Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 9 Μαρτίου 2025

Δ΄ΗΧΟΣ - ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

 ΗΧΟΣ  Δ΄

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ


ᾨδὴ α΄. Ἦχὸς δ΄. 

Τριστάτας κραταιούς.
Ὑπέρφωτε λαμπάς, τοῦ ἡλίου τῆς δόξης, τῆς ψυχῆς ς μου τὸν πυρσόν, σβεννύμενον ἀεί, ῥᾳθυμίᾳ ὑπάναψον, θείων ἔργων τῷ ἐλαίῳ, Παναγίᾳ ἐπάρδουσα· ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Ῥαντίσασα σεμνῇ, μετανοίας δὑσσώπῳ, τὴν ῥυπῶσαν μοῦ ψυχήν, καϑάρισον ταχύ, καὶ τοῖς δάκρυσι πλύνασα, λεύκανον ὑπὲρ χιόνα, νοητὴν εὐφροσύνην μοι, ἀκουτίσσασα, καὶ ἀγαλλίασιν.

Ἡ πόλις τοῦ Θεοῦ· τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγὲς κειμήλιον σεπτόν, Θεοτόκε Πανάμωμιε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Μακάριος ἔστιν, ὁ λαὸς Θεοτόκε, ὁ δοξάζων σὲ Θεοῦ, Μητέρα ἀψευδῇ, καὶ ἀεὶ μακαρίζων σε, Ἄχραντε καθὼς προεῖπας, ἱερῶς προφητεύουσα, ὁπηνίκα Χριστὸν ἔνδον ἔφερες.

ᾨδὴ γ΄. 

Οὐκ ἐν σοφίᾳ.
Σὲ ἡ σοφία, τοῦ Θεοῦ καθαρώτατον σκήνωμα, εὐραμενη ἐκ τῶν σῶν, ἁγνῶν αἱμάτων σεσάρκωται, καὶ μετὰ τὴν κύησιν ἄφθορον ἔδειξεν.

Σὲ ἐν ἡμέρᾳ, τῆς φρικτῆς ἐξετάσεως εὕροιμι, προστασίαν ἀψευδῇ, καὶ ἐν καιρῷ τῆς ἐξόδου μου, ὀξεῖαν ἀντίληψιν Θεογεννήτρια.

Σὲ προστασίαν, Παναγίᾳ παρθένε κεκτήμεθα· μεταποίησον ἡμῶν, εἰς χαρμονὴν τὴν κατήφειαν, καὶ θλίψεως λύτρωσαι γεννώσης θάνατον.

Σὺ Παναγίᾳ, ὑπεράγιον Λόγον κυήσασα, καθαγίασον ἡμῶν, καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν μακαριζόντων σε τὴν Παμμακάριστον.

ᾨδὴ δ΄. 

Ὁ καθήμενος ἐν δόξῃ.
Στακτὴ θεία καὶ κασσία, ἀπό τῶν ἱματίων σου, Παναγίᾳ Κόρη· χάριτες ἁγνείας ἡδύπνοοι, εὐωδιάζουσαι κόλποις τοῦ Γεννήτορος, τὸν καθήμενον, ἐπὶ τοὺς σοὺς κόλπους ἤγαγον.

Ἡ Βασίλισσα παρθένος, ἡ Θεὸν σωματώσασα· ἡ χρυσὴ λυχνίᾳ, λάμψον μετανοίας ἀκτῖνα μοι· ἡ τοῦ ἥλιον νεφέλη φωταγώγησον, τῆς καρδίας μου, τὰ νοητὰ αἰσθητήρια.

Ἡ ἁγία Θεοτόκος, ἣν οἰκῆσαι εὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τῷ Πατρὶ ὁμοούσιος, οἶκον ὡς δεῖξον Παρθένε θεῖον Πνεύματος, τὸν κραυγάζοντα· Δόξα ἁγνὴ τῇ κυήσει σου.

Ἀπειρόγαμε Μαρίᾳ, τὸ γλυκύτατον ὄνομα· καὶ ὑπὲρ χρυσίον, λίθον τε πολὺ τιμιώτερον· ὁ πολυτίμητος πλοῦτος καὶ ὑπέρτιμον, χρῆμα, σῶσόν με, τὸν ἐπὶ σὲ καταφεύγοντα.

ᾨδὴ ε΄. 

Ἀσεβεῖς οὐκ ὄψονται.
Ῥυομένῃ φάνηθι ἐμὲ τῶν δυσχερῶν, καὶ πταισμάτων φθοροποιῶν, καὶ παθῶν καὶ θλίψεων καὶ περιστάσεων, τὸν πιστῶς ὑμνοῦντά σε, Θεοτόκε ἁειπάρθενε.

Ἡ τὸν θεῖον ἄνθρακα κυήσασα σαρκί, τῶν παθῶν μου ἡδονῶν, τοὺς φλογώδεις ἄνθρακας δρύσῳ κατάσβεσον, τοῦ ἐλέους Δέσποινα, τῆς ἀφάτου εὐσπλαγχνίας σου.

Τὴν ψυχήν μου φύλαξον ὡς Κόρην ὀφθαλμοῦ, ἐν τῇ σκέπη σου ἀγαθή τῶν πτερύγων Ἄχραντε, καὶ τῶν πνευμάτων μὲ πονηρίας λύτρωσαι, τιμωρίας καὶ κολάσεως.

Ἐν ὅλη καρδίᾳ μου Θεοτόκε Ἀγάθῃ, ἐξομολογεῖσθαι τῷ λυτρωτῇ, τὴν ἐμὴν ἀγάθυνον ψυχὴν ταλαίπωρον, ἐξωϑοῦσα, πώρωσιν, τῆς καρδίας μοῦ Πανάμωμε.

ᾨδὴ ς΄. 

Ἐβόησε προτυπῶν.
Ἐμφύτευσον, τῇ ψυχῇ μοῦ ὡς ξύλον πολυφόρον, θεῖον φόθον, καὶ καρπὸν ἐνεγκεῖν καταξίωσον, ἀρετῶν ὁ ἔσω, ἐξ ὧν τρέφεται ἄνθρωπος Δέσποινα.

Ἀνάτειλον, μετανοίας ἀκτῖνά μοι Δέσποινα· καὶ τὰ νέφη πονηρῶν λογισμῶν διασκέδασον, ἡλίου νεφέλῃ, τοῦ τῆς δικαιοσύνης Πανάμωμε.

Κατεύνασον, τῶν παθῶν μου τὸν ἄγριον κλύδωνα, καὶ τὴν ζάλην, πονηρῶν ἐννοιῶν ἐξαφάνισον, ἡ βεβαίᾳ πάντων, προστασίᾳ καὶ σκέπη Πανύμνητε.

Ἐπλήθυναν, ὑπὲρ ἄμμον θαλάσσης τὰ πταίσματα, τῆς ψυχῆς μου, καὶ ὡς φόρτος βαρὺς κατατρύχει με· ἀλλὰ σὺ Παρθένε, πρὸ τοῦ τέλους οἰκτείρασα σῶσόν με.

Κάθισμα. 

Ταχὺ προκατάλαβε.
Ἁγνὴ ἀπειρόγαμε, χριστιανῶν ἡ ἐλπίς· πτωχῶν ἀντιλήπτρια, τῶν θλιβομένων χαρᾷ· Πενθούντων παράκλησις· ῥῦσαι με συσχεθέντα, πειρασμοῖς ἀδοκήτοις· ἴασαι με νοσοῦντα, κατὰ σάρκα καὶ πνεῦμα· πρὸς σὲ γὰρ κατέφυγον μόνη Πανάχραντε.

ᾨδὴ ζ΄. 

Ὁ διασώσας ἐν πυρί.
Ἁγιωσύνης ἱερόν· ἐλεημοσύνης χωρίον· δικαιοσύνης ἀληθοῦς, ἐνδιαίτημα Δέσποινα δέομαι, δικαιώσασα, σῶσόν με, δωρεάν τὸν δικαιοῦντα, Χριστὸν τεκοῦσα.

Ἔχεις τὸ δύνασθαι Ἁγνή, πάντως ὡς τεκοῦσα Δεσπότην· τῆς Δεσποτείας με διό, ἡδονῶν καὶ παθῶν ἐλευθέρωσον· ἵνα κράζω τῷ τόκῳ σου· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Τὴν ἀποῤῥήτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, οἱ πιστοὶ προσκυνήσωμεν, ὡς Μητέρα τοῦ Κυρίου εὐλογημένην.

Ῥῆξον πταισμάτων τὰς σειράς, τῇ σῇ Μητρικῇ παῤῥησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων τῷ τόκῳ σου Πάναγνε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὅ τῶν Πατέρων εὐλογητὸς εἶ.

ᾨδὴ η΄. 

Ὁ Χεῖρας ἐκπετάσας.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, Παρθένος πέφηνας ἄνθος βλαστήσασα, τὸν παντοδύναμον Κύριον, τὸν ἡμᾶς εὐωδιάσαντα, καὶ τὴν ὀσμήν τὴν ἑαυτοῦ πᾶσι παρέχοντα τοῖς βοῶσι· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἀνοίγεται πάλιν διά σου, ὁ πρὶν Παράδεισος, καὶ ἐπεισάγεται, ὁ πρὶν κατάκριτος ἄνϑρωπος, καὶ θεοῦται ἀληθέστατα, Θεοχαρίτωτε Ἁγνή, βροτῶν τὸ φύραμα Ἁγνή τῶν βοώντων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ῥῆξον τὸν κλοιόν μου τὸν βαρύν, τῶν παραπτώσεων, Θεοχαρίτωτε, καὶ τὴν καρδίαν μου σύντριψον· τὴν ψυχήν μου καταλάμπρυνον· καὶ τοῦ νόος μου τὸ σαθρὸν στῆσον καὶ ἄστατον· ἵνα μέλπω, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Νοσοῦσαν Παρθένε τὴν ἐμήν, ψυχὴν θεράπευσον, καὶ τὸν ἐνόντα μοι, παθῶν ἀπόπλυνον βόρβορον, καὶ τῷ βήματι παράστησον, τοῦ Παντοκράτορος Θεοῦ ὅλον σῳζόμενον· ἵνα μέλπω· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμός.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ παῖδες κραυγάζοντες· εὐλογεῖτε πάντα τὰ ἔργα. Κυρίου τὸν Κύριον.

ᾨδὴ θ΄. 

Λίθος ἀχειρότμητος.
Σύ τὸ ἐγκαλλώπισμα πάντων, τῶν ἐπὶ σοὶ ἐγκαυχωμένων· σὺ ἡ εὐφροσύνη τοῦ κόσμου· καὶ θυμηδίᾳ ἡμῶν τῶν δούλων σου· σὺ γλυκασμὸς καὶ ἔφεσις, τῶν σὲ ὑμνούντων Μητροπάρθενε.

Ὑμνοῦμεν τὴν ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστον σου χάριν· οὗ γὰρ εἶ πηγὴ τῆς σοφίας· ἐξ ἧς ὁ λόγος πᾶσι προέρχεται, τοῖς σὲ τιμῶσιν Ἄχραντε, καὶ μεγαλύνουσι τὸν τόκον σου.

Ὤφθης Χερουβεὶμ ἀνωτέρα· καὶ οὐρανῶν Ὑψηλοτέρᾳ, Ἄχραντε Παρθένε Μαρίᾳ, βουλῆς μεγάλης Ἄγγελον τέξασα, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον τῷ Πνεύματι.

Δέσποινα, ἁγία Παρθένε, σὺ δωρεὰν οἰκτείρησόν με· οὐ γὰρ ἔχω ἄλλην ἐλπίδα, τῆς σωτηρίας δἰ ἧς σωθήσομαι, εἰμὴ τὴν σὴν ἀντίληψιν, καὶ τὴν βοήθειαν καὶ σκέπην σου.

Προσόμοια. 

Ὁ ἐξ ὑψίστου.
Χαῖρε φωτὸς καθαρώτατον δοχεῖον· Χαῖρε στῦλε πύρινε τὸν νοητὸν Ἰσραήλ, ἔνδον εἰς θείαν κατάπαυσιν, εἰσάγων μόνη· Χαῖρε νεφέλῃ τὸν μέγαν ἥλιον, κόσμῳ διαυγάσασα καὶ πρὸς τὸ ἄδυτον, φῶς τοὺς ἐν σκότει καθεύδοντας, τῆς ἀγνωσίας, μεταβιβάσασα, Θεονύμεὐτε· Χαῖρε Παρθένε· Χαῖρε Πάνσεμνε· Χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Χαῖρε φαιδρὸν ἐνδιαίτημα Κυρίου· Χαῖρε θρόνε πάγχρυσε· Χαῖρε λυχνίᾳ χρυσῇ· Χαῖρε κογχύλῃ ἡ βάψασα, ἐκ σῶν αἱμάτων, τῷ βασιλεῖ πορφύραν θεότευκτον· χαίροις πόλις ἔμψυχε· τίμιε στέφανε· καὶ κραταιὸν περιτείχισμα, βασιλευόντων, ἐν εὐσεβείᾳ χαῖρε ἀνίκητον, στρατευομένων θάρσος Πάναγνε· Χαῖρε πύλη Κυρίου Πανύμνητε· ὃν ἱκετεύεις σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Χαῖρε ναὲ πανυπέρτιμε Κυρίου· χαῖρε θεία τράπεζα ἄρτον βαστάσασα· Χαῖρε ἀπότιστος ἄμπελε, τὸν γλυκὺν βότρυν, ἡ ἐκβλαστήσασα χαῖρε ἥδιστον, ἄσμα καὶ ἐντρύφημα τῶν οὐρανίων νοῶν· Χαῖρε τὸ ἄνθος τῆς φύσεως, Παρθενομῆτορ, τὸ ὡραιότατον καὶ πανεύοσμον· Χαῖρε τὸ κρῖνον, τὸ κροκόλευκον, καὶ ἡδύπνοον χαῖρε Παράδεισε, τῆς τρυφῆς τῆς ἀφθάρτου· Χαῖρε κόσμε πολυέραστε.

Ἐξαγορεύω ἁγνὴ σοι Θεοτόκε, τὰ δεινά μου πταίσματα· εἰ γὰρ καὶ κρύψω αὐτά, ἐν τῇ ἡμέρᾳ τῇ κρίσεως, ἀνοιγομένων, τῶν βίβλων πάντως φανερωθήσονται· ὄμματα ἐῤῥύπωσα, βλέπων τὰ ἄτοπα· χεῖρας ἀθέσμως ἐμόλυνα,, ταῖς αἰσχρουργίαις· σῶμα ἠχρείωσα ὁ ταλαίπωρος, καὶ τὴν ψυχήν μου ἐτραυμάτισα, ἁμαρτίαις, ἐλέησον οἴκτειρον· καὶ μερίδος με δεῖξον, σῳζομένων ταῖς πρεσβείαις σου.

Κυριακή 7 Απριλίου 2024

ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ Γ΄ ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.


  

ΘΕΟΤΟΚΑΡΙΟΝ

ΗΧΟΣ Γ΄

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

Οὗ ἡ ἀκροστιχίς.
Θρηνεῖν τό κέρδος τοῦ βίον Καθ᾽ ἡμέραν.

ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Θλίψεσι προσπαλαίειν ἐν βίῳ κάλλιστον, εἰς ὠφέλειαν ψυχῆς· διά τοῦτο Θεοτόκε, οἱ ἐν θλίψεσιν ὄντες, ἀεί σε βοηθόν καλοῦμεν, ἀκαταπαύστως κράζοντες· Δέσποινα μή παρίδῃς, τήν δέησιν τῶν δούλων σου.

Ῥίζα κακῶν ἁπάντων, ἐν βίῳ πέφυκεν, ἡ φιλάργυρος σπουδῇ· ἧς τό κέρδος ἀπεδείχθη, τοῦ Ἰούδα ἀγχόνῃ· διό οἱ τῷ Χριστῷ δουλεύειν, εἰλικρινῶς βουλόμενοι, ῥίψωμεν ταύτην πόρρω, διά τῆς Θεομήτορος.

Ἥλιος ὡς ἐν πόλῳ ἄλλος δέδεικται, ἡ ἀκτήμων βιοτῇ, ἀρετῶν κατακοσμοῦσα τόν πολύμορφον κύκλον· διό οἱ τῶν παθῶν τῷ σκότει, ἀεί συμποδιζόμενοι, ταύτης τῇ φωταυγείᾳ, πρός τήν Παρθένον δράμωμεν.

Νῦν με ψυχοφθόρων ζάλη κατέλαβε, καί ἀτόπων λογισμῶν, καί πρός βάραθρον καθέλκει, καί βυθόν ἀπωλείας· σύ οὖν γενοῦ μοι κυβερνῆτις, καί πρός λιμένα ἴθυνον, θεῖον με Παναγίᾳ, καί μακαρίαν εὔκλειαν.

ᾨδὴ γ΄. Τό στερέωμα.
Ἐλιπάνθημεν, ταῖς ἡδοναῖς ταῖς τοῦ βίου, Πανύμνητε πάθεσιν οἱ παχυνθέντες, καί Θεοῦ τάς ἐντολάς κατελίπομεν.

Ἰσχυρώτατον, τῆς βασκανίας τό πάθος, ἁπτόμενον ἄχραντε καί τῶν ἀρίστων, οὐ ῥυσθῆναι δυσωπῶ ταῖς πρεσβείαις σου.

Νηπιόφρονες, οἱ διά δόξαν ματαίαν, τήν ἄσκησιν Ἄχραντε πεποιημένοι· ὧν μερίδος διά σοῦ λυτρωθείημεν.

Τόν ἐλπίζοντα, καί καταφεύγοντα πίστει, πρός σέ Θεονύμφευτε μή ὑπερίδῃς ἄλλα, σῶσον με τόν δοῦλον σου δέομαι.

ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανούς.
Ὁράσει με ὁ Σατάν, ἐν Παραδείσῳ ποτέ, Θεογεννῆτορ εἷλεν ὡς αἰχμάλωτον Παρθένε. Καί νῦν δέ τῇ ὁράσει πειρᾶται Ἄχραντε, συλῆσαι πό θεῖον τῆς ἁγνείας ἔνδυμα, καί ἐπενδῦσαι χιτῶνα, τόν τῆς ἁμαρτίας με.

Κατέπηξεν ὁ ἐχθρός, ἐν πάσῃ τῇ αἰσθήσει μου, τάς μαγγανείας ἑαυτοῦ Παρθένε Θεοτόκε, καί δί αὐτῶν καθέλκει με Κόρη εἰς θάνατον· ἡ μόνη τετοκυίᾳ τόν λόγον, τό μέγα κῆτος χειρωσάμενον, ἐκ τῶν αὐτοῦ πολυπλόκων δικτύων ῥῦσαι με.

Ἐγκάθηται ἐφ᾽ ὁδοῦ, σαρκός ἐν τοῖς κινήμασιν, ὄφις ὁ δόλιος ἐχθρός, καί ἐπιβάτῃ νῷ προσεπιτίθεται, κεντῶν ἀπροσδοκήτως Παρθένε, τῷ κέντρῳ τῶν παθῶν, καί θάνατον τόν ψυχικόν μοι προσάγει· διό βοήθει μοι.

Ῥομφαίᾳ με ἡδονῆς, καταβαλεῖν φθονερῶς, ἐπιζητοῦσιν οἱ ἐχθροί· ἔτειναν γάρ μοι τόξον, ψυχοφθόρον αὐτῶν, καί ἐν αὐτῷ ἡτοίμασαν σκεύη θανάτου· ἐν σιδηρᾷ ῥάβδῳ σοῦ, οὕς κεραμέως ὡς σκεύη, σύντριψον Δέσποινα.

ᾨδὴ ἕ’. Ὡς εἶδεν Ἠσαΐας.
Δολίως με τῷ λείῳ τῆς ἡδονῆς, ὁ δόλιος ἠγκίστρευσε καί ἰχθύν, ὡς ἄφωνον ἐσαγήνευσεν· ἀλλ᾽ ἔχων φρουρόν σε Ἁγνῇ, τῶν ἀρκύων καί δικτύων τῶν αὐτοῦ, ἐν τάχει ῥυσθῆναι, ὁ οἰκέτης σου δέομαι.

Ὁ Μέγας ἐν ἰσχύϊ Θεός, καί ἐν ἐλέει πλούσιος Ἁγνῇ, ὁ δέ οἶκτον σάρκα προσλαβόμενος, κράζει μετανοεῖτε, ὑμεῖς καί κληροῦσθε τήν οὐράνιον ζωήν· ἐγώ δέ τοῦ βίου, ταῖς ἡδοναῖς συμφύρομαι.

Συνήφθη τοῖς Ἀγγέλοις ἀγαθῇ, ἡ τῶν ἀνθρώπων φύσις ἐν σοί· ὅθεν πολιτείαν ζηλοῦσιν ἄνθρωποι, Ἀγγέλων ἐν παρθενίᾳ, καί ἁγνότητι βιοῦντες ἐπί γῆς· ὧν περ τῆς μερίδος, ἅξίωσόν με Δέσποινα.

Τό ἄτονον ἐπίστασαι τῆς σαρκός, ψυχῆς τε τήν ὀδύνην Ἁγνῇ· καί τό τοῦ νόος μοῦ σαθρόν καί ἄστατον, Παρθένε ἐλέους διό, καταξίωσον καί χάριτος τῆς σῆς, ἵνα σέ δοξάζω, σῳζόμενος τῇ σκέπη σου.

ᾨδὴ ς΄. Ἐβόησε σοι.
Οὐδόλως φρίττω, οὐδόλως τρέμω, τήν μυστηρίων μετάληψιν· διά τοῦτο Κόρη, ἀσθενῶ συνεχῶς ἁμαρτάνων.

Ὑγρόν τόν βίον, ὑλώδη τρόπον, Θεοκυῆτορ μετέρχομαι· διά τοῦτο ξένος, τῶν Χριστοῦ εἰμι χαρισμάτων.

Βιοῦν οὐ θέλω, ἐστενωμένως, τῶν μοναχῶν νόμοις Δέσποινα, καί πλατεῖαν τρέχων, εἰς ὁδόν εἰμι ἀπωλείας.

Ἰσχύς μου πᾶσα, καί ἡ ἐλπίς μου, φῶς καί ζωή καί παράκλησις, σύ ὑπάρχεις Κόρη διά τοῦτο εἰς σέ προσφεύγω.

Κάθισμα. Ἡ Παρθένος σήμερον.
Ἐκ θερμῆς σοι πίστεως, ἀναβοῷ Θεοτόκε, ἀναξίῳ στόματι, καί ῥυπαρᾷ τῇ καρδία· σῶσον με βεβυθισμένον ταῖς ἁμαρτίαις· οἴκτειρον τῇ ἀπογνώσει θανατωθέντα· ἵνα κράζω σεσωσμένος· χαῖρε Παρθένε Χριστιανῶν τό καύχημα.

ᾨδὴ ζ᾽. Σε τόν ἐν πυρί.
Ὅταν ἐννοήσω Πάναγνε, τό βῆμα, τό ἀδέκαστον, καί λογίσωμαι τάς πράξεις τάς ἀτόπους μου, ἐμαυτόν ἀπελπίζω· ἀλλά σύ μου τόν γνόφον καί ἀθυμίας τήν ἀχλύν, μακράν ἀπόρριψον.

Ὕπνου ῥᾳθυμίας Ἄχραντε, καί ἀκηδίας ἐκλύσεως, ἐκ βρωμάτων ἀκρασίας συμβαινόντων μοι, τήν διόρθωσιν δίδου καί ψυχῆς ἐγρηγόρσει, καί κατανύξεως φωτί με καταλάμπρυνον.

Κλαίω καί θρηνῶ γαί δέδοικα, τῶν πειρασμῶν τήν κάμινον, ὑψουμένην κατ’ ἐμοῦ ὁρῶν ὁ ἄθλιος· ἀλλ᾽ ἀπόσβεσον ταύτην. Παναγίᾳ Παρθένε, τοῦ ἐλέους δροσισμῷ, τῆς εὐσπλαγχνίας ὡς πηγῇ.

Ἄπειρος πταισμάτων ζάλη, κατέλαβε τόν δείλαιον, καί πρός χάος ἀπωλείας ἕλκει δία Πάναγνε, κυβερνήτην τεκοῦσα, Θεομῆτορ Παρθένε, πρός ἀπαθείας τόν λιμένα με καθόρμισον.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Θρηνῶν ὁ ὁ Δαβίδ Θεομῆτορ, φόνον καί μοιχείαν, ἐμελῴδει ἐλέησόν με, ὁ Θεός ὁ Θεός μου· ἐγώ δέ μυρίαις ὑπεύθυνος ἁμαρτίαις, πῶς εὕρω συγχώρησιν; εἰ μή σαῖς πρεσβείαις, αὐτῷ ἱλεωθείν.

Ἡμέραν ἀεί ἐξ ἡμέρας, τρέφομαι ματαίαις Θεοτόκε ταῖς ἐλπίσιν, ἐκζητῶν τοῦ μετανοῆσαι· πάλιν συνηθείᾳ, δέ κεχρημένος, τρέχω ὥσπερ κύων εἰς ἐξέραμα, πρός τήν δυσωδίαν, παθῶν τῶν ἀκαθάρτων.

Μετάνοια βίου δευτέρου, τίθησι συνθήκας ἐν Κυρίῳ Θεομῆτορ, καί ἀνίστησι τούς,
Πεσόντας· τό πένθος καθαίρει, καί παριστάνει τούτους φωτεινούς τῷ πλάσαντι· μεθ’ ὧν καί ταττοίμην, ἐγώ ὁ σός οἰκέτης.

Ἐπλήσθη κακῶν ἡ ψυχή μου· ἤγγισε τῷ ἄδή ἡ ζωή μοῦ ἐλογίσθην, ὡσεί ἄνθρωπος τοῖς ἐχθροῖς μου, μόνος ἀβοήθητος· ἀλλά δεῖξον κόσμου κραταιᾷ ἀντίληψις, ὡς ἀβοηθήτων βοήθεια ὑπάρχεις.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρί ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογῇ δέ μή λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε πάντα.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ῥοήν μοι δακρύων δώρησαι, Παρθενομῆτορ τῷ ἐμπαθεῖ, καί λύπην τῆς καρδίας, και στεναγμόν καί πένθος ψυχικόν· ὅπως πενθήσω τόν νοῦν μου, τόν νεκρωθέντα κακῶς, καί σπλαγχνισθείς ὁ υἱός σου, ἐγείρῃ τοῦτον ὡς Λάζαρον.

Ἁγνῇ Παναγίᾳ, Δέσποινα, ἥ τέξασα. Χριστόν ἐν σαρκί, τόν ἔνα τῆς Τριάδος, τόν γυμνόν ἀπᾴσῃς ἀρετῆς, τῶν ἀρετῶν τῇ Τριάδι, ταύτῃ με πλούτισον, φόβῳ Θεοῦ κατανύξει, ταπεινώσει τε φρουρούσῃ με.

Νἐκρῶσαι σαρκός τό φρόνημα, πᾶς λόγος θεηγόρος φησίν· ἐν τούτῳ γάρ ζωοῦται ἡ ψυχῇ, καί τρέχει πρός Θεόν, καί τῶν σκηνῶν ἐπιβαίνει τῶν οὐρανίων μονῶν· ὧν με τυχεῖν ἐκδυσώπει, τόν υἱόν σου Θεονύμφευτε.

Νυχτί τῶν παθῶν σκοτούμενον, καταύγασόν με Δέσποινα, ἡμέρᾳ ἀπαθείας· ἐκ νυκτός ὀρθρίζει γάρ πρός σέ, ἐν συντριβῇ τῆς καρδίας Ἁγνῇ τό πνεῦμα, μου· διότι φῶς ἐπί τῆς γῆς, ἐξανέτειλας τόν Κύριον.

Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Χαῖρε τῶν Προφητῶν, τῶν θείων Ἁγνή καύχημα· Χαῖρε παστάς Κυρίου Χαῖρε νεφέλῃ κούφῃ· χαῖρε Ἄχραντε Μῆτερ εὐλογημένῃ· Χαῖρε χαρᾷ κόσμου καί ἀντίληψις· Χαῖρε νῖκος ὀρθοδόξων Ἀνάκτων.

Χαῖρε τῶν Ἀποστόλων, Κόρη τό κραταίωμα· Χαῖρε χρυσῆ λυχνίᾳ, καί μαναδόχε στάμνε· Χαῖρε ἄνθος τό τῆς πίστεως Παρθένε· Χαῖρε τό φῶς ἀῤῥήτως κυήσασα· Χαῖρε θρόνε πύρινε τού Ὑψίστου.

Χαῖρε σκηνή ἀγίᾳ· Χαῖρε τράπεζα, καί γέφυρα, καί κλῖμαξ· Χαῖρε ὄρος Κυρίου, ἀλατόμητον Παρθένε· Χαῖρε στέλεχος ἱερώτατον καί ἄφθαρτον· Χαῖρε Μήτηρ Κυρίου.

Χαρᾶς μου τήν καρδίαν, πλῆσον χαροπᾶροχε, καί θείας εὐφροσύνης· ὅπως ἀεί δοξάζω, τήν σήν Δέσποινα, βεβαίαν προστασίαν, ὅτι οὐχ ἔχω Ἄχραντε ὁ δοῦλος σου, πλήν σου ἄλλην ἐλπίδα.

Κυριακή 31 Μαρτίου 2024

ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ Β΄ ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

 

ΘΕΟΤΟΚΑΡΙΟΝ

ΗΧΟΣ Β΄ 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΔΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ.

ᾨδὴ α΄. 

ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε πότε.
‘Ὑπέρ πᾶσαν φύσιν λογικήν, τόν ἐξαμαρτήσαντα, ἡ ὑπερβᾶσα Ἀγγέλων τάγματα, ἐν ἁγιωσύνη τε καί σεμνότητι. καί νόος καθαρότητι, σῶσον με Παρθένε, ἵνα σε γεραίρω τήν Πανύμνητον,

δονῶν ὁ κλύδων ὁ σφοδρός, αὔραις κυμαινόμενος, τῶν τῆς κακίας πνευμάτων χειμάζει με, Κόρη ἀπειρόγαμε, μετανοίας με πηδαλίῳ ἰθύνασα, ποός τούς ἀπαθείας, ὅρμους τούς γαληνιῶντας ὅρμισον.

Λεπρωθέντα νοῦν καί τήν ψυχήν, κάθαρόν με Δέσποινα, ὡς τόν λεπρόν ὁ υἱός σοῦ ἐκάθηρε· θέλω καθαρίσθητι, ἐπειποῦσα μοι· καί γάρ πάντα. τῷ λόγῳ σου, πείθεται τεκούσης, λόγον τοῦ Πατρός τόν ὁμοούσιον.

λοτόμος Δέσποινα γενοῦ, τήν ὑλομανοῦσαν μου, καί χερσωθεῖσαν καρδίαν καθαίρουσα, καί προρρίζους τίλλουσα καί ἐκτέμνουσα, καί πυρί θείῳ καίουσα, τάς ἀκανθηφόρους, καί θανατηφόρους ἁμαρτίας μου.

ᾨδὴ γ’. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ανϑρώπων σωτηρίας ἡ ζῶσα, πύλη, ὑπάνοιξόν μοι πύλας δικαιοσύνης, καί θύραν μετανοίας ὡς ἄν ἐν ταύταις, ἐξομολόγησιν καί ἐξαγόρευσιν, εἰσελθών προσάξαιμι τῷ Κυρίῳ μου.

Σφραγῖδι με σημείωσον καί τῷ τύπῳ, τῆς σκέπης σοῦ ψυχῆς μου ἐν τῷ μετώπῳ, ὡς ἄν ἀπό προσώπου φύγοιμι τόξου, τοῦ ὀλοθρεύοντος, μή ὡς ἀσήμαντον, Θεοτόκε πρόβατον.

Εἰκόνα τοῦ υἱοῦ σου τήν κεχωσμένην, δραχμήν βασιλικήν τήν ἀπολωλυῖαν, ζητήσασα, Παρθένε καί ἐφευροῦσα, τόν ἐπικείμενον χοῦν ἐν αὐτῇ τῶν παθῶν, καί τήν κόνιν τίναξον καί ἀπόσμιηξον.

ομφαίᾳ με τόν τρώσαντα ἁμαρτίας, ἀντίτρωσον ἐκχέασα τήν ῥομφαίαν, πλευράν τήν διατρήσασαν τοῦ υἱοῦ σου, Θεογεννήτρια, καί καταδίωξον, καί εἰς τέλος σύντριψον καί κατάσφαξον.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
ν θλίψεσι σέ πλουτοῦμεν Παρθένε παράκλησιν· ἐν λύπαις ἀνάψυξιν· ἐν πειρασμοῖς παραμύθιον, πρόμαχον καί σύμμαχον, καί σωτηρίαν ἑτοίμην καί ἀντίληψιν.

τέξασα θελητήν τού ἐλέους μή θέλοντα, ἁμαρτωλῶν θάνατον, τῇ μετανοίᾳ, ὅς μάλιστα, τούτου ἡδυνόμενον, πρός μετανοίας ὁδούς με χειραγώγησον.

ώμενος τῆς προμήτορος Εὔας τό σύντριμμα, ἐκ τῆς Θεομήτορος Κόρης ἡμῶν ἐπεδήμησας, Δέσποτα φιλάνθρωπε· δέ ἧς κάμε συντριβέντα λόγῳ ἴασαι.

Στενάζοντα, ἐν νυκτί καί ἡμέρᾳ ἑκάστοτε, καί θρήνοις κοπτόμενον, καί ῥαντιζόμενον δάκρυσιν, οἴκτειρόν με Δέσποινα, καί ἀοράτῳ ῥοπῇ σου παρακάλεσον.

ᾨδὴ ε’. Ὀ φωτισμός.
ποταμός, τῶν Θεοῦ χαρισμάτων τούς ὀφθαλμούς μου, ἔμπλησον δακρύων καί τῆς ψυχῆς μου, Θεοκυῆτορ τάς ἀνύδρους ἀρούρας, καί αὐχμώσας μέθυσον αὔλακας, ἵνα, πληθυνθῶσιν αὐτῆς τά γεννήματα.

ν ταῖς χερσί, σοῦ Παρθένε οἱ κλῆροι οἱ τῆς ψυχῆς μου· ῥῦσαι ἐκ χειρός μέ νῦν τῶν ἐχθρῶν μου· ἐπίφανόν τε σοῦ τό πρόσωπον Κόρη, Παναγίᾳ ἐπί τόν δοῦλον σου· σῶσον με τῷ θείῳ ἐλέει σου Δέσποινα.

νατολῆς, τῆς ἐξ ὕψους φανείσης ἐδείχθη πύλη· θρόνος ἐπηρμένος τοῦ βασιλέως οὐρανομήκης καί μετάρσιος κλῖμαξ· δί ἧς ἐπέβη Χριστός πανάχραντε, καί τοῖς ἀπωσμένοις βροτοῖς προσωμίλησεν.

ὑψηλός, καί περίβλεπτος θρόνος τοῦ βασιλέως, τῶν βασιλευόντων ἡ θεία, κλίνη ἡ θεοδόχος· ὁ πανάγιος οἶκος, τό ἀβέβηλον ἱλαστήριον· ἡ Θεογεννήτωρ Μαρίᾳ, ὑμνείσθω μοι.

ᾨδὴ ς’. Ἐν ἀβύσσῳ πταισμάτων.
Ψαλμικῶς εὐφημοῦντες βοῶμεν σοι· Χαῖρε τό πιώτατον ὅρος Χριστοῦ τοῦ Θεοῦ, ὅ κατοικεῖν ηὐδόκησε, δί ἡμῶν σωτηρίαν Θεόνυμφε.

Χαῖρε πύλη Θεοῦ ἀδιόδευτε· Χαῖρε τῆς ἀπάτης τήν κάμινον σβέσασα· Χαῖρε δί ἧς μοι δέδωκεν, ἡ φλογίνη ῥομφαία, τήν εἴσοδον.

μβροφόρε νεφέλη θεόδροσε, τήν κατεψυγμένην ψυχήν μου τῷ καύσωνι, τῆς ἁμαρτίας δρόσισον, καί χειμάρρῳ τρυφῇς αὐτήν πότισον.

υπαροί λογισμοί με μολύνουσι· φαῦλαι καί αἰσχραί ἐνθυμήσεις μιαίνουσι, τήν ταπεινήν καρδίαν μου, Παναγίᾳ Παρθένε βοήθει μοι.

Κάθισμα. 

Τά ἄνω ζητῶν.
Τῷ θείῳ φωτί τό σκότος τῆς καρδίας μου, μακράν ἀγαθῇ ἀπέλασον διδοῦσα μοι, ὀχετούς εἰς ἔκπλυνσιν τῶν κακῶν μου δι’ ὧν ἐλύπησα τόν ὑπεράγαθον Κύριον ἐν σοί γάρ μοι μόνῃ ἡ παράκλησις.

ᾨδὴ ζ’. Εἰκόνος χρυσῆς.
Τόν βίον ψυχή, ὡς πανήγυριν σαφῶς ἐπισταμένῃ, καλῶς ἐντεῦθεν πραγματεύθητι, ὡς ἄν κερδήσεις τά μέγιστα, τήν τῶν οὐρανῶν Βασιλείαν, καί τήν δόξαν τήν ἄρρητον, εἰ γάρ παρέλθῃ πρός μικρόν, ἄλλον οὐχ ἕξεις καιρόν.

δόν τῆς ζωῆς, ἡ τεκοῦσα τόν Χριστόν σύ με ὁδήγησον, ὁδόν εἰς εὐθεῖαν τήν ἀπάγουσαν εἰς Παραδείσου σκηνώματα, καί πρός τάς ἐκεῖ καταπαύσεις, τήν ὁδόν κατευθύνουσα, καί τῆς ψυχῆς μου ἀγαθῇ τά διαδήματα.

ός τήν ἰσχύν, ἁμαρτίας χαλεπῆς ἐκδαπανᾷ μου· ἀλλ᾽ ἐπινεύσει φιλευσπλάγχνῳ σου, τῇ σῇ παλάμη τῆς χάριτος, πρόφθασον ἀπάντλησον τοῦτον, ὡς τοῦ κόσμου τόν αἴροντα, τάς ἁμαρτίας ἐπί γῆς μόνη κυήσασα.

Υἱόν τοῦ Θεοῦ διά σπλάγχνα οἰκτιρμῶν υἱόν ἀνθρώπου, γεγεννημένον ἡ γεννήσασα, υἱόν φωτός καί ἡμέρας με, τόν νυκτός τε καί σκότους, ὑπεράμωμε ποίησον, καί οὐρανίου Πατρός ἄξιον δεῖξον υἱόν.

ᾨδὴ η’. Τόν ἐν καμίνῳ.
Χαλδαϊκήν πυρκαϊάν, καί πυρφόρον μοι παθῶν ἄσπετον φλόγα, ὁ Ναβουχοδονόσορ ὁ νοητός καί δεινήν, ἀνῆψε παφλάζουσαν κάμινον· ἥν τῶν πρεσβειῶν σου, δρόσῳ σβέσον Παρθένε.

Νοῦν κεκτημένος, ἐμπαθῆ, καί ἀτόποις λογισμοῖς κεκοινωμένον, ἐπί σέ καταφεύγω τό καθαρόν τοῦ Θεοῦ, εὐῶδες παλάτιον Δέσποινα, κάθαρόν με πάσης, γηίνης δυσωδίας.

Χριστοῦ σε βίβλον ἱεράν, ἐν τῷ Πνεύματι Θεοῦ ἐσφραγισμένην, ἐπιστάμενος Κόρη παγκάλων δυσωπῶ, τῇ βίβλῳ τῶν ζώντων ἐγγράψαι με, καί τῆς ἀνολέθρου ζωῆς καταξιῶσαι.

προστασίᾳ, τῶν πιστῶν, ἡ ἐλπίς καί χαρᾷ τῶν θλιβομένων, εἰς χαράν ἐμήν στρέψον τόν κοπετόν μοῦ ἁγνῇ· καί δός μοι ἀνθ’ ὧν νῦν οὐ βλέπω σε, τῷ αἰῶνι τούτῳ, βλέπειν σε ἐν ἐκείνῳ.

Αἰνοῦμεν εὐλογοῦμεν. ὁ Εἱρμός.
Τόν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισί συγκαταβάντα, καί τήν φλόγα εἰς δρόσον μεταβαλόντα, Θεόν ὑμνεῖτε.

ᾨδὴ θ’. Τόν ἐκ Θεοῦ Θεόν λόγον.
γιωτέρᾳ, Ἀγγέλων, Χερουβείμ ὑπερτέρᾳ, πυρίνων ἀνωτέρᾳ, Σεραφείμ,, καί νοερᾶς πάσης τάξεως, ὤφθης τιμιωτέρᾳ, καί δόξῃ ἀσυγκρίτῳ καί τιμή, ὑπερενδοξοτέρᾳ, Μαρίᾳ Κόρη Δέσποινα.

Νύμφη Θεοῦ Παναγία, θησαυρέ σωτηρίας, λιμήν τῶν ἐν πελάγει συμφορῶν, σκέπη ψυχῶν καί ἀντίληψις, σωτηρία, γενοῦ μοι, καί πλοῦτος καί πανεύδιος λιμήν, τήν ψυχήν μου ῥιγῶσαν, σκεπάζουσα, καί θάλπουσα.

ἀγεώργητος χώρα, γεωργόν ἡ τεκοῦσα, ἡ ἄρουρα τόν στάχυν τῆς ζωῆς, ἡ ἀνηρώτως βλαστήσασα, τῶν καλῶν ἀφθονίαν, καί πάντων εὐθηνίαν ἀγαθῶν, τῷ λιμῷ τετηκότα, διάθρεψόν με Δέσποινα.

Σοί τῇ τεκούσῃ τόν πάντων, ποιητήν καί σωτῆρα, ὅ πένης καί πτωχός καί ἐνδεής, τι προσαγάγω ἐπάξιον; ὁ,τιοῦν μέν οὐχ ἄλλο, διάπυρον δε πίστιν καί στοργήν, καί ἀγάπην γνησίαν, ἐν αἷς με σῶσον Δέσποινα.

Προσόμοια. 

Ὅτε ἐκ τοῦ ξύλου σε.
Χαίροις ὁ πανάγιος ναός· Χαῖρε Βασιλέως καθέδρᾳ· Χαῖρε πυρίμορφε, θρόνε τοῦ Παντάνακτος· Χαῖρε Ἀγγέλων χαρά. Τοῦ ᾿Αδάμ, χαῖρε ἔγερσις, τοῦ παραπεσόντος· Χαῖρε τό κατάκριμα, τῆς Εὔας λύσασα· Χαῖρε ὀρθοδόξων τό κλέος· τῶν ἁμαρτωλῶν ἡ προστάτις καί ἀδικουμένων ἡ βοήθεια.

Χαῖρε ἡ λαβίς ἡ ἡ μυστικῇ, ἦν περ Ἠσαΐας προεῖδεν, ἄνθρακα φέρουσα, ῥύπου ἐκκαθαίροντα, τήν κτίσιν ἅπασαν· Χαῖρε βάτε πυρίφλεκτε, καί μή καιομένῃ· Χαῖρε στῦλε πύρινε δί οὗ εἰσήχθημεν, πάντες εἰς κατάπαυσιν θείαν· Χαῖρε τοῦ ἐλέους ἡ θύρα, καί ἁμαρτανόντων ἡ συγχώρησις.

Χαῖρε ἡ πολύαστρος ἁγνῇ, σφαίρᾳ, οὐρανοῦ ἡ ἀστέρας, πλάνητας ἅπαντας, καί ἀπλανεῖς φέρουσα, καί ὑπερλάμπουσα· Χαῖρε κύκλε λαμπρότατε, δώδεκα ζῳδίων, δι’ οὗ μέσον ὥδευσε Χριστός ὁ ἥλιος, καί οἰκονομίαις ἐνσάρκου, ὑπέρ σωτηρίας ἀνθρώπων, πᾶσαν τήν περίοδον ἐπλήρωσεν.

Μόνῃ τόν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρα, ἐκυφόρησας, ἄνθρωπον γενόμενον δί ἀγαθότητα, Παναγία, θεόνυμφε· Διό δυσωπῶ σε. τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον· ὅπως τήν στενήν εὐθυπόρως, τρίβον διοδεύσας εἰς πλάτος, φθάσω τῆς ἐκεῖ Μακαριότητος.


Κυριακή 2 Απριλίου 2023

ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ Α΄ ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

 


ΘΕΟΤΟΚΑΡΙΟΝ 

 ΗΧΟΣ Α΄

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

Οὐ ἡ ἀκροστιχίς.
Θρήνων ἐμῶν δέχοιο, τόν πρῶτον Κόρη. Ναΐ.

ᾨδὴ ἀ’. ἦχος ἀ’. Σου ἡ τροπαιοῦχος.
Θρήνων ἀπαρχάς δεῦρο ψυχή, τῆ Θεοτόκῳ προσοίσωμεν σήμερον˙ αὕτη γάρ ἐρρύσατο, τῆς τοῦ Ἀδάμ κατάρας τό ἀνθρώπινον, καί τήν εὐλογίαν, καί χαρμονήν ἐδωρήσατο.

είθροις Ἰορδάνου τά ἐμά, περισωθέντα οὐδόλως ἰσχύουσι, δάκρυα ἐκνίψασθαι, τόν τῶν ἐμῶν ἁμαρτημάτων βόρβορον˙ ἀλλά σύ Παρθένε, τῷ σῶ ἐλέει με κάθαρον.

λιον γεννήσασα Χριστόν δικαιοσύνης Παρθένε τόν ἄδυτον, φώτισόν μου δέομαι, τά τῆς ψυχῆς ἠμαυρωμένα ὄμματα, ἡδονῶν ἀχλύϊ, καί ἁμαρτίας παχύτητι.

Νὁμούς τοῦ Δεσπότου παραβάς, πᾶσαν ἰδέαν κακίας ετέλεσα˙ καί νῦν ἐπιστρέφοντα, μή με παρίδῃς τόν ἀχρεῖον δοῦλον σου, Δέσποινα Μαρία, ἀλλά οἰκτείρασα σῶσον με.

ᾨδὴ γ’. Ὁ μόνος εἰδώς.
ς πάλαι τήν Εὐάν εὑρηκώς, ὁ ὄφις με ἠπάτησε, καί ἡδονῆς τῆ γεύσει ἐξέβαλε τοῦ παραδείσου τῆς θείας γνώσεως˙ ἡ Χριστόν κυήσασα, τόν Ἀδάμ τόν δεύτερον, πρός ζωήν ἐπανάγαγε Δέσποινα.

Νοσήσας τοῦ Κάϊν δυστυχῶς, Παρθένε τήν ἀπόνοιαν, ὡς ἀδελφόν τόν νοῦν μου ἀπέκτεινα, φιληδονίας ξίφει χρησάμενος, καί φθονήσας κάκιστα, τούτου τήν ἀνάβασιν, ἀλλά σύ ὡς φιλάνθρωπος σῶσον με.

θρήνησε πάλαι ὁ Ἀδάμ, Ἐδέμ ἀποικιζόμενος, Χερουβίμ τοῦ τήν εἴσοδον φράττοντος˙ πεσών ἐγώ δε τῆς θείας γνώσεως, θρηνῶν ἱκετεύω σε, σύν ἁγίοις πρέσβευε, Θεομῆτορ παθών λυτρωθῆναι με.

Μελέτη θανάτου ὦ ψυχή, ἀθλία προηγείσθω σου, ἐν ταῖς τοῦ βίου πράξεσι πάντοτε, καί θρῆνον λαβέ, καί πένθος σύστησον, ἔχουσα μεσίτριαν, τήν ἁγνήν καί ἄμωμον, πρός Χριστόν τόν ἐκ ταύτης βλαστήσαντα.

ᾨδὴ δ’’. Ὄρος σε τῆ χάριτι.
τῶν σῶν θαυμάτων ἀπειρόγαμε Δέσποινα! Ὅτι μεσίτρια βροτῶν, ἁμαρτωλῶν πρός τόν ἐκ σου τεχθέντα γεγένησαι˙ διό κάμε ὑπέρ βροτούς αμαρτήσαντα, καταλλαγῆναι αὑτῷ ἐκδυσώπησον.

Νέκρωσον Παρθένε τῆς σαρκός μου τό φρόνημα, καί τῶν παθών τά προσβολάς καί τῶν δαιμόνων τάς βουλάς, ἀπράκτους ἀπέργασαι, καί τῆς ζωῆς τρίβους βαίνειν ὁδήγησον, ἡ τήν ζωήν τῶν ἁπάντων κυήσασα.

Δάκρυσι καθάραι μολυσμούς τῆς καρδίας μου, ταῖς προστασίαις τῶν σεπτῶν Ἀγγέλων ποίησον ἁγνή, ψυχῆς τε τήν ζόφωσιν καί τοῦ νόος τάς ἐκτροπάς ἀνακάλεσαι, καί ἀπαθείας πρός τρίβον ὁδήγησον.

ννοιαν αἰσχίστοις λογισμοῖς κατεμόλυνα, καί τήν ψυχήν ταῖς ἡδοναῖς, τούς ἐπί Νῶε ὑπερβάς, αἰσχροῖς ατοπήμασι˙ δι’ ὁ βοῶ Θεοκυήτορ με οἴκτειρον, κατακλυσμοῦ νοητοῦ διασῴζουσα.

ᾨδὴ ἕ’. Ὁ φωτίσας τῆ ἐλλάμψει.
Χαλεπής με ἐκ φλογός τῆς γεέννης ἐξάρπασον, ἡ τεκοῦσα τῆς Θεότητος πῦρ τό ἀπρόσιτον, καθ’ ἡμᾶς γενόμενον, Θεανδρική τῆ ὑποστάσει, Θεοκυήτορ πανάμωμε.

ὗ πτοοῦμαι τάς μελλούσας κολάσεις ὁ ἄθλιος, οὐ τό σκότος, οὐ βρυγμόν τῶν ὀδόντων καί σκώληκα, οὐ τό πῦρ τό άσβεστον˙ δι’ ὁ αἰτοῦμαι σε Παρθένε, τούτων με πάντων εκλύτρωσαι.

Ίασαί μου τῆς ψυχῆς τά ἀλγήματα Πάναγνε, ἡ τεκοῦσα τόν τάς νόσους ἡμῶν ἰασάμενον, τοῖς αὑτοῦ παθήμασι, τοῖς σωτηρίοις καί πανσέπτοις, ἶνα πιστῶς μεγαλύνω σε.

υχ ὡς Λάμεχ νεανίσκον καί ἄνδρα ἀπέκτεινα, Θεομῆτορ, ἀλλά νοῦν καί τόν λόγον τοῖς πταίσμασι˙ μή οὑν ἡ ἐκδίκησις, ταμιευθήτω μου τῆ κρίσει, ἀλλά ἐνταῦθα με κάθαρον.

ᾨδὴ ς’. Ἐκύκλωσεν ἡμᾶς.
Τὁ σῶμα κατεμόλυνα ταῖς πράξεσι˙ τόν νοῦν ταῖς ενθυμήσεσι˙ τάς αἰσθήσεις τῆ ἀφῇ τῶν ηδονών˙ τούτων μοι τήν ἴασιν χορήγησον, τοῖς σταλαγμοῖς ἐμῶν δακρύων˙ Θεοχαρίτωτε.

χρόνος τῆς ζωῆς μου δεδαπάνηται ἐν ὕπνῳ καί ἀνέσεσι, καί τρυφή καί ῥεμβασμοῖς τῶν λογισμών˙ νῦν οὑν κἀν ἐν γήρα με σωφρόνισον Μῆτερ Θεοῦ, καί πρός μετάνοιαν χειραγώγησον.

Νοήσας τῶν πρό νόμου τήν ἀπόνοιαν, ἀφρόνως ἐπεχείρησα, ὡς πυργώματα τάς πράξεις τάς αἰσχράς, ἄλλην ἐπί ἄλλη συναρμόσασθαι. Σύ οὑν ἁγνή τῷ θείω με συνέτισον Πνεύματι.

Παγίδα μοι κεκρύφασι Πανύμνητε, οἱ ὄντως υπερήφανοι˙ καί σχοινίοις τῶν ἐμῶν ἁμαρτιῶν, βρόχους τοῖς ποσί μου διετείναντο, οὕς ἀγαθή, ὡς αραχνίους μίτους διάλυσον.

Κάθισμα. 

Ἦχος ἀ’. Χορός Ἀγγελικός.
λπίς Χριστιανῶν, ἀψευδής καί βεβαία˙ ἐλέους χορηγέ, καί πηγή συμπαθείας, ἡ κλείς ἡ διανοίγουσα, τοῦ Θεοῦ τήν χρηστότητα, πᾶσιν ἄνοιξον, τῆς εὐσπλαγχνίας τήν πύλην˙ πᾶσι δώρησαι, τοῦ τῆς τρυφῆς Παραδείσου, τήν εἴσοδον Δέσποινα.

ᾨδὴ ζ’. Σε νοητήν.
ἧξον ἁγνή δεσμούς τῆς καρδίας μου, λήθην καί ἄγνοιαν δεινήν, καί τήν πώρωσιν τῆς ψυχῆς, καί ηλιθιότητα˙ δι’ ὤν συνδεσμούμενος˙ ὁ νοῦς μου τρέχειν οὐ δύναται, πρός πλατυσμόν θεωρίας, καί ὕψος θείας γνώσεως.

τῶν ἐμῶν παθών καί κινήσεων! Ποῖον αἶσχος αἰσχροποιόν, οὑκ ἀφρόνως πέπραχα; Ποῖον οὑκ ἐτέλεσα, ἡδυπαθείας ἁμάρτημα; Σύ οὑν ἁγνή κἀν ἐν γήρα μετάνοιαν μοι δώρησαι.

Τἤν ἐν ἐμοί ῥαθυμίαν Δέσποινα, καί νυσταγμόν τόν χαλεπόν, ταῖς ἀγρύπνοις σου πρός Θεόν, δέομαι δεήσεσιν, ἄχραντε ἀπέλασον, καί μελῳδοῦντα με οίκτειρον˙ ὁ αἰνετός τῶν Πατέρων Θεός καί ὑπερένδοξος.

ίμοι ψυχή! Πώς ἀπηναισχύντησας, ὑπέρ τόν Χαμ τόν ἀναιδῆ! Οὑκ ἐκάλυψας τήν αἰδώ, τοῦ σοι πλησιάζοντος, φύσει τε καί χάριτι ἀλλ’ ἀπανθρώπως εφαύλισας˙ νῦν οὑν θερμῶς πρός τήν εὔσπλαγχνον κόρη μετανόησον.

ᾨδὴ ἡ’. Ἐν καμίνῳ παῖδες.
Νεκρωθείσα τάλαινα ψυχή, δεινῶς τῆ ἀμελείᾳ, ἐγέρθητι ὡς ἐξ ὕπνου, καί μεσίτριαν ποιοῦ τήν μόνην ἀπείρανδρον Θεοτόκον˙ ὅπως σε τρόποις ζωώση μετανοίας, καί τῆς ἀπαθείας καθυποδείξη τρίβους.

Κοίμισόν μου δή τάς ἐμπαθεῖς ὀρέξεις, παθών τε τῶν ψυχοφθόρων τά ἰνδάλματα ἁγνή, εἰς τέλος ἐξάλειψον Θεομήτορ˙ ἶνα δοξάζω ἀεί καί εὐλογῶ σε, τήν μόνην αἰτίαν τῆς πάντων σωτηρίας.

λοτρόπως πᾶσαν ἡδονήν, ἐτέλεσα ἀφρόνως, καί πάσας μου τάς αἰσθήσεις κατεμόλυνα αισχρώς˙ πρός σε τήν ἀμόλυντον καταφεύγω, Δέσποινα πάντων ἁμαρτωλῶν προστάτις, ῥῦσαι τοῦ πυρός με, καί σκότους αἰωνίου.

αντισμώ δακρύων μου ἁγνή, ἀπόπλυνον τά ἕλκη, καί τραύματα τῆς ψυχῆς μου ἡ τεκοῦσα τόν Χριστόν, τόν λεπρούς ἰώμενον καί αἱμόρρους, ὅπως ἀκούσω φωνῆς τῆς ποθουμένης˙ σῴζου τῆ σή πίστει, πορεύου εἰς εἰρήνην.

Ὁ Εἱρμός.
ν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ απέστιλβον λέγοντες˙ εὐλογεῖτε πάντα τά ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

ᾨδὴ θ’. Τύπον τῆς ἁγνῆς.
δή πρός τῷ τέλει γέγονα, τῶν χρονικῶν μου κόρη φεῦ μοι υπάρξεων˙ καί βαρούμενος ταῖς ἁμαρτίαις ἀπέρχομαι, εἰς ἀπείρους αἰῶνας κολάζεσθαι˙ ἡ τόν Κριτήν τεκοῦσα, τοῦτον ιλέωσαί μοι Δέσποινα.

Νὁμούς τοῦ Θεοῦ ἠθέτησα, καί ἁμαρτίας νόμῳ αὑτόν ἐδούλωσα, νόμῳ τοῦ νόος, οὐχ ὑποκύψας ὁ ἄθλιος, ἡ τούς νόμους λαθοῦσα τῆς φύσεως, ἐν τῷ σεπτῷ σου τόκῳ, νόμους σαρκός μου καθυπόταξον.

ρον τό βαρύ φορτίον μου, τῶν ἐγκλημάτων Θεοτόκε πανάμωμε˙ καί τόν ἐλαφρόν, ἁγνή ζυγόν καταξίωσον, τοῦ Υἱοῦ καί Θεοῦ σου βαστάζειν με, καί τρίβον διοδεύειν, τήν πρός τήν ἄνω λῆξιν ἄγουσαν.

Ίνᾷ τόν βυθόν τόν ἄπειρον, τῶν οἰκτιρμῶν ἐνδείξῃς τῆς σής χρηστότητος καί τήν εὐσπλαγχνίαν, τοῦ Υἱοῦ σου Πανύμνητε, ὑπέρ πάντας κάμε αμαρτήσαντα, συγχώρησιν μοι δίδου, καί παραδείσου τήν κατοίκησιν.

Προσόμοια. 

Ἦχος ἀ’. Πανεύφημοι μάρτυρες.
Χαἶρε καθαρώτατον Θεοῦ, ἔμψυχον παλάτιον καί φωτοφόρον Πανύμνητε, χαῖρε ἀπείρανδρε, χαῖρε θεία σκέπη, χαῖρε τεῖχος ἄρρηκτον, χαῖρε Θεόν αρρήτως κυήσασα, χαῖρε ἀνόρθωσις, τοῦ Ἀδάμ καί Εὔας λύτρωσις, χαῖρε πάντων πιστῶν τό κραταίωμα.

Χαἶρε θρόνε πύρινε Θεού˙ ῥόδον τό ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, καί κρίνον εὔοσμον, χαῖρε Παναγία, δι’ ἦς ἐλυτρώθημεν, τῆς πρώην ἀποφάσεως Δέσποινα, χαῖρε πανθαύμαστε, οἰκουμένης ἀγαλλίαμα, χαῖρε πάντων ὀρθοδόξων καύχημα.

Χαἶρε ὁ λειμών ὁ εὐθαλής, καί εὐώδης ἄχραντε, χαῖρε κυπρίζουσα ἄμπελε, χαῖρε κατάκαρπε, ἐλαία Παρθένε, χαῖρε ἡ μυρίπνοος, Θεοῦ φυταλιά, χαῖρε σύνδενδρον, καί ευσκιόφυλλον όρος˙ χαῖρε ἀειπάρθενε, τῶν χαρίτων ὁ κῆπος ὁ εὔχαρις.

Χἀράς τήν καρδίαν μου ἁγνή, πλήρωσον ὡς εύσπλαγχνος˙ καί τῶν δακρύων ἀπάλλαξον, χαράν ὡς τέξασα, μόνη Θεομήτορ˙ καί δεινῶν ἐκ πάντων με, ἐξάγαγε τόν δοῦλον σου δέομαι˙ ἶνα δοξάζω σε, ἶνα πόθῳ μεγαλύνω σε, τήν τῶν ὄντων πάντων ὑπερέχουσαν.


Κυριακή 19 Μαρτίου 2023

ΘΕΟΤΟΚΑΡΙΟΝ ΗΧΟΣ ΒΑΡΥΣ ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

 

 ΘΕΟΤΟΚΑΡΙΟΝ

ΗΧΟΣ ΒΑΡΥΣ

  

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

Οὐ ἤ ἆκρὁστιχίς.
Τόν ἕβδομον θρῆνον δέ πῶς παραδράμω;

ᾨδή ἆ’. Ἠχός βαρύς, Νεύσει σου.
Τρέμω τήν καταδίκην, τῆς ἀποφάσεως Κόρη· πρό δίκης τά ἔργα γάρ, πικρῶς κατηγοροῦσι μου• ὅθεν πρίν λάβω τήν πεῖραν, τῆς ἀποκειμένης ἐξετάσεως σῶσον με.

Ὅλην αποκενώσας ὁ δυσμενής τήν φαρέτραν, αὑτοῦ τῆς κακίας με, τοῖς βέλεσι κατέτρωσεν ὅθεν μή στεγῶν τούς πόνους, σοί τῇ σωτηρίᾳ, προσφεύγω Θεόνυμφε.

Νέον βρέφος ώράθη, ὁ τῶν Ἀδάμ πλαστουργήσας, ἐκ σου Παναμώμητε, παλαιωθεῖσαν πταίσμασι, πᾶσαν τήν φύσιν καινῖσαι, καί πρός τήν ἀρχαίαν καταστήσαι λαμπρότητα.

Ἔγειρον με πεσόντα, τῶν συμφορῶν ἐν τῷ βάθει, Μαρία Πανάχραντε, καί νοσῶ κατακείμενον, ταχέως ἀνάστησον μόνη, καταπονουμένων ἑτοίμη βοήθεια.

ᾨδή γ’. Ὁ κατ’ ἀρχάς.
Βεβαρυμένος τῷ δεινῷ, τῆς ἁμαρτίας φορτίῳ, ὥς ἤ πρίν συγκύπτουσα χαμαί• καγώ σοι προσπίπτω Παναμώμητε• ὡς οὖν ἐκείνην ὅ υἱός, ὅ σός δεσμῶν τῶν χρονίων, οὕτω σύ με λῦσον τῶν πταισμάτων μου.

Δάκρυα τῆξις στεναγμός, τῆς μετανοίας τά ἄνθη, ἔν έμοί καρπόν ἀειθαλῆ, οὐδόλως Παρθένε ἐπεδείξαντο· ἀλλ’ ἀπογνώσεως ποθέν, λαῖλαψ σφοδρᾷ ἐμπεσούσα, ταύτᾳ κατεμάρανε Θεόνυμφε.

Ὀ Ιωσήφ κεκρατηκώς, τῆς ἀκολάστου Δεσποίνης, τῶν ἀθέσμων πάλαι ἡδονῶν, λαμπρός βασιλεύς Αἰγύπτου γέγονεν· ἐγώ δέ σώματος πολλοῖς, πάθεσιν εἴξας ἀφρόνως, ὑπό ἁμαρτίας βασιλεύομαι.

Μή διαλίπῃς ἀγαθή, ὑπέρ τοῦ Κόσμου πρεσβεύειν, τοῦ ῥυσθῆναι πάσης ἀπειλῆς, καί τῆς ἐνεστώσης νῦν κακώσεως, καί συνοχῆς βαρβαρικῆς, καί προνομῆς καί δουλείας, καί δεινῶν παντοίων τούς τιμῶντας σε.

ᾨδή δ’. Ὁ πατρικούς κόλπους.
Ὁμοιωθείς ἄνθρωπος ἡμῖν, Παρθενομῆτορ ὅ Πατρός ἀχώριστος, τήν εὐτέλειαν ἠγάπησεν· ὄν ἡμᾶς μιμήσασθαι, δυσωπεῖν μή παύσῃ Πανύμνητε.

Νόμους διδούς νέους ἐπί γῆς, ὁ Ποιητής μακαρισμῶν ἀπήρξατο· οἱ πτωχοί λέγων μακάριοι· ὀΐ πενθοῦντες ἄχραντε· οὕς ἡμᾶς πληροῦν καθικέτευε.

Θεόν βροτοΐς τέξασα Ἁγνή, σεσαρκωμένον ἐξ ἁγνῶν αἱμάτων σου· αύτόν οὖν ἱκέτευε, τῶν παθών ῥυσθῆναι με, καί πταισμάτων καί πάσης θλίψεως.

Ῥῦσαι ἡμᾶς πάσης ἀπειλῆς, Θεογεννῆτορ καί δεινῆς κολάσεως, καί πυρός αἰωνίζοντος· ἆ τοῖς παραβαίνουσι, τούς Χριστοῦ νόμους ἡτοίμασται.

ᾨδή δ’. Κύριε ὁ Θεός μου.
Ἤκουσα τοῦ Προφήτου, καθ’ ἑκάστην λέγοντος νύκτα λούσω, τήν στρωμνήν τοῖς δάκρυσι, καί ἐξέστην Πάναγνε· διά τοῦτο πίστει σοι κράζω· δίδου μοι δακρύων ὀχετούς τοῦ σῴζεσθαι.

Νοῦν καί ψυχήν καί σῶμα, νεκρωθέντα Κόρη τῇ ἁμαρτίᾳ, ἀνάστησον δέομαι· τόν νοῦν εἰς μετάνοιαν εἰς ἀξίους κόπους τό σῶμα, ΐνα εὐφρανθείς μεγαλύνω σε.

Ὃμβρησον μοι ῥανίδα, συμπαθείας Κόρη Θεοκυήτορ, καί τάς ἁμαρτίας μου, τάς πολλάς έξάλειψον, τῶν πληγῶν οὐλάς τε καί τύπους, εἰς τέλος αὑτῶν ἀφανίσασα.

Νάουσιν ἀκαθάρτων, λογισμῶν οἵ χείμαρροι Θεομῆτορ, ἐκ τῆς παναθλίας μου, καρδίας καί πέμπουσι, τῷ νοητικώ δυσωδίαν· ἄλλα τούτους ξήρανον δέομαι.

ᾨδή ς’. Ναυτιῶντα σάλω.
Δοῦλος ἁμαρτίας, ἕξ αὐτεξουσίου μου γνώμης, ἀθλίως γεγένημαι Θεοτόκε· ἄλλα πρός σε τήν κυρίως Κυρίαν μου, αἴρων νοητώς ψυχῆς τάς κόρας, ῥῦσαι τῆς δουλείας τῶν παθών με δέομαι.

Ἔσβεσα τόν λύχνον, καί τήν τῆς ἁγνείας λαμπάδα, τοῖς ἔργοις τοῦ σκότους καί ἀσελγείας· ἀλλ’ ὑποστρέψας πρός σέ τήν ‘Ὑπέραγνον, δέομαι τοῖς δάκρυσι μου πάλιν, καί τοῖς στεναγμοῖς αύτήν ύπάναψον.

Ποταμός χαρίτων, καί φωτός ἀΰλου δοχεῖον, ὑπάρχουσα Δέσποινα Θεοτόκε, τάς τοῦ νόος μου κινήσεις χαρίτωσον· καί τῆς ζοφεράς ἰλύος κόσμου, ἐκλυτρωσαμένη, φώτισον καί λάμπρυνον.

Ὧ τοῦ ξένου τρόπου! πώς διά σαρκός ἀχρειοῦται, τό θεῖον εἰκόνισμα τοῦ Δεσπότου! καί διά ταύτης σύν πόνω λαμπρύνεται! τοῦτο τό μυστήριον Παρθένε, τοῦ ἐκ σοῦ τεχθέντος, δωρεᾷ γεγένηται.

Κάθισμα. Ὁ δί ἐμέ ἀνασχόμενος.
Τόν Πανοικτίρμονα Κύριον, ὑπέρ ἡμῶν έκδυσώπησον, ῥύσασθαι τάς ψυχάς ἡμῶν, ἐκ πάσης παγίδος τοῦ ὅφἐῷς.

ᾨδή ζ’. Κάμινον παῖδες.
Σῶσαι τόν κόσμον, ἐκ σου ὁ Δεσπότης, δί οἰκτιρμόν παραγέγονε• Θεοκυήτορ, διό ἱκετεύουσα, μή ἐλλιπής πάντοτε, ὑπέρ πάντων ἡμῶν τῶν ὑμνούντων σε.

Πρᾶξις ἀρίστη ἐνάρετος πέλει, ἡ κεκρυμμένη καί ἄγνωστος· ἤν καί Θεός ἀοράτως προσέχεται, ταύτης με άξίωσον, κοινωνόν χρηματίσαι Παντευλόγητε.

Ἁμαρτιῶν μου τό βάρος Παρθένε, καί τό φορτίον ἐλαφρῦνον ὡς ἀγαθή τῷ υίώ σου κραυγάζοντα· ὅ ὑπερυψούμενος, τῶν Πατέρων Θεός καί ὑπερένδοξος.

Ῥώνυται πᾶσα ψυχή τῇ νηστείᾳ, καί τῷ ἐλαίω πιαίνεται· καί τοῖς δακρύοις Ἁγνῇ καταρδεύεται· διό ἱκετεύω σε, δί αὑτῶν τήν ψυχήν μου καταφαίδρυνον.

ᾨδή ἡ’. Ἄφλεκτος πυρί.
Ἄμεμπτος οὐδείς, τῶν ἀνθρώπων Θεοτόκε, κἄν ἄρα τούτου πέφυκεν, ἡμέρα μία ἐν τῷ βίω ζωή· ἐγώ δέ γεγηρακώς, ἔν ἁμαρτίαις οὐδαμῶς, μεμίσηκα πᾶσαν κακίαν διό οικτείρησόν με, καί τῇ μετανοίᾳ, σωφρόνισον καί σῶσον.

Δάκρυα μοι δός, κατανύξεως Παρθένε, ὥσπερ χρυσοῦν ἡλάριον, ἔν τῇ ἄθλια μου βαλοῦσα ψυχή• ἤν ἔχω διηνεκῶς, μνήμην καί πόνον τῶν κακῶν· λόγων καί πράξεων· σύ γάρ ὑπάρχεις, λιμήν χειμαζομένων, καί ἀπηλπισμένων, ἐλπίς καί προστασίᾳ.

Ῥῦσαι ἕξ ἐχθρῶν, ὁρατῶν καί ἀοράτων, ἐμέ τόν ταλαίπωρον, καί πανάθλιον οἰκέτην σου Ἁγνῇ, κινδύνων καί συμφορῶν, καί πειρασμῶν παντοδαπῶν, καί νόσων ψάλλοντα· πάντα τά ἔργα τόν Κύριον ὑμνεῖτε• καί καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἄβυσσον παθών, τῶν έμών Θεοκυήτορ, πώς ξηρανεῖ μετάνοια; εΐ μή βληθῇ μοι καί τό πῦρ νοερῶς, ὁ βάλλειν οἵδε Χριστός, ὁ σός υἱός ἐν ταῖς ψυχαῖς πάντοτε, τοῦτον δυσώπει, μερίδος ἀξιώσαι, τῆς τῶν σῳζομένων τήν ταπεινήν ψυχήν μου.

Ὁ Εἱρμός.
Ἄφλεκτος πυρί, ἔν Σινά προσομιλούσα, βάτος Θεόν ἐγνώρισε, τῷ βραδυγλώσσω καί δυσήχῳ Μώσῃ• καί παῖδας ζῆλος Θεοῦ, τρεῖς άναλώτους τῷ πυρί, ύμνωδοΰς ἔδειξε• πάντα τά ἔργα τόν Κύριον ὑμνεῖτε, καί καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Μή τῆς φθορᾶς.
Μή τῆς εἰκόνος φυλάξας αδιαλώβητον, ὁ πάσης άνάπλεως γεγέννημαι κακίας· ἤ μόνη διά λόγου, τόν Κτίστην δεξαμένη καί τεκούσα άφθόρως σῶσον με.

Ὧ συμβουλίας ἐχθίστης! ὧ παραινέσεως, τοῦ δυσμενοῦς ἤν ὑπέστην Θεογεννήτρια! ὧ τῶν ἀμέτρων μου κακῶν! δί ὤν ἐπείσθην, ἀφρόνως καί ὑπήχθην, σαρκός φιληδονίαις, καί κατήντησα εἰς ἀπώλειαν.

Ὧ ποιός φόβος καί τρόμος Ἁγνή γενήσεται, ὅταν ὁ Κτίστης καθίσῃ κρίναι τά σύμπαντα! ᾤω πως κατίδω μου, τάς πράξεις τάς ἀτόπους, πικρῶς κατηγορούσας, ἀθλίως τῆς ψυχῆς μου! πρίν οὖν φθάσῃ τό τέλος σῶσον με.

Ὥσπερ ἐξ ὕπνου καί μέθης πολλῆς, άνάνηψον, τῆς ἀμελείας ψυχή μου καί ῥαθυμίας μου καί τήν νωθρότητα, αποσκευασαμένη, καί πάντα βαρύν ὄκνον, ἀποτιναξαμένῃ, κἄν ὀψέ γοῦν σαυτήν βελτίωσον.

Προσόμοια. Σήμερον γρηγορεῖ.
Χαῖρε οὐρανέ περικοσμίου, χώρου άγνή τιμιώτερε, φαιδραῖς λαμπηδόσιν, ἀρετῶν Παρθένε, καί Θείων χαρίτων, κατάστερος πέλων ἕξ οὐ δικαιοσύνης· ἡμῖν ἀνέτειλεν ἥλιος, καί ἡμέραν ἄδυτον, φωτί ἀπειργάσατο, εἵς σωτηρίαν πάντων, τῶν ἀνθρώπων Θεοχαρίτωτε.

Χαῖρε Μήτηρ ἄνανδρε σύ μόνη, ἡ ἐν μητράσιν ἁγνεύουσα, καί τά τῶν μητέρων, κατά τάς παρθένους, ἔχουσα καί φύσιν• τό θαυμάτων πάντων, καινότατον θαῦμα· Χαῖρε Παρθένε μόνη ἄφθορε, ἡ ἔν παρθένοις τοκεύουσα, καί τά παρθένων φέρουσα, κατά μητέρας, τό περάτων πάντων, φρικωδέστατον λάλημα.

Χαῖρε στακτή ἤ ευωδέστατη· Χαῖρε κιννάμωμον τίμιον· θυμίαμα χαῖρε, τό ἐκ Παραδείσου, νοητοῦ Παρθένε, ἀεί ἀποστάζον· Χαῖρε θεία νάρδος, ἡ ἐκ βαλσαμουργίας σου, μυριπνόου τέξασα, μύρον μυριότιμον, Χριστόν ἀφ’ οὐ κέχρισται, τό βασίλειον Ἱεράτευμα.

Κλῖνον μοι τό φιλάγαθον οὕς σου, δεομένω Πανάμωμε· καί μή ἀπορρίψῃς, τοῦ σοῦ με προσώπου, μηδέ πόρρω πέμψῃς, τῆς σής βοηθείας· δόλῳ γάρ ὁ δόλιος σπουδάζει ἀπολέσαι με, παραλόγοις πάθεσι, κινῶν τήν καρδίαν μου· σύ δε με συντήρησον ὅλον τῆς αὑτοῦ βλάβης ἀμέτοχον.

Δημοφιλείς αναρτήσεις