Δευτέρα 28 Σεπτεμβρίου 2020

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝΑ

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝΑ


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δοκιμασθεὶς τοῖς τῆς ἀθλήσεως πόνοις, βεβαιωθεὶς τοῖς τῆς ἀσκήσεως ἄθλοις, ἐξέλαμψας ὡς ἥλιος, Χαρίτων φαεινός· ὅθεν ἀπαυγάσμασι, τῆς σεπτῆς χάριτός σου, μυστικῶς καταύγασον, τὴν ζοφώδη ψυχήν μου, ἵνα ἀεί σε ὕμνοις εὐφημῶν, ἐπιτελῶν τὴν πανέκλαμπρον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Μαρτύρων τοὺς πόνους ὑπενεγκών, ἀσκήσεως ἄθλοις, ἐθεράπευσας τὸν Θεόν, ᾧ πρέσβευε πάντοτε Χαρίτων, ἡμῖν δοθῆναι πταισμάτων τὴν ἄφεσιν.

Τριάδος τῷ ἔρωτι τὴν ψυχήν, τρωθεὶς ἐν τῷ κόσμῳ, ξένην ὔνυσας βιοτήν· διὸ τῶν ἐν κόσμῳ με πραγμάτων, εὐχαῖς σου ξένον Χαρίτων ἀνάδειξον.

Αἰσίως Χαρίτων τὸν κοσμικόν, πόντον διαπλεύσας, τὸν λιμένα τὸν γαληνόν, τῆς ἄνω κατέλαβες εὐκλείας, οὗ καὶ ἡμᾶς τῆς γαλήνης ἀξίωσον.
Θεοτοκίον.
Ἁγνὴ παντευλόγητε Μαριάμ, ὕψωσον Σὰς χείρας, πρὸς Υἱόν Σου τὸν ἀγαθόν, ἵνα ἐλέησῃ τοὺς ἐν πίστει, τὰ μεγαλεῖά Σου ὕμνοις γεραίροντας.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερεώμα.
Τὰ πάθη τοῦ σώματος, δι’ ἐγκρατείας ἐμάρανας, καὶ οἶκος λαμπρὸς τῆς ἀπαθείας, ὦ Χαρίτων γεγένησαι.

Χαρίτων μακάριε, τὴν ψυχρανθεῖσαν καρδίαν μου, θέρμανον σῆς χάριτος τῇ θέρμῃ, ἵνα πόθῳ γεραίρω σε.

Παθῶν τῆς φλογώσεως, Χαρίτων Ὅσιε ῥῦσαί με, ταῖς δροσιστικαῖς σου ἱκεσίαις, πρὸς τὸν μόνον φιλάνθρωπον.
Θεοτοκίον.
Ὦ θεοχαρίτωτε, διηνθισμένε Παράδεισε, ῥῦσαί με τοῦ πλάνου τῶν ἀρκύων, τῇ δοθείσῃ Σοι χάριτι.

Διάσωσον, τῆς ἐξωτέρου γεέννης Πάτερ Χαρίτων, ταῖς πρὸς Χριστὸν ἱεραῖς ἱκεσίαις σου, τοὺς τὰς διττάς σου γεραίροντας ἀριστείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Διττῶς ἐπὶ γῆς τελέσας τὸν ἀγῶνά σου, ζωῆς ἀληθοῦς, ἀπέλαβες χαρίσματα, Χαρίτων θεοδόξαστε· ὅθεν πίστει θερμῇ ἀνακράζω σοι· χαρίτωσόν μου Πάτερ τὴν ζωήν, ὡς πέλων τῆς χάριτος ἐπώνυμος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ζωῆς ἧς ἀπέλαβες, μυστικῶς Χαρίτων Πάτερ τὰς χάριτας, καταξίωσον τοὺς μέλποντας, τὰ πολυειδῆ σου κατορθώματα.

Τοῦ φωτὸς κατηξίωσαι, τοῦ ἐπουρανίου βιώσας ἄριστα, ὦ Χαρίτων· διὸ φώτισον, τὴν ἀμαυρωθεῖσάν μου διάνοιαν.

Κυριεύσας τοῦ σώματος, θείαν ἀπαθείας στολὴν ἐνδέδυσαι, καὶ Χριστῷ παρέστης Ὅσιε, μνημονεύων ἡμῶν τῶν τιμώντων σε.
Θεοτοκίον.
Νοσημάτων καὶ θλίψεων, ῥῦσαι τοὺς οἰκέτας Σου Μητροπάρθενε, τοὺς ὑμνοῦντας τὴν λοχείαν Σου, δι’ ἧς σέσωσται γένος τὸ βρότειον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χαίρων τὸν Σταυρόν, ἐπωμάδιον ἐβάστασας· διὸ Ὅσιε Χαρίτων δὸς κἀμοί, ταῖς πρεσβείαις σου ἰσχὺν ἐν περιστάσεσιν.

Ὕδατι τῆς σῆς, ὦ Χαρίτων Πάτερ χάριτος, τὴν τακεῖσαν ἐν τοῖς πάθεσι ψυχήν, καταδρόσισον εὐσπλάγχνως τοῦ ἱκέτου σου.

Πόνων χαλεπῶν, καὶ δεινῶν τῶν συνεχόντων με, ἐλευθέρωσον τῇ σῇ ἐπισκοπῇ, ὦ Χαρίτων μοναζόντων ἐγκαλλώπισμα.
Θεοτοκίον.
Σὺ εἶ ἡ αὐγή, μυστικῆς ἡμέρας ἄχραντε· διὸ λάμψον μοι τὸ φῶς τὸ νοητόν, τῇ λαμπρᾷ ἀνατολῇ Σῆς ἀντιλήψεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐκήρυξας, τὸν Χριστὸν θείῳ ζήλῳ, κατενώπιον ἀθέων τυράννων, καὶ δι’ αὐτόν, τὰς βασάνους ὑπέστης, ὥσπερ τινὸς ἄλλου Ἅγιε πάσχοντος· ὅθεν δεδόξασαι ἡμᾶς, περιέπων εὐχαῖς ταῖς τιμίαις σου.

Συνέχομαι, νυσταγμῷ ἀμελείας, καὶ καθεύδω ἐν πολλαῖς ἁμαρτίαις· ἀλλ’ ἐπιστὰς τῇ σεπτῇ χάριτί σου, διάσωσόν με Χαρίτων μακάριε, καὶ μετανοίας λογισμόν, δός μοι ἵνα ὁ τάλας σωθήσομαι.

Τοῦ ὄφεως, τῷ ἰῷ τὴν ψυχήν μου, φαρμαχθεῖσαν ὦ Χαρίτων τρισμάκαρ, τῆς χάριτός σου τῷ θείῳ φαρμάκῳ, ὡς συμπαθὴς δραστικῶς περιποίησαι, ἵνα σῳζόμενος ὑμνῶ, ἣν ἀπείληφας δόξαν ἀμάραντον.
Θεοτοκίον.
Ὡς σκήνωμα, τοῦ Θεοῦ πανάγιον, ὡς πυρίμορφον τοῦ Κτίστου καθέδραν, ὡς τοῦ Ὑψίστου ὑπέρλαμπρον θρόνον, ὡς τοῦ Χριστοῦ ἀστραπόμορφον ὄχημα, Σὲ ἀνυμνοῦμεν εὐλαβῶς, τὴν Σὴν Χάριν ἁγνὴ ἐξαιτούμενοι.

Διάσωσον, τῆς ἐξωτέρου γεέννης Πάτερ Χαρίτων, ταῖς πρὸς Χριστὸν ἱεραῖς ἱκεσίαις σου, τοὺς τὰς διττάς σου γεραίροντας ἀριστείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ συμμαχίᾳ Χαρίτων τῆς χάριτος, τὸν παλαμναῖον δυνάστην κατήσχυνας, καὶ νίκης ἐδέξω διάσημα, παρὰ Κυρίου ὃν ἵλεων ποίησον, εὐχαῖς σου ἡμῖν τοῖς ὑμνοῦσί σε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Χαρίτων μακάριε, ὁμολογίας ὁ λύχνος, μοναστῶν ἀγλάϊσμα, καὶ Ὁσίων καύχημα χαριτώνυμον, τοὺς καταφεύγοντας, θερμοτάτῃ πίστει, τῇ δυνάμει τῆς πρεσβείας σου, ῥῦσαι δεόμεθα, τῶν μαγγανειῶν τοῦ ἀλάστορος, καὶ λύτρωσαι κακώσεων, καὶ παντοειδῶν περιστάσεων· ἵνα σε τιμῶμεν, ἀπαύστως ἐν ᾠδαῖς πνευματικαῖς, ὡς εὐεργέτην καὶ πρόμαχον, τῶν προσκαλουμένων σε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρνηθεὶς τὰ ἐν κόσμῳ ἐξεζήτησας πόθῳ τὰ διαμένοντα, καὶ ἄσκησιν τελείαν διήνυσας Χαρίτων, ἀνακράζων τῷ Κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ψυχικὴν δός μοι ῥῶσιν καὶ ὑγείαν τελείαν ὡς συμπαθέστατος, Χαρίτων θεοφόρε, Χριστοῦ ὁ θεῖος φίλος, καὶ θεράπων οὐράνιος, ἵνα ἐν ὕμνοις τὰ σά, θαυμάσια γεραίρω.

Τοῦ Δεσπότου τῷ θρόνῳ παριστάμενος χαίρων Χαρίτων Πάτερ σοφέ, Αὐτὸν καθικετεύων, μὴ παύσῃ τὴν εἰρήνην, ὡς οἰκτίρμων δωρήσασθαι, τοῖς εὐφημοῦσι λαμπρῶς, τὰς σὰς τρισαριστείας.
Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη ἡ τεκοῦσα ἀφράστως τὸν πολυεύσπλαγχνον, κακίας ἐκ βαράθρων, ἀνάγαγε τὸν νοῦν μου, συμπαθῶς ἵνα ψάλλων Σοι· χαῖρε Παρθένε ἁγνή, τοῦ ἀχωρήτου χώρα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ ἐπομβρίᾳ, τῆς χάριτός σου Χαρίτων, καταδρόσισον θερμῶς καθικετεύω, τὴν ἐν ἁμαρτίας, αὐχμῶσάν μου καρδίαν.

Ἐν τοῖς ὑψίστοις, κατατρυφῶν ὦ Χαρίτων, τῆς ἐνθέου φωταυγείας τε καὶ δόξης, μὴ ἡμῶν παρίδῃς, τὰς ἐκ ψυχῆς δεήσεις.

Δός μοι Χαρίτων, τὴν τοῦ θανάτου μελέτην, ἵνα τύχω τῶν αὐτῆς δωρημάτων, καὶ τῆς αἰωνίου, ῥυσθήσομαι γεέννης.
Θεοτοκίον.
Νοός μου Κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ Σῇ φωταγωγίᾳ, ἡ τὸ φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πρυτάνευσον Χαρίτων, τοῖς προστρέχουσί σοι, τὴν τῶν πταισμάτων τελείαν συγχώρησιν, τῇ δραστικῇ σου πρεσβείᾳ πρὸς τὸν φιλάνθρωπον.

Ἰάσεων τὴν χάριν, παρὰ τοῦ Κυρίου, λαβὼν πλουσίως Χαρίτων μακάριε, ἀσθενειῶν τῶν κατ’ ἄμφω δέομαι ῥῦσαί με.

Ὁ χάριτος ἀφράστου, κατηξιωμένος, ἐν τοῖς ὑψίστοις Χαρίτων μακάριε, τὴν ἱκετήριον ταύτην ᾠδήν μου πρόσδεξαι.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, δεῦρο εὐσπλάγχνως νομῆς Σου τὰ πρόβατα, πρὸς εὐσεβείας ἀπαύστως νομὰς ποιμαίνουσα.


Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. 
Χαίροις τῶν Μαρτύρων ἡ λαμπηδών, Ὅσιε Χαρίτων, καὶ Ὁσίων κλέος λαμπρόν· χαίροις ὁ Ἀγγέλοις, συνόμιλος ἐν πόλῳ, καὶ τῶν πιστῶν προστάτης, ἀκαταγώνιστος. 
Πρότερον ἀθλήσει δοκιμασθείς, ὕστερον ἀσκήσει, ὦ Χαρίτων βεβαιωθείς, ἤστραψας ἐν κόσμῳ, ὡς ἥλιος φωσφόρος, ὑπερφυῶς αὐγάζων, πιστῶν τὸ πλήρωμα. 
Πίστει τὰ ἐπίκηρα παριδών, καὶ ἐνθέῳ ζήλῳ, τὴν πατρίδα καταλιπών, ὤφθης τῆς ἐρήμου, οὐράνιος πολίτης, Χαρίτων θεοφόρε, ἀζύγων καύχημα. 
Οἶκος τῆς Τριάδος φωτολαμπής, ἐεδείχθης ἀσκήσας, ἐν τῷ κόσμῳ τὴν ἀρετήν· ὅθεν ὦ Χαρίτων, πιστῶς σε εὐφημοῦμεν, αἰτούμενοι σὴν χάριν, τὴν πλουσιόδωρον. 
Σὺ τῆς ἐγκρατείας ὁ ἀσκητής, καὶ τῆς εὐσεβείας, ὁ ἀηττητος ἀθλητής, Χαρίτων θεόφρον, ἱκέτευε ἀπαύστως, Χριστὸν ἡμῖν διδόναι, χάριν σωτήριον. 
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: 
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὡμολόγησας Χριστόν, ψυχικῇ ἀνδρείᾳ Χαρίτων, πρὸ τῶν ἀνόμων κριτῶν, τότε ὥσπερ ἄσαρκος, βασάνους ἤνεγκας, καὶ ῥυσθεὶς θείᾳ χάριτι, χειρῶν μιαιφόνων, χαίρων τῆς ἀσκήσεως, τὸν δρόμον ἤνυσας· ὅθεν, παρεστὼς τῷ Κυρίῳ, πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε μακάριε. 
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις