ δ΄. 

Τὴν ἀνεξιχνίαστον.
Χαῖρε ἡ σωτήριος πάντων ἐλπίς· χαῖρε ἡ κατάκαρπος ἄμπελος· χαῖρε ἡ πύλη τοῦ Θεοῦ ἡ μυστικῇ· χαῖρε ἡλίου ὄχημα· Θεοτόκε Πανύμνητε.

Χαῖρε τὸ κατάσκιον ὄρος Θεοῦ· χαῖρε τὸ πανάγιον τέμενος· χαῖρε ἡ κλῖμαξ, ἣν προεῖδεν Ἰακῴβ χαῖρε Παρθένε Πάναγνε· χαῖρε Θεοτόκε Πανύμνητε.

Χαίροις εὐωδέστατον μῦρον Θεοῦ· χαίροις δυσθεώρητον ὅραμα, ὅπερ προεῖδεν ὁ προφήτης Ἀβακούμ· χαῖρε πιστῶν διάσωσμα· χαῖρε Θεοτόκε Πανύμνητε.

Χαῖρε δωδεκάτειχε πόλις Θεοῦ· χαῖρε θείας δόξης παλάτιον· χαῖρε καθέδρᾳ, τοῦ τῶν ὅλων ποιητοῦ· χαῖρε τοῦ Λόγου τράπεζα· χαῖρε Θεοτόκε Πανύμνητε

ᾨδὴ ε΄. 

Ἐξέστη τὰ σύμπαντα.
Χαῖρε βλαστήσασα, τὸν φυτουργὸν τῆς κτίσεως· χαῖρε ἡ τεκοῦσα τὸν τροφέα, παντὸς τοῦ κόσμου· χαῖρε ἡ ῥίζα, Δαβίδ, ἡ τὸν συνοχέα τοῦ παντός, ὑπὲρ πᾶσαν ἔννοιαν, διὰ ἔλεος φύσασα.

Χαῖρε τεῖχος ἄῤῥηκτον, καὶ σκέπη τῶν τιμώντων σε· χαῖρε γηγενῶν ἢ προστασίᾳ, καὶ παῤῥησίᾳ· χαῖρε βροτῶν ἡ ἐλπίς· πάντων ἀγαλλίαμα. τερπνόν, τῶν μακαριζόντων σε, Παμμακάριστε Δέσποινα.

Χαίροις ἀκατάληπτον· χαῖρε τοῖς Ἀγγέλοις ὅραμα· χαίροις ἀνερμήνευτον καὶ ξένον, ἄῤῥητον θαῦμα· χαῖρε θυγάτηρ Δαβίδ, μήτηρ τε τοῦ πάντων ποιητοῦ· καὶ ἁπάσης Δέσποινα καὶ Κυρίᾳ τῆς κτίσεως.

Χαῖρε ἅρμα πύρινον, τοῦ πάντων βασιλεύοντος· χαῖρε πορφυρὶς ἡ νοουμένῃ, τοῦ Θεοῦ Λόγου, χαῖρε λαβὶς μυστικῇ· καὶ θυμιατήριον χρυσοῦν, πύλη ἀδιόδευτε, Παμμακάριστε Δέσποινα.

ᾨδὴ ς΄. 

Τὴν θείαν ταύτην.
Χαῖρε ἀνήροτος ἄρουρα· χαῖρε ἡ ἀγεώργητος͵ ἄμπελος· χαῖρε παράδεισε· χαῖρε πηγὴ ἡ ἀκένωτος· χαῖρε τοῦ μανὰ στάμνε· χαῖρε Θεόνυμφε.

Χαῖρε λιμὴν ἀκλυδώνιστε· χαῖρε πολεμουμένων προπύργιον· χαῖρε ὀχύρωμα· χαῖρε πιπτόντων ἀνόρθωσις· χαῖρε ὑψίστου Μήτηρ· χαῖρε Πανάμωμε.

Χαίροις ἐλαία κατάκαρπε· χαίροις περιστερᾷ κοσμοπόθητε· χαῖρε Μητρόθεε· χαῖρε Μαρίᾳ Πανάσπιλε· χαῖρε ἁγία Κόρη· χαῖρε Πανύμνητε.

Χαῖρε λαβὶς θείου ἄνθρακος· χαῖρε θυμιατήριον πάγχρυσον· χαῖρε ὀσφράδιον· Χαῖρε δοχεῖον τοῦ Πνεύματος· χαῖρε παστάς τοῦ λόγου· χαῖρε Φιλάγαθε.

Κάθισμα. 

Ἐπεφάνης σήμερον.
Χαῖρε θρόνε τοῦ Βασιλέως, καὶ λυχνίᾳ πάγχρυσε φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων σε Κόρη Πανύμνητε.

ᾨδὴ ζ΄. 

Οὐκ ἐλάτρευσαν.
Χαῖρε πύλη ἀδιόδευτε ἣν ὥδευσε, μόνος ὁ Ὕψιστος· ἐσφραγισμένῃ πηγὴν χαῖρε θεῖον τέμενος, νόμου τῆς χάριτος, χαῖρε γέφυρα, πιστοὺς πάντας μετάγουσα, πρός τὴν ἄνω κληρουχίαν.

Χαῖρε ὄρος ἀλατόμητον ἀλάξευτον, ὁ προεώρακεν, ὁ Δανιήλ μυστικῶς· χαῖρε βάτε ἄφλεκτε, ἣν ἐθεάσατο, ὁ βραδύγλωσσος, Μώσης χαῖρε τὸ καύχημα, Προφητῶν καὶ Ἀποστόλων.

Χαῖρε ῥάβδος Ἀαρών ἡ ὑπὲρ ἔννοιαν, ἀναβλαστήσασα, τὸν φυτουργόν τῆς ζωῆς· χαῖρε νόμου πλήρωμα, καὶ προφητῶν ἡ σφραγίς· χαῖρε Δέσποινα· χαῖρε Παρθένε Πάνσεμνε, Παναγίᾳ Θεοτόκε.

Χαῖρε Μήτηρ ἀπειρόγαμε τοῦ Κτίστου σου, Θεοχαρίτωτε· χαῖρε πιστῶν ἡ ἐλπίς· χαῖρε ἡ πηγάσασα ὕδωρ ἁλλόμενον· χαῖρε καύχημα καὶ θεῖον ἀγαλλίσμα,τῶν πιστῶς σε γεραιρόντων.

ᾨδὴ η΄. 

Παῖδας εὐαγεῖς.
Χαίροις οὐρανῶν Ὑψηλοτέρᾳ· πασῶν τε Τιμιωτέρᾳ θείων τάξεων· χαῖρε βάθος ἄπειρον· ὕψος ἀκατάληπτον· χαῖρε τὸ ἱλαστήριον τῆς ἄνω κλήσεως, τῆς τῶν βροτῶν φθαρείσης οὐσίας· χαῖρε Θεοτόκε, ἐλπὶς ἀπηλπισμένων.

Χαῖρε τοῦ Θεοῦ τὸ θεῖον ὄρος, καὶ πῖον τετυρωμένον ἀλατόμητον· χαῖρε χωνευτήριον, τῆς φθαρείσης φύσεως· χαῖρε παστὰς ἑνώσεως, τῶν δύο φύσεων· ἐν σοὶ γὰρ τοῦ Θεοῦ αἱ πορεῖαι, ἀληθεῖς ὁρῶνται Παρθένε εἰς αἰῶνας

Χαῖρε ἡ σκηνή τοῦ Μαρτυρίου· καὶ πλάκες τῆς διαθήκης θεολάξευτοι· χαῖρε τὸ κεφάλαιον, νόμου καί τῆς χάριτος·χαῖρε κρηπὶς τῶν Προφητῶν Ἁγία Δέσποινα· Μαρτύρων Ἀποστόλων τὸ κλέος· χαῖρε τῶν Ὅσίων Παρθένε θυμηδίᾳ.

Χαῖρε θησαυρὲ θείων χαρίτων· καὶ πάντων τῶν ἀγαθῶν αἰτία Πάναγνε· χαίροις ἐγκαλλώπισμα, πάντων τῶν ὑμνούντων σε· χαῖρε λιμὴν ἀχείμαστε καὶ ὁρμητήριον, πλεόντων τῷ τοῦ βίου πελάγει· χαῖρε θλιβομένων παράκλησις Παρθένε.

Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,..

ᾨδὴ θ΄ . 

Ἅπας γηγενής.
Χαίροις παρ’ ἡμῶν, Μαρίᾳ θεόνυμφε, κόσμου ἀντίληψις· χαῖρε ἄστρον ἄδυτον· φωτὸς δοχεῖον, Τριάδος τέμενος· χαῖρε τοῦ λόγον σκήνωμα, καὶ πάντων στήριγμα, τῶν βοώντων, χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Χαῖρε ἡ χρυσῆ, λυχνίᾳ καὶ τράπεζα, πιστοὺς ἐκτρέφουσα, χαῖρε ἀγεώργητε, γῆ ζωηφόρον στάχυν βλαστήσασα· χαῖρε πηγὴ βλυστάνουσα ὕδωρ φυσίζῳον, τοῖς βοῶσι· χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Χαῖρε ἡ παστάς, ἐν ἡ ἐνυμφεύσατο Θεός τὴν φύσιν ἡμῶν· χαίρῃ ἡ κατάκαρπος, ἐλαία πάντας καθιλαρύνουσα· χαῖρε λουτὴρ ἀκένωτε θείας καθάρσεως, τῶν βοώντων· Χαίροις Παμμακάριστε· Θεοτόκε Ἀειπάρθενε.

Χαίροις νοητή, κογχύλῃ ἡ βάψασα, τὴν ἀλουργήδα Θεοῦ· χαῖρε τὸ πολύτιμον, καὶ θεῖον μῦρον εὐωδιάζον πιστούς· χαῖρε τεῖχος ἀπόρθητον καὶ καταφύγιον, τῶν βοώντων· Χαίροις Παμμακάριστε· Θεοτόκε ἁειπάρθενε.

Προσόμοια. 

Ἔδωκας σημείωσιν.
Χαῖρε κραταιότατον, παντὸς ποῦ κόσμου διάσωσμα· ἱσταμένων βεβαίωσις· πεπτωκότων ἔγερσις· χαῖρε Θεοτόκε, πλοῦτε πτωχευόντων· καὶ πενομένων θησαυρέ· τροφῇ πεινώντων· Χαῖρε Πανάσπιλε· θλιβομένων παράκλησις· καὶ ἀσθενούντων ἐπίσκεψις· Χαῖρε μόνη βοήθεια, τῶν πιστῶς δεομένων σου.

Χαῖρε φαεινότατε, ὀρθὸς πιστοῖς ἀνατείλασα, τὸν ἀνέσπερον ἥλιον· Χαῖρε βάθος ἄμετρον· ἀποῤῥῆτον ὕψος, φρικτοῦ μυστηρίου· Χαῖρε Ἀγγέλων χαρμονήν· Χαῖρε φλογμὸν ἀπάτης ἡ σβέσασα· τοῦ ᾄδου χαῖρε νέκρωσις· Χαῖρε νεφέλη ὁλόφωτε· τοῦ Ἀδὰμ ἡ ἀνόρθωσις· Χαῖρε Πάντιμε Δέσποινα.

Χαῖρε ἐγκαλλώπισμα, παρθενευόντων καὶ καύχημα, οἰκουμένης Θεόνυμφε· Χαῖρε τοῦ ἀδάμαντος, λίθε ὃν προεῖδεν, Ἀμῶς ὁ Προφήτης, ὃν οὐ παρέχεται Θεός, ταῖς σαῖς δεήσεσιν ἐπικλώμενος· Χαῖρε κόσμου ἐξίλασμα· Χαῖρε ναὲ τῆς Θεότητος· Χαῖρε γλυκὺ ἐντρῦφυμα, τῆς πιστῶν γλώσσης Ἄχραντε.

Ἥλιον κυήσασα, δικαιοσύνης Πανάμωμε, τὸ ζοφῶδες διάλυσον, παθῶν τῶν θλιβόντων με, καὶ τὸν ἀπατῶντα, τὴν ψυχὴν ὄφιν, καὶ καταθέλγοντα ἀεί, φιληδονίαις καὶ ματαιότησι, πόῤῥωθεν ἀποδίωξον, τῆς ταλαιπώρου καρδίας μου, ἐν γαλήνῃ φυλάττουσα, ἀπαθείας τὸν δοῦλον σου.



Πέμπτη 11 Απριλίου 2024

ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ Γ΄ ΤΗ ΠΕΜΤΗ ΕΣΠΕΡΑΣ.

ΘΕΟΤΟΚΑΡΙΟΝ

ΗΧΟΣ Γ΄
 
ΤΗ ΠΕΜΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΘΕΟΚΤΙΣΤΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ.

Οὗ ἡ ἀχροστιχίς.
Ἄδω τρίτον σοι δακρύων γέμον μέλος.

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τά ὕδατα πάλαι.
Ἀρδευθήναι πλουσίως δάκρυσι δίδου, τάς αὔλακας τῆς ἀθλίας ψυχῆς μου, καί καρπούς φέρειν με ἑκατοστεύοντας, Δέσποινα ἀξίωσον, καί τήν καρδίαν μου πάσης, εὐφροσύνης πλήρωσον ἵνα δοξάζω σε.

Διά σπλάγχνα. ἐλέους Δέσποινα πάντων, ἐλέησον τήν ἀθλίαν ψυχήν μου, καί πυρός λύτρωσαι τοῦ αἰωνίου σεμνῇ· καί τῆς τῶν δαιμόνων με ἐπιδρομῇς Θεοτόκε, τόν ὑπό τήν σκέπην σου νῦν καταφεύγοντα.

Ὦς ἀμόλυντος οἶκος τοῦ βασιλέως, τήν πάθεσι μολυνθεῖσαν ἀτόποις, ἐμήν δέομαι καρδίαν Κόρη ἁγνῇ, κάθαρον πρεσβείαις σου, καί καθαρᾶς πολιτείας, ἔργοις καταπλούτισον.

Τί ῥᾳθύμως τόν βίον ψυχή ἀθλίᾳ παρέρχῃ; καί οὐ φοβῇ τήν ἡμέραν τῆς φρικτῆς κολάσεως; ἄλλα ἀνάστα, λοιπόν ἐκ τῶν καταπτώσεων, καί ἀμελείας προθύμως, Θεοτόκε κράζουσα, σῶσον με Πάναγνε.

ᾨδὴ γ΄. Ὁ ἐκ μή ὄντων.
Ῥῦσαι γεέννης καί πάσης ἄλλης ποινῆς, ἐν ὥρᾳ τῆς κρίσεως, σόν οἰκέτην Πανάμωμε, καί μέτοχον ποίησον, τῆς τοῦ υἱοῦ σου καί Θεοῦ Βασιλείας.

Ἰάτρευσόν μου τά τραύματα τῆς σαρκός· καί τό πολυτάραχον τῶν λογισμῶν κλυδώνιον, Δέσποινα, κατεύνασον, καί εἰρηναίαν κατάστασίν μοι δίδου.

Ταλαιπωρήσας, νῦν κατεκάμφθην δεινῶς, καί οὑκ ἔστιν ἴασις τῇ ψυχῇ μου Πανάμωμε· ἀλλά μή εἰς τέλος με, ἐγκαταλίπῃς τόν δοῦλον σου Παρθένε.

Τό πρόσωπον σου τό θεῖον τε καί σεπτόν, ἐπίφανον δέομαι σεμνή ἐπί τόν δοῦλον σου, καί ποιεῖν με δίδαξον, τά δικαιώματα Κόρη τοῦ υἱοῦ σου.

ᾨδὴ δ΄. Ἒθου πρός ἡμᾶς.
Ὄλῃ ἀγαθῇ, σύ ἀπάρχεις ὅλη καί εὔσπλαγχνος· ὅλη συμπαθής καί βοηθός, ἐν τοῖς κινδύνοις καί περιστάσεσι, Μαριάμ Πανάχραντε· διό με ὅλον φρούρησον καί τείχισον.

Νύξ με ἀφεγγής, τῶν παθῶν συνέχει τόν δείλαιον· ἀλλά τῷ φωτί σου ἀγαθῇ, τά τῆς
ψυχῆς μου νέφη διάλυσον, καί πρός φῶς ὁδήγησον, τῶν προσταγμάτων τοῦ Θεοῦ Πανάμωμε.

Σάλῳ πειρασμῶν, καί ταῖς τρικυμίαις ποντούμενος, τῶν πονηροτάτων λογισμῶν, και εἰς βυθόν ἀεί καθελκόμενος, τόν τῆς ἀπογνώσεως· σῶσον βοῷ σοι Δέσποινα τόν δοῦλον σου.

Ὅταν τῆς σαρκός, ἡ ψυχή μου μέλλῃ χωρίζεσθαι, τότε παραστᾶσα συμπαθῶς, ἐπιδρομῇς δαιμόνων με ἅρπασον, τῶν ἐπιζητούντων μου ἀδιαλείπτως Κόρη τήν ἀπώλειαν.

ᾨδὴ ε΄. Ἐπί τῆς γῆς ὁ ἀόρατος.
Ἴδε ἁγνῇ τήν ἀσθένειαν ἴδε, τῆς ταπεινῆς καί ἀθλίας ψυχῆς μου, καί ἀοράτων ἐχθρῶν τῆς ἐπαναστάσεως, καί τῆς τούτων βλάβης ῥῦσαί με.

Δαιμονικαῖς ἐπηρείαις τόν νοῦν μου, διηνεκῶς εἰς ἀτόπους ἐννοίας, ὑπεξελκόμενον μή ἐάσῃς Δέσποινα· ἀλλά στῆσον ἀπερίτρεπτον.

Ἁμαρτωλοῖς καί τελώναις ἐφάνη, ὁ σός υἱός διά σπλάγχνα, ἐλέους· ὅν μιμουμένῃ ἁγνῇ, νῦν ἐμέ οἰκτείρησον, ὑπέρ πάντας ἁμαρτήσαντα.

Κύνες πολλοί περιέσχον με ὄντως· συναγωγῇ πονηρῶν με πνευμάτων, περιεκύκλωσαν· ἀλλά τούτων Ἄχραντε, τάς ἐνέδρας διασκέδασον.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Κύμασι βυθίζομαι τῶν παθῶν, τῆς ἁμαρτίας, καί ἡδονῶν ὁ δοῦλος σου· Θεοτόκε πρόφθάσον, καί κυβερνήσει θείᾳ σου, πρός λιμένα με, μετανοίας ὁδήγησον.

Ῥεῖθρα μοι δακρύων Πνευματικῶν, παράσχου Κόρη, ἵνα πλύνω τόν βόρβορον, τῶν
πλημμελημάτων μου, καί πρός τό ὕδωρ ἴθυνον, τῆς ἀνέσεως, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Ὕπνωσα εἰς θάνατον ψυχικόν, καί ἐν τῷ τάφῳ κεῖμαι τῆς ἀπογνώσεως· ἀλλά δίδου χεῖρα μοι, καί ἀνάστησον δέομαι, πρός μετάνοιαν καί ζωήν ὁδηγοῦσα με.

Ὕπερθεν ἀνήλθοσαν ἀληθῶς, τῆς κεφαλῆς μου αἱ πολλαί ἀνομίαι μου· ὡς βαρύ φορτίον δέ, ἐπ᾽ ἐμέ ἐβαρύνθησαν· ἀλλ᾽ ἐλαφρῦνον, τόν κλοιόν μου Πανύμνητε.

Κάθισμα. Τήν ὡραιότητα.
Ἅπας ὁ βίος μου, ἐν ῥᾳθυμίᾳ πολλή, διῆλθε Πάναγνε καί νῦν προσήγγισα, τῷ τῆς ἐξόδου μου καιρῷ, καί δέδοικα τούς ἐχθρούς μου, μή διασπαράξωσι τήν ψυχήν μου Πανάμωμε, καί τῆς ἀπωλείας με, τῷ βυθῷ παραπέμψωσιν· ἀλλ᾽ οἴκτειρον τόν δοῦλον σου Κόρη, καί ῥῦσαι με τῆς τούτων κακώσεως.

ᾨδὴ ζ΄. Τό πρίν εἰκόνι.
Ὡς συμπαθής Μήτηρ τοῦ Θεοῦ, τούς δούλους σου Δέσποινα, συμπαθείας ἀξίωσον, τούς ἐν πίστει τῷ σῷ υἱῷ βοῶντας· ὁ τῶν πατέρων Θεός εὐλογητός εἶ.

Νομήν ἀνάστειλον Ἁγνῇ, τῶν ἡμαρτημένων, καί τῶν βεβήλων πράξεων· ἵνα πόθῳ τῷ σῷ υἱῷ κραυγάζῳ· ὁ τῶν Πατέρων Θεός εὐλογητός εἶ.

Γένος βροτῶν σε δυσωπεῖ, Θεοτόκε Δέσποινα, ἐλέησον τόν δοῦλον σόν, τόν ἐν πίστει τῷ σῷ υἱῷ βοῶντα· ὁ τῶν Πατέρων Θεός εὐλογητός εἶ.

Ἐπί τοῦ βήματος Χριστοῦ, ὅταν μέλλω κρίνεσθαι, ὡς ὑπεύθυνος Ἄχραντε, φάνηθι μοι, ἐκ, πάσης βασάνου ῥυομένῃ, τῇ θερμῇ σου προστασίᾳ.

ᾨδὴ ἡ’. Ἀστέκτῳ πυρί.
Μή παύσῃ Ἁγνῇ δυσωποῦσα, τούς ἐν κατανύξει σε τιμῶντας λυτρωθῆναι, τῶν παγίδων τοῦ διαβόλου, τόν υἱόν σου Δέσποινα εὐλογοῦντας· πάντα τά ἔργα Κυρίου τόν Κύριον.

Οὐ χεῖρας καί ὄμματα μόνον, ἀλλά καί τόν νοῦν καί τήν ψυχήν καί τήν καρδίαν,
ἀνατείνω πρός σέ Παρθένε ὅλον με καταύγασον τῷ φωτί σου· ὅλον ἀπόπλυνον δάκρυσιν· ὅλον κατανύξει θερμῇ ἀπόλουσόν με.

Νῦν ἁμαρτιῶν με καλύπτει, καί περιταράττει με πταισμάτων ζάλης πάσης ἐπίμονος Τρικυμία· φρίττω οὖν καί δέδοικα, τάς κολάσεις· ὧν με Παναγίᾳ λύτρωσαι, τῶν ἀπηλπισμένων ἐλπίς καί σωτηρίᾳ.

Μένει με δεινή καταδίκῃ, μέλλω κατακρίνεσθαι ἐνώπιον Ἀγγέλων, καί θεάτρου μυριανθρώπου μεγάλης ἀνάγκης με ῥῦσαι τότε, μέγα καί πλούσιον ἔλεος, ἔχεις γάρ’ τεκοῦσα τόν μέγαν Βασιλέα.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρί ἑνωθέντες, οἱ θεοσεβείας Προεστῶτες νεανίαι, τῇ φλογί δέ μή λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε πάντα τά ἔργα Κυρίου τόν Κύριον.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ἐγγίζει ψυχή τό τέλος· ἐπί θύραις τό κριτήριον· ἀπόστηθι ἔργων τῆς αἰσχύνης, καί
ἐπιλαβοῦ τῆς ἀγαθῆς πολιτείας· ἔχεις γάρ σύμμαχον τήν Θεοτόκον, ἐκ πάσης ῥυομένην σέ κακώσεως.

Λῃσταῖς νοητοῖς Πανάμωμε, περιπεσών ὁ δείλαιος, ταῖς τούτων μεθοδείαις, τόν χιτῶνα μου τῆς ἀρετῆς, φρενοβλαβῶς ἐξεδύθην· καί ψυχοφθόρων πληγῶν, πεπληρωμένος βοῷ σοι· Θεοτόκε μή παρίδῃς με.

Ὁ βίος μου ὅλος Ἄχραντε, ῥᾳθύμως ἐκτετέλεσται, καί ἤγγισα τῷ ᾄδῃ νῦν τῆς ἀπογνώσεως Ἁγνῇ· ἄλλο, διόρθωσιν δίδου, καί μή ἐάσῃς με ἐν τῇ τοιαύτη κακώσει, τόν προσφεύγοντα τῇ σκέπη σου.

Σαρκός τῆς ἐμῆς ἀσθένειαν, καί τῇ ἧς ψυχῆς τό ἄτονον· καρδίας τήν ὀδύνην, καί τάς τοῦ νόος μου ἐκτροπάς, σοί ἀναθέμενος κράζω· ἑκάστῳ τούτων Ἁγνῇ, δίδου τήν ἴασιν ὅπως, ἐν αἰνέσει μεγαλύνω σε.

Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Χαῖρε ἡ προστασίᾳ πάντων Μητροπάρθενε, τό κλέος τῶν ἐν πίστει, θερμή σε δοξαζόντων· Χαῖρε πάγκαλλον ὡράισμα τοῦ Κόσμου· Χαῖρε καύχημα καί στήριγμα καί ἀνέδρευτον ἕρκος.

Χαῖρε ἡ τεκοῦσα μόσχον τόν ἄμωμον, δάμαλις χαῖρε μόνη Ὑπερευλογημένῃ· Χαῖρε δεδοξασμένῃ· Χαῖρε τίμιον ἀγλάϊσμα, Ἀγγέλων· Χαῖρε ζωῆς πρόξενε, ἀνύμφευτε Θεοτόκες Μαρία.

Χαῖρε λαμπάς τοῦ κόσμου Ἁγνῇ ἡ ἀκοίμητος· Χαῖρε πάγκαλε νύμφῃ· Χαῖρε χρυσοῦν καί θεῖον παλάτιον τοῦ Λόγου χαῖρε Κόρη, ἁπάντων μόνον καταφύγιον, τῶν βοώντων σοί χαῖρε.

Λεόντων ψυχοφθόρων ῥῦσαί με πρεσβείαις σου, ἐλπίς καί προστασία,, τοῦ γένους τῶν ἀνθρώπων· καί ὁδήγησόν με εἰς τήν ἄνω βασιλείαν, καί, καθορᾶν τό κάλλος ἀξίωσον, τοῦ υἱοῦ σοῦ Παρθένε.

 


Πέμπτη 4 Απριλίου 2024

ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ Β΄ ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ.

 

ΘΕΟΤΟΚΑΡΙΟΝ

ΗΧΟΣ Β΄

 ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ.

ᾨδὴ α΄. ἦχός β΄, Ἐν βυθῷ κατέστρωσε.
ν φωναῖς ἀσμάτων Ἱερῶν, αἶνον χαριστήριον, χρεωστικῶς τῇ Θεοτόκῳ ᾄδω σοι, ἀνθ᾽ ὧν περισῴζεις με, ὑπό πάντων ὧν ἔσχον σε βοήθειαν· σύ μετά Θεόν γάρ, Δέσποινα, ὑπάρχεις μοι προσφύγιον.

ν παντί ἐξαίφνης θροϊσμῷ, μόνον σου τό ὄνομα, ὅτι φωνῶ καί δέους ἀπαλλάττομαι· τοιαύτῃ ἡ χάρις σου, καί τηλικαύτῃ ἡ ἄμετρος βοήθεια· ἡ πᾶς ὁ προστρέχων, Δέσποινα ἐξ ἀναγκῶν λελύτρωται.

μπεσών εἰς σάλον πειρασμῶν, πότε σε ἐζήτησα, καί οὐ ταχύ ἐρράϊσας τόν κλύδωνα; τόν νοῦν μου εἰρήνευσας; ἀπό παντοίας ἐπηρείας ἐξήρπασας; ὅθεν εὐλογῶ σε, Δέσποινα, καί ἀνυμνῶ τό κράτος σου.

πογνούς τῷ πλήθει τῶν δεινῶν, ἔκλαυσα καί εὗρόν σε, προασπιμόν τῶν ἀναγκῶν ἐξαίρουσαν· πάντοτε προφθάνεις με· ἀδιαλείπτως προστασίᾳ ὑπάρχεις μοι· ὅθεν εὐλογῶ σε, Δέσποινα, καί ἀνυμνῶ τό κράτος σου.

ᾨδὴ γ’. Στειρωθέντα μου τόν νοῦν.
Τίς αἰνεῖν σε γηγενῶν, κατ᾽ ἀξίαν ἱκανοῖ, Παρθενομῆτορ; σύ γάρ ἐν γυναιξί, μόνη ὤφθης ἐκλεκτῇ καί Παμμακάριστος.

Οὐρανός σε ἀνυμνεῖ· καί, ἡ γῆ σε εὐφημεῖ· μεθ᾽ ὧν κἀγώ σοι, ὀφειλάς ἀποδιδούς ἀνθ᾽ ὧν ὤφθης μοι σωτήρ Θεογεννήτρια.

Πεποιθήσει τῇ εἰς σέ, λυτρωθείς ἐκ, πειρασμῶν, σοί ἀνακράζω ἐκ βαθέων ψυχῆς· σύ μου σκέπη κραταιᾷ Θεοχαρίτωτε.

Συσχεθέντα ἐν δεινοῖς, ἀπογνόντα καί τοῦ ζῆν, ἠλέησας με ἡ ἐλπίς τῶν βροτῶν, ἐξελοῦσα, τῶν κακῶν ῥοπαῖς σου Δέσποινα.

ᾨδή δ΄. Τήν ἐκ Παρθένου σου γέννησιν.
Τῆν φοβεράν σου ἐπίκλησιν, ὁπηνίκα, ἀκούσῃ, ἡ δαιμόνιος πληθύς, ἀποδιδράσκει ὡς ἐκ πυρός δειματουμένῃ· ὅθεν μου φωνοῦντος Θεοτόκε βοήθει· ἐπακούειν μή παρίδῃς ἀγαθῇ.

Τό ἐπιπόθητον ὄνομα, ἐν εἰκόνι σε βλέπω,, τήν Κυρίαν τοῦ παντός· καί γάρ ἐν ταύτῃ Θαυματουργεῖς βρύουσα χάριν, καί τόν ἐν πεποίθῃ προσιόντα σοι δοῦλον ἐξαιροῦσα Θεοτόκε τῶν δεινῶν.

Εὐχαριστήριον αἶνόν σοι, κατά χρέος ἐπᾴδω ‘Ὑπερύμνητε Ἁγνή· ὅτι προφθάνεις ἐν οἰκτιρμοῖς τόν σόν οἰκέτην· ὅτι με ἐμπαρέντα παγήσιν, ἀφύκτοις τῶν κακούντων, ἐλυτρώσω θαυμαστῶς.

Σωματικοῖς κατεῤῥύπωσα, πάθεσι τήν ψυχήν μου, ὁ πανάθλιος ἐγώ· ἀλλ᾽ ἐπί σέ τήν ἀμώμητον Κόρη πίστει προστρέχω ὅθεν μή με παρίδῃς· ἄκουσον τοῦ κλαυθμοῦ μου, καί πρόσδεξαι τῆς ψυχῆς μου τόν πόθον.

ᾨδὴ ε΄. Ὅτι νύξ τῶν παθῶν περί ἐμέ.
τι σύ εἴ ἰσχύς τῆς ἀσθενοῦς καρδίας μου εἰκότως ἀνυμνῶ Ἁγνῇ καί φθέγγομαι. Τι κραταιᾷ σου ἡ ῥοπῇ, τῆς δυνάμεως ἐν προστασίαις!

τι σοῦ ἡ εἰκών θαυματουργεῖν ἐγνώρισται, ῥωννύμενος ἐν αὐτῇ Ἁγνῇ προσφθέγγομαι. Τί ὡραιώθη ἡ μορφῇ, τοῦ προσώπου σου Θεογεννῆτορ!

τι σοί ἐμαυτόν προσαναθείς ἐπήλπισα, βοήθεια, κατ᾽ ἐχθρῶν γενοῦ μοι Δέσποινα· σοῦ ἡ πρεσβείᾳ, γάρ σεπτῇ, καί ἡ δύναμις ἀμαχωτάτη.

τι σέ ἐν δεινοῖς ἐπικουρεῖν ἐζήτησα, εὐήκοος ἱλασμός ἔσο μοι Δέσποινα· σύ σωτηρίας γάρ ἐλπίς, τοῦ οἰκέτου σου Θεογεννῆτορ.

ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτημάτων.
βυσσος τῆς ἁμαρτίας, καταποντίζει τελείως, τήν ἀθλιωτάτην μου ψυχήν Πάναγνε Δέσποινα· σύ χεῖρα μοι βοηθείας παράσχου.

βυσσος τῆς εὐσπλαγχνίας, ὑπάρχουσα Θεοτόκε, τῶν ἐν τῆ ἰλύϊ τῶν παθῶν, δεινῶς ἐμπαρέντα με, ἀνάγαγε ἀπαθείας πρός ὕψος.

Χαῖρε σοι ἀναβοῶμεν, αἰσίως τό τοῦ Ἀγγέλου, τῇ ὑπεραμώμῳ Παρθένῳ· χαῖρε χαράκωμα τῶν δούλων σου, καί ἀνέδρευτον ἕρκος.

Χαῖρε σοι τῇ πανυμνήτῳ, καί ἀπειράνδρῳ Παρθένῳ, νῦν προσάγω Κόρη χαρμονικῶς, χαῖρε ἀντίληψις καί καύχημα, τῶν εἰς σέ προστρεχόντων.

Κάθισμα. Πρεσβείᾳ θερμή.
μόνη Θεόν ἀσπόρως ἀποτέξασα, καί πάλιν Ἁγνή, μετά τόν τόκον μείνασα· σοί προσπίπτομεν Δέσποινα, μετά φόβου καί πόθου κραυγάζοντες, ἐκ παθῶν καί νόσων δεινῶν, καί θλίψεων πασῶν ἡμᾶς λύτρωσαι.

ᾨδὴ ζ΄. Ἐν τῇ φλογοφόρῳ καμίνῳ.
ν παρθενικῇ σοῦ νηδύϊ, ὡς ἐν οὐρανῷ ἑπτάκύκλω, βαστάζεις Θεόπαις τόν πάντων Κτίστην, καί τεκοῦσα ὡς πρίν πάναγνος, διαμεμένηκας Ἁγνῇ· φοβερόν τό θαῦμα!

ν πολυστενάκτῳ ὀδύνη, ὡς ἐν πυριφλέκτῳ καμίνῳ, ὑπῆρχον ὁ παῖς σου Θεογεννῆτορ, καί ἐρρύσθην ταῖς πρεσβείαις σου, τῆς συνεχούσης με ποινῆς, ὡς φλογός οἱ παῖδες.

Εὐχαριστηρίους ᾠδάς σοι, ὡς κυριακήν εὐπορίαν, προσφέρω ὁ παῖς σου Θεογεννῆτορ· ἀνυμνῶ σοῦ τήν ἀντίληψιν, καί προστασίαν φοβεράν, αἷς ἀεί με σκέπεις.

Σύ τῇ περιλύπῳ ψυχῇ μου, φάρμακον ἡδῦνον ταύτην, ὑπάρχεις ὡς εὔσπλαγχνος σεμνή Μαρία, ἐμποιοῦσα φῶς ἐγκάρδιον, τοῖς σκοτεινοῖς μου λογισμοῖς· καί φρουροῦσα σῴζεις.

ᾨδὴ ἡ. Παῖδες ἅγιοι καμίνῳ.
Θείοις ἄσμασι ποικίλλω σοι τόν ὕμνον Ἁγνῇ, ὑπέρ τῆς εἰς ἐμέ εὐκταίας σκέπης σου· σέ γάρ ἐν πειρασμοῖς ἐξεῦρον δρόσον ζωῆς, τούς πόνους ἀναψύχουσαν, καί παρορμῶσαν ψάλλειν με· πάντα τά ἔργα ὑμνεῖτε τόν Κύριον.

Σύ μου Δέσποινα ἐλπίς καί προσφυγή κραταιά, ἐν περιστατικοῖς ἀγῶσι φθάσαντος· ἐν σοί γάρ πεποιθώς, ἐπιβουλάς δυσμενῶν δυναμωθείς ἐκτρέπομαι, καί εὐχαρίστως φθέγγομαι· πάντα, τά ἔργα ὑμνεῖτε τόν Κύριον.

Πόρρω βέβλησο δαιμόνιος πληθύς πονηρᾷ· ὅτι μοι συμμαχεῖ μεγάλη δύναμις· αὕτη Μήτηρ Θεοῦ, κλῶσα πάγας τάς σάς, κάμε διαφυλάττουσα ὡς ἐκ, παγίδος ὄρνεον, εἰς τό βοᾶν ἀνελλιπῶς, πάντα τά ἔργα ὑμνεῖτε τόν Κύριον.

Μόνη Ἄχραντε διήλεγξας θεσμούς φυσικούς· ὅτι ἄνευ σπορᾶς υἱόν γεγέννηκας, ἔχουσα ἐν ταυτῷ παρθενικήν ἀστραπήν, καί μητρικήν συγγένειαν· καί σοῦ τό θαῦμα ᾄδεται, ἐν οὐρανῷ καί ἐπί γῆς, Θεοτόκε Μαρίᾳ Πανύμνητε.

Ὁ Εἱρμός.
Παῖδες ἅγιοι καμίνῳ ἐμβληθέντες ποτέ, καί τήν φλόγα δροσοβολοῦσαν θεώμενοι, Ἀγγέλου ὡραίου ἐπιστασίᾳ φρυκτῇ, συμφώνως οἱ τρεῖς ἔμελπον, δοξολογοῦντες καί κράζοντες· πάντα, τό, ἔργα ὑμνεῖτε τόν Κύριον.

ᾨδὴ θ’. Τῶν γηγενῶν τίς ἤκουσε.
Τῶν γηγενῶν τις αἶνον σοι οὐ πλέξει; ἡ τίς ἐγκώμια οὐ φή; ὅτι πρέσβυς ὑπάρχεις εἰς Θεόν ἅπασι· μεθ᾽ ὧν καμοῦ ἐπί πᾶσι τοῦ σοῦ οἰκέτου, ἀνθ᾽ ὧν καί ἀναμέλπω, καί ἐν ᾠδαῖς Θεοκυῆτορ Μαρίᾳ μεγαλύνω σε.

ν συμφοραῖς λαμπρότερον ἡλίου, ἐναπαστράπτει σου τό φῶς, τῆς κραταιᾶς προστασίας, διασκεδάζουσα, τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου· διό καί ἀναμέλπω, καί ἐν ᾠδαῖς Θεοκυῆτορ Μαρίᾳ, μεγαλύνω σε.

ν γυναιξί σύ μόνη ἐκληρώσω, θαῦμα πανθαύμαστον Ἁγνῇ, τεκοῦσα καί μή φθαρεῖσα τήν παρθενίαν σου· ὁ ὑπέρ φύσιν γάρ τήν φύσιν καινοτομῶν, αὐτός Θεός ς ἁπάντων ὁ κυηθείς· διό σε πίστει καί πόθῳ, ἀπαύστως μεγαλύνομεν.

Πάντες ὁμοῦ τό χαῖρε σοι βοῶμεν, ὡς γεννησάσῃ τήν χαράν, καί βραβευθείσῃ πρεσβεία, πᾶσι τοῖς πέρασιν, ὡς καί ἐμοῦ προστασίᾳ τού σοῦ οἰκέτου. Τοιαύτῃ σου ἡ χάρις· διό σε ἐν ᾠδαῖς Θεοκυῆτορ Μαρίᾳ μεγαλύνομεν.

Προσόμοιαν. Ὅτε ἐκ τοῦ ξύλου σε.
Χαίροις ἥν ἑώρακε ποτέ, πύλην κεκλεισμένην προφήτης, θείῳ ἐν Πνεύματι, μόνος ἥν διώδευσε πάντων ὁ αἴτιος· Χαῖρε ἔξοχον ἄκουσμα· παράδοξον θαῦμα· Χαῖρε στάμνε πάγχρυσε τό μάννα φέρουσα· Χαῖρε θησαυρέ πενομένων· Χαῖρε ἀσθενούντων ἡ ῥῶσις· Χαῖρε δυστυχούντων ἡ ἀνόρθωσις.

Χαῖρε ἡ ἀένναος πηγῇ, τοῦ χρυσαυγεστάτου Παρθένε, καί θείου νάματος· Χαῖρε ἡ ἀντίληψις καί προστασίᾳ βροτῶν· Χαῖρε ἅγιον οἴκημα, τοῦ πάντων Δεσπότου, σκεῦος καθαρώτατον, μῦρον πολύτιμον· Χαῖρε ὁ Θεόδροσος πόκος, πάλαι Γεδεών ὅν προεῖδε, Πνεύματι τῷ θείῳ ἐλλαμπόμενος.

Χαίροις τοῦ ἐλέους ποταμέ· Χαῖρε μυστηρίων διόπτρᾳ καί θύρα Πάναγνε· Χαῖρε ἀνεξάντλητε γλυκεῖα θάλασσα, χαρισμάτων τοῦ Πνεύματος· Χαῖρε ἀϊδίων, στεφάνων ἡ πρόξενος, θεοπρεπῶν τε γερῶν· Χαῖρε τό ἐγκώμιον Κόσμου, παντός ἐγκωμίου καί λόγου, ἀσυγκρίτῳ μέσῳ ὑπερέχουσα.

ρόν σου τάς χεῖρας ἀγαθῇ, πρός τόν σόν υἱόν καί μαστούς σου, οὕς περ ἐθήλασε, δεῖξον, καί σπαργάνων τε τοῦτον ὑπόμνησον· τά ἐκείνου ἀνάμιξον, τοῖς σοῖς Θεοτόκε, τόν σταυρόν, τούς ἥλους τε, τήν λόγχην αἵματα, τραύματα καί ἅπαντα πάθη· καί οὕτως ἱλέωσον τοῦτον, ἐφ᾽ ἡμῖν καί ῥῦσαι τῆς κολάσεως.


 

Πέμπτη 21 Δεκεμβρίου 2023

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ - Ἐν τοῖς ἀποδείπνοις ψάλλομεν τὸ Τριῴδιον

 

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας.

Ἐν τοῖς ἀποδείπνοις ψάλλομεν τὸ Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς. 
Τετράδι ψαλῶ 
ᾨδὴ γ'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Τῆς πίστεως, ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

ν κενοῖς τὸ συνέδριον τοῦ Ἡρῴδου, καὶ γνώμῃ συναθροίζεται μιαιφόνῳ, τικτόμενον τὸν Κύριον ἀποκτεῖναι, ᾧ πάντες ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, σκέπτεται θεομάχου ψυχῆς ὑπάρχον, νηπίοις τὸν Δεσπότην συναποκτεῖναι, Χριστὸν ᾧ ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ· ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, Βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ποκενοῦντες, ὡς μύρα τὰ δάκρυα, τῷ δι' ἡμᾶς Χριστῷ τικτομένῳ σαρκί, σαρκὸς τὰς κηλῖδας καθαρίσωμεν, τῷ ἀχράντῳ καθαρῶς προσιόντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δάκρυσιν οἴκτου, τὰ δάκρυα φύγωμεν, ἁμαρτωλοὶ κολάσεως, τῆς μελλούσης φρικτῆς, Χριστοῦ τῶν ἰχνῶν ἐπιλαβόμενοι, τεθειμένου ἐν σπαργάνοις ὡς βρέφος, καὶ βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ερουργεῖσθαι τὸ λύτρον γινώσκοντες, ἐκ τῶν ἰδίων σπλάγχνων τε, καὶ δακρύων πηγῆς Χριστῷ, διὰ τῆς ἐξαγορεύσεως, ἐκπλυθέντες πιστοὶ προσέλθωμεν, σαρκὶ τικτομένῳ, βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς».

γνώμων μηδείς, μὴ πονηρὸς ζηλότυπος, ἔστω τῶν φερόντων νῦν, δῶρα Θεῷ δεκτά, ἀντὶ σμύρνης καὶ χρυσοῦ καὶ λιβάνου, ἀρετῶν τὸν σμυρνισμόν, ψαλλόντων σε Χριστῷ τικτομένῳ, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.

Λέγει πωρωθείς, Ἡρῴδης Μάγοις ἔμφροσιν. Ἄπιτε ζητήσατε, τὸν γεννηθέντα νῦν Βασιλέα, καὶ εὑρόντες μηνύσατέ μοι, μελετήσας ὁ δεινός, τὸν φόνον μιαιφόνῳ καρδίᾳ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

πηρωτικῆς, μιαιφονίας τόλμημα! λήθης ὅθεν ἔτυχες· ὅτι Θεὸν οὐδείς, ὑποχείριον ἀναιρεῖ λαμβάνων· ὑπερζέσας γὰρ θυμῷ, ὠμῶς τὰ βρέφη σφάττεις Ἡρῴδη. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.


Δημοφιλείς αναρτήσεις