Εμφάνιση αναρτήσεων με ετικέτα ΠΑΡΑΣΚΕΥΗ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΑΡΑΣΚΕΥΗ. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 14 Μαρτίου 2025

ΘΕΟΤΟΚΑΡΙΟΝ - ΗΧΟΣ Δ΄ ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  


ΗΧΟΣ  Δ΄ 
ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΘΕΟΔΩΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΛΑΣΚΑΡΕΩΣ

 

ᾨδὴ α΄, Ἠχὸς δ΄. 

Ἀνοίξω τὸ στόμα μου.
Χαρὰν ἡ κυήσασα, χαῖρε Παρθένε Θεύνυμφε· ἀρᾷς ἀλλοτρίωσις, χαῖρε Πανάμωμε· χαῖρε Δέσποινα, τοῦ κόσμου προστασίᾳ· χαῖρε καταφύγιον τῶν προστρεχόντων σοι.

Χαῖρε οὖσα πρόξενος, χαῖρε Θεόνυμφε Δέσποινα· ἀρὰν ἡ μειώσασα, χαῖρε ἀπείρανδε· Χαῖρε Πάναγνε, ψυχῆς ἐμῆς ἡ σκέπη· χαῖρε Μητροπάρθενε· χαῖρε Πανύμνητε.

Χαῖρε θεία τράπεζα χαῖρε λυχνίᾳ ὁλόφωτε· χαῖρε θρόνε πύρινε· χαῖρε νᾶε τοῦ Θεοῦ· χαῖρε ὄχημα, τοῦ πάντων βασιλέως· χαῖρε πόλις ἔμψυχε τοῦ Παντοκράτορος.

Χαῖρε ὄρος ἅγιον· χαῖρε οὐράνιος γέφυρα· χαῖρε κλίνη ἔμψυχε· χαῖρε νεφέλῃ χρυσῇ· χαῖρε Ἄχραντε,πιστῶν ἡ σωτηρίᾳ, χαῖρε Πανακήρατε χαῖρε Πανύμνητε.

ᾨδὴ γ΄. 

Τόξον δυνατῶν.
Χαῖρε παρθενίας καύχημα· χαῖρε τικτουσῶν, χαρμονὴ ἡ ἀπέραντος· χαῖρε μόνη τῆς πρώτης Εὐὰς ἡ σωτήριος ἀνάκλησις.

Χαῖρε κόσμου ἱλαστήριον· χαῖρε τῶν Ἁγίων Ἀγγέλων, θαῦμα παράδοξον· χαῖρε Μήτηρ εὐλογημένῃ, τοῦ Δεσπότου πάσης κτίσεως.

Χαῖρε κρῖνον τὸ ὑδύπνοον· χαῖρε μυροθήκῃ, καὶ πηγὴ ἁγιάσματος· χαῖρε Κόρη φωτὸς νεφέλῃ· καὶ λυχνίᾳ, ἡ ἑπτάφωτος.

Χαῖρε ῥόδον τὸ ἀμάραντον· χαῖρε παρθενίας, τὸ θεῖον ὄντως κειμήλιον· χαῖρε γένους τῶν ὀρθοδόξων, τὸ σωτήριον ἐξίλασμα.

ᾨδὴ δ΄. 

Τὴν ἀνεξιχνίαστον.
Χαῖρε ἡ σωτήριος πάντων ἐλπίς· χαῖρε ἡ κατάκαρπος ἄμπελος· χαῖρε ἡ πύλη τοῦ Θεοῦ ἡ μυστικῇ· χαῖρε ἡλίου ὄχημα· Θεοτόκε Πανύμνητε.

Χαῖρε τὸ κατάσκιον ὄρος Θεοῦ· χαῖρε τὸ πανάγιον τέμενος· χαῖρε ἡ κλῖμαξ, ἣν προεῖδεν Ἰακῴβ χαῖρε Παρθένε Πάναγνε· χαῖρε Θεοτόκε Πανύμνητε.

Χαίροις εὐωδέστατον μῦρον Θεοῦ· χαίροις δυσθεώρητον ὅραμα, ὅπερ προεῖδεν ὁ προφήτης Ἀβακούμ· χαῖρε πιστῶν διάσωσμα· χαῖρε Θεοτόκε Πανύμνητε.

Χαῖρε δωδεκάτειχε πόλις Θεοῦ· χαῖρε θείας δόξης παλάτιον· χαῖρε καθέδρᾳ, τοῦ τῶν ὅλων ποιητοῦ· χαῖρε τοῦ Λόγου τράπεζα· χαῖρε Θεοτόκε Πανύμνητε

ᾨδὴ ε΄. 

Ἐξέστη τὰ σύμπαντα.
Χαῖρε βλαστήσασα, τὸν φυτουργὸν τῆς κτίσεως· χαῖρε ἡ τεκοῦσα τὸν τροφέα, παντὸς τοῦ κόσμου· χαῖρε ἡ ῥίζα, Δαβίδ, ἡ τὸν συνοχέα τοῦ παντός, ὑπὲρ πᾶσαν ἔννοιαν, διὰ ἔλεος φύσασα.

Χαῖρε τεῖχος ἄῤῥηκτον, καὶ σκέπη τῶν τιμώντων σε· χαῖρε γηγενῶν ἢ προστασίᾳ, καὶ παῤῥησίᾳ· χαῖρε βροτῶν ἡ ἐλπίς· πάντων ἀγαλλίαμα. τερπνόν, τῶν μακαριζόντων σε, Παμμακάριστε Δέσποινα.

Χαίροις ἀκατάληπτον· χαῖρε τοῖς Ἀγγέλοις ὅραμα· χαίροις ἀνερμήνευτον καὶ ξένον, ἄῤῥητον θαῦμα· χαῖρε θυγάτηρ Δαβίδ, μήτηρ τε τοῦ πάντων ποιητοῦ· καὶ ἁπάσης Δέσποινα καὶ Κυρίᾳ τῆς κτίσεως.

Χαῖρε ἅρμα πύρινον, τοῦ πάντων βασιλεύοντος· χαῖρε πορφυρὶς ἡ νοουμένῃ, τοῦ Θεοῦ Λόγου, χαῖρε λαβὶς μυστικῇ· καὶ θυμιατήριον χρυσοῦν, πύλη ἀδιόδευτε, Παμμακάριστε Δέσποινα.

ᾨδὴ ς΄. 

Τὴν θείαν ταύτην.
Χαῖρε ἀνήροτος ἄρουρα· χαῖρε ἡ ἀγεώργητος͵ ἄμπελος· χαῖρε παράδεισε· χαῖρε πηγὴ ἡ ἀκένωτος· χαῖρε τοῦ μανὰ στάμνε· χαῖρε Θεόνυμφε.

Χαῖρε λιμὴν ἀκλυδώνιστε· χαῖρε πολεμουμένων προπύργιον· χαῖρε ὀχύρωμα· χαῖρε πιπτόντων ἀνόρθωσις· χαῖρε ὑψίστου Μήτηρ· χαῖρε Πανάμωμε.

Χαίροις ἐλαία κατάκαρπε· χαίροις περιστερᾷ κοσμοπόθητε· χαῖρε Μητρόθεε· χαῖρε Μαρίᾳ Πανάσπιλε· χαῖρε ἁγία Κόρη· χαῖρε Πανύμνητε.

Χαῖρε λαβὶς θείου ἄνθρακος· χαῖρε θυμιατήριον πάγχρυσον· χαῖρε ὀσφράδιον· Χαῖρε δοχεῖον τοῦ Πνεύματος· χαῖρε παστάς τοῦ λόγου· χαῖρε Φιλάγαθε.

Κάθισμα. 

Ἐπεφάνης σήμερον.
Χαῖρε θρόνε τοῦ Βασιλέως, καὶ λυχνίᾳ πάγχρυσε φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων σε Κόρη Πανύμνητε.

ᾨδὴ ζ΄. 

Οὐκ ἐλάτρευσαν.
Χαῖρε πύλη ἀδιόδευτε ἣν ὥδευσε, μόνος ὁ Ὕψιστος· ἐσφραγισμένῃ πηγὴν χαῖρε θεῖον τέμενος, νόμου τῆς χάριτος, χαῖρε γέφυρα, πιστοὺς πάντας μετάγουσα, πρός τὴν ἄνω κληρουχίαν.

Χαῖρε ὄρος ἀλατόμητον ἀλάξευτον, ὁ προεώρακεν, ὁ Δανιήλ μυστικῶς· χαῖρε βάτε ἄφλεκτε, ἣν ἐθεάσατο, ὁ βραδύγλωσσος, Μώσης χαῖρε τὸ καύχημα, Προφητῶν καὶ Ἀποστόλων.

Χαῖρε ῥάβδος Ἀαρών ἡ ὑπὲρ ἔννοιαν, ἀναβλαστήσασα, τὸν φυτουργόν τῆς ζωῆς· χαῖρε νόμου πλήρωμα, καὶ προφητῶν ἡ σφραγίς· χαῖρε Δέσποινα· χαῖρε Παρθένε Πάνσεμνε, Παναγίᾳ Θεοτόκε.

Χαῖρε Μήτηρ ἀπειρόγαμε τοῦ Κτίστου σου, Θεοχαρίτωτε· χαῖρε πιστῶν ἡ ἐλπίς· χαῖρε ἡ πηγάσασα ὕδωρ ἁλλόμενον· χαῖρε καύχημα καὶ θεῖον ἀγαλλίσμα,τῶν πιστῶς σε γεραιρόντων.

ᾨδὴ η΄. 

Παῖδας εὐαγεῖς.
Χαίροις οὐρανῶν Ὑψηλοτέρᾳ· πασῶν τε Τιμιωτέρᾳ θείων τάξεων· χαῖρε βάθος ἄπειρον· ὕψος ἀκατάληπτον· χαῖρε τὸ ἱλαστήριον τῆς ἄνω κλήσεως, τῆς τῶν βροτῶν φθαρείσης οὐσίας· χαῖρε Θεοτόκε, ἐλπὶς ἀπηλπισμένων.

Χαῖρε τοῦ Θεοῦ τὸ θεῖον ὄρος, καὶ πῖον τετυρωμένον ἀλατόμητον· χαῖρε χωνευτήριον, τῆς φθαρείσης φύσεως· χαῖρε παστὰς ἑνώσεως, τῶν δύο φύσεων· ἐν σοὶ γὰρ τοῦ Θεοῦ αἱ πορεῖαι, ἀληθεῖς ὁρῶνται Παρθένε εἰς αἰῶνας

Χαῖρε ἡ σκηνή τοῦ Μαρτυρίου· καὶ πλάκες τῆς διαθήκης θεολάξευτοι· χαῖρε τὸ κεφάλαιον, νόμου καί τῆς χάριτος·χαῖρε κρηπὶς τῶν Προφητῶν Ἁγία Δέσποινα· Μαρτύρων Ἀποστόλων τὸ κλέος· χαῖρε τῶν Ὅσίων Παρθένε θυμηδίᾳ.

Χαῖρε θησαυρὲ θείων χαρίτων· καὶ πάντων τῶν ἀγαθῶν αἰτία Πάναγνε· χαίροις ἐγκαλλώπισμα, πάντων τῶν ὑμνούντων σε· χαῖρε λιμὴν ἀχείμαστε καὶ ὁρμητήριον, πλεόντων τῷ τοῦ βίου πελάγει· χαῖρε θλιβομένων παράκλησις Παρθένε.

Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,..

ᾨδὴ θ΄ . 

Ἅπας γηγενής.
Χαίροις παρ’ ἡμῶν, Μαρίᾳ θεόνυμφε, κόσμου ἀντίληψις· χαῖρε ἄστρον ἄδυτον· φωτὸς δοχεῖον, Τριάδος τέμενος· χαῖρε τοῦ λόγον σκήνωμα, καὶ πάντων στήριγμα, τῶν βοώντων, χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Χαῖρε ἡ χρυσῆ, λυχνίᾳ καὶ τράπεζα, πιστοὺς ἐκτρέφουσα, χαῖρε ἀγεώργητε, γῆ ζωηφόρον στάχυν βλαστήσασα· χαῖρε πηγὴ βλυστάνουσα ὕδωρ φυσίζῳον, τοῖς βοῶσι· χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Χαῖρε ἡ παστάς, ἐν ἡ ἐνυμφεύσατο Θεός τὴν φύσιν ἡμῶν· χαίρῃ ἡ κατάκαρπος, ἐλαία πάντας καθιλαρύνουσα· χαῖρε λουτὴρ ἀκένωτε θείας καθάρσεως, τῶν βοώντων· Χαίροις Παμμακάριστε· Θεοτόκε Ἀειπάρθενε.

Χαίροις νοητή, κογχύλῃ ἡ βάψασα, τὴν ἀλουργήδα Θεοῦ· χαῖρε τὸ πολύτιμον, καὶ θεῖον μῦρον εὐωδιάζον πιστούς· χαῖρε τεῖχος ἀπόρθητον καὶ καταφύγιον, τῶν βοώντων· Χαίροις Παμμακάριστε· Θεοτόκε ἁειπάρθενε.

Προσόμοια. 

Ἔδωκας σημείωσιν.
Χαῖρε κραταιότατον, παντὸς ποῦ κόσμου διάσωσμα· ἱσταμένων βεβαίωσις· πεπτωκότων ἔγερσις· χαῖρε Θεοτόκε, πλοῦτε πτωχευόντων· καὶ πενομένων θησαυρέ· τροφῇ πεινώντων· Χαῖρε Πανάσπιλε· θλιβομένων παράκλησις· καὶ ἀσθενούντων ἐπίσκεψις· Χαῖρε μόνη βοήθεια, τῶν πιστῶς δεομένων σου.

Χαῖρε φαεινότατε, ὀρθὸς πιστοῖς ἀνατείλασα, τὸν ἀνέσπερον ἥλιον· Χαῖρε βάθος ἄμετρον· ἀποῤῥῆτον ὕψος, φρικτοῦ μυστηρίου· Χαῖρε Ἀγγέλων χαρμονήν· Χαῖρε φλογμὸν ἀπάτης ἡ σβέσασα· τοῦ ᾄδου χαῖρε νέκρωσις· Χαῖρε νεφέλη ὁλόφωτε· τοῦ Ἀδὰμ ἡ ἀνόρθωσις· Χαῖρε Πάντιμε Δέσποινα.

Χαῖρε ἐγκαλλώπισμα, παρθενευόντων καὶ καύχημα, οἰκουμένης Θεόνυμφε· Χαῖρε τοῦ ἀδάμαντος, λίθε ὃν προεῖδεν, Ἀμῶς ὁ Προφήτης, ὃν οὐ παρέχεται Θεός, ταῖς σαῖς δεήσεσιν ἐπικλώμενος· Χαῖρε κόσμου ἐξίλασμα· Χαῖρε ναὲ τῆς Θεότητος· Χαῖρε γλυκὺ ἐντρῦφυμα, τῆς πιστῶν γλώσσης Ἄχραντε.

Ἥλιον κυήσασα, δικαιοσύνης Πανάμωμε, τὸ ζοφῶδες διάλυσον, παθῶν τῶν θλιβόντων με, καὶ τὸν ἀπατῶντα, τὴν ψυχὴν ὄφιν, καὶ καταθέλγοντα ἀεί, φιληδονίαις καὶ ματαιότησι, πόῤῥωθεν ἀποδίωξον, τῆς ταλαιπώρου καρδίας μου, ἐν γαλήνῃ φυλάττουσα, ἀπαθείας τὸν δοῦλον σου.



Παρασκευή 12 Απριλίου 2024

ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ Γ΄ ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.


 

ΘΕΟΤΟΚΑΡΙΟΝ

ΗΧΟΣ Γ΄
 
ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τά ὕδατα πάλαι.
Χαῖρε θρόνε Κυρίου· Χαῖρε Παρθένε, ἡ λύσασα, τήν ἀχλύν τῆς ἀπάτης, καί πρός φῶς ἄδυτον πάντας ἑλκύσασα· Χαῖρε ἀπειρόγαμε· Χαῖρε Θεόγραφε τόμε· τῶν πιστῶν τό στήριγμα χαῖρε Πανύμνητε.

Χαῖρερε στάμνε, τό μάννα, φέρουσα, ἔνδον, τούς πάντας καταγλυκαίνουσα πίστει, ἀληθῇ Δέσποινα ὁμολογοῦντες σε· χαῖρε πάσης κτίσεως, τόν κυβερνήτην τεκοῦσα· χαῖρε αὐγάσασα τῷ Κόσμῳ Πάναγνε.

Πολυέραστον κάλλος, Πάνσεμνε χαῖρε, ἡ πάντας τῷ ὑπέρ φύσιν σου τόκῳ, ἐν βυθοῦ σώσασα τῆς ἀπιστίας Ἁγνῇ, καί πρός πίστιν ἔνθεον χειραγωγήσασα, μόνη· χαῖρε Παντευλόγητε χαῖρε Θεόνυμφε.

Φωτοδόχε Παρθένε, χαῖρε ἡ μόνη τεκοῦσα, τήν σωτηρίαν τοῦ κόσμου, ἡ ἐλπίς ἅπασα τῶν δυστυχούντων Ἁγνῇ· χαῖρε ζωοπάροχε· χαῖρε σεμνῇ Παναγίᾳ· χαῖρε τό ἀείζωον ῥεῖθρον πηγάσασα.

ᾨδὴ γ΄. Ὁ ἐκ μή ὄντων.
Ἡ Θεία κλῖμαξ ἥν εἶδεν ὁ Ἴακωβ, θνητούς ἡ ἀνάγουσα, πρός οὐράνιον εἴσοδον· χαῖρε Πανακήρατε· καί δυστυχούντων ἐλπίς χαρᾷ καί σκέπη.

Ἡ φλογοφόρος λαβίς ἡ τόν νοητόν, ἄνθρακα κατέχουσα, χαῖρε Μῆτερ ἀνύμφευτε, πυρί τόν καθαίροντα, τήν ἁμαρτίαν Ἁγνῇ παντός τοῦ κόσμου.

Ἡ ῥάβδος χαῖρε τό ἄνθος τό ζωηρόν, Παρθένε καί ἄφθορον παραδόξως βλαστήσασα· χαῖρε Παναμώμητε· χαῖρε φαιδρόν ἐνδιαίτημα Κυρίου.

Στάμνον τοῦ μάννα, τοῦ νοητοῦ σε Ἁγνῇ, γινώσκοντες, κράζομεν, ἀσιγήτως τό χαῖρε σοι, Παναγίᾳ, Δέσποινα· χαῖρε πιστῶν ἀσφαλής φρουρά καί σχιέπη.

ᾨδὴ δ΄. Ἔθου πρός ἡμᾶς.
Χαῖρε νοητῇ, χελιδών ὄντως ἡδυλάλος, παύσασα, χειμῶνα νοητόν, καί πρός τό ἔαρ μεταρρυθμίσασα, πάντας τούς ἐν πίστει σε, καθαρωτάτη Κόρη μεγαλύνοντας.

Χαῖρε μυστική, ζῳοτρόφε τράπεζα Δέσποινα, ἄρτον τόν οὐράνιον Χριστόν ἐν μέσῳ ταύτης φέρουσα Ἄμωμε· ἐξ οὗ οἱ μετέχοντες, ζωῆς ἀρρήτου καί χαρᾶς πληρούμεθα.

Χαῖρε θησαυρέ, Παρθενίας ὄντως καί καύχημα· χαῖρε ἡ τήν πέτραν τῆς ζωῆς, ἐν τῇ
γαστρί σου μόνη χωρήσασα· χαίροις ὑπερθαύμαστε· χαῖρε πεσόντων ἀσφαλής ἀνόρθωσις.

Χαῖρε πιστῶν, ἀκλινές καί θεῖον ὀχύρωμα· χαῖρε τῶν ἀπίστων δυσμενῶν, καί πονηρῶν ἐχθρῶν ἀμυντήριον· χαίροις Ὑπερθαύμαστε, εὐλογημένῃ χαῖρε πάντων Δέσποινα.

Χαίροις φωτός ἀνεσπέρου χωρίον· χαῖρε Ἁγνή νοσούντων θεραπείᾳ, καί ἄχος ἀύλον· χαῖρε θεῖον τέμενος, τοῦ Δεσπότου πανσεβάσμιε.

Χαῖρε σκηνῇ πλατυτέρᾳ νεφέλης· τό χρυσαυγές δοχεῖον τοῦ Ὑψίστου· χαῖρε Πανύμνητε· χαῖρε μῦρον τίμιον, καί θυμίαμα, πανεύοσμον.

Χαῖρε πιστῶν ἀκλινέστατον τεῖχος· ἡ κραταιᾷ τοῦ κόσμου προστασίᾳ· χαῖρε πανάσπηλε· χαῖρε πάντων στήριγμα, τῶν ὑμνούντων σε Θεόνυμφε.

Τό φωτεινόν τοῦ Δεσπότου δοχεῖον· χαῖρε σεμνῇ Ἀδάμ τοῦ πεπτωκότος, μόνη ἀνόρθωσις, καί τῆς Εὔας λύτρωσις, τῶν δακρύων χαῖρε Πάνσεμνε.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Χαῖρε σοι προθύμως τοῦ Γαβριήλ, πᾶς ὁ λαός σου γεγηθότες κραυγάζομεν · Θεοτόκε Δέσποινα· χαῖρε Ἁγνῇ πολύφωτε, ἡ τόν ἥλιον τοῖς πιστοῖς ἀνατείλασα.

Χαῖρε σοι βοῶμεν περιχαρῶς, τῇ Παναμώμῳ καί Μητρί τοῦ Θεοῦ ἡμῶν· χαῖρε βάτε ἄφλεκτε, καί χώρα, ἀγεώργητε, τόν οὐράνιον ἡ βλαστήσασα, ἄσταχυν.

Χαῖρε σοι τῇ βασιλίδι πιστοί, ὁμονοοῦντες ἀσυγχύτως κραυγάζομεν· χαῖρε κλῖμαξ ἔμψυχε, τούς βροτούς ἀνάγουσα, πρός οὐράνιον καί ἀκήρατον εὔκλειαν.

Ἅπαντες τό χαῖρε χαρμονικῶς, σοί τῇ τεκούσῃ τήν ἀείζωον δύναμιν, ἐκβοῷμεν Ἄχραντε· χαῖρε παστάς ὁλόφωτε· χαῖρε κράτιστον οἰκουμένης ὀχύρωμα.

Κάθισμα. Τήν ὡραιότητα.
Χαῖρε εὐρύχωρον, Θεοῦ παλάτιον χαῖρε πολύφωτον Χριστοῦ ἀνάκτορον χαῖρε χρυσόπλοκε παστάς, καί κλίνη πορφυρόστρωτε· θάλαμε πυρίμορφε· οὐρανέ ὑψηλότατε· ἔμψυχε Παράδεισε· λογικόν ἐνδιαίτημα· περίδοξε τοῦ Δεσπότου θρόνε, χαῖρε Μαρία, Θεοτόκε.

ᾨδὴ ζ΄. Σέ τόν ἐν πυρί.
Χαῖρε φωτοφόρον οἴκημα, Μαρίᾳ Πανακήρατε· χαῖρε σκήνωμα, τοῦ Κτίστου καθαρώτατον· χαῖρε τεῖχος καί σκέπη, τῶν πιστῶς μελῳδούντων· εὐλογητός ὁ Θεός ὁ τῶν Πατέρων.

Χαῖρε σωτηρίας πρόξενε, βροτῶν καί καταφύγιον· ὡραιότης Ἐκκλησιῶν καί εὐπρέπεια. Χαῖρε νῖκος Ἀνάκτων, μελῳδούντων καί θάρσος· εὐλογητός ὁ Θεός ὁ τῶν Πατέρων.

Χαῖρε τῶν Παρθένων καύχημα· μητέρων ἐγκαλλώπισμα· χαῖρε πλοῦτε πενομένων ἀνεξάντλητε, χαῖρε κράτος καί δόξα, τῶν πιστῶς ἐκβοώντων· εὐλογητός ὁ Θεός ὁ τῶν Πατέρων.

Χαῖρε Θεοτόκε Πάνσεμνε, βροτῶν τό καταφύγιον· χαῖρε τόπε ἁγιάσματος, καί σκήνωμα τοῦ Θεοῦ τοῦ ὑψίστου, ὅν ὑμνοῦντες βοῷμεν· εὐλογητός ὁ Θεός ὁ τῶν Πατέρων.

ᾨδὴ ἡ’. Ἀστέκτῳ πυρί.
Ἶνα σοι πιστοί εὐχαρίστως, χαῖρε ἐκβοήσωμεν Παρθένε, ῥῦσαι πάσης, ἁμαρτίας ἡμᾶς καί ζάλες, πάσης περιστάσεως καί ἀνάγκης· πάσης συμφορᾶς καί θλίψεως, καί τῆς τῶν βαρβάρων δεινῆς ἐπικρατείας.

Ὡς τῶν οὐρανῶν Πλατυτέραν, καί τῶν Χερουβείμ, ἐνδοξοτέραν Θεοτόκε, γνόντες σε πάντες σοί προσφωνοῦμεν· χαῖρε Μητροπάρθενε· χαῖρε πάντων βροτῶν ἡ ἀνάκλησις, καί πανωλεθρίᾳ, καί κατάπτωσις δαιμόνων.

Ἀπείρων με θλίψεων ῥῦσαι, τῶν ἐπερχομένων συνεχῶς μοι τῷ ἀθλίῳ, συμφορῶν τε καί πάσης βλάβης, πάσης κατακρίσεως, πάσης νόσου, πάσης ἀπειλῇς καί μάστιγος· ἵνα σε δοξάζω εἰς πάντας τούς αἰῶνας.

Ναόν τόν τοῦ σώματος οἴμοι! ἔχρανα. ὁ ἄθλιος ἀφρόνως, τῷ βορβόρῳ ἐπιμένων τῆς ἁμαρτίας· κάθαρόν με δέομαι, ῥυπτικῷ δοῦ ῥείθρῳ, Πανάμωμε Δέσποινα, καί χαράν πρός θεία εἰσάγαγε καί δόξαν.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρί ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογί δέ μή λωβηθέντες θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε.

ᾨδὴ θ΄. Καινόν τό θαῦμα.
Ναόν φρονοῦντες, σέ χωρητικόν, καί γιγνώσκοντες, τοῦ τῶν ἁπάντων Κτίστου καί Θεοῦ Παναγίᾳ Δέσποινα, τό χαῖρε σοι πόθῳ, ἀναβοῶμεν πάντες οἱ δοῦλοί σου· σοφίας Θεοῦ χαῖρε δοχεῖον· χαῖρε πιστῶν πρός Θεόν, σωτηρίᾳ ἀκαταίσχυντε.

Ἡ θεία σκέπη, χαῖρε τῶν βροτῶν· τῶν ταγμάτων τε τῶν οὐρανίων χαῖρε· χαρά Ἀποστόλων καύχημα· μαρτύρων ἡ δόξα· τῶν ἀθλοφόρων χαῖρε θάρσος ἄρρηκτον, ἁπάντων Ὁσίων καί δικαίων, χαῖρε φαιδρόν τε καί περιβόητον ἐγκαλλώπισμα.

Σύ μου τήν φλόγα σβέσον τῶν δεινῶν· σύ κατεύνασον τόν σάλον Ἁγνή καί τήν λύτην Πράϋνον· τά δάκρυα παῦσον· τάς συμφοράς ἀπέλασον μακράν ἀπ᾽ ἐμοῦ· χαράν δέ μοι δίδου τῷ σῷ δούλῳ· ὅπως ἀπαύστως ὡς εὐεργέτην μου μεγαλύνω σε.

Θεοκυήτωρ, πάντων τῶν εἰς σέ, προστρεχόντων σκέπη καί ἀντίληψις κραταιά, τάς αἱτῆσεις πρόσδεξαι, νυνί τῶν σῶν δούλων, μιαιφόνων λύτρωσαι χειρῶν ἀγαθῇ, ὡς ἄμαχον ἔχουσα τό κράτος· ὅπως ἀπαύστως, ἐν ὑμνῳδίαις σε μεγαλύνωμεν.

Προσόμοια. Ὁ τῷ πάθει σου Χριστέ.
Χαῖρε ὄχημα λαμπρόν, τοῦ Δεσπότου τῆς κτίσεως· Χαῖρε θερμόν βροτῶν ἱλαστήριον· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ Θεόν τοῖς ἀνθρώποις ἑνώσασα Ἄχραντε.

Χαῖρε ξένου καί φρικτοῦ, μυστηρίου φανέρωσις· Χαῖρε δί ἧς ἠνοίχθη Παράδεισος· χαῖρε θεία τράπεζα· Χαῖρε τό φθαρτόν παραδόξως Ἁγνῇ ἀφθαρτίσασα.

Χαῖρε κόσμου θησαυρέ· αἱ πενήτων προμήθεια· Χαῖρε τῶν δυστυχούντων τό στήριγμα· Χαῖρε ἀνόρθωσις, πεπτωκότων· Χαῖρε ἀσθενούντων ἀκέστωρ καί ἴαμα.

Τῶν πολλῶν ἁμαρτιῶν, ἐννοῶν μου τό πέλαγος, ἐπί τήν σήν Ἄχραντε βοήθειαν προστρέχων ὁ δύστηνος· σῶσον με Ἁγνῇ καί τῶν χαλεπῶν ῥῦσαι κολάσεων.

 

Παρασκευή 5 Απριλίου 2024

ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ Β΄ ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ


ΘΕΟΤΟΚΑΡΙΟΝ

ΗΧΟΣ Β΄

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΝΕΟΥ.

Κατ᾽ ἀλφάβητον· ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. 

Ἦχος β΄. ἐν βυθῷ κατέστρωσε πότε.
Ἀμβροσίας κόσμῳ τήν τρυφήν, χαῖρε ἡ πηγάσασα, Θεογεννήτρια χαῖρε Παράδεισε, τῆς ζωῆς βλαστήσασα, ξύλον Δέσποινα ὅ καί βλέψαι ἀξίωσον, καί κατατρυφῆσαι, πάντας τούς πιστῶς ὑμνολογοῦντας σε.

Βασιλείαν τήν τῶν οὐρανῶν, ἡ πιστοῖς παρέξασα, Θεογεννήτρια χαῖρε τῷ τόκῳ σου, τῷ ἀῤῥήτῳ Πάναγνε, χαρμονῆς ἡμᾶς αἰωνίου ἀξίωσον, χαῖρε τοῦ βοᾶν σοι, Κεχαριτωμένῃ μεσιτείαις σου.

Γηθοσύνως χαῖρε σοι σεμνῇ, βάτε ἀκατάφλεκτε. Θεογεννήτρια πόθῳ τοῖς κράζουσι, βοηθός γενήθητι, μεσιτείαις σου, καί ἡμᾶς ἐλευθέρωσον, πονηρευομένων, ἀπό συστροφῆς ἡ Παντευλόγητος.

Ἀναξίων πρόσχες οἰκετῶν, ταῖς οἰκτραῖς δεήσεσι, διηνεκῶς ἐκβοώντων σοι Πάναγνε· χαῖρε θεία, τράπεζα, ἄρτον φέρουσα τῆς ζωῆς Θεονύμφευτε, οὔ ἐπαπολαῦσαι, παρέξον ἡμῖν ταῖς ἱκεσίαις σου.

ᾨδὴ γ’. Ἐν πέτρᾳ με τῆς πίστεως.
Δοχεῖον χαῖρε, μύρου τοῦ οὐρανίου· ὁ τόκος ὁ θεόδροσος χαῖρε Κόρη, κραταίωσον, τούς δούλους σοῦ χαῖρε ψάλλειν, ἡ φῶς ἀπρόσιτον Θεογεγνήτρια, τοῖς ἐν σκότει λάμψασα τῷ θείῳ τόκῳ σου.

Ἐκλυτροῦ τῶν διψώντων αἰσχύνης πλῆσαι, ψυχήν μου ἵνα χαῖρε ἀπηλπισμένων, ἐλπίς ἀναβοῶ σοι χαῖρε λυχνίᾳ, καί ὄρος ἅγιον Θεοχαρίτωτε· Χαῖρε τό διάσωσμα, τῶν τιμώντων σε.

Ζωήν ἡ τήν ἀνώλεθρον χαῖρε κόσμῳ, ἐκβλύσασα, τῷ τόκῳ σοῦ χαῖρε πύλην, διάρασα ἀνθρώποις τήν οὐρανίαν· βοῶντας χαῖρε σοι Θεογεννήτρια, αἰωνίου ἔμπλησον χαρμονῆς ἡμᾶς.

Θεόδμητον παλάτιον χαῖρε Κόρη, ἀγλάϊσμα τοῦ γένους καί προστασία· Κυρία χαῖρε Κόσμου καί θεία σκέπη· τό χαῖρε ὅπως σε, ἀπαύστως μέλπωμεν, ἀναγκῶν καί θλίψεων ἐξελοῦ ἡμᾶς.

ᾨδὴ δ’. Ἐλήλυθας.
Ἡ ἔμψυχος. κιβωτός χαῖρε πλάκας τῆς χάριτος, θεοτεύκτους φέρουσα, Θεοχαρίτωτε Χαῖρε σοι, πόθῳ τούς κραυγάζοντας, δεινῶν παντοίων, ῥυσθῆναι καθικέτευε.

Θεόμορφον καί θειότατον χαῖρε ἀνάκτορον, πειρασμῶν καί θλίψεων καί νοσημάτων ἐκλύτρωσαι, χαῖρε τούς βοῶντας σοι, τετυρωμένον καί πῖον ὄρος Πάναγνε.

Ἰάσεων χαῖρε Κόσμῳ πηγήν ἡ ἐκβλύσασα. χαῖρε λύπην λύσασα, τῶν Προπατόρων τῷ τόκῳ σου ἀλλ᾿ ὡς προστασία μου, μανίας ῥῦσαι καί βλάβης ἐχθραινόντων μοι.

Ἀκράδαντον χαῖρε τεῖχος, πιστῶν ἄβυσσον, τοῦ ἐλέους τέξασα, Θεογεννήτρια ἔπιδε, πάντας δεομένους σου, καί τρικυμίας τοῦ βίου ἀπολύτρωσαι.

ᾨδὴ ἕ’. Ὁ φωτισμός.
Κατά παθῶν, ἐξανάστησον Κόρη τῶν ὀλεθρίων, πόθῳ τούς τό χαῖρε σοι ἐκβοῶντας, αὐγῇ ἡμέρας, μυστικῆς χαῖρε ὄρος, Θεογεννῆτορ ἀλατόμητον· χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Λύσις ἀρᾶς, παντευλόγητε χαῖρε ἁμαρτανόντων, χαῖρε ἱλαστήριον χαῖρε βάθος, τοῦ θείου ὕψους δυσανάβατον, χαῖρε ἀσθενούντων Θεοχαρίτωτε, ἴασις ἡμᾶς νοσημάτων ἀπάλλαξον.

Μετά Θεόν, τοῖς βοῶσι σοί χαῖρε ἤ ἐλπίς καί σκέπη· χαῖρε ἐνδιαίτημα, θείας δόξης· παραμυθία τῶν ἐν θλίψεσι χαῖρε πάσης βλάβης Ἁγνῇ καί θλίψεως, λύτρωσαι ἡμᾶς τούς εἰς σέ καταφεύγοντας.

Νέκταρ πιστούς, ἡ ποτίσασα χαῖρε, παλινζωίας· Χαῖρε τοῦ ἀδύτου φωτός νεφέλῃ λυχνίᾳ χαῖρε, φωτισμόν τοῖς ἐν σκότει, παρασχοῦσα Θεογεννήτρια· σκότους ἐξώτερον ἡμᾶς ἀπολύτρωσαι.

ᾨδὴ ς΄. Ἦχου ῥημάτων δεήσεως.
Νεῦσον αἰτήσει τῶν χαῖρε σοι, ἐπιβοώντων γέφυρα δέ ἦς, περαιοῦται Κόρη πανσεβάσμιε, τῶν σῳζομένων πληθύς θείαν πρός ἐπίγνωσιν.

Ξύλον ζωῆς χαῖρε Δέσποινα, ἡ ἐξανθήσασα τό νοητόν, ἐξ οὗ φαγόντες ὄντως οὐ θνήσκομεν, καί ἀρᾶς προπατορικῆς, Ἄχραντε ἐρρύσθημεν.

Ὄρεξον χεῖρα τοῖς χαῖρε σοί, ἐπιβοῶσι Πάναγνε ἀεί, καί παντοίας βλάβης καί κακώσεως, ῥῦσαι Παρθένε ἡμᾶς, καί φρικτῆς κολάσεως.

Ἄδοντας χαῖρε τῷ κράτει σου, ἀπό παντοίας ῥῦσαι συμφορᾶς, καί εἰρήνης Κόρη πολυύμνητε, τόν τῆς εἰρήνης Θεόν, ὡς τεκοῦσα ἔμπλησον.

Κάθισμα. Εὐσπλαγχνίας ὑπάρχουσα.
Τίς εἶδε; τίς ἤκουσε Μητέρα, τίκτουσαν τόν ἑαυτῆς Δημιουργόν, τόν διδόντα τροφήν πάσῃ σαρκί; ὦ τοῦ θαύματος! θρόνος Χερουβικός ἐδείχθη ἡ γαστήρ σου Θεοτόκε, Κεχαριτωμένῃ πρέσβευε ὑπέρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ζ’. Εἰκόνος χρυσῆς.
Πυρί πειρασμῶν, φλεγομένους ἡ πηγή τῶν τεραστίων, σῇ μεσιτείᾳ, καταδρόσισον Θεοχαρίτωτε ᾄδοντας· χαῖρε ἡ ὀμβρήσασα Κόσμῳ σωτηρίας τά νάματα· χαῖρε Παράδεισε τρυφῇς· χαῖρε πιστῶν προσφυγῇ.

Ῥημάτων σεμνῇ, τῶν τό χαῖρε σοί ψυχῆς ἐν εὐφροσύνη, ψαλλόντων Κόρη Παναμώμητε, Θεογγεννήτρια ἄκουσον, πάσης προσβολῆς ἐναντίας, ῥυομένῃ τῷ κράτει σου, καί ἐξ ἐχθρῶν νοητῶν καί αἰσθητῶν εἰσαεί.

Σκηνή τοῦ Θεοῦ, χαῖρε δόξαν ἡ βροτοῖς διηγουμένη· λυχνία χαῖρε Παρθένε τῆς χάριτος, πλάκας ἡ κατέχουσα, Κόρη, τῆς ζωῆς χαῖρε τράπεζα, ἄρτον οὐράνιον ἡμῖν, παρεχομένῃ ἀεί.

Σκοτίας κρημνοῦ, τῶν αἱρέσεων ἡμᾶς Παρθένε ῥῦσαι, βοῶντας χαῖρε στῦλε πύρινε, Θεογεννήτρια, λήξεως, δεῖξον δέ ἀεί κληρονόμους, οὐρανίου τοῦ ψάλλειν σοι· εὐλογημένη ἡ Θεόν σαρκί κυήσασα.

ᾨδὴ η΄. Τόν ἐν καμίνῳ τοῦ πυρός.
Τράνωσον γλώσσας τάς ἡμῶν, χαῖρε Πάναγνε βοᾶν ἐλπίς τού κόσμου, τό ἀπόρθητον τεῖχος τούς σούς οἰκέτας Ἁγνῇ, ποικίλλων συμφορῶν καί θλίψεων, ἐξελοῦ καί τρίβους, ὑπόδειξον ἐνθέους.

Ὕψιστον χαῖρε τοῖς βροτοῖς, σωματώσασα, Θεόν ἀφράστῳ τρόπῳ· τῶν πιστῶν χαῖρε σκέπη· τούς σέ ὑμνοῦντας ἀεί, Παρθένε κληρονόμους ἔργασαι, τῆς ἐπουρανίου τρυφῆς καί βασιλείας.

Φρύαγμα σβέσον καθ’ἡμῶν, ἐπεμβαίνειν ἀφειδῶς ὁπλιζομένων· ἶνα χαῖρε βοῷμεν, σοί Θεομῆτορ ἀεί, τῆ μόνη Ὑπερτέρᾳ Κτίσεως, πάσης ἀοράτου, ὁρωμένης Κόρη.

Ἵνα φωναῖς περιχαρῶς, ἀναγγέλλομεν τά σά πηγή ἐλέους, μεγαλεῖα ἐκ νόσου, Παρθενομῆτορ τῇ σῇ, πρεσβείᾳ ἐξελοῦ τό χαῖρε σοι, ἐπιβοωμένους ‘Ὑπερευλογημένῃ.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Τόν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισί συγκαταβάντα, καί τήν φλόγα. εἵς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τά ἔργα ὡς Κύριον, καί ὑπερυψοῦτε.

ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.
Χριστοῦ χαῖρε ἔμψυχος, ἡ βίβλος τούς ἐκ, πόθου σοι, ἐκβοῶντας τό χαῖρε Θεοχαρίτωτε· χαῖρε τό κατάσκιον ὅρος, ὡς ἐπί σοί θεμένους ἐλπίδα, ἡμᾶς παντευλόγητε, δυσχερείας πάσης λύτρωσαι.

Ψυχῆς φωτισμόν ἡμῖν, χαί τῶν σωμάτων ἴασιν, τοῖς τό χαῖρε βοῶσι σοι Παναμώμητε, παρέξον ταχέως λυχνίᾳ ἡ θεαυγής, καί στάσιν λιταῖς σου, ἐν ὦ ὥρᾳ τῆς κρίσεως, δεξιάν ἡμῖν ἐξαίτησον.

Ὠσθείς κατενήνεγμαι, πρός ἄδην ὁ ταλαίπωρος· ἀλλά χεῖρα πρό τέλους Θεογεννήτρια, δίδου μοι βοῶντι σοι χαῖρε ἡ φωτεινῇ, νεφέλῃ καί πάσης, μανίας ἐξάρπασον, τῶν μισούντων με Θεόνυμφε.

Οὐδείς ἐν σοί πέποιθε, καί κατῃσχύνθη πώποτε, Ἀειπάρθενε Κόρη Θεοχαρίτωτε. Ὅθεν τούς προσφεύγοντας πίστει τῷ σῷ ναῷ, καί πόθῳ βοῶντας, Ἀγγέλου τό χαῖρε σοι, μή ἐλλίπῃς περιέπουσα.

Προσόμοιαν. 

Ὅτε ἐκ τοῦ ξύλου σε.
Χαίροις ὁ ἀείῤῥους ποταμός, χαίροις ἀνεξάντλητε κρήνη, πλήρης ὑδάτων πολλῶν· δί ὧν καταρδεύεται ἡ κτίσις ἅπασα· καί καρδίαι εὐφραίνονται,τηκόμεναι δίψει, καί φλογμῷ κρατούμεναι τῶν παραπτώσεων· Χαίροις φωτεινόν τοῦ Δεσπότου, καί τρεπνόν παλάτιον Κόρη· Χαίροις τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

Χαῖρε Παναγίᾳ ἀπαρχῇ, ἀνθρωπίνου γένους Παρθένε, ἐξ ἧς ἀνέπλασε, φύσιν βροτῶν ἅπᾶσαν, Χριστός ὁ Κύριος· Χαῖρε γῆ ἀγεώργητε, καί ἄρουρα θεία, ἡ καρποφορήσασα, ζωῆς τόν ἄσταχυν· Χαῖρε Προφητῶν ἡ διόπτρᾳ, Χαῖρε Ἀποστόλων ἡ δόξα. Χαῖρε τῶν μαρτύρών τό κραταίωμα.

Χαῖρε τῆς ἀκτίστου καί κτιστῆς, φύσεως μεθόριον μόνη Ἁγνῇ ὑπάρχουσα· Χαῖρε πολυσύνθετον χαρίτων Πάναγνε· Χαῖρε ἔμψυχος Δέσποινα, καλῶν ἀγαθῶν τε, ἀνακεφαλαίωσις· Χαῖρε ἑστίᾳ, κοινή, θείων ἀνθρωπίνων τε ἅμα, καί Ἀγγελικῶν Θεοτόκε, δωρεῶν καί μέγα, οἰκητήριον.

Πλῆσον εὐφροσύνης τήν ἐμήν, νῦν Θεοκυῆτορ Παρθένε, καρδίαν δέομαι· ἤλθοσαν γάρ ὕδατα, ἕως αὐτῆς ἀληθῶς, εἰς ἰλύν ἐνεπάγην δέ βυθοῦ ἀπωλείας, ἤδη καί εἰς πέταυρον ᾄδου προσήγγισσα· σύ οὖν ὡς τῷ Πέτρῳ μοι χεῖρα, ὄρεξον ἀνύμφευτε Μῆτερ, τῆς φιλανθρωπίας σου καί σῶσον με.

Παρασκευή 29 Μαρτίου 2024

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ - ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ Α΄

 

ΘΕΟΤΟΚΑΡΙΟΝ

  ΗΧΟΣ Α΄

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ ἀ’. 

Ἦχος ἀ’. Χριστός γεννᾶται δοξάσατε.
Χἀράς αἰτία χαρίτωσον, τόν νοῦν μου καί φωτί σου κατάλαμψον, ψυχήν ἁγνή καί διάνοιαν˙ ὅπως σοι ἐκβοήσω χαρμονικώς, σύν τῷ Ἀρχαγγέλῳ, χαριστήριον ᾠδήν Θεοχαρίτωτε.

Τἤν θείαν στάμνον τήν πάγχρυσον, τήν ἔνδοθεν τό Μάννα κατέχουσαν, φαιδρώς πιστοί ανυμνήσωμεν˙ χαίροις αὑτῇ βοῶντες, Μῆτερ αγνή˙ χαῖρε τῶν περάτων, ἡ ἐλπίς καί σωτηρία τῶν ὑμνούντων σε.

Νἐφέλῃ χαῖρε ὁλόφωτε, πιστούς ἐπισκιάζουσα πάντοτε, λυχνία χαῖρε ἑπτάφωτε, καθώς Προφήτης πάλαι προεῖδε σε, Πνεύματος ἀγίου, ἐνεργείας ἐν ψυχή φέρουσα Πάναγνε.

Ίσχύς Παρθένε καί στήριγμα, καί καύχημα γενοῦ μοι τῷ δούλῳ σου, πλήθει τῶν ποικίλων θλίψεων, νῦν περιπεπτωκότι καί πειρασμῶν, κόπασον τόν σάλον, ἡ ἐλπίς μου καί χαρά καί ἀγαλλίασις.

ᾨδὴ γ’. Τῶν πρό τῶν αἰώνων.
Χαἴροις ὑπερτέρα, τῶν ἀΰλων πασῶν τῶν Δυνάμεων˙ χαῖρε ἀνύμφευτε Παρθένε, ἡ τεκοῦσα ασπόρως, Χριστόν τόν Θεόν ὦ ψάλλομεν˙ ὁ ἀνυψώσας τό κέρας ἡμῶν, ἅγιος εἰ Κύριε.

Χαἶρε βασιλέων, εὐσεβούντων διάδημα τίμιον˙ χαῖρε Μαρτύρων θεῖον σθένος, καί πυρίμορφε θρόνε, Χριστοῦ τοῦ Θεοῦ ὦ ψάλλομεν˙ ὁ ἀνυψώσας τό κέρας ἡμῶν, ἅγιος εἰ Κύριε.

Πλῆθος με πταισμάτων, καί κινδύνων βυθίζει τόν άθλιον˙ ἀλλ’ εἰς λιμένα θυμηδίας καί εὐφρόσυνον ὅρμον, τῆς σής πανσθενεστάτης χάριτος, σύ εγκαθόρμισον˙ ὅπως ἀεί, ὑμνῶ σε Πανύμνητε.

Ὦ τῶν ὑπέρ νοῦν σου, καί ἀρρήτων θαυμάτων Θεόνυμφε! Πώς καί τεκοῦσα παρθενεύεις, τόν συνάναρχον Λόγον, Πατρί καί τῷ θείω Πνεύματι! Ὦ μελῳδοῦμεν απαύστως πιστοί˙ ἅγιος εἰ Κύριε.

ᾨδὴ δ’’. Ῥάβδος ἐκ τῆς ῥίζης.
Χαἶρε Ἱερέων εὐλαβῶν, στολή Θεοχαρίτωτε, καί τῶν Ὁσίων εγκαλλώπισμα˙ δικαίων χαῖρε χαρά, καί Μαρτύρων καύχημα˙ χαῖρε γηραιῶν ἡ βακτηρίᾳ, καί τῶν βοώντων ισχύς˙ δόξα τῆ δυνάμει σου Κύριε.

Χαἶρε λογικῇ περιστερᾷ, κατάπαυσιν ἡ φέρουσα, τῆς ἀπιστίας καί πρός πίστιν Θεοῦ, ἑλκύσασα μυστικῶς, τούς ἐν σκότει Παρθένε, τῷ τῆς ἀγνωσίας κρατουμένους, καί νῦν βοῶντας πιστώς˙ δόξα τῆ δυνάμει σου Κύριε.

Τἡ ῥάβδῳ τῆς θείας σου ῥοπῆς, τήν ἄνικμον καρδίαν μου, ἀναστομώσασα δακρύων πηγάς, ἐκβλύζειν καί ποταμούς, Θεοτόκε ποίησον˙ δι’ ὤν μολυσμοῦ τῆς ἁμαρτίας, ἀποπλυθεῖσα φαιδρᾷ, τῷ Υἱῶ τῷ σῶ ἐποφθήσεται.

Ἀνάνηψον τάλαινα ψυχή, καί κρᾶξον ἐκ βαθέων σου, τῶν ὀδυνῶν τῷ μόνῳ Θεῶ ημών˙ ἡμάρτηκα σοι Σωτήρ˙ ἀλλ’ οἰκτείρας σῶσον με, ταῖς τῆς σε τεκούσης ἀπειράνδρου, πρεσβείαις ὡς ἀγαθός, καί τοῖς ἐκλεκτοῖς συναρίθμησον.

ᾨδὴ ἕ’. Θεός ὤν εἰρήνης.
Ίδοῦ σοι τό χαῖρε βοῶμεν πιστοί, χαῖρε θρόνε Ὑψίστου πυρίμορφε, καί πύλη σωτηρίας ἡμῶν τῶν γηγενών˙ χαῖρε τῆς οἰκουμένης, ἐντρύφημα Παρθένε, καί χαράκωμα θεῖον, καί ἀσφαλές φυγαδευτήριον.

Ἡ κλῖμαξ ἤν εἶδε ποτέ Ιακώβ, τούς βροτούς ἀπό γῆς ἡ ἀνάγουσα, εἰς δόξαν τήν οὐράνιον σύ εἰ ὡς ἀληθῶς, Παντάνασσα Μαρία˙ διό σοι καί τό χαῖρε, εὐχαρίστως βοῶμεν, οἱ σεσωσμένοι τῆ κυήσει σου.

Ἡ σκέπη τοῦ κόσμου καί πάντων χαρά, ἡ προφθάνουσα τάχος καί σῴζουσα, οικτείρησον καί νῦν ἡμᾶς Θεόνυμφε ἁγνή, τούς σε προσκαλουμένους ἀεί ἐν περιστάσει˙ προστασίαν γάρ ἄλλην, μετά Θεόν ἡμεῖς οὑκ ἔχομεν.

Ναὄς ὡς ὑπάρχουσα φωτοειδής, τοῦ Δεσπότου τῶν ὅλων καί σκήνωμα, ναόν με χρηματίσαντα καί σπήλαιον λῃστῶν, καθάρισόν με ὅλον, καί λάμπρυνον Παρθένε, καί νυμφῶνα πρός θεῖον, ἔνδον εἰσάγαγε Πανάμωμε.

ᾨδὴ ς’. Σπλάγχνων Ἰωνᾶν.
Χαἴροις διαυγής, πηγή καί ἀκένωτε, ἐξ ἦς τό φαιδρόν καθαρώτατον, καί ἀείζωον, ὕδωρ βλύσαν ποτίζει διψῶντα λαόν, καί δροσίζει τούς φλογμῶ τῶν παραπτώσεων, πάλαι κρατουμένους Δέσποινα, καί εἰσάγει εἰς Θείαν ἀνάψυξιν.

Χαἴροις ποταμέ, Θεοῦ ἀνεξάντλητε, ὑδάτων πολλῶν ὄντως ανάπλεε˙ δι΄ οὐ ἅπασα, καταρδεύεται κτίσις ὑμνοῦσα σε˙ καί εὐφραίνονται καρδίαι Θεονύμφευτε, πάσαι αἱ φλογμῶ κρατούμεναι, καί διψῶσαι νεκρέγερτα νάματα.

Φὡς μοι φωτεινόν, Δεσπότου παλάτιον, γενοῦ τῷ πολλοῖς περιπεσόντι δεινοῖς, καί καθεύδοντι, ἀπογνώσεως ὅλως πρός βάραθρον, καί τήν σήν ἐπιζητοῦντι θείαν σύναρσιν˙ πλήν σου ἄλλην γάρ οὐ κέκτημαι, προστασίαν ὁ δοῦλος σου Δέσποινα.

Νἑός οὐρανός, ἐδείχθης λαμπρότατος˙ ἀνέτειλας γάρ τόν μέγαν ἥλιον, καί ἀνέσπερον, ὑπέρ λόγον καί ἔννοιαν πάναγνε, ἀθεΐας τε τήν νύκτα διαλύσασα. Ὅθεν πᾶσα κτίσις συναγάλλεται, καί τό χαῖρε απαύστως κραυγάζει σοι.

Κάθισμα. 

Ἦχος ἀ’. Τόν τάφον σου Σωτήρ.
Παρθένος ἀληθῶς, πρό τοῦ τόκου Παρθένε˙ Παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε˙ Παρθένος ἀειπάρθενος, μετά τόκον διέμεινας, καί Παρθένον σε, ὁμολογοῦμεν Παρθένε, καί ἐλπίζομεν ἐν σοι Παρθένε σωθῆναι, παρθένων τό καύχημα.

ᾨδὴ ζ’. Οἱ παῖδες εὐσεβείᾳ.
Χαἶρε Θεοκυήτορ, δυστυχούντων ἀσφαλής ανόρθωσις˙ χαῖρε προπύργιον στερρόν, βασιλέων καί κραταίωμα, καί βεβαία προστασίᾳ τοῖς κραυγάζουσιν˙ ὁ τῶν Πατέρων Θεός εὐλογητός εἰ.

Χαἶρε Θεογεννήτορ, ἡ φωτός σου ταῖς ἀκτῖσι λάμψασα, τήν οἰκουμένην σκοτεινοῖς, ἐμπεσοῦσαν παραπτώμασι, καί φαιδρύνουσα τούς πίστει αναμέλποντας˙ τῶν Πατέρων Θεός εὐλογητός εἰ.

Ὦς ὄμβρος ἐπί πόκον, καταβάς ἐν σοι γαστρί σεσάρκωται, ὁ τῆς εἰρήνης ποταμός ἡ πηγή τῆς αγαθότητος˙ ὁ σταγόνας ὑετοῦ εξαριθμούμενος˙ ὁ τῶν Πατέρων Θεός εὐλογητός εἰ.

Ἡ μόνη τόν Σωτῆρα ὑπέρ νοῦν σωματωθέντα τέξασα, κυριευθέντα με δεινοῖς, πειρασμοῖς καί κινδυνεύοντα, ἐλευθέρωσον ἁγνή καί σῶσον ψάλλοντα˙ ὁ τῶν Πατέρων Θεός εὐλογητός εἰ.

ᾨδὴ ἡ’. Θαύματος ὑπερφυοῦς.
Χαἴροις ὑπερέχουσα τῶν ἄνω μόνη, στρατευμάτων Πανάμωμε Κόρη, χαίροις υπερθαύμαστε˙ χαῖρε σκέπη τῶν γηγενών˙ χαῖρε γέφυρα ζωήν πρός τήν ἀθάνατον, βροτούς ἐπανάγουσα τούς μέλποντας˙ εὐλογείτω ἡ κτίσις πᾶσα τόν Κύριον, καί ὑπερυψούτω εἰς πάντας τούς αἰῶνας.

Χαἶρε τοῦ φωτός τοῦ ἀπροσίτου, θεῖον ἐνδιαίτημα Παρθενομήτορ˙ χαῖρε χώρα εὔκαρπε, στάχυν θεῖον ὡς ἀληθῶς, ἐκβλαστήσασα τόν τρέφοντα τά σύμπαντα˙ ὦ πάντες βοῶμεν ανεμέλποντες˙ εὐλογείτω ἡ κτίσις πᾶσα τόν Κύριον, καί ὑπερυψούτω εἰς πάντας τούς αἰῶνας.

Θαύματος ὑπερφυοῦς ἰδού τό πέρας, παρθενεύουσα τίκτει Παρθένος, γεγονότα ἄνθρωπον, τόν τῶν ὅλων Δημιουργόν, τόν συνάναρχον Πατρί καί τῷ Πνεύματι˙ ὦ πάντες κραυγάζομεν γηθόμενοι˙ εὐλογείτω ἡ κτίσις πᾶσα τόν Κύριον καί ὑπερυψούτω εἰς πάντας τούς αἰῶνας.

Σὤσαι βουληθείς ὡς εὐεργέτης φύσιν, τῶν βροτῶν ὁ πάντα κτίσας λόγῳ, ὅλον με ἐφόρεσεν, ὅλος ὅλῳ μοι ἐνωθεῖς, ἐκ Παρθένου σαρκωθείς ὁ ὑπερούσιος, ὦ πάντες σκιρτῶντες, ανακράξομεν˙ εὐλογείτω ἡ κτίσις πᾶσα τόν Κύριον, καί ὑπερυψούτω εἰς πάντας τούς αἰῶνας.

Αἰνοῦμεν εὐλογοῦμεν προσκυνοῦμεν τόν Κύριον. Ὁ Εἱρμός.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, εξεικόνισε κάμινος τύπον˙ οὐ γάρ οὕς ἐδέξατο φλέγει νέους, ὡς οὐδέ πῦρ τῆς Θεότητος, Παρθένου ἤν ὑπέδυ νηδύν˙ διό ἀνυμνοῦντες αναμέλψωμεν˙ εὐλογείτω ἡ κτίσις πᾶσα τόν Κύριον καί ὑπερυψούτω εἰς πάντας τούς αἰῶνας.

ᾨδὴ θ’. Τύπον τῆς ἁγνῆς.
Χαἶρε Μήτηρ τοῦ Παντάνακτος, χαῖρε χαράς, τοῦ κόσμου αἰτία Πάναγνε˙ χαῖρε δάμαλις ἡ γραφικῇ μόσχον φέρουσα, Ἰησοῦν τόν Σωτῆρα καί Κύριον, χαῖρε φωτός δοχείον˙ χαῖρε πταιόντων ἱλαστήριον.

Χαἶρε πάντων εγκαλλώπισμα˙ χαῖρε λαβίς τόν θεῖον ἄνθρακα φέρουσα˙ χαῖρε πορφυρίς, βασιλικῇ ἀγλαόχρυσε, χαῖρε νόμων Θεοῦ φυλακτήριον˙ χαῖρε ἡ τάς προρρήσεις, τῶν προφητῶν σαφῶς περάνασα.

Χαἴροις οὐρανέ κατάστερε, πεποικιλμένῃ ἀρετῶν ταῖς λαμπρότησι˙ χαῖρε βασιλίς, ἐκ δεξιῶν τοῦ Δεσπότου σου, ἱσταμένῃ τό ἔνδυμα ἔχουσα, σεπτώς κεκοσμημένον, ὡς ὁ Δαβίδ σοι ἀνεβόησε.

Χαἶρε λογικέ Παράδεισε, ξύλου ζωῆς ἐν μέσῳ Χριστόν βλαστάσασα, τοῦ προτέρου ξύλου καθελόντα τό ἔμπικρον, καί τούς πάλαι τῆ βρώσει τεθνήξαντας, γλυκάναντα καί θείας, ζωῆς μετόχους ἀναδείξαντα.

Προσόμοιαν. 

Ἦχος ἀ’. Τῶν οὐρανίων ταγμάτων.
Χαἶρε φωτός ἡ νεφέλη, καί στῦλε πύρινε, τόν νοητόν εἰσάγων, Ἰσραήλ πρός ἀξίαν, κατάπαυσιν Παρθένε χαῖρε σεμνή, τοῦ Ἀδάμ ἡ ανόρθωσις˙ καί τῶν δακρύων τῆς Εὔας απαλλαγή˙ χαῖρε κόσμου ἡ βοήθεια.

Χαἶρε λαβίς ἡ τόν θεῖον, ἄνθρακα φέρουσα, χαῖρε τῆς Ἐκκλησίας, τό ἀπόρθητον τεῖχος, πιστῶν χαῖρε τό κράτος˙ χαῖρε βροτῶν, πρός Θεόν ιλαστήριον˙ χαῖρε μετάγουσα γέφυρα πρός ζωήν τούς ὑμνοῦντας σε Θεόνυμφε.

Χαἶρε Παντάνακτος Μήτηρ, χαῖρε βασίλισσα, τῶν βασιλίδων κόσμου Θεοτόκε Μαρία˙ χαῖρε ἀσθενούντων ἡ ταχινή, ἰατρεία καί λύτρωσις˙ χαῖρε τρυφή Παραδείσου τοῦ ἐν Ἐδέμ, ἀσυγκρίτως ὑπερέχουσα.

Μαρμαρυγαίς ἀκηράτοις, τοῦ θείου Πνεύματος, καταυγασθήναι δίδου, τήν ζοφώδη ψυχήν μου˙ καί σκότους ἐξωτέρου ῥῦσαι ἁγνή, καί αὐλίζεσθαι πάντοτε, ταῖς τῶν ἁγίων λαμπρότησιν ἐν χαρά, Θεοτόκε καταξίωσον.


Παρασκευή 31 Μαρτίου 2023

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ’. ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

 ΘΕΟΤΟΚΑΡΙΟΝ 

ΗΧΟΣ ΠΛ. Δ’

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΠΟΙΗΜΑ ΦΩΤΙΟΥ.

Οὗ ἡ ἀκροστιχίς.
Ταύτῃ καί ἤ δέησις ὀγδόῃ πρέπει· Φωτίου.

ᾨδή ἆ’. 

Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Τό στόμα μου πληρῶσαν γλυκασμοῦ, τοῦ θείου σου Κόρη, καί καταλαμψόν μου τόν νοῦν, ὅπως ἀνυμνῶ καί μεγαλύνω, τῶν οἰκτιρμῶν σου τό ἄπειρον πέλαγος.

Ἀσθἐνοῦσαν πάθεσι χαλεπούς, τήν πολυπαθῆ μου, καί οἰκτράν καί βαρυαλγῆ, καρδιᾶν ἰάτρευσον Παρθένε, τόν ἰατρόν τῶν ψυχῶν ἤ γεννήσασα.

Ὑπέρτερον δεῖξον με ἡδονῶν, παθών σαρκικῶν τε, καί μεριμνῶν βιοτικῶν, τῶν ἄνω ταγμάτων Ὑπερτέρα, καί λαμπρότερα ἡλίου Θεόνυμφε.

Τήν εὐλογημένην ἐν γυναιξί, καί δεδοξασμένην, ἱκετεύω σε τῆς φωνῆς, τῆς εὐλογημένης ἐπακούσαι, τοῦ σοῦ υἱοῦ, καί τῆς δόξης αὑτοῦ με τυχεῖν.

ᾨδή γ’. Ούρανίας ἁψῖδος.
Ἡ περίδοξος πόλις, καί λογικῇ Δέσποινα, τοῦ παμβασιλέως δυσώπει Θεοχαρίτωτε, τῆς ἄνω πόλεως, οἰκήτορα με γενέσθαι, καί μή καταισχύνεις με τῆς προσδοκίας μου.

Καταφύγιον κόσμου, Χριστιανῶν καύχημα, σκέπη καί ἀντίληψις πάντων τῶν ἐλπιζόντων εἰς σε, τόν πεποιθότα σοι, μή οὖν κάμε ὑπερίδῃς, ἄλλα τῷ ἐλέει σου Δέσποινα σῶσον με.

Ἀπορίᾳ καί γνόφος, καί λογισμῶν σύγχυσιν, τούς τόν ἀνερμήνευτον τόκον σοῦ ἑρμηνεύοντας, καλύπτει Δέσποινα, ὄν Μωυσῆς γάρ προεῖδε, γνόφω καλυπτόμενος, τοῦτον ἐγέννησας.

Ἱεροῦ παραδείσου, καί ζωηροῦ χώρου με, βρώσει δελεάσας δολία, ὄφις ὁ δόλιος, μακράν ἐξώρισε, καί τῆς φθοράς τό χωρίον, τῆς Ἐδέμ ἀλλάξασθαι, φθονῶ παρέπεισεν.

ᾨδή δ’. Εἰσακήκοα Κύριε.
Ἡ κοιλίᾳ σου Ἄχραντε, εὐρυχωροτέρα οὐρανῶν γέγονεν, τόν ἀχώρητον χωρήσασα· ὄν δυσώπει σῶσαι τούς ὑμνοῦντας σε.

Δωρεάν με ἐλέησον, νόσων τε παντοίων Κόρη ἀπάλλαξον, καί κολάσεως ἐξάρπασον, ἡ καταφυγῇ καί προστασίᾳ μου.

Ἐπί σοί ἀνατίθημι, πᾶσαν προσδοκίαν τῆς σωτηρίας μου, καί τοῦ βίου τήν κυβέρνησιν, Κέχαριτωμένη Ἀειπάρθενε.

Ἡ ἐλπίς μου καί καύχημα, ἤ καταφυγῇ ζωή καί ἀντίληψις, προστασίᾳ καί παράκλησις, σύ ὑπάρχεις Κόρη πανσεβάσμιε.

ᾨδή ἕ’. Ὀρθρίζοντες.
Σωτῆρα καί φιλάνθρωπον Κύριον ἡ τεκοῦσα, τῇ φιλανθρωπίᾳ σου, τῆς σωτηρίας τρίβον μοι γνώρισον.

Ιλέω σου ἔν ὄμματι Δέσποινα Θεοτόκε, ἐπί τήν ταπείνωσιν, τήν ἐμήν ἰδέ καί ,σῶσον με.

Στεφάνωσον ὡς ὅπλω Πανύμνητε εὐδοκίας, ἐν τῇ θείᾳ σκέπη σου, τήν κεφαλήν μου φρουρούσα με.

Ὀ Ὓψιστος σαρκούται ἐν μήτρᾳ σου, καί γεννᾶται Θεοτόκε Ἄχραντε, καί κενουργεί τό ἀνθρώπινον.

ᾨδή ς’. Χιτῶνα μοι παράσχου.
Γαλήνης ἡ κυήσασα Χριστόν, τόν αἴτιον Δέσποινα, τόν ἄγριον κλύδωνα, τῶν παθών μου δυσωπῶ σε ἡμέρωσον.

Δραμεῖν Θεοῦ ὀδόν τῶν ἐντολῶν, τήν ἐστενωμένην μου καρδίαν τοῖς πάθεσι, Πλατυτέρᾳ οὐρανῶν Κόρη πλάτυνον.

Οὗ κέκτημαι δακρύων ὀχετούς, ἴνα ἀποπλύνω μου τά ἄπειρα πταίσματα, ταῖς πρεσβείαις σου Ἁγνῇ τούτων ῤῦσαί με.

Ἡ Μήτηρ τοῦ Ὑψίστου προσλαβοῦ, ἐκ πολλῶν ὑδάτων με παθών εἰς μετάνοιαν, ἀποστείλασα, ἕξ ὕψους τήν χάριν σου.

Κάθισμα. 

Τήν σοφίαν καί λόγον.
Ἡ νεφέλῃ ἡλίου τοῦ νοητοῦ, τοῦ νόος μου τά νέφη τά σκοτεινά, διάλυσον Δέσποινα, τῷ φωτί τοῦ προσώπου σου, καί μετανοίας φέγγει, τά ὄμματα φώτισον, τῆς ζοφεράς ψυχῆς μου, παθών ἀμαυρότησι, τά πεπηρωμένα, καί τυφλώττοντα πάντῃ, τῶν φαύλων μου πράξεων, θολεραῖς ἐπιχύσεσιν, ἴνα, πόθω κραυγάζω σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναι μοι τήν ἄφεσιν σε γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος σου.

ᾨδή . ζ’. Παῖδες Ἑβραίων.
Πίστει καί πόθω σοι προστρέχω, τῶν πταισμάτων ταῖς σειραῖς κατεσφιγμένος, διά σπλάγχνα ἐλέους, λῦσον με βοῶντα, εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς σής κοιλίας.

Ῥεῖθρον ἰάσεως μοι βλύσον, καί κατάσβεσον τήν κάμινον Παρθένε, ἡδονῶν καί παθών, πταισμάτων τε καί νόσων· σύ γάρ πηγή βλυστάνουσα, ζωῆς θείας γλυκύ ῥεῖθρον.

Ἔλαφος διατετρωμένος, Παναμώμητε βολίσιν ἰοβόλοις, τοῦ ἐλέους τοῦ σοῦ, διψῶ πιεῖν ῥανίδα, ὡς τόν ἰόν ἐκκρούσωμαι, τόν ποτέ θανατηφόρον.

Πᾶσαν εἰς σε τήν προσδοκίαν, ἀνατίθημι Παρθένε τῆς ζωῆς μου· μή παρίδῃς διό, ἀλλ’ οἴκτειρον καί σῶσον, καί τῆς ἐκεῖ με λύτρωσαι, αἰωνίου καταδίκης.

ᾨδή η’ . Τόν βασιλέα τῶν οὐρανῶν.
Ἐν τῇ νηδύϊ σου τόν πρό σοῦ συλλαβοῦσα, Θεομῆτορ Ἄχραντε Μαρίᾳ, τέτοκας ἀφράστως, Χριστόν τόν βασιλέα.

Ἴνα δοξάζω καί προσκυνῶ μετά δέους, σου τό πάνσεπτον ὄνομα Κόρη, θλίψεως με πάσης, ἐκλύτρωσαι καί βλάβης.

Φέρεις ὡς βρέφος, ἐν ταῖς ἁγίαις χερσί σου, τόν τά πάντα φέροντα τῷ λόγω· ὅθεν σύν αὑτῷ σε, ὑμνοῦμεν εἰς αἰῶνας.

Ὡς ἀσφαλῆ σε, ἐλπίδα μόνην κατέχων, καθικετεύω, ἁμαρτιῶν καί κινδύνων, Ἄχραντε Μαρίᾳ, ἐκλύτρωσαί με τάχει.

ᾨδή δ’. Κυρίως Θεοτόκον.
Τούς σούς οἰκτρούς οἰκέτας, οἰκτείρησον Παρθένε, ἀνιαροῦ τε παντός ἐλευθέρωσον, ἐπιφοράς ἐπιούσας ἀναχαιτίζουσα.

Ἱλάσθητι σωτήρ μου, πᾶσι τοῖς τιμῶσι, τήν ὑπερένδοξον ὄντως Μητέρα σου, καί παραδείσου τῆς δόξης, δεῖξον οἰκήτορας.

Ὀδόν κακίας πάσης, ἔδραμον εὐτόνως, τῶν ἀρετῶν τήν ὀδόν δέ παρέδραμον· ὀδόν μοι γνώρισον Κόρη, ἐν ἡ πορεύσομαι.

Ὕμνον σοι τελευταῖον, πρῶτον τε καί μέσον, τοῦ Ἀρχαγγέλου τό χαῖρε προσφέρω σεμνή· σύ γάρ κατάλληλον ἄλλον, εὑρεῖν οὗ δύναμαι.

Στιχηρά Προσόμοια. 

Ὧ τοῦ παραδόξου θαύματος.
Χαῖρε θανάτου καθαίρεσις, Παρθενομῆτορ Ἁγνῇ· χαῖρε ᾄδου ἡ νέκρωσις· τοῦ Ἀδάμ ἡ ἔγερσις· καί τῆς Εὐάς ἡ λύτρωσις·Χαῖρε Μαρτύρων σθένος ἀνίκητον· Χαῖρε Ὁσίων στολή Θεότευκτος· Χαῖρε διάσωσμα, κόσμου Παναμώμητε· Χαῖρε χαρά, πάντων τῶν ἐν θλίψεσι, συνεχομένων σεμνή.

Χαῖρε τό ἄνθος τῆς πίστεως· Χαἶρε βροτῶν ἡ ἐλπίς· Χαῖρε τεῖχος ἀκράδαντον· Χαῖρε πόλις ἔμψυχε, τοῦ Δεσπότου τῆς κτίσεως· τό τῶν μητέρων χαῖρε ὡράισμα· καί τῶν παρθένων κάλλος παμπόθητον· Χαῖρε πανθαύμαστον, οἰκουμένης καύχημα· Χαῖρε Θεοῦ, θεῖον ἐνδιαίτημα· Χαῖρε Θεόνυμφε.

Χαῖρε ἁπάντων ἐπίλογε, τῶν λόγων Κόρη σεμνῇ πάσης βίβλου τελείωσις, παλαιᾶς τε νέας τε· μελωδῶν τό συμπέρασμα· στοιχεῖον πάντων, γραμμάτων κρύφιον· Ἄλφα Ὠμέγα, ἀρχή καί τέλος τε, μετά τόν τόκον σου, σύ ὑπάρχεις Δέσποινα· ὅθεν τῇ σή, δυνάμει τά ἄσματα, ταύτᾳ τετέλεσται.

Πρόσδεξαι τοῦτον τόν πόνον μου, τόν εὐτελῆ Ἀγαθῇ· ὄν ἐγώ σοι προσφέρον, ἀσθενείᾳ σώματος, καί σώ πόθω καρατούμενος, τοῦ πόθου ταύτην ὑπερνικήσαντος· καί σωτηρίας με καταξίωσον· ἴνα τόν ὕστατον, καί μέσον καί πρῶτον τε, ὕμνον Ἁγνῇ, τοῦ Ἀγγέλου κράζω σοι· Χαῖρε ἡ Μήτηρ Θεοῦ.

Τῷ συντελεστῇ τῶν καλῶν Θεῷ χάρις.

Δημοφιλείς αναρτήσεις