Κυριακή 5 Φεβρουαρίου 2023

Ἄσματα πνευματικά σχετικὰ μὲ τὸ Μυστήριο τοῦ γάμου


Ἄσματα πνευματικά

σχετικὰ μὲ τὸ Μυστήριο τοῦ γάμου

Μεγαλυνάρια και Καθίσματα

 πρὸς τὴν Τιμιωτέραν.

Εὐλόγησον Κύριε ὁ Θεὸς νεονύμφους τοῦτους, ὡς εὐλόγησας Ἀβραὰμ, καὶ τὴν Σάρραν πάλαι, Ἰσαὰκ καὶ Ρεβέκκαν, καὶ ἐκ παντοίας βλάβης αὐτοὺς περίσωζε.

Φύλαττε τοὺς δούλους σοῦ, Ἰησοῦ, συζύγους τούτους, ἔν ἀγάπῃ εἰλικρινεῖ, ψυχῆς ὁμονοίᾳ καὶ πνεύματος εἰρήνη, καὶ βασιλείας θείας τούτους ἀξιῶσον.

Τίμιον τὸν γάμον τοῦτον, Χριστέ, ἐν πᾶσι συντήρει, καὶ ἀμίαντον καὶ ἁγνήν, φύλαττε τὴν κοίτην τῶν νὺν στεφανωθέντων, καὶ τέλους θεαρέστου αὐτοὺς ἀξίῶσον. 
Χάρισαι φιλάνθρωπε, Ἰησοῦ, τοῖς νεονύμφοις τούτοις, εὐτυχίαν τῶν ἀγαθῶν καὶ πολυτεκνίαν ὁμοῦ καὶ εὐτεκνίαν, ἰνα σὲ μετὰ πόθου ἀεὶ δοξάζωσιν. 
Κάθισμα 
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Εὐλόγησον, Χριστέ, τὸ ἀνδρόγυνον τοῦτο, ἐξ ὕψους οὐρανοῦ, ὡς εὐλόγησας πάλαι, δικαίους οὔς ἀγάπησας καὶ προπάτορας ἅπαντας Ἀβραὰμ ὁμοῦ καὶ Ἰσαὰκ Ἰακὼβ τε Σάρραν ἅμα τε καὶ τὴν Ρεβέκκαν καὶ Λείαν, ὡς μόνος φιλάνθρωπος. 
Δόξα
Δοξάσομεν Χριστὸν, ἀδελφοὶ, ὁμοφώνως, τὸν πάλαι ἕν Κανὰ Γαλιλαίας παρόντα, καὶ γάμον εὐλογήσαντα καὶ θαυμάτων ποιήσαντα, τὸ προοίμιον καὶ παραδόξως τὸ ὕδωρ, οἶνον δείξαντα καὶ κεκλημένους τοῦ γάμου, ἐν τούτῳ ἐφράναντα. 
Καὶ νῦν, Θεοτοκίον Ὅμοιον 
Παρθένε Μαριὰμ, ἡ ἀνύμφευτος Νύμφη, τὴν νύμφη τὴν καλήν, ταύτην φυλάττε Κόρη, ἐκ πάσης περιστάσεως, καί τον ταύτης ὀμόζυγον, εὐτεκνίαν τε χαριζομένη καὶ πᾶσαν τὴν αὐτάρκειαν, τῶν ἀγαθῶν τοῦ Υἱοῦ σου, καὶ τέλος σωτήριον. 


Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου
Χρηστοήθεια τῶν Χριστιανῶν

ΕΚΔΟΣΙΣ 

ΣΥΝΟΔΙΑ ΣΠΥΡΙΔΩΝΟΣ ΙΕΡΟΜΟΝΑΧΟΥ 

ΝΕΑ ΣΚΗΤΗ ΑΓΙΟΥ ΟΡΟΥΣ

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις