ΕΡΩΤΗΣΙΣ ΛΖ´.
Λέγει εἰς τὰς Πράξεις περὶ τοῦ ἁγίου Παύλου· Ὣστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια καὶ σημικίνθια, καὶ ἀπαλλάττεσθαι ἀπ᾿ αὐτῶν τὰς νόσους. Ἄρα γὰρ διὰ τὴν διακονίαν καὶ τοὺς ἀπίστους τουτὶ ἐγίνετο, ἢ ἁγιασθέντος τοῦ σώματος ταῦτα ἐκ τοῦ χρωτὸς αὐτοῦ ἐπετελεῖτο; Καὶ εἰ κατὰ τοῦτο, καὶ ἐπὶ τῆς ἐχίδνης οὐδὲν ἔπαθεν, τίνι τῷ λόγῳ, τῷ μὲν ἰῷ τοῦ θηρίου οὐχ ὑπέπεσε τὸ σῶμα τοῦ ἁγίου, τῷ δὲ ξίφει ὑπέπεσε; τὸ δὲ αὐτὸ ζητῶν καὶ ἐπὶ τοῦ σώματος τοῦ Ἐλισσαίου. Τίνα δὲ τὰ σημικίνθιὰ εἰσιν;
Ἀπόκρισις.
Οὔτε διὰ μόνην τοῦ ἁγίου Παύλου τὴν ἁγιότητα, οὔτε διὰ μόνην τὴν τῶν δεχομένων πίστιν, ὁ χρὼς τοῦ σώματος αὐτοῦ διὰ τῶν σουδαρίων καὶ τῶν σημικινθίων ἐπιτέλει τὰς ἰάσεις· ἀλλ᾿ ὅτιπερ αὐτῷ τε κἀκείνοις ἡ θεία χάρις ἑαυτὴν ἐπιμερίσασα, φιλανθρώπως ἐν ἐκείνοις διὰ τῆς πίστεως ἐνεργὸν ἐποίει τοῦ Ἀποστόλου τὴν ἁγιότητα. Οὕτω μὲν οὖν πάλιν βουληθείσης τῆς χάριτος, ἀπαθὲς διέμεινεν αὐτοῦ τὸ σῶμα, τῷ ἰῷ τοῦ θηρίου μὴ διαφθειρόμενον· εἴτε τὴν ἐν τῷ ἰῷ τοῦ θηρὸς φθαρτικὴν ποιότητα μεταβαλούσης· εἴτε τὸ σῶμα τοῦ ἁγίου τῆς τοιαύτης δαπανητικὸν φθορᾶς ἀπεργασαμένης· εἴτε κατ᾿ ἄλλον τινὰ τρόπον οἰκονομίας, ὃν οἶδεν ὁ ταῦτα ποιῶν καὶ μετασκευάζων Θεός. Τῷ δὲ ξίφει πάλιν ὑπέπεσε, βουληθείσης τῆς χάριτος· οὐ γὰρ ἦν κατὰ φύσιν ἀθάνατον, κἂν ἦν διὰ τὴν χάριν θαυματουργόν. Εἰ μὲν κατὰ φύσιν ὑπῆρχεν ἀθάνατον, καλῶς ἂν ἐζητοῦμεν τὸν καθ᾿ ὃν παρὰ φύσιν ὑπέπεσε τῷ ξίφει λόγον. Εἰ δὲ φύσει, καὶ μετὰ τὴν ἁγιότητα, διέμεινε θνητόν, οὐκ ἔστιν ἀναγκαῖον ζητῆσαι τὸν καθ᾿ ὃν οὐ τοιῶσδε, ἀλλὰ τοιῶσδε τὴν ἐν σαρκὶ ζωὴν παρῆλθε λόγον ὁ θεῖος Ἀπόστολος. ᾯ γὰρ τρόπῳ βούλεται, ὁ τὴν ἑκάστου πρὸ τῶν αἰώνων συμφερόντως διορίσας ζωὴν Θεός, ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς ζωῆς ἄγει, εἴτε δίκαιον, εἴτε ἄδικον.
Εἰ μὲν οὖν εἷς καὶ ὁ αὐτὸς φύσεως ἦν καὶ χάριτος λόγος, θαύματος ἦν ἄξιον καὶ καταπλήξεως, τὸ κατὰ τὴν φύσιν παρὰ τὴν χάριν, ἢ κατὰ τὴν χάριν παρὰ τὴν φύσιν γινόμενον. Εἰ δὲ μᾶλλον ἕτερος καὶ ἕτερος φύσεως καὶ χάριτος λόγος, δῆλόν ἐστι καὶ σαφές, ὅτι ὡς μὲν ἅγιοι ἐθαυματούργουν διὰ τὴν χάριν, ὡς ἄνθρωποι ἔπασχον διὰ τὴν φύσιν· ἐπειδὴ μὴ ἀνεῖλε τὸ τῆς φύσεως παθητὸν ἡ χάρις· οὐδαμῶς ἀλλήλοις συμφυρέντων τῶν ἐν φύσει καὶ χάριτι λόγων. Οὕτω δεξόμεθα πάντα ποιεῖν κατ᾿ οἰκονομίαν τῶν προνοουμένων ἐν τοῖς ἁγίοις τὴν τοῦ Θεοῦ χάριν, καὶ ζῶσι καὶ ἀποθανοῦσιν, ὡς ἐν ὀργάνοις οἰκείοις τῆς τῶν ἄλλων προνοουμένην σωτηρίας· ἀλλ᾿ οὐ κατὰ φύσιν ταῦτα διὰ τὴν χάριν ἐν τοῖς ἄλλοις ἐνεργοῦντας τοὺς ἁγίους. Τοῦτο γοῦν καὶ ἐπὶ τοῦ σώματος Ἑλισσαίου.
Ἀλλ᾿ ἐπειδὴ τῶν ἱστορουμένων τὰ νοούμενα μᾶλλον εὐφραίνει τὴν τῶν φιλοθέων ψυχήν, χρῶτα μὲν φαμεν εἶναι τοῦ μεγάλου Ἀποστόλου, τὴν εὐσέβειαν· καθ᾿ ἣν τοῖς μὲν ἦν ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν· τοῖς δέ, ὀσμὴ ἐκ θανάτου εἰς θάνατον· σουδάρια δέ, τοὺς ἐκφανεῖς τῆς γνωστικῆς αὐτοῦ θεωρίας λόγους· τὰ δὲ σημικίνθια, τοὺς σεμνοὺς κατ᾿ ἀρετὴν πρακτικῆς φιλοσοφίας τρόπους· ἐγχείρια γὰρ εἶναὶ φασιν τὰ σημικίνθια· οὕστινας λόγους τε καὶ τρόπους πνέοντας καὶ ἐκπέμποντας καθάπερ εὐωδίαν τὰ χρῶτα, τουτέστι, τὴν τοῦ μακαρίου Ἀποστόλου μεγάλην εὐσέβειαν, οἱ δεχόμενοι, τὴν τῆς πιεζούσης αὐτοὺς ἀσθενείας ἐλάμβανον ἴασιν· οἱ μέν, διὰ τῶν περὶ θεωρίας λόγων, ὡς σουδαρίων, τῆς ἀγνωσίας τὴν νόσον διώκοντες· οἱ δέ, διὰ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων τὴν ἀῤῥωστίαν τῆς κακίας παντελῶς ἀφανίζοντες.
Οὕτω δὲ καὶ τὸν οὕτω συμβάντα ζοφερὸν χειμῶνα, τὸ βάρος εἶναι τῶν ἀκουσίων πειρασμῶν τεκμαίρομαι· τὴν δὲ νῆσον, τὴν παγίαν ἕξιν τῆς θείας ἐλπίδος καὶ ἄσειστον· τὴν δὲ πυράν, τὴν ἕξιν τῆς γνώσεως τὰ δὲ φρύγγανα, τὴν τῶν ὁρωμένων φύσιν· ἣν συνέστρεφε τῇ χειρί, τῇ κατὰ θεωρίαν λέγω ψηλαφητικῇ τοῦ νοῦ δυνάμει, διατρέφων τοῖς ἐξ αὐτῆς νοήμασι τὴν ἕξιν τῆς γνώσεως, τὴν θεραπεύουσαν τὴν ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν προστριβεῖσαν τῇ διανοίᾳ κατήφειαν. Τὴν δὲ ἔχιδναν, τὴν λανθανότως ἐγκεκρυμμένην τῇ φύσει τῶν αἰσθητῶν πονηρὰν καὶ ὀλέθριον δύναμιν· δήξασαν μὲν τὴν χεῖρα, τουτέστι, τὴν ψηλαφητικὴν κατὰ νοῦν τῆς θεωρίας ἐνέργειαν· οὐ βλάψασαν δὲ τὸν διορατικὸν νοῦν, τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ εὐθὺς ὡς ἐν πυρὶ διαφθείραντα τὴν τῷ πρακτικῷ κινήματι τοῦ νοῦ προσαφθεῖσαν ἐκ τῶν τῶν αἰσθητῶν θεωρίας ὀλέθριον δύναμιν.
Ὡσαύτως καὶ ἐπὶ τοῦ Ἐλισσαίου νοῶ· ὅτιπερ ἕκαστος νεκρὸς τοῖς παραπτώμασιν, ἐπειδὰν τοῦ μνήματος ἐπιτεθῇ [Fr. ἐπιτεθεὶς] τοῦ προφήτου, ἐν ᾧ ἦν τὸ σῶμα, τουτέστι, τῇ τὸ ἴχνος ἐχούσῃ τοῦ προφητικοῦ βίου μνήμῃ· ἐν ᾧ ἦν καλῶς φυλαττόμενον τὸ σῶμα τῶν ἀρετῶν, τῇ κατὰ μίμησιν τῶν τρόπων ἀναστροφῇ ζωοποιεῖται, πρὸς τὴν ἐνάρετον μετατιθέμενος ζωήν, ἀπὸ τῆς τῶν παθῶν τῆς κακίας νεκρότητος.
ΣΧΟΛΙΑ.
α´. Πίστις τῶν δεομένων ἰάσεως, φησί, παρεκαλεῖτο τὴν ἐν τοῖς ἁγίοις τοῦ Πνεύματος δύναμιν, ἵνα διὰ τῆς πίστεως λανθάνουσα φανερὰ γένηται δύναμις· καὶ ἡ κεκρυμμένη πίστις διὰ τῆς δυνάμεως γένηται πᾶσι διάδηλος. Τηνικαῦτα γὰρ ὁ τῶν ἰαμάτων ἀληθὴς πέφυκε διαδείκνυσθαι τρόπος, ὁπηνίκα τῇ τῶν ἐνεργουμένων πίστει συμβαίνει διὰ πάντων ἡ τῶν ἐνεργοῦντων ἐν πνεύματι δύναμις.
β´. Ὁ γνώμῃ, φησίν, τῆς καθ᾿ ἁμαρτίαν καθαρεύων φθορᾶς, φθείρει τὴν τῶν φθείρειν πεφυκότων φθοράν. Ἡ γὰρ ἀφθαρσία τῆς προαιρέσεως τὴν φθορὰν συντηρεῖν τῆς φύσεως πέφυκε ἄφθαρτον κατὰ πρόνοιαν, διὰ τῆς ἐν αὐτῇ τοῦ Πνεύματος χάριτος μὴ συγχωροῦσα ταῖς ἐναντίαις ποιότησιν αὐτὴν δυναστεύεσθαι.
γ´. Ἐπειδὴ φύσεως, φησίν, καὶ χάριτος εἷς καὶ ὁ αὐτὸς λόγος, οὐκ ἔστιν ἀπορίας ἄξιον, πῶς τινες τῶν ἁγίων ποτὲ μὲν τῶν παθῶν ὑπερεῖχον, ποτὲ δὲ μᾶλλον ὑπέπιπτον πάθεσι· γινωσκόντων ἡμῶν, ὅτι τὸ μὲν θαῦμα τῆς χάριτος ἦν· τὸ δὲ πάθος τῆς φύσεως.
δ´. Ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωὴν ὁ Ἀπόστολος εἰς τοὺς πιστοὺς τῷ καθ᾿ ἑαυτὸν παραδείγματι, διὰ πράξεως πρὸς τὴν εὐωδίαν τῶν ἀρετῶν κινεῖσθαι παρασκευάζων ἢ τοὺς πειθουμένους τῷ λόγῳ τῆς χάριτος ὡς κήρυξ ἀπὸ τῆς κατ᾿ αἴσθησιν ζωῆς εἰς τὴν ἐν πνεύματι μετάγων ζωήν· ὀσμὴ δὲ ἀπὸ θανάτου εἰς θάνατον, τοῖς ἀπὸ τοῦ θανάτου τῆς ἀγνοίας εἰς τὸν τῆς ἀπιστίας ἐλάσασιν θάνατον, διδοὺς αὐτοῖς αἴσθησιν τῆς μενούσης αὐτοὺς κατακρίσεως. Ἢ πάλιν, ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν, τοῖς ἀπὸ πράξεως εἰς θεωρίαν ἀναγομένοις· ὀσμὴ δὲ ἀπὸ θανάτου εἰς θάνατον, τοῖς ἀπὸ τοῦ νεκρῶσαι τῇ καθ᾿ ἁμαρτίαν ἀργίᾳ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, εἰς τὴν τῶν ἐμπαθῶν νοημάτων τε καὶ φαντασιῶν ἐπαινουμένην μεταβαίνουσι νέκρωσιν.
ε´. Fr. Τό· Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μέν, ὀσμὴ ζωῆς εἰς ζωήν· οἷς δέ, ὀσμὴ θανάτου εἰς θάνατον, ἐνταῦθα μάλιστα σεσαφήνισται. Τὸ μὲν οὖν, ὀσμὴ ζωῆς εἰς ζωήν, οἷς μή ἐστιν αὐτοῦ κεκαλυμμένον τὸ Εὐαγγέλιον· τὸ δέ, οἷς δὲ ὀσμὴ θανάτου εἰς θάνατον, ἐνταῦθα μάλιστα σεσαφήνισται. Τὸ μὲν οὖν, ὀσμὴ ζωῆς εἰς ζωήν, οἷς μή ἐστιν αὐτοῦ κεκαλυμμένον τὸ Εὐαγγέλιον· τὸ δέ, οἷς δε ὀσμὴ θανάτου εἰς θάνατον, οἷς παντελῶς κεκαλυμμένον ἐστίν· Ἐν οἷς ὁ Θεός, φησί, τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων. Ἀποκεκάλυπται δὲ καὶ ἐπικεκάλυπται, παρὰ τὴν τῶν ἀκοούντων θερμότητα ἢ ψυχρότητα.
στ´. Διὰ μιμήσεως, φησί, τὴν μνήμην ἔχων τις τῆς τῶν ἁγίων ἀναστροφῆς, τὴν μὲν τῶν παθῶν ἀποτίθεται νέκρωσιν· τὴν δὲ τῶν ἀρετῶν ζωὴν ἀποδέχεται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου