Τρίτη 1 Σεπτεμβρίου 2020

Παρακλητικός Κανών Ὁσίου ΣΥΝΕΩΝ τοῦ Στυλίτου



Παρακλητικός Κανών Ὁσίου ΣΥΝΕΩΝ τοῦ Στυλίτου,
μ. Γερασίμου
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
ς δοξασθεὶς τῇ θεϊκῇ χορηγίᾳ, ἡμῶν προστάτης ἐναργὴς ἀνεδείχθης, καὶ πρεσβευτὴς πρὸς Κύριον θερμότατος· ὅθεν ἀεὶ πρέσβευε, Συμεὼν θεοφόρε, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ πολυτρόπων Πάτερ πειρασμῶν, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.

Δόξα. Καὶ νῦν. 
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

O N΄ (50) Ψαλμός.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Συμεών, σκέπε ἡμᾶς παμμάκαρ. Γερασίμου.
ᾨδὴ α΄.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συμεὼν τοῖς Ἀγγέλοις Πάτερ χοροῖς, σὺν αὐτοῖς δυσώπει, πάσης ῥύεσθαι ἀπειλῆς, τοὺς πίστει καὶ πόθῳ προσιόντας, θαυματουγὲ Συμεὼν τῇ πρεσβείᾳ σου.

ψίστου θεράπων θεοειδής, Συμεὼν θεόφρον, τῶν Ὁσίων ἡ καλλονή, ψυχῆς μου θεράπευσον τὸ ἄλγος, καὶ τὴν προσιοῦσάν μοι λύπην ἀφάνισον.

Μυρίοις κυκλούμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, καὶ κραυγάζω σοι ἐκ ψυχῆς· σπεῦσον Συμεὼν θαυματοφόρε, καὶ τῶν εὑρόντων δεινῶν με ἀπάλλαξον.

Θεοτοκίον.
κ Σοῦ προελήλυθεν ὑπὲρ νοῦν, σαρκὸς ἐν προσλήψει, ὁ τῶν ὅλων Δημιουργός, καὶ ἔσωσε πάντας Θεοτόκε, τοὺς προσκυνοῦντας τὸν ἄφραστον τόκον Σου.

ᾨδὴ γ΄. 
Οὐρανίας ἁψῖδος.
ς θερμὸς ἀντιλήπτωρ καὶ βοηθὸς ἕτοιμος, Συμεὼν σοφὲ τῆς σῆς ποίμνης, ταύτην περίεπε, τῇ ἀντιλήψει σου, ἐκ συμφορῶν καὶ κινδύνων, ἀπαλλάττων Ὅσιε, ὡς συμπαθέστατος.

Νοσημάτων ποικίλων καὶ πολλαπλῶν θλίψεων, Συμεὼν ἀτρώτους συντήρει, τοὺς σὲ γεραίροντας, καὶ αἴτει πάντοτε, ἀπὸ Κυρίου εἰρήνην, καὶ πταισμάτων ἄφεσιν, ἡμῖν δεόμεθα.

Σοφιστείας τοῦ πλάνου καὶ πονηρᾶς ἕξεως, καὶ ἐπηρειῶν ὀλεθρίων, ἡμᾶς ἀπάλλαττε, Συμεὼν Ὅσιε, τοὺς ἐν θερμῇ διανοίᾳ, σπεύδοντας ἑκάτοτε, τῇ προστασίᾳ σου.
Θεοτοκίον.
Καταφύγιον κόσμου καὶ ἀσφαλὲς στήριγμα, στήριξον ἡμᾶς Θεοτόκε, φόβῳ τῷ κρείττονι, τοὺς καταφεύγοντας, ὑπὸ τὴν θείαν Σου σκέπην, καὶ ζητοῦντας Δέσποινα, τὴν Σὴν βοήθειαν.

Διάσωσον, ὦ Συμεὼν θεοφόρε ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

πίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. 
Ἦχος β΄. Πρεσβεία θερμή.
κ στύλου σοφὲ ἐκλάμπων ἐν τοῖς πέρασι, θαυμάτων αὐγαῖς πυρσεύεις τὰς ψυχὰς ἡμῶν· διὸ πιστῶς βοῶμέν σοι· Συμεὼν ἀσκητὰ ἐγκαλλώπισμα, τὴν τῶν παθῶν ἡμῶν λῦσον ἀχλύν, φωτὶ τῶν θερμῶν σου παρακλήσεων.

ᾨδὴ δ΄. 
Εἰσακήκοα Κύριε.
πωδύνων κακώσεων, καὶ πολυειδῶν δεινῶν περιστάσεων, ἀσινεῖς ἡμᾶς διάσωζε, Πάτερ Συμεὼν ταῖς ἱκεσίαις σου.

Παῤῥησίαν πρὸς Κύριον, ἔχων Συμεὼν μὴ παύσῃ δεόμενος, λυτρωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ἐπηρειῶν τοῦ πολεμήτορος.

ντολῶν τοῦ Θεοῦ ἡμῶν, τὴν ὁδὸν ὁδεύειν Πάτερ ἐνίσχυσον, τοὺς ἐν πίστει καταφεύγοντας, τῇ σωτηριώδει ἀντιλήψει σου. 
Θεοτοκίον.
Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε Ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν με λύτρωσαι.

ᾨδὴ ε΄. 
Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, Συμεὼν καὶ τεῖχος ἄῤῥηκτον, τῆς Μονῆς ταύτης ὑπάρχεις ἀληθῶς, αὐτὴν τείχιζε ταῖς θείαις ἱκεσίαις σου.

νωθεν ἡμᾶς, ἐφορῶν μὴ παύσῃ Ὅσιε, ἀποτρέπων τὰς ποικίλας καθ’ ἡμῶν, μεθοδείας τοῦ δολίου πολεμήτορος.

Σύνεσιν ἡμῖν, καὶ εἰρήνην ἀεὶ βράβευε, καὶ πταισμάτων Συμεὼν τὸν ἱλασμόν, ταῖς πρὸς Κύριον πρεσβείαις σου δεόμεθα.

Θεοτοκίον.
Πόνων χαλεπῶν, τὴν ζωὴν ἡμῶν ἀπάλλαξον, ἡ τὸν Πρύτανιν τεκοῦσα τῆς ζωῆς, σωτηρία τῶν ψυχῶν ἡμῶν Πανύμνητε.

ᾨδὴ στ΄. 
Τὴν δέησιν ἐκχεῶ.
γγέλων, τὴν πολιτείαν ἀνύων, περιβόητος ἐν κόσμῳ ἐγένου· ὅθεν ἡμᾶς, κοσμικῶν φρονημάτων, καὶ ἐννοιῶν ματαιότητος λύτρωσαι, καὶ δίδου θεῖον φωτισμόν, ταῖς ψυχαῖς Συμεὼν ἡμῶν πάντοτε.

Μεγίσταις, θαυματουργίαις ἐμπρέπων, θεραπεύεις τὰ δυσίατα πάθη· ὅθεν κἀμοῦ, τὴν νοσοῦσαν καρδίαν, καὶ τὰ τοῦ σωματος ἴασαι τραύματα, καὶ θεῖον φόβον τῷ νοΐ, Συμεὼν θεοφόρε χορήγησον.

Μονήν σου, τὴν ἱερὰν θεοφόρε, μὴ ἐλλίπῃς ἀπὸ πάσης ἀνάγκης, καὶ ἀπειλῆς ἀπαλλάττων ἀπαύστως, ὡς ἀντιλήπτωρ αὐτῆς καὶ ὑπέρμαχος, καὶ καθοδήγει Συμεών, πρὸς νομὰς σωτηρίους δεόμεθα.

Θεοτοκίον.
φράστως, τὸν Ποιητὴν τετοκυῖα, ὡς ηὐδόκησεν ἁγνὴ Θεοτόκε, τὸν τῆς ἀρχαῖας κατάρας τὸν κόσμον, δι’ εὐσπλαγχνίαν πολλὴν λυτρωσάμενον, ἱκέτευε διὰ παντός, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς Σε.

Διάσωσον, ὦ Συμεὼν θεοφόρε ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. 
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, ἐπερχομένων δεινῶν ἡμᾶς λύτρωσαι, καὶ αἴτει πταισμάτων συγχώρησιν, καὶ παθημάτων παντοίων τὴν ἴασιν, ἡμῖν Συμεὼν τοῖς τιμῶσί σε.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

 Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον. 
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στῦλος οὐρανόφωτος, τῶν ἀρετῶν ταῖς ἀκτῖσιν, Ἐκκλησίας πέφηνας, ἐπὶ στύλου Ὅσιε ὡς ἐβίωσας, καὶ φωτὶ πάντοτε, τῆς σῆς προστασίας, τῶν παθῶν σκότος βαθύτατον, λύεις ἑκάστοτε, καὶ ἀσθενειῶν τὴν σκοτόμαιναν, ὑγείαν τε καὶ λύτρωσιν, νέμων τοῖς πιστῶς προσιοῦσί σοι· Συμεὼν τρισμάκαρ, Ὁσίων ἐγκαλλώπισμα σεπτόν, καὶ πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, πρὸς Χριστὸν τὸν Κύριον. 
 
ᾨδὴ ζ΄. 
Οἱ ἐκ τῆς Ἰουδαίας.
Καθαιρέτης ἐδείχθης ἀκαθάρτων πνεύματων Συμεὼν Ὅσιε· αὐτῶν τῆς ἐπηρείας, καὶ τῆς κακοτροπίας, ἀσινεῖς ἀεὶ φύλαττε, τῇ ἀντιλήψει τῇ σῇ, τοὺς σὲ ἀνευφημοῦντας.

νωτέρους συντήρει ἀπὸ πάσης ἀνάγκης καὶ πάσης θλίψεως, τῇ σῇ ἐπιστασίᾳ, καὶ θείᾳ προστασίᾳ, Συμεὼν τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

υπωθέντα μοι σπίλοις ἁμαρτίας ἀπόπλυνον τῇ σῇ χάριτι, καὶ δίδου θεοφόρε, δάκρυα μετανοίας, τῷ βοῶντι ἱκέτῃ σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Γεωργήσας Παρθένε τῶν παθῶν τὰς αἰτίας νοὸς κουφότητι, ἐμόλυνα ψυχῆς μου, τὸ εὐγενὲς ὁ τάλας· ἀλλὰ Σύ με ἐκκάθαρον, ἐκ μολυσμῶν χαλεπῶν, διὰ τῆς μετανοίας.

ᾨδὴ η΄. 
Τὸν Βασιλέα.
ργοις ἁγίοις, τῶν ἀρετῶν θεοφόρε, ὥσπερ ἄμπελον κομῶσαν τὴν Μονήν σου, δεῖξον γεωργίᾳ, τῶν θείων πρεσβειῶν σου.

ῦσαί με Πάτερ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ ἀπάλλαξον πικρᾶς με συνηθείας, ὡς παρὰ Κυρίου, λαβὼν πλουσίαν χάριν.

ῤῥωστημάτων, καὶ συνοχῆς ψυχοφθόρου, ῥύου πάντοτε ὦ Συμεὼν παμμάκαρ, τοὺς ἐπικαλουμένους, τὴν κλῆσίν σου τὴν θείαν.

Θεοτοκίον.
Σωματικῶν με, καὶ ψυχικῶν συντριμμάτων, ἀπολύτρωσαι Παρθένε Θεοτόκε, τὸν οἰκτρόν Σου δοῦλον, πολλῇ Σου εὐσπλαγχνίᾳ

ᾨδὴ θ΄. 
Κυρίως Θεοτόκον.
σχὺν καὶ θείαν ῥώμην, παρὰ τοῦ Κυρίου, αἴτει ἡμῖν Συμεὼν παναοίδιμε, ὡς ἂν ἐχθροῦ τῆς δυνάμεως κατισχύσωμεν.

Μονήν σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, ἀνακειμένην τῇ θείᾳ πρεσβείᾳ σου, ταύτῃ παρέχων, ἐξ ὕψους τὴν εὐλογίαν σου.

σίως καὶ ἀμέμπτως, ἡμᾶς διανύειν, τὴν βιοτὴν Συμεὼν καταξίωσον, ὡς ἂν ζωὴν τὴν ἀγήρω κληρονομήσωμεν.

Θεοτοκίον.
πέραγνε Παρθένε, Μῆτερ τοῦ Κυρίου, τὴν ἄναγνόν μου καρδίαν ἐκκάθαρον, καὶ καθαρῶς βιοτεύειν με ἐνδυνάμωσον.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Στήλη ἐναρέτου ὤφθης ζωῆς, ἐπὶ στύλου ζήσας, ὑπεράνθρωπος Συμεών· ὅθεν ὑπὲρ φύσιν, θεόθεν ἐδοξάσθης, καὶ ἅπασι παρέχεις, τὴν προστασίαν σου.

Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τῶν μοναζόντων ὑποτύπωσις ἀληθής· χαίροις παλαισμάτων, μεγίστων θεῖον θαῦμα, ὦ Συμεὼν καὶ πρέσβυς, ἡμῶν πρὸς Κύριον.

ρθης ἐπὶ στύλου σωματικῶς, καὶ πνεύματι Πάτερ, ἀνυψώθης πρὸς οὐρανόν· ὅθεν οὐρανίων, ἠξίωσαι χαρίτων, καὶ ἅπασι βλυστάνεις, χάριν ἀέναον.

Σώματος τοὺς πόνους ὑπειδών, Συμεὼν ὡράθης, ἀπαθείας θεῖον λειμών· ὅθεν πάντα πόνον, κουφίζεις θεοφόρε, τῶν πίστει προσιόντων, τῇ ἀντιλήψει σου.

Θαύμασιν ἐκλάμπων πάσῃ τῇ γῇ, νόσους θεραπεύεις, χορηγίᾳ τῇ θεϊκῇ· ὅθεν ἡμᾶς ῥῦσαι, ποικίλων συμπτωμάτων, καὶ νόσων ὀλεθρίων, Συμεὼν Ὅσιε.

Σκέπε καὶ διάσωζε ἐσαεί, ταύτην τὴν Μονήν σου, τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ ἐξαίτει ταύτῃ, ὦ Συμεὼν εἰρήνην, καὶ πᾶσαν εὐπραγίαν, ὁσίων πράξεων.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, τοῦ ἐχθροῦ ἐπιβουλῆς, Πάτερ Συμεὼν θεοφόρε, ἀξιοθαύμαστε, φύλαττε ἀπήμονας, τῇ προστασίᾳ σου, τοὺς πιστῶς σοι προσέρχοντας, εἰρήνην ὑψόθεν, καὶ πταισμάτων ἄφεσιν, ἡμῖν αἰτούμενος· σὲ γάρ, πρὸς τὸν πάντων Σωτῆρα, ἔχομεν μεσίτην καὶ πρέσβυν, καὶ ταχὺν ἐν πᾶσιν ἀντιλήπτορα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις