ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῆ τῆς πανσέπτου Ζώνης, Παντάνασσα δυνάμει, σῶζε τούς Σούς οἰκέτας, ἀπό παντοίας βλάβης.
Καί νῦν.
Χάριτι καί δυνάμει, τῆς Ζώνης Σου Παρθένε, ἐκ πάσης ἐπηρείας, ἀπάλλαξον Σούς δούλους.
Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζώνη πανακήρατε, τῆς Παναγίας Παρθένου, σεπτή, ἀδιάφθορε, καί σειρά οὐράνιε, τῶν τιμώντων σε, ἡ τόν Θεόν Λόγον, ἐν κοιλίᾳ ὄντα, ἐνειλήσασα σαρκούμενον, ἐξ Οὖ τήν ἄφθονον, χάριν ἐκομίσω παρέχουσα, τοῖς πάντοθεν προστρέχουσα, καί παραμυθίαν λαμβάνουσιν, ἐκ τῆς ἀκενώτου, πηγῆς σου τῶν θαυμάτων δωρεάν, ἥνπερ πηγάζεις ἑκάστοτε, τοῖς προσκαλουμένοις σε.
ᾨδή ζ΄. Παῖδες Ἑβραίων.
Στῆσον τῶν σάλων τῶν κυμάτων, καί κατεύνασον τήν ζάλην τῶν ἀμέτρων, συμφορῶν καί δεινῶν, ἡμῖν ἐπαναστάσεων, τῶν πεποιθότων Δέσποινα, τῆ δυνάμει τῆς Σῆς Ζώνης.
Ὥσπερ ποτέ αἱμορροοῦσα, ἀψαμένη πιστῶς, κρασπέδων τοῦ Υἱοῦ Σου, κατεξήρανε δεινήν, πληγῆς ῥύσιν αἱμάτων, οὕτω πιστῶς οἱ ψαύοντες, Ζώνης Σῆς παθῶν λυτροῦνται.
Σῶσον Ἁγνή παντοίας λώβης, καί κακώσεως, καί πάσης ἐπηῥείας, τόν προστρέχοντα νῦν, λαόν Σου μετά πόθου, σορῷ τῆς θείας Ζώνης Σου, καί τήν χάριν ἐξαιτοῦντα.
Ὅλην μου πᾶσαν ἐλπίδα, ἀναθέμενον πρός Σέ τήν Θεοτόκον, μή παρίδῃς με νῦν, εἰς βάθη ἀπωλείας, περιπεσόντα Δέσποινα, ἀλλ’ ἀνάστησον καί σῶσον.
Νόσων παντοίων καί κινδύνων, ἐλευθέρωσον Μητρόθεε Σούς δούλους, τούς αἰτοῦντας θερμῶς, χάριν Σῆς θείας Ζώνης, καί τάς αἰτήσεις πλήρωσον, ἵνα πόθῳ Σε ὑμνοῦμεν.
ᾨδή η΄. Ἑπταπλασίως κάμινον.
Κόσμος καθάπερ ἅγιος ἡ Σορός ἀναδέδεικται, Ζώνης τῆς παντίμου, τῆς ἁγνῆς Θεόπαιδος, πηγή τε ἀνέκλειπτος, τῶν ἰαμάτων πᾶσι πιστοῖς, τοῖς μετ’εὐλαβείας, ἐν αὐτῇ προσιοῦσιν, ἐξ ἧς ἄφθονα ῥεῖθρα προχέουσι ζακόρως, τοῖς πίστει προσκυνοῦσιν αὐτήν εἰς τούς αἰῶνας.
Ὀδυνηρῶς στενάζομεν ἀπό κλίνης κακώσεων, καί ἀπό παντοίας νόσου πιεζόμενοι, πρός Σέ τήν Πανάμωμον, τά τῆς καρδίας ὄμματα, ὅλως ἐπασχολοῦντες, θεραπείαν αἰτοῦμεν, δυνάμει τῆς Σῆς Ζώνης, ἥν ἐκ πόθου τιμῶμεν, καί καταλιπαροῦμεν πιστῶς εἰς τούς αἰῶνας.
Ῥᾶνον Σεμνή τήν χάριν Σου, τοῖς δεινῶς ἤδη πάσχουσι, καί κακουχουμένοις ὑπό τοῦ ἀλάστορος, δυνάμει τῆς Ζώνης Σου, τῆς πανολβίου καί χρυσαυγοῦς· καί ἔγειρον ἐκ τάφου ἀπογνώσεως ψάλλειν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαός ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Ἡ κραταιά βοήθεια, καί ἑτοίμη ἀντίληψις, τῶν ἀπηλπισμένων, ἐλπίς ἀκαταίσχυντε, ἐπίσκεψαι κάμνοντας, ὀδυνηρῶς τούς δούλους Σου, κούφισον τό βάρος, τῆς δεινῆς ῥαθυμίας, ἀπέλασον τήν νόσον, τῆς λοιμώδους ἀνάγκης, δυνάμει τῆς Σῆς Ζώνης, Παρθένε Θεοτόκε.
ᾨδή θ΄. Ἐξέστη ἐπί τούτῳ.
Ἰδού τῶν ἰαμάτων ὁ θησαυρός, καί θαυμάτων τό ἄπειρον πέλαγος, δεῦτε πιστοί, πόθῳ ἐξαντλήσατε ἐξ αὐτῆς, τῆς ἀκενώτου χάριτος, ῥῶσιν, εὐλογίαν, ἁγιασμόν, ἐν ἧ πᾶς ὁ προσφεύγων, ἐκ πίστεως εὑρίσκει, τῶν αἰτημάτων δόσιν ἄμισθον.
Ὡραίως διεζώσω παναληθῶς, τήν τό γένος ἡμῶν ὡραΐσασαν μόνην Ἁγνήν, τήν ὑψηλοτέραν τῶν οὐρανῶν, τήν τόν Θεόν χωρήσασαν, ὄντα ἐν κοιλίᾳ σωματικῶς, ἐξ Οὗ τήν ἀφθονίαν, τῆς χάριτος ἐδέξω, τῶν ἰαμάτων, Ζώνη ἄφθορε.
Σημείων καί τεράτων ὠκεανόν, ἀνεδείξω τήν Ζώνην Σου Ἄφθορε, δι’ἧς ἡμῖν, τοῖς διακειμένοις ὀδυνηρῶς, καί θλιβομένοις πάντοθεν, ἐκ τῶν ἀμετρήτων ἁμαρτιῶν, τήν ἴασιν παράσχοις, ψυχῶν τε καί σωμάτων, ὅπως σωθέντες Σέ γεραίρωμεν.
Ἡ Ζώνη Σου ἡ θεία καί φεραυγής, ἀπαστράπτει βολάς Θεονύμφευτε, τῶν ὑπέρ νοῦν, ὄντως καί θαυμάτων ὑπερφυῶν, τοῖς προσιοῦσι πάντοτε, πόθῳ καί καρδίᾳ εἰλικρινεῖ, δι’ἧς καί νῦν τόν σάλον, πράϋνον Θεοτόκε, τῆς συνεχούσης ἡμᾶς θλίψεως.
Φιλίας με δολίας τοῦ πονηροῦ, καί παθῶν ψυχοφθόρων ἀπάλλαξον, τόν ἐπί Σοί, πᾶσαν τήν ἐλπίδα ὡς κραταιᾷ, Παρθένε ἀνατείνοντα, καί προσφεύγοντα ὅλῃ ψυχῇ, καί πόθῳ καί καρδίᾳ, τήν ἄμεσον αἰτοῦντα, τῶν ἐπταισμένων ἥν μοι δώρησαι.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγή τῶν θαυμάτων, καί χαρίτων ὁ θησαυρός, σῶσον τούς σούς δούλους, ἀπό παντοίας βλάβης, ὡς τῆς ζωῆς τό σκεῦος, σύ περιζώσασα.
Ζώνη πανακήρατε τῆς Ἁγνῆς, καί Μητρός τοῦ Λόγου, τοῦ Θεοῦ μου παναληθῶς, ῥῦσαι πάσης λώβης καί ψυχοφθόρου πάθους, πάντας τούς ἐν ἀναγκαις, εἰς σέ προστρέχοντας.
Σκέπην καί κραταίωμα τοῖς πιστοῖς, φύλακα καί ῥύστην, τοῖς τιμῶσι πανευλαβῶς, καί μετά ζεούσης, καρδίας προσκυνοῦσι, τήν πάντιμόν Σου Ζώνην, Παρθένε δέδωκας.
Θρόνος ὥσπερ ἅγιος ἡ Σορός, ἔνδον ἐν ἀδύτοις, κατατίθεται ἱεροῖς, Ζώνην ἔνδον σχοῦσα, τῆς μόνης Θεοτόκου, ἐξ ἧς οἱ προσιόντες, ῥῶσιν ἀρύονται.
Λύσιν μοι βραβεῦσαι τῶν δυσχερῶν, καί ἀρίστου κτῆσιν, πανακήρατε τοῦ Θεοῦ, Ζώνη Μητρός Λόγου, δέομαι τῷ σῷ δούλῳ, ἐπικαλουμένῳ τήν σήν ἀντίληψιν.
Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, Σάς ἀχράντας χεῖρας, αἷς ἐβάστασας τόν Θεόν, ἆρον πρός Υἱόν Σου, χάριτι καί δυνάμει, τῆς Ζώνης Σου τῆς θείας, τοῦ οἰκτιρῆσαι ἡμᾶς.
Στέφανον ὑπέρλαμπρον ἡ σεπτή, πιστῶν Ἐκκλησία, περιέθετο εὐαγῶς, τήν θείαν Σου Ζώνην, Παντάνασσα Παρθένε, δι’ ἧς τροποῦται πάντα, ἐχθρῶν φρυάγματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα.