ΑΠΟ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ
Ἱστέον δέ, ὅτι ἡ Εὐχὴ αὕτη λέγεται ἀπὸ τῆς 22ας τοῦ Σεπτεμβρίου μηνός, μέχρι τῆς Κυριακῆς τῶν Βαΐων.ΕΥΧΗ τοῦ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥΚύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Δυνάμεων καὶ πάσης σαρκός, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καρδίας τε καὶ νεφροὺς ὁ ἐτάζων, καὶ τὰ κρυπτὰ τῶν ἀνθρώπων σαφῶς ἐπιστάμενος, τὸ ἄναρχον καὶ ἀΐδιον φῶς, παρ' ὃ οὐκ ἔστι παραλλαγή, ἢ τροπῆς ἀποσκίασμα, Αὐτός, ἀθάνατε Βασιλεῦ, πρόσδεξαι τὰς ἱκεσίας ἡμῶν, ἃς κατὰ τὸν παρόντα καιρὸν τῆς νυκτός, τῷ πλήθει τῶν σῶν οἰκτιρμῶν θαρροῦντες, ἐκ ῥυπαρῶν πρὸς σὲ χειλέων ποιούμεθα, καὶ ἄφες ἡμῖν τὰ πλημμελήματα ἡμῶν, τὰ ἐν ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ, ἐκ γνώσεως ἢ ἀγνωσίας πλημμεληθέντα ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ναοὺς ἡμᾶς ποιῶν τοῦ ἁγίου Πνεύματος. Καὶ δώρησαι ἡμῖν ἐν ἀγρύπνῳ καρδίᾳ καὶ νηφούσῃ διανοίᾳ, πᾶσαν τοῦ παρόντος βίου τὴν νύκτα ἡμᾶς διελθεῖν, ἀπεκδεχομένους τὴν παρουσίαν τῆς λαμπρᾶς καὶ ἐπιφανοῦς ἡμέρας τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ μετὰ δόξης ἐπὶ γῆς Κριτὴς τῶν ἁπάντων ἐλεύσεται, ἑκάστῳ ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ, ἵνα μὴ ἀναπεπτωκότες καὶ ὑπνοῦντες, ἀλλ' ἐγρηγοροῦντες καὶ διεγηγερμένοι ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν αὐτοῦ εὑρεθῶμεν καὶ ἕτοιμοι εἰς τὴν χαράν, καὶ εἰς τὸν θεῖον νυμφῶνα τῆς δόξης αὐτοῦ συνεισέλθωμεν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀνέκφραστος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄρρητον. Σὺ γὰρ εἶ τὸ ἀληθινὸν φῶς, τὸ φωτίζον καὶ ἁγιάζον τὰ σύμπαντα, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ Κτίσις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου