Παρακλητικός Κανών εις τον Όσιο Ευφρόσυνο τον Μάγειρα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 11 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ταπεινώσεως φανὸς φωτοφόρος, καὶ τοῦ Σωτῆρος γνησιώτατος φίλος, Εὐφρόσυνε μακάριε πιστῶν χαρμονή, ῥῦσαι τοὺς ἱκέτας σου ἀθυμίας καὶ ζάλης, καὶ ὁμίχλην θλίψεων καὶ σκανδάλων τοῦ βίου, ταῖς σαῖς πρεσβείαις σκέδασον ταχύ, τῶν κεκτημένων σε θεῖον ὑπέρμαχον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Εὐφροσύνης ἔμπλησον ἡμᾶς, Εὐφρόσυνε. Χ.
ᾨδὴ α΄.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐφρόσυνε μάκαρ ταῖς σαῖς εὐχαῖς, ἱκάνωσον πάντας, τοὺς τιμῶντάς σε ἐκτενῶς, ἐν βίῳ ὁδοῖς ἀκολουθῆσαι, σῆς θεαρέστου σεμνὲ ταπεινώσεως.
Ὑπόδειγμα θεῖον ὑπακοῆς, Εὐφρόσυνε Πάτερ, ταπεινώσεως καὶ διπλῆς, ἀγάπης εὐχαῖς σου εὐπροσδέκτοις, πρὸς τὸν Θεὸν δώρησαί μοι μετάνοιαν.
Φωτόμορφε Μάγειρε ὁ σοφῶς, μωρίαν ἐν βίῳ, προσποιούμενος ἀσκητά, Εὐφρόσυνε νάμασιν λιτῶν σου, πρὸς τὸν Θεὸν τὴν καρδίαν μου εὔφρανον.
Θεοτοκίον.
Ῥανίσιν ἀΰλοις Σου πρεσβειῶν, κατάσβεσον φλόγα, Μητροπάρθενε Μαριάμ, παθῶν χαμαιζήλων μου καὶ δρόσον, ἐπίσταξόν μοι ἐλέους τοῦ Τόκου Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁλοτρόπως ποθήσας τῶν ἐφετῶν ἔσχατον, ὡς Σαλὸς ἐν τῷ μαγειρείῳ, βίον διήνυσας, ἵνα διδάξῃς ἡμᾶς, ὑπακοῆς τὴν ἀρίστην, ἀτραπὸν Εὐφρόσυνε, Πνευματοφόρητε.
Συμπτωμάτων ἐξαίτει πολυειδῶν λύτρωσιν, πᾶσι τοῖς προστρέχουσι τάχος, τῇ ἀντιλήψει σου, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ ἱλασμὸν τῶν πταισμάτων, τοῖς πιστῶς Εὐφρόσυνε, σὲ μακαρίζουσιν.
Ὑπερόπτα γηΐνων καὶ ζηλωτὰ ἔνθεε, τῶν ἐν οὐρανίοις ἀῤῥεύστων, δόμων Εὐφρόσυνε, ὑπερορᾷν τῶν φθαρτῶν, καὶ τῶν ματαίων ἁπάντων, πάντας καταξίωσον, τοὺς εὐφημοῦντάς σε.
Θεοτοκίον.
Νὺξ παθῶν ψυχοκτόνων καὶ ζοφερὰ θύελλα, νῦν περιδονεῖ με Παρθένε, Θεογεννήτρια, ἀλλὰ θαῤῥῶν Σοι βοῶ· τῆς μετανοίας μοι ἦμαρ, τάχος ἐξανάτειλον, Μῆτερ καὶ σῶσόν με.
Ἀνάδειξον, τοὺς σοὺς ἱκέτας Εὐφρόσυνε θεοφόρε, Βασιλείας τῶν οὐρανῶν πολίτας τοὺς μέλποντας, σὴν ἄκραν ταπείνωσιν ἐν ἀσκήσει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν κατέχοντες Εὐφρόσυνε, ὡς ὅπλον ἐχθροῦ τιτρώσκομεν βουλεύματα, ἀσκητὰ πανόσιε, ὁ μωρίαν σοφῶς προσποιούμενος, καὶ τὴν ζωὴν εἰρήνευσον ἡμῶν, ἀεὶ προστρεχόντων τῇ σῇ χάριτι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ψυχόλεθρος ἔπαρσις, φεῦ μὲ κατακαίει ὡς πῦρ Εὐφρόσυνε· διὸ κράζω σοι, τοῖς νάμασι, σῶν εὐχῶν με δρόσισον πρὸς τὸν Κύριον.
Σκοτομήνην ἀπέλασον, ἀφ’ ἡμῶν Εὐφρόσυνε τῆς κακότητος, ὁ ἀγάπης ἀδιάπτωτον, φῶς ἀστράπτων πᾶσι τοῖς μονάζουσι.
Εὔχρηστόν με κυάθιον, ποίησον ἱκέτην τὸν σὸν Εὐφρόσυνε, ταπεινώσεως καὶ νήψεως, ὁ μωρίαν πᾶσιν ἐνδεικνύμενος.
Θεοτοκίον.
Μακαρίζοντας ἅπαντας, Σὲ Θεογεννήτρια βλάβης λύτρωσαι, τοῦ δολίου πολεμήτορος, κεχαριτωμένη Μητροπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πόνοις ἀσκητά, τῆς νηστείας λιπαινόμενος, μεροπείους ὑπερήλασας θεσμούς, πρεσβευτὰ ἡμῶν πρὸς Κύριον Εὐφρόσυνε.
Λίθε προσευχῆς, πολυτίμητε στερέωσον, ἐν τῇ πίστει τῇ ὀρθῇ τοὺς σοὶ θερμῶς, καθ’ ἑκάστην καταφεύγοντας Εὐφρόσυνε.
Ἤσκησας καλῶς, ὡς ἰσάγγελος Εὐφρόσυνε, καὶ κατήντησας εἰς ὕψος θεϊκόν, ἱλεούμενος ἡμῖν Χριστὸν σοῖς πρόσφυγξι.
Θεοτοκίον.
Σκέδασον ἀχλύν, τῶν ἀπείρων ἐγκλημάτων μου, τῷ φωτὶ τῶν μητρικῶν Σου πρεσβειῶν, πρὸς Ὃν ἔτεκες ἀφράστως Θεονύμφευτε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὁδήγησον, τοὺς παρακαλοῦντάς σε, πρὸς νομὰς τῶν οὐρανῶν σωτηρίους, ὁ ὑπὸ πάντων ἐν τῷ μαγειρείῳ, περιφρονούμενος μάκαρ Εὐφρόσυνε, τοῦ σοῦ σεμνείου ὡς σαλός, ἀρετῆς μονοτρόπων ὑπόδειγμα.
Νοήσαντα, βίου ματαιότητα, καὶ κοσμήσαντα σαυτὸν ταπεινώσει, ἵνα χαρᾶς ἀπολαύσῃ ἀλήκτου, σεπτὸν Εὐφρόσυνον ὕμνοις γεραίρομεν, ἀναβοῶντες· τῶν φθαρτῶν, ὑπερόπτας ἡμᾶς δεῖξον Ὅσιε.
Ἡ χάρις σου, συνοδεύει ἅπαντας, τοὺς τιμῶντάς σου τὴν μνήμην τὴν θείαν, τῆς εὐφροσύνης συνώνυμε Πάτερ, τῆς αἰωνίου ἧς νῦν κατηξίωσαι, ἐν τῷ λειμῶνι οὐρανῶν, ὁ Θεοῦ μῆλα δῶρον δεξάμενος.
Θεοτοκίον.
Μητράναδρε, τὴν ψυχήν μου κάθαρον, μώμου σπίλου μολυσμοῦ καὶ ῥυτίδος, τὴν χαλεπῶς μιανθεῖσαν Παρθένε, ἄσπιλε ἄμωμε καὶ ἀῤῥυτίδωτε, καὶ μετανοίας με καρπούς, ἐκβλαστάνειν ἡδίστους ἐνίσχυσον.
Ἀνάδειξον, τοὺς σοὺς ἱκέτας Εὐφρόσυνε θεοφόρε, Βασιλείας τῶν οὐρανῶν πολίτας τοὺς μέλποντας, σὴν ἄκραν ταπείνωσιν ἐν ἀσκήσει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν εὐφροσύνης ἀεὶ ἀπολαύοντα, τῶν οὐρανῶν σὺν Χριστῷ Παντοκράτορι, ἀνευφημοῦντες θεόπνουν Εὐφρόσυνον, τὰς προσευχὰς τὰς αὐτοῦ ἐκζητήσωμεν, χαρᾶς ἵνα τύχωμεν κρείττονος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σοῖς οἰκείοις ὄμμασι, τὰ ἀγαθὰ Παραδείσου, ἃ Θεὸς ἡτοίμασε, τοῖς Αὐτὸν Εὐφρόσυνε θεοδόξαστε, ἐκ ψυχῆς Ὅσιε, καθαρᾶς φιλῶσιν, ἀπολαῦσαι κατηξίωσαι, καὶ χάριν εὕρηκας, δυσωπεῖν ὑπὲρ τῶν τιμώντων σε, Χριστὸν τὸν Παντοκράτορα, ἀσκητὰ σοφὲ ταπεινώσεως, ἐν τῷ μαγειρείῳ, ὀφθεὶς τῆς σῆς Μονῆς λαμπρὰ εἰκών, ὑπακοῆς τε καὶ νήψεως, ἔμπνουν στηλογράφημα.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπαθείας τῇ δρόσῳ, ἐμπαιγμῶν τὰς καμίνους τὸν κατασβέσαντα, τιμήσωμεν προφρόνως, βοῶντες· σαῖς πρεσβείαις, σβέσον Πάτερ Εὐφρόσυνε, καὶ τῶν παθῶν ἱκετῶν, τῶν σῶν ταχὺ τὸ καῦμα.
Σκοτασμοῦ παθημάτων, ἀλγεινῶν νοσημάτων καὶ πάσης θλίψεως, ἀπάλλαξον λιταῖς σου, Εὐφρόσυνε τοὺς πίστει, σοὶ ἀεὶ καταφεύγοντας· παρὰ Θεοῦ γὰρ πολλήν, τὴν χάριν ἐκομίσω.
Ἐντολῶν με τῶν θείων, τηρητὴν καὶ ἐργάτην σοφὲ ἀνάδειξον, Εὐφρόσυνε τρισμάκαρ, ἵνα κληρονομήσω, Βασιλείαν οὐράνιον, ἧσπερ ὡς ὑπακοῆς, φαιδρότης ἀπολαύεις.
Θεοτοκίον.
Ὑπὲρ πάντων δυσώπει, τὸν Υἱόν Σου Παρθένε μεγαλυνόντων Σε, καὶ ὄμβρησον ὑψόθεν, νεφέλη ὀμβοτόκε, δούλοις Σοῖς κατανύξεως, ψεκάδας ἵνα λαμπρῶς, δοξάζομεν Σὸν Τόκον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Φλέξον ἀκάνθας, τῶν χαμαιζήλων παθῶν μου, τῷ πυρὶ τῶν σεπτῶν πρεσβειῶν σου, πρὸς τὸν Ζωοδότην, Εὐφρόσυνε τρισμάκαρ.
Ῥῦσαι κινδύνων, καὶ συμφορῶν κατωδύνων, τοὺς τιμῶντας τὴν θείαν σου μνήμην, ταπεινοφροσύνης, Εὐφρόσυνε ἀκρότης.
Ὁσίων κέρας, προσποιουμένων μωρίαν, ἀποφεύγειν μωρὰς συζητήσεις, καταξίωσόν με, σὸν ἄθλιον ἱκέτην.
Θεοτοκίον.
Σκέπη καὶ ῥῦστις, καὶ ταχινὴ ἀντιλήπτορ, τῶν Σῶν δούλων ὑπάρχεις Παρθένε, τῶν τοῦ Εὐφροσύνου, ὑμνούντων θείαν μνήμην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑφέρπων νῦν δολίως, ὄφις ὁ ἀρχαῖος, πρὸς τὸν βυθὸν ἁμαρτίας καθέλκει με· σὺ οὖν προφθάσας Εὐφρόσυνε τούτου σῶσόν με.
Νεκρώσας τοῦ σαρκίου, πάθη ταπεινώσει, καὶ νοῦν ζωώσας νηστείᾳ καὶ δάκρυσιν, ἀπονεκροῖς ἡμῶν πάθη εὐχαῖς σου Ὅσιε.
Ἐν ταῖς αὐλαῖς Δικαίων, νῦν σοφὲ χορεύων, καὶ τῶν Ὁσίων θεόφρον Εὐφρόσυνε, Χριστὸν δυσώπει διδόναι ἡμῖν μετάνοιαν.
Θεοτοκίον.
Χαρίτων μυροθήκη, Κεχαριτωμένη, καὶ ταπεινώσεως θεῖον ὀσφράδιον, μύρῳ ἡμῶν Σαῖς πρεσβείαις ῥᾶνον χρηστότητος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις ὁ καλλύνας σὴν βιοτήν, ταπεινώσει ἄκρᾳ, ἀκτησίᾳ καὶ προσευχῇ· χαίροις ὁ μωρίᾳ, προσποιητῇ εἰς ὕψος, σοφίας καταντήσας, θείας Εὐφρόσυνε.
Χαίροις ὁ τὰ μῆλα τῷ Ἱερεῖ, παραδοὺς κατ’ ὄναρ, ἃ εὑρέθησαν θαυμαστῶς, ἐν αὐτοῦ ἀγκάλαις, εὐθὺς ἐξεργεθέντος, τοῦ ὕπνου θεοφόρε, Πάτερ Εὐφρόσυνε.
Χαίροις τῶν μαγείρων ἡ καλλονή· χαίροις μονοτρόπων, πρὸς τὴν θέωσιν ἡ ὁδός· χαίροις Παρακλήτου, τὸ εὔχρηστον δοχεῖον, Εὐφρόσυνε παμμάκαρ, ῥεῖθρον χρηστότητος.
Μέμνησο Εὐφρόσυνε τῶν πιστῶς, μνήμην ἐκτελοῦντω, σὴν πανίερον καὶ σεπτήν, καὶ ἐπιποθούντων, μιμήσασθαι ἐν βίῳ, ὁδὸν ἀρίστην Πάτερ, σῆς ταπεινώσεως.
Ὄμβρησον ὑψόθεν μοι σαῖς εὐχαῖς, δάκρυα γνησίας, μετανοίας τὰ τὴν ψυχήν, λογισμῶν ἀνάγνων, καθαίροντα καὶ σῶσον, θανάτου με ἀλήκτου, μάκαρ Εὐφρόσυνε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, τοῦ ἐχθροῦ ἐπιβουλῆς, νόσων ἀνιάτων καὶ βλάβης, θεοειδὲς ἀσκητά, βάθρον ταπεινώσεως, εὐχῆς θεμέλιον, ὁ εἰς ὕψος τρισμέγιστον, θεώσεως φθάσας, Ὅσιε Εὐφρόσυνε, ἡμᾶς ἀπάλλαξον, καὶ πρὸς πανευφρόσυνον κῆπον, τῆς τῶν οὐρανῶν Βασιλείας, ἴθυνον τοὺς σὲ ἀεὶ γεραίροντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου