Τίς γενόμην; τίς δ’ εἰμί; τί δ’ ἔσσομαι οὐ μετὰ δηρόν;
Πῆ δὲ φέρων στήσεις πλάσμα μέγ’, Ἀθάνατε,
Εἴ τι μέγ’, ὡς μὲν ἔγω γε ὀΐομαι, οὐδὲν ἐόντες,
Ὀφρὺν μαψιδίως τείνομεν ἡμέριοι.
Εἰ τόδε μοῦνον ἔοιμεν, ὅσον πλεόνεσσι πέφανται,
Ζωῆς δ’ ὀλλυμένης, μηδὲν ἔχοιμι πλέον.
Πόρτις μὲν διάλυξεν ἑὸν κευθμῶνα τεκούσης,
Καὶ σκαίρει, γλυκερόν τ’ οὖθαρ ἀνακραδάει.
Καὶ τριετὴς ζυγὸν ἦρε, καὶ εἴρυσεν ἄχθος ἀπήνης,
Αὐχένα δ’ αὐχενίῳ κάρτεϊ μίξε μέγαν.
Νεβρὸς δ’ αἰολόδερμος, ἐπὴν διὰ γαστρὸς ὀλισθῇ,
Αὐτίκα μητρὸς ἑῆς πὰρ ποδὶ θῆκε πόδα,
Φεύγει δ’ ὠμοβόρους τε κύνας, καὶ ἵππον ἐλαφρὸν,
Καὶ λόχμης πυκινῆς κεύθεται ἐν λαγόσιν.
Ἄρκτοι δ’, οὐλομένων τε συῶν γένος, ἠδὲ λέοντες,
Τίγρις τ’ ἠνεμόεις, παρδαλίων τε μένος,
Αὐτίκα φρίξεν ἔθειραν ἐπήν κε σίδηρον ἴδηται,
Φρίξεν, καὶ κρατεροὺς ἆλτ’ ἐπὶ θηρολέτας.
Ἄρτι δέ τ’ ἄπτερος ὄρνις, ἐΰπτερος οὐ μετὰ δηρὸν,
Ἠέρα δινεύει πολλὸν ὕπερθε δόμου.
Ξουθὴ δ’ αὖτε μέλισσα λίπε σπέος, οἶκον ἔτευξεν
Ἀντίθετον, γλυκεροῦ πλῆσε γόνοιο δόμον.
Πάντα δέ τ’ εἴαρός ἐστιν ἑνὸς πόνος, αὐτομάτη δὲ
Πᾶσι τροφὴ, γαίης δαῖτα χαριζομένης.
Οὐ πόντον τέμνουσιν ἀπηνέα, οὐκ ἀρόουσιν,
Οὐ ταμίαι κείνοις, οὐδὲ κυπελλοφόροι.
Καὶ πτερὸν ὄρνιν ἔθρεψε ταχὺν, καὶ ἄγκεα θῆρα,
Βαιὰ πονησαμένους, φροντὶς ἐπηματίη.
Λὶς δὲ μέγας καὶ θῆρα τὸν ἔκτανεν, ὥσπερ ἄκουσα,
Λάψας, δαιτὸς ἑῆς λείψαν’ ἀποστυγέει.
Ἄλλοτε μὲν δαίσαθ’ ἑτερήμερος, ἄλλοτε δ’ αὖτε
Λάψε ποτὸν, βριαρῶς γαστέρι μέτρα φέρων.
Τοσσάτιον κείνοισιν ἀμοχθότερος βίος ἐστί·
Πέτρη καὶ κλαδεὼν, οἶκος ἀεὶ σχέδιος
Ἀρτεμέες, κρατεροὶ, περικαλλέες· ἢν δὲ δαμάσσῃ
Νοῦσος, ἀπενθεῖς ἄλκιμον ἆσθμα λίπον.
Οὐ γοεροῖς μελέεσσι περισταδὸν, ἄλλοθεν ἄλλος,
Μύροντ’, οὐδὲ φίλοι κέρσαν ἄπο πλοκάμους.
Εἴπω μείζονα μῦθον· ἀταρβέες ἐνθάδ’ ὄλοντο,
Οὐδὲν ὑποτρομέει θὴρ κακὸν, εὖτε θάνῃ.
Ἄθρει καὶ μερόπων δειλὸν γένος, ὥς κε τόδ’ εἴπῃς,
Ἦ ῥ’ ἐτεὸν μερόπων οὐδὲν ἀκιδνότερον.
Ῥοιῆς μὲν γόνος εἰμὶ, μόγῳ δέ με γείνατο μήτηρ.
Ἐθρέφθην πολλοῖς καὶ στυγεροῖς καμάτοις.
Ἀγκὰς ἔχεν μήτηρ με, γλυκὺν πόνον· αὐτὰρ ἔπειτα
Γαῖαν ἐπεξεόμην, ἄλγεσι τειρόμενος.
Ἔνθεν ἔβην τετράκωλος ἐπ’ οὔδεος. Ἔνθεν ἀέρθην
Ἴθμασιν ἐν τρομεροῖς, κλεπτόμενος παλάμαις.
Ἔνθεν νοῦν ὑπέλαμπον ἀναυδέος ἴχνεσι φωνῆς.
Ἔνθεν δ’ αὖ μύθων δάκρυσ’ ὑφ’ ἡγεμόσιν.
Εἰκοσέτης συνάγειρα μένος, καὶ πήμασι πολλοῖς
Πρόσθεν ὑπηντίασα, ὥς τις ἀεθλοφόρος.
Ἄλλα μὲν ἔστιν ἐμοί γε· τὰ δ’ ᾤχετο, τοῖς δὲ μογήσεις,
Εὖ τόδ’, ἐμὴ ψυχὴ, ἴσθι, περῶσα βίον,
Ὁλκὸν ἀπιστότατον, ῥόον ἄγριον, οἶδμα θαλάσσης,
Τῇ καὶ τῇ πυκινοῖς πνεύμασι βρασσόμενον.
Πολλὰ μὲν ἀφραδίῃσι τινάσσομαι· ἄλλα δὲ δαίμων
Ζωῆς ἡμετέρης ἤγαγεν ἀντίπαλος.
Εἰ γάρ κεν ὅσα τερπνὰ καὶ ὁππόσα λυγρὰ βίοιο
Ἀντιταλαντεύοις, μέσσα τάλαντ’ ἐρύων,
Πολλόν κεν βρίθουσα κακῶν ἐπὶ γαῖαν ἴκοιτο
Πλάστιγξ, ἡ δ’ ἀγαθῶν, ἔμπαλιν ὕψι θέοι.
Δῆρις, πόντος, ἄρουρα, μόγος, ληΐστορες ἄνδρες,
Κτῆσις, δασμογράφοι, πράκτορες, εὐρυβόαι,
Ῥητῆρες, βίβλοι τε, δικασπόλοι, ἀρχὸς ἀλιτρὸς,
Πάντα τάδ’ ἐστὶ βίου παίγνια λευγαλέου.
Δέρκεο καὶ ὅσα τερπνά· κόρος, βάρος, ᾆσμα, γέλωτες,
Τύμβος ἀεὶ πλήρης μυδαλέων νεκύων,
Ἕδνα, γάμος, γάμος ἄλλος, ἐπὴν ὁ πρόσθεν ὄληται,
Μοιχοὶ, μοιχολέται, παῖδες ὕποπτον ἄχος,
Κάλλος φίλτρον ἄπιστον, ἀτάρβητον κακὸν αἶσχος,
Φροντίδες εὐτεκνίης, ἄλγεα δυστεκνίης,
Πλοῦτος καὶ πενίη δισσὸν κακὸν, ὕβρις, ἀνίη,
Σφαῖρα νέων παλάμαις ἀνταποπεμπομένη.
Ταῦτ’ οὖν εἰσορόων, φρένα δάπτομαι, εἴ τις ἄριστον
Οἴεται, ᾧ τὸ κακὸν πλεῖον ἀρειοτέρου.
Οὐ δακρύεις ἀΐων ὁπόσ’ ἄλγεα καὶ προτέροισιν;
Οὐκ οἶδ’ εἰ δακρύσεις, ἢ γελάσεις ἀΐων.
Ἄμφω καὶ πινυτοῖσιν ἐφήρμοσε ταῦτα πάροιθεν
Τῷ μὲν κλαυθμὸς ἔην κἀνθάδε, τῷ δὲ γέλως,
Ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες,
Δῄουν ἀλλήλους εἵνεκα πορνιδίου.
Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι,
Ἀμφὶ συὸς κεφαλῇ, θριξί τε χοιριδίαις.
Αἰακίδαι μέγ’ ἄεισμα, θάνον γε μὲν, ὃς μὲν ἐπ’ ἐχθροῖς
Μαινομένῃ παλάμῃ, αὐτὰρ ὁ μαχλοσύνῃ.
Ἀμφιτρυωνιάδαο μέγα κλέος· ἀλλὰ δαμάσθη
Εἵματι σαρκοφάγῳ κεῖνος ὁ παντολέτης.
Κῦροί τε Κροῖσοί τε κακὸν μόρον οὐχ ὑπάλυξαν,
Οὐδὲ μὲν ἡμέτεροι χθιζὸν ἄνακτες ὅσοι.
Καί σε, δρακοντιάδη, μένος ἄσχετε, ὤλεσεν οἶνος,
Ἡνίκ’, Ἀλέξανδρε, γαῖαν ἐπῆλθες ὅλην.
Τί πλέον ἐν φθιμένοισιν; ἴη κόνις, ὀστέα μοῦνα,
Ἥρως Ἀτρείδης, Ἴρος ἀλητοβόρος.
Κωνσταντῖνος ἄναξ, θεράπων ἐμός· ὅστις ἄνολβος,
Ὅστις ἐρικτήμων· ἓν πλέον ἐστὶ τάφος.
Καὶ τὰ μὲν ἐνθάδε, τοῖα· τὰ δ’ ἄλλοθι, τίς κεν ἐνίσποι·
Ὁππόσα τοῖς ἀδίκοις ὕστατον ἦμαρ ἄγει,
Πῦρ βρομέον, σκότος αἰνὸν, ἀπόπροθι φωτὸς ἐοῦσι
Σκώληξ, ἡμετέρης μνῆσις ἀεὶ κακίης.
Λώϊον, εἰ βιότοιο πύλας, κακὲ, μὴ σὺ πέρησας,
Εἰ δ’ ἐπέρησας, ὅλος, θήρεσιν ἶσα, λύθης,
Ἢ ὅτε κἀνθάδ’ ἔχεις τόσσ’ ἄλγεα, καὶ μετόπισθεν
Ποινὴ χειροτέρη τῶν ὅσα ἐνθάδ’ ἔχεις.
Ποῦ μοι πρωτογόνοιο μέγα κλέος; ὤλετ’ ἐδωδῇ.
Ποῦ Σολομὼν πινυτός; ἀλλὰ γυναιξὶ δάμη.
Ποῦ δὲ δυωδεκάδος συναρίθμιος ἦν, ὅτ’ Ἰούδας,
Κέρδεος ἀντ’ ὀλίγου ἀμφεχύθη σκοτίην.
Χριστὲ ἄναξ, λίτομαί σε, κακῶν ἄκος αὐτίκ’ ὀπάζοις,
Ἔνθεν ἀναστήσας σῷ θεράποντι, μάκαρ.
Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν,
Ἐλπίδες οὐράνιαι, ταῖς ὀλίγον τι πνέω.
Τῶν δ’ ἄλλων ἀγαθῶν πουλὺς κόρος. Ὅσσ’ ἐπὶ γαίης
Σύρετ’, ἐφημερίοις πάντα λιπεῖν ποθέω·
Πάτρην, ἀλλοδαπήν τε, θρόνους, καὶ ἀπόθρονον εὖχος,
Ἐγγύθεν, ἀλλοτρίους, εὐσεβέας, κακίους,
Ἀμφαδίους, λοχόωντας, ἀβάσκανον ὄμμα φέροντας,
Αὐτοφόνῳ κακίῃ ἔνδοθι τηκομένους.
Ἄλλοις τερπνὰ βίοιο· ἐγὼ δὲ πρόφρων ὑπαλύξω.
Οἴμοι τοῦδε βίου πήμασι μακροτέρου!
Μέχρι τίνος κόπροισι παρέξομαι; ὡς ἅπαν ἐσθλὸν
Ζωῆς ἡμετέρης, δίστομός ἐστι χάρις,
Δέξασθαι, ῥίψαι τε μετρούμενον ἦμαρ ἐπ’ ἦμαρ.
Βαιὸν λαιμὸς ἔχει, τἄλλα δὲ πάντ’ ἀμάρη.
Χεῖμα πάλιν, θέρος αὖθις, ἀμοιβαδὸν εἶαρ ὀπώρη,
Ἤματα καὶ νύκτες, φάσματα δισσὰ βίου.
Οὐρανὸς, αἶα, θάλασσα, νεώτερον οὐδὲν ἔμοιγε,
Οὔθ’ ὅσα πηκτὰ πέλει, οὔθ’ ἃ περιτρέπεται·
Τῶν κόρος. Ἄλλον ἔμοιγε βίον καὶ κόσμον ὀπάζοις·
Τῷ μογέων, πρόφρων πήματα πάντα φέρω.
Αἲ θάνον, εὖτέ με μητρὸς ἐνὶ σπλάγχνοισιν ἔδησας,
Εὐθὺς ἐμοὶ σκοτίη δάκρυον ἀρχομένῳ!
Τίς βίος; ἐκ τύμβοιο θορὼν, ἐπὶ τύμβον ὁδεύω·
Ἐκ δὲ τάφοιο, πυρὶ θάψομ’ ἀπηλεγέως.
Αὐτὸ δ’ ὅσον πνείω, ποταμοῦ ῥόος ὦκα θέοντος,
Αἰὲν ἀπερχομένου, ἐρχομένου τ’ ὄπιθεν,
Ἑσταὸς οὐδὲν ἔχοντος· ὅλον κόνις, ὄμματ’ ἐμεῖο
Βαλλουσ’, ὥς κε Θεοῦ τῆλε πέσω φαέων,
Τοίχους δ’ ἀμφαφόων, καὶ ἀλώμενος ἔνθα καὶ ἔνθα.
Ζωῆς τῆς μεγάλης ἐκτὸς ἔχοιμι πόδα.
Τολμήσω τινὰ μῦθον ἐτήτυμον, ὥς ῥα Θεοῖο
Παίγνιόν ἐστι βροτὸς, τῶν ἓν, ὅσα πτολίων.
Ἄλλο πρόσωπον ὕπερθεν, ὃ χεὶρ κάμεν· ἢν δ’ ἄρ’ ἀερθῇ,
Ἅζομαι, ἐξαπίνης ἐξεφάνην ἕτερος.
Τοῖος ἅπας μερόπων δειλῶν βίος, οἷσι μέμηλεν
Ἐλπὶς ὀνειραίη. Ταῦτ’ ἔχετ’ εἰς ὀλίγον.
Αὐτὰρ ἐγὼ Χριστοῖο δεδραγμένος, οὔ ποτε λήξω,
Δεσμῶν τοῦδε βίου λυόμενος χθονίου.
Καὶ γὰρ διπλόος εἰμί· τὸ μὲν δέμας ἔνθεν ἐτύχθη·
Τοὔνεκα καὶ νεύει πρὸς χθόνα τὴν ἰδίην.
Ψυχὴ δ’ ἔστιν ἄημα Θεοῦ, καὶ κρείσσονα μοίρην
Αἰὲν ἄγαν ποθέει τῶν ὑπερουρανίων.
Ὣς πηγῆς ῥόος ἐστὶν ἐπίδρομος, αἰθόμενον δὲ
Πῦρ ὁδὸν οἶδε μίην ἄτροπον· ἅλλετ’ ἄνω.
Ὣς μέγας ἐστὶ βροτὸς, καὶ ἄγγελος· ἢν ἀπαΐξας,
Ὥσπερ ὄφις, στικτοῦ γήραος, ἔνθεν ἴοι.
Ὦ πάλλεσθ’, ἱερῆες· ἐγὼ θάνον. Ὦ καὶ ἀλιτροὶ
Γείτονες, οὐκέτι με φρίξετε, ὡς τὸ πάρος.
Αὐτοῖς μὲν μέγαν οἶκον ἀεὶ ζώοντος Ἄνακτος
Φράσσετε· αὐτὰρ ἐγὼ πάντα λιπὼν, ἓν ἔχω,
Σταυρὸν ἐμῆς ζωῆς φανὸν στύλον. Ἢν δ’ ἄρ’ ἀερθῶ
Ἔνθεν, καὶ θυέων ἅψομ’ ἐπουρανίων,
Τοῖς φθόνος οὐ πελάει, τυκτὸν κακὸν, εἰ θέμις εἰπεῖν,
Πηνίκα καὶ φθονερῶν ἄφθονος εὔξομ’ ὕπερ.