Κυριακή 30 Ιουνίου 2019

Παρακλητικός Κανών Ἁγίων ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ


                             


Παρακλητικός Κανών Ἁγίων ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ 
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. 
Εἶτα τά Τροπάρια. 
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀποστόλων τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῆ εἰκόνι τῇ αὐτῶν προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτοῖς· πάσης ἡμᾶς ῥύσασθε, ἐπηρείας καὶ βλάβης, ὁρατῶν ἁπάντων τε, καὶ ἐχθρῶν ἀοράτων, τοὺς μετὰ πόθου σκέπη τῇ ὑμῶν προσπεφευγότας Ἀπόστολοι ἔνδοξοι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ (50) Ψαλμός.
Εἶτα ὁ Κανών, ἀπὸ μὲν τῆς α´ ᾠδῆς μέχρι τῆς στ´ περιέχων τὰς ἑρμηνείας τῶν ὀνομάτων ἑνὸς ἑκάστου αὐτῶν· ἀπὸ δὲ τῆς στ´ μέχρι τῆς θ´ ἐν τίσι διαλαμβάνων τόπων ἐκήρυξε, καὶ ποῖον εἴληφε τέλος, μετὰ τῆς ἀναλόγου ἱκεσίας.

ᾨδὴ α´. 
Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Πέτρε ὁ πέτραν ἀῤῥαγῆ τῆς πίστεως, φερωνυμίαν πλουτῶν, τὴν ἐμὴν καρδίαν κλονουμένην πάντοτε, τοῦ βίου ἀντιπνεύσεσιν, ἑδρασθῆναι ἐν πέτρᾳ, ὑπομονῆς καθικέτευε, πέτραν Ἰησοῦν τὸν Θιλάνθρωπον.

Παῦλε ἡ παῦλα, καὶ τερπνὴ ἀνάπαυσις, τῆς Ἐκκλησίας Χριστοῦ, ἀνιέρῳ σάλῳ κινουμένῳ ἵδρυσις, γενοῦ μοι καὶ ἀσφάλεια, ἱερὰ καὶ εἰς πάντων, τῶν λογισμῶν τὴν κατάπαυσιν, θείαις σου πρεσβείαις εἰσάγαγε.

νδρέα θεῖε τοῦ Χριστοῦ Ἀπόστολε, ὁ δύναμις εὐπρεπής, Ἑλληνίδι γλώσσῃ μεθερμηνευόμενος, ἐμὲ τὸν πολλοῖς πταίσμασιν, ἀσθενῆ γεγονότα, καὶ δυσειδῆ ἐνδυνάμωσον, καὶ θείαν εὐπρέπειαν ἔνδυσον.

Θεοτοκίον.
νθρακος θείου φλογοφόρον ὄχημα, ἀναδειχθεῖσα Ἁγνή, ἐξ οὗ ὥσπερ ἄλλοι, ἄνθρακες ἀνήφθησαν, οἱ Ἱεροὶ Ἀπόστολοι, τῆς ψυχῆς μου τὴν ὕλην, ἐν τῷ πυρὶ τῷ ἀύλῳ Σου, φλέξον Μητροπάρθενε Δέσποινα.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Πτερνιστὴς ἀνεδείχθης, σὺ τῶν παθῶν ἔνδοξε, γόνε Ζεβεδαίου βροντῆς τε, θεῖεἸάκωβε, κλῆσιν κατάλληλον, πεπλουτηκὼς διὸ πάντα, τῆς σαρκὸς τὰ πάθη με νικᾶν ἐνίσχυσον.

Θείαν χάριν σημαίνει, ἡ ἱερὰ κλῆσις σου, μάκαρ Ἰωάννη παρθένε, ἥνπερ ἀπείληφας, πλουσίαν ἄνωθεν, ὡς Θεολόγος Κυρίου· διὸ θείας χάριτος δεῖξόν με σκήνωμα.

Στόμα ὄντως λαμπάδος, σὸν ἱερὸν ὄνομα, Φίλιππε τρισμάκαρ δηλοῖ, μεθερμηνευόμενον· διὸ νυμφῶνα Χριστοῦ, μετὰ φαιδρᾶς τῆς λαμπάδος, κατοικεῖν με πάντοτε πρέσβευε ἔνδοξε.

Θεοτοκίον.
Τὴν Πηγὴν ἀπαθείας Σὺ μὲν Ἁγνὴ ἔτεκες, μῦσται δὲ ἐκήρυξαν κόσμῳ· διὸ τοῦ σώματος, τῆς ἐμπαθείας με, ἡδυπαθείας ψυχῆς τε, νοὸς προσπαθείας τε, Κόρη ἀπάλλαξον.

Διάσωσον, ὦ ἐκλεκτὴ δωδεκὰς Αποστόλων ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.

πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. 
Ἦχος β´. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν, ποιήσατε πρὸς Κύριον, Χριστοῦ Μαθηταί, καὶ ἔνδοξοι Ἀπόστολοι, ὅπως λάβωμεν ἄφεσιν, ὧνπερ ἐν βίῳ ὧδε ἡμάρτομεν, καὶ Βασιλείας τῆς ἐν οὐρανῷ, οἱ ὑμῶν δοῦλοι ἐκεῖ ἐπιτύχωμεν.

ᾨδὴ δ´. Σύ μου ἰσχὺς Κύριε.
Κλῆσις ἡ σή, μεθερμηνεύεται Δίδυμος· τῇ ἐγέρσει, γὰρ Χριστοῦ ἐδίστασας Θωμᾶ· ψυχὴν διὸ τὴν ἐμήν, τῇ ἐγέρσει Λόγου, τοῦ ἐν ἐμοὶ ἀμφιβάλλουσαν, ταῖς μνήμαις τῶν κακῶν μου, ἀπαθῶς τυπουμένας, ὡς ἐν τύπῳ τῶν ἥλων βεβαίωσον.

νομα σόν, υἱὸν κρεμάσαντα ὕδατα, ὑπεμφαίνει· τῆς γὰρ θείας χάριτος ῥεῖθρα σαφῶς, ἔβλυσας βροτοῖς, ἄνωθεν κρεμάσας, Βαρθολομαῖε Ἀπόστολε· διὸ με τὸν διψῶντα, ὑπερώων ὑδάτων, ἀτμοσφαίρᾳ σῆς χάριτος ἄρδευσον.

Παρὰ Θεοῦ, δεδωρημένον αἰνίττεται, σὲ Ματθαῖε, τὸ σεπτόν σου ὄνομα πᾶσι βροτοῖς· διὸ τῷ Χριστῷ, ἐμὲ ἀντιστρόφως ἐκ τῶν ἀνθρώπων προσάγαγε, δεδωρημένον ὅλον, ψυχὴν πνεῦμα καὶ σῶμα ἵνα πόθῳ γεραίρω τὴν μνήμην σου.

 

Θεοτοκίον.
Τοῦ οὐρανοῦ, τὸν Ποιητὴν ἡ γεννήσασα, τὸν ὡς ἄλλους, οὐρανοὺς ἐκτείναντι, τοὺς Μαθητάς, εἰς πᾶσαν τὴν γῆν, ποίησον τὸν νοῦν μου, παρεμφερῆ Μητροπάρθενε, χρώματι οὐρανίῳ, προσευχῆς δι᾿ ἀΰλου, γυμνωθέντα προσύλων ἐμφάσεων.

ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Τῆς μαθήσεως γόνος, ἤτοι τῆς ζωῆς ἑρμηνεύῃ Ἰάκωβε, τοῦ Ἀλφαίου γόνος, χρηματίσας· διὸ ἱκετεύω σε, τῆς ζωῆς τὰς θείας, καὶ ἱεράς με μαθητείας, καὶ μαθεῖν καὶ παθεῖν καταξίωσον.

πακοὴν ὦ Σίμων, ζηλωτὰ Ἀπόστολε δηλοῖ σὸν ὄνομα· καὶ γὰρ ἀδιστάκτως τῷ Δεσπότῃ Χριστῷ καθυπήκουσας, τοῦ Κυρίου πάσαις, ταῖς ἐντολαῖς διὸ παμμάκαρ, ὑπακούειν κᾀμὲ ἐνδυνάμωσον.

ούδα Ἰακώβου, ὁ ἐξομολόγησις ἑρμηνευόμενος ἐξομολογεῖσθαι, τῷ Κυρίῳ εὐχαῖς σου ἐνίσχυσον, καὶ μετανοεῖν με, ἀπὸ ψυχῆς τε καὶ καρδίας, στεναγμοῖς προσευχαῖς τε καὶ δάκρυσιν.

Θεοτοκίον.
Τετραπλῆς ἀπαθείας, σώματι ψυχῇ τε καὶ ἐπιθυμίᾳ τε, ἐνθεωρουμένης, ὡς οἱ θεῖοι Πατέρες διδάσκουσι, καὶ τῇ διανοίᾳ, ἐμὲ ἀξίωσον Παρθένε, δραστικαῖς Ἀποστόλων ἐντεύξεσιν.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
φώτισας, τῷ φωτὶ τῆς πίστεως, Ἀντιόχειαν καὶ Ῥώμην ὦ Πέτρε καὶ ἐν σταυρῷ, ἀντιστρόφως ἐπάγης· ἀλλὰ κἀμοῦ τὸ ζοφῶδες ἐλάμπρυνον, καὶ σάρκα μετὰ τῶν παθῶν, διὰ πόνων σταυρῶσαι ἀξίωσον.

Πεπλήρωκας, Εὐαγγέλιον θεῖον, ἀπὸ Ἱερουσαλήμ τε καὶ μέχρι Ἰλλυρικοῦ, ἐν δέ Ῥώμῃ ὦ Παῦλε, τὴν κεφαλὴν ἀπετμήθης, ἀλλ᾿ ἔκτεμε, ψυχῆς μου οἴησιν δεινήν, τοῦ σατὰν κεφαλὴν τὴν ἀκέφαλον.

Διέδραμες, ὦ Ἀνδρέα ἔνδοξε, Βυζαντίδα καὶ τὴν ἤπειρον πᾶσαν, ἕως Σκυθῶν, καὶ Ἑλλάδος κηρύττων, καὶ ἐν αὐτῇ σταυρωθεὶς τετελείωσθαι· διὸ κἀμὲ τῶν σῶν παθῶν, καὶ τῆς δόξης σου μέτοχον ποίησον.

Θεοτοκίον.
πέραγνε, ὑπὲρ νοῦν ἡ τέξασα, καὶ ἁγνῶς τὸν τῆς ἁγνείας σπορέα, τοῦ πονηροῦ τῆς λαγνείας σπορέως, τοὺς λογισμοὺς τοῦ νοός μου ἐκρίζωσον, ἐμφύτευσον δὲ τοὺς ἁγνούς, ἱεραῖς Ἀποστόλων δεήσεσιν.

Διάσωσον, ὦ ἐκλεκτὴ δωδεκὰς Αποστόλων ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. 
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Φῶς τοῦ κόσμου καὶ ἅλας ἡδὺ ὡς ὑπάρχοντες, γεωργοὶ καὶ ποιμένες ΚυρίουἈπόστολοι, ἐνεργείαις τούτων πάντων δωρήσασθε ἡμῖν, ἐκλαμπρύνοντες τὸν νοῦν, καὶ σηπεδόνας τῶν παθῶν ἀποξηραίνοντες πρόῤῥιζον ἀνασπῶντες, ἄκανθαν ἁμαρτίας, καὶ ταῖς νομαῖς τῶν ἀρετῶν, ἡμᾶς ἀεὶ διατρέφοντες.

Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ· καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς Μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ Ἀποστόλους ὠνόμασε, Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκα-ριώτην, ὃς καὶ ἐγένετο προδότης. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα. Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... 
Προσόμοιον. 
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…
Δώδεκα Ἀπόστολοι, ὅταν ἐν δώδεκᾳ θρόνοις, καθίσητε κρίνοντες, τὰς φυλὰς τὰς δώδεκα, τότε δείξατε, οἰκιστὰς Πόλεως, τῆς ἐπουρανίου, ἡμᾶς πάντας παναοίδιμοι, τῆς θεμελίους τε, δώδεκα ἐχούσης ἐκ δώδεκα, λίθων καὶ πύλας δώδεκα, ἐκ μαργαριτῶν δυοκαίδεκα, καὶ δωδεκαρίθμου, καρποῦ μεταλαβεῖν τοῦ τῆς ζωῆς, ξύλου ἡμᾶς ἀξιώσατε, ταῖς ὑμῶν δεήσεσιν.

ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Πᾶσαν διδάσκων Ἰουδαίαν, ὦ Ἰάκωβε, Ζεβεδαίου μαχαίρᾳ, πίνεις τὸ τοῦ Χριστοῦ, ποτήριον· διό με, τῶν πειρασμῶν ἐνίσχυσον, τὸ ποτήριον λαμβάνειν.

Σπέρματα σπείρεις εὐσεβείας, ἐν τῇ Πάτμῳ τε καὶ Ἀσίᾳ κηρύττων, καὶ κοίμησιν φρικτὴν ὑπέστης Ἰωάννη· διό μου κατακοίμησον, τῆς σαρκὸς ἄγρια πάθη.

Ἕλκεις εἰς πίστιν τῆς Τριάδος, τὰ ἀνώτερα μέρη τὰ τῆς Ἄσίας, καὶ τέλει σταυρικῷ,Φίλιππε ἐκοιμήθης· διὸ κἀμὲ ἀξίωσον, τοῖς ἐν κόσμῳ σταυρωθῆναι.

Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα Θεοτόκε, τὸ ἀπρόσιτον ὅπερ εἰς πάντα κόσμον, οἱ θεῖοι Μαθηταί, ἐκήρυξαν προθύμως, τὸν νοῦν μου φωταγώγησον, ἁμαρτίαις σκοτισθέντα.

ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
κκαθαίρεις, βαπτίσματι τῷ θείῳ, Πάρθους Μήδους, Ἰνδούς τε καὶ τοὺς Σύρους καὶ λογχευθεὶς Θωμᾶ τὸ στέφος εἴληφας· ἀλλὰ δέομαί σου, καὶ τὴν ῥυπωθεῖσαν, καθάρισον ψυχήν μου.

Τοῦ Κυρίου ναοὺς σεπτοὺς δεικνύεις, Ἀρμενίους, θεῖε Βαρθολομαῖε καὶ σταυρωθεὶς τὸν δρόμον ἐκτετέλεκας· ὅθεν κἀμὲ δεῖξον, Πνεύματος τοῦ θείου, ναὸν ἡγιασμένον.

Αἰθιόπων, τὰ πρόσωπα λευκαίνεις, ταῖς ἀκτῖσι, τῆς πίστεως Ματθαῖε καὶ ἐκδημεῖς διὰ πυρὸς πρὸς Κύριον· ἀλλὰ δέομαί σου, κἀμὲ πυρὶ φλέξον, τῆς τοῦ Χριστοῦ ἀγάπης.

Θεοτοκίον.
κκενώθη, ὁ πλήρης ἐν γαστρί Σου, ἀκενώτως καὶ κένωσιν τὴν Τούτου, οἱ Μαθηταὶ τοῖς πέρασιν ἐκήρυξαν· ὅθεν κενὸν ὄντα, χάριτος τῆς τούτων, πλήρη με δεῖξον Κόρη.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
εροσολυμίτας καὶ Καισαρεῖς, τοῦ Ἀλφαίου Ἰάκωβε ἔνδοξε, υἱοὺς Θεοῦ, διὰ τοῦ βαπτίσματος ἐκτελεῖς καὶ σταυρωθεὶς ἀνέδραμες, ἵνα βασιλεύῃς σὺν τῷ Χριστῷ· διὸ κἀμὲ δυσώπει, τὸν ἀποκηρυχθέντα, υἱὸν Θεοῦ πάλιν ὀφθήσεσθαι.

ς ἅλας τὴν σοφίαν σου ἐμβαλών, Ἀφρικῇ καὶ Περσίᾳ ἐξήρανας, πλάνην αὐτῶν,Σίμων Κανανῖτα καὶ Ζηλωτά καὶ σταυρωθεὶς ἐσκήνωσας, ἔνθα τῶν Ἄγγέλων αἱ στρατιαί· διὸ ἐκδυσωπῶ σε, καὶ τῆς ψυχῆς μου πάσας, τὰς σηπεδόνας ἀποξήρανον.

Δροσίζεις Ἀραβίας αὐχμῶσαν γῆν, Ἰακώβου Ἰούδα Ἀπόστολε ζωοποιῷ, θείας ἐπιγνώσεως δροσισμῷ, καὶ τοξευθεὶς ἀνέλυσας, εἶναι σὺν Χριστῷ τῷ Παμβασιλεῖ· διὸ κἀμὲ ῥανίσι, τῶν θείων πρεσβειῶν σου, αὐχμῷ τακέντα καταδρόσισον.

Χορὲ δωδεκασύνθετε Μαθητῶν, δωδεκάφωτε κύκλε οὐράνιε, ζωδιακέ· λύρα δωδεκάχορδε λιγυρά, πηγὴ ἡ δωδεκάκρουνος, ἄμπελος κυπρίζουσα εὐθαλής, δωδεκακληματοῦσα, τὸν ὕμνον τοῦτον δέχου, καὶ σωτηρίας με ἀξίωσον.

Θεοτοκίον.
Πηγὴ πασῶν χαρίτων ὁ Σὸς Υἱός, Σὺ δὲ Μήτηρ Θεοῦ τούτων θάλασσα, οἱ δὲ κλεινοί, Μῦσται καὶ Ἀπόστολοι ἀληθῶς, ῥύακες τούτων πέλουσι, καὶ ὥσπερ ἀένναοι ποταμοί· διὸ ὅπου πηγή τε, θάλασσα ποταμοί τε, ἐκεῖ σκηνῶσαί με ἀξίωσον.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἀποστόλων ἡ δωδεκάς, τῆς οἰκονομίας, τοῦ Σωτῆρος μυσταγωγοί· χαίρετε φωστῆρες, ἁπάσης οἰκουμένης, σοφίας ὑπερκόσμου, ἐνδιαιτήματα.

Πέτρον Παῦλον μέλψωμεν καὶ Θωμᾶν, Φίλιππον Ἀνδρέαν, Ἰωάννην Ἰάκωβον, Σίμωνα, Ματθαῖον, Ἰούδαν Ἰακώβου, Βαρθολομαῖον ἅμα, καὶ τὸν Ἰάκωβον.

Τὰς εὐήχους σάλπιγγας τοῦ Χριστοῦ, θείους Ἀποστόλους, εὐφημήσωμεν οἱ πιστοί, τοὺς διαπρυσίως, κηρύξαντας ἐν κόσμῳ, τὴν σάρκωσιν τοῦ Λόγου, καὶ τὴν Ἀνάστασιν.

Πέτρε Ἀποστόλων ἡ κορυφή, Παῦλε θεοκῆρυξ, Ἰωάννη υἱὲ βροντῆς, Ἰάκωβε μάκαρ, σὺν τῆ λοιπῆ ὀκτάδι, ἀπαύστως δυσωπεῖτε, εἰς τὸ σωθῆναι ἡμᾶς.

Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, ἡ πύρινος γλῶσσα τοῦ Θεανθρώπου Λόγου, πυρός με τῆς γεέννης ἀπολυτρώσασθε.

ύσασθε Ἀπόστολοι τοῦ Χριστοῦ, σεισμοῦ καὶ κινδύνων, ἐμπρησμοῦ τε καὶ τῶν δεινῶν, νόσων, τοὺς ἐν πίστει τὴν πάντιμον τιμῶντας, μνήμην ὑμῶν, θεόπται, ταῖς ἱκεσίαις ὑμῶν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῶν Ἁγίων καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ποίμνην τὴν γεραίρουσαν ὑμᾶς, καὶ ἀεὶ τιμῶσαν ἐκ πόθου, θεῖοι Ἀπόστολοι, Πέτρε Παῦλε Φίλιππε, Θωμᾶ Ἀνδρέα ὁμοῦ, Ἰωάννη Ἰάκωβε, καὶ Βαρθολομαῖε, Ματθαῖε Ἰάκωβε, ὁ τοῦ Ἀλφαίου υἱός, Σίμων, καὶ Ματθία, Ἰούδα, σὺν τῆς Θεοτόκου πρεσβείαις, θλίψεως καὶ βλάβης διασώσατε.

Μῦσται καὶ Ἀπόστολοι Χριστοῦ, οἱ τῆς Ἐκκλησίας φωστῆρες, ἀειλαμπέστατοι, δῆμε δωδεκάριθμε, καὶ θεοσύλλεκτε, τὰς δεήσεις προσδέξασθε, ἡμῶν δυσωποῦμεν, καὶ μὴ διαλίπητε, Χριστῷ πρεσβεύοντες, ὅπως πειρασμῶν καὶ κινδύνων, καὶ πειρατηρίων παντοίων, πάντοτε ῥυώμεθοι δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις