Τετάρτη 2 Σεπτεμβρίου 2020

Παράκληση Ἁγίου Μεγαλομάρτυρος Μάμαντος




Παρακληση Ἁγίου Μεγαλομάρτυρος Μάμαντος

Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: 
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
 Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς καταφεύγοντας τῷ θείῳ ναῷ σου, καὶ τὴν θερμήν σου προστασίαν αἰτοῦντας, Μεγαλομάρτυς Μάμα παναοίδιμε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν συμπτωμάτων, ἡμῖν δὸς τὴν συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὺ εἶ ὦ Μάμα, ἡμῶν προστάτης. Γερασίμου.
ᾨδὴ α΄.
Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Στενώσεως πάσης ὀδυνηρᾶς, ἡμᾶς Μάρτυς Μάμα, διατήρησον ἀσινεῖς, καὶ πάσης ἐν βίῳ δυσπραγίας, τοὺς εὐλαβῶς προσιόντας τῇ σκέπῃ σου. 
ψόθεν ἐπίβλεψον εὐμενῶς, ἡμῖν Μάρτυς Μάμα, καὶ παράσχου ὡς συμπαθής, ψυχῶν καὶ σωμάτων θεραπείαν, τοῖς τῷ ἁγίῳ ναῷ σου προστρέχουσι. 
ν θλίψεσι τάχιστον βοηθόν, πλουτοῦντές σε Μάρτυς, ἐκβοῶμεν ἀπὸ ψυχῆς· βοήθει ἡμῖν πάσῃ ἀνάγκῃ, καὶ πάσης βλάβης ἡμᾶς ἀπολύτρωσαι.
Θεοτοκίον.
άτρευσον Κόρη τὴν χαλεπῶς, νοσοῦσαν ψυχήν μου, ταῖς τοῦ πλάνου ἐπιβουλαῖς, καὶ λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ φωταυγεῖ Σου πρεσβείᾳ πανάχραντε.

ᾨδὴ γ΄.
 Οὐρανίας ἁψῖδος.
ς Χριστοῦ Ἀθλοφόρος καὶ ἀῤῥαγὴς πρόβολος, Μάμα τῶν ἀεὶ ἀφορώντων πρὸς τὴν πρεσβείαν σου, δίωκε πάντοτε, τὰς καθ’ ἡμῶν ἐπιθέσεις, τοῦ δολίου δράκοντος, τῇ προστασίᾳ σου. 
Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ Ἅγιε, φέρειν γενναιόφρονι γνώμῃ, ἡμᾶς ἐνίσχυσον, ἅπαν ἐπίπονον, καὶ τὸν Χριστὸν ἐκδυσώπει, δοῦναι ἡμῖν ἔλεος, Μάμα δεόεμθα. 
πὸ πάσης ἀνάγκης καὶ προσβολῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων, ἀτρώτους φύλαττε, τοὺς τῷ ἁγίῳ σου Μάμα, καταφεύγοντας, καὶ σὲ γεραίροντας.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, σάρκα γεγονότα ἀτρέπτως, ἐκ τῶν αἱμάτων σου, σαρκός μου ἴασαι, καὶ τῆς ψυχῆς τὰς ὀδύνας, καὶ τὸν νοῦν μου λάμπρυνον, φωτὶ τῆς χάριτος. 
Διάσωσον, Μάμα θεόφρον Κυρίου Μεγαλομάρτυς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ πάσης βλάβης. 
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν ἀεὶ Θεῷ τῷ πανοικτίρμονι, μὴ παύσῃ σοφέ, ὑπὲρ τῶν εὐφημούντων σε, ὡς ἂν παθῶν καὶ θλίψεων, οἱ τιμῶντές σε Μάμα ῥυώμεθα, ὅτι τῇ σῇ ἀντιλήψει πιστῶς, προστρέχοντες χάριτος πληρούμεθα.

ᾨδὴ δ΄.
 Εἰσακήκοα Κύριε.
ντιλήπτωρ θερμότατος, πέλων Μάρτυς Μάμα τῶν εὐφημούντων σε, ἀφ’ ἡμῶν ἀπαύστως δίωκε, πᾶσαν τοῦ ἀλάστορος ἐπήρειαν. 
σὴ χάρις ἐκλάμπουσα, ὑπὲρ τὰς αὐγὰς ἡλίου ἑκάστοτε, διαλύει ζόφον ἅπαντα, Μάμα Ἀθλοφόρε πικρῶν θλίψεων. 
Μὴ ἐλλείπῃς δεόμεθα, χεῖρα βοηθείας καὶ ἀντιλήψεως, ἐπορέγειν τοῖς ἐκ πίστεως, ἐπικαλουμένοις τὸ σὸν ὄνομα.
Θεοτοκίον.
ς τεκοῦσα ἐν σώματι, Κόρη Παναγία τὸν Ὑπερούσιον, ἀεὶ πρέσβευε δεόμεθα, σώζεσθαι τοὺς πίστει Σε δοξάζοντας.

ᾨδὴ ε΄.
Φώτισον ἡμᾶς.
Νόσων χαλεπῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος, καὶ μαστίγων ὀλεθρίων καὶ δεινῶν, ἐλευθέρωσον ἡμᾶς Μάμα μακάριε. 
Πλήρωσον ἡμῶν, τὰς αἰτήσεις Μάμα ἔνδοξε, τῶν θερμῶς προσκαλούντων σε σοφέ, οἷα πρέσβυς ἡμῶν μέγιστος πρὸς Κύριον. 
άβδῳ μυστικῇ, τῶν θερμῶν σου ἀντιλήψεων, ἐκ τῆς ποίμνης σου ἀπέλασον μακράν, τὸν ὁρμῶντα καθ’ ἡμῶν θῆρα ἀόρατον. 
Θεοτοκίον.
μβρησον ἡμῖν, ὡς νεφέλη θείου Πνεύματος, ἀγαλλίασιν ὡς δρόσον νοητήν, Θεοτόκε τοῖς ἐν θλίψεσι στενάζουσι.

ᾨδὴ στ΄.
Τὴν δέησιν.
Σταγόσι, καὶ ἐπομβρίαις ἀΰλοις, τῶν σεπτῶν σου πρεσβειῶν πρὸς τὸν Κτίστην, σβέσον ἡμῶν, τῶν παθῶν τὰς καμίνους, καὶ τὰς καρδίας ἡμῶν καταδρόσισον, τὰς τηκομένας τοῖς δεινοῖς, Αθλοφόρε Χριστοῦ Μάμα ἔνδοξε. 
Τοῦ βίου, τὴν χαλεπὴν ἡμῶν ζάλην, εἰς γάλήνην μεταποίησον Μάρτυς, καὶ ἀσφαλῶς, καθοδήγησον Μάμα, ἐπὶ λιμένα τοῦ θείου θελήματος, τοὺς παραβάσει πολλαῖς θαλαττεύοντας, φθόνῳ τοῦ ὄφεως. 
γγέλων, συγχορευτὴς Μάμα πέλων, σὺν αὐτοῖς διὰ παντὸς ἐκδυσώπει, δαιμονικῆς, ἐπηρείας καὶ βλάβης, ἀεὶ λυτροῦσθαι τοὺς σὲ μακαρίζοντας, καὶ πάσης μάστιγος ἡμᾶς, ἀβλαβεῖς διασώζεσθαι Ἅγιε.
Θεοτοκίον.
Τὸν Κτίστην, καὶ Ποιητὴν τῶν ἁπάντων, ἀποῤῥήτως σωματώσασα Κόρη, σωματικῶν, ἡμᾶς λύτρωσαι πόνων, καὶ ψυχικῆς ἀθυμίας δεόμεθα, καὶ μετανοίας δίδου φῶς, τοῖς ἐν σκότει δεινῶν παραπτώσεων. 
Διάσωσον, Μάμα θεόφρον Κυρίου Μεγαλομάρτυς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ πάσης βλάβης. 
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
ς ἀντιλήπτωρ ἡμῶν ἑτοιμότατος, καὶ πρὸς Χριστὸν πρεσβευτὴς Μάμας μέγιστος, ἀπαύστως ἱκέτευε Ἅγιε, πειρατηρίων δεινῶν καὶ κακώσεων, ἡμᾶς ἀσινεῖς διασώζεσθαι. 
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. 
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλέησόν με...

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
ρμον ὡς ἀχείμαστον, τὸν σὸν ναὸν κεκτημένοι, Μάμα παμμακάριστε, ἐν αὐτῷ προστρέχομεν μετὰ πίστεως, καὶ δεινῶν θλίψεων, καὶ πικρῶν κυμάτων, τῶν ἐν βίῳ ἐκλυτρούμεθα, τῇ ἀντιλήψει σου· ὅθεν ἐκβοῶμέν σοι Ἅγιε· εἰρήνην ἀστασίαστον, καὶ γαλήνην δίδου ἀτάραχον, πᾶσιν Ἀθλοφόρε, τοῖς μέλπουσι τοὺς ἄθλους σου φαιδρῶς, καὶ τὴν θερμὴν προστασίαν σου, εὐσήμως κηρύττουσι.

ᾨδὴ ζ΄.
 Οἱ ἐκ τῆς Ἰουδαίας.
δοθεῖσά σοι χάρις ἐκ χειρὸς τοῦ Σωτῆρος Μάμα πολύαθλε, προφθάνει καὶ λυτροῦται, κινδύνων πολυτρόπων, τοὺς καλοῦντας τὴν κλῆσίν σου· διὸ τὴν σὴν ἀρωγήν, φωνοῦμεν οἱ ἐν πόνοις. 
Συστροφῆς ὀλεθρίου τῶν ἀεὶ τεκταινόντων θλίψεως καὶ δάκρυα, τῇ σῇ πρὸς τὸν Σωτῆρα, ἀπάλλαξον πρεσβείᾳ, Μάρτυς Μάμα τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 
Γενοῦ ἄῤῥηκτον τεῖχος καὶ προπύργιον θεῖον Μάμα πολύαθλε, τοῖς πίστει προσιοῦσι, τῷ ἱερῷ ναῷ σου, καὶ ζητοῦσιν ἑκάστοτε, τῆς προστασίας τῆς σῆς, τὰς σωτηρίους δόσεις.
Θεοτοκίον.
σαρκώθης ὡς οἶδεν ὁ τῶν ὅλων Δεσπότης δι’ ἀγαθότητα, ἐκ Σοῦ Παρθενομῆτορ, καὶ ὤφθη τοῖς ἐν κόσμῳ διασώζων τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄.
Τὸν Βασιλέα.
ῶσιν παράσχου, καὶ τὴν κατ’ ἄμφω ὑγείαν, Μάμα ἔνδοξε Μαρτύρων ὡραιότης, τοῖς καταφοιτῶσι, τῷ θείῳ σου τεμένει. 
ῤῥωστημάτων, καὶ πολυπλόκων σκανδάλων, διαφύλαττε ἀπαρατρώτους Μάμα, τοὺς ὑμνολογοῦντας, τοὺς θείους σου ἀγῶνας. 
Σκέπε ἐκ πάσης, δαιμονικῆς ἐπηρείας, Μάμα ἔνδοξε καὶ δόλου καὶ μανίας, τοὺς ἐκδεχομένους, τὴν ἀρωγήν σου Μάρτυς.
Θεοτοκίον.
να ὑμνῶ Σε, ὦ ὑπερύμνητε Κόρη, ἀκηδίας με χαλεπωτάτης ῥῦσαι, καὶ τῷ θείῳ φόβῳ, τείχισον τὴν ψυχήν μου.
ᾨδὴ θ΄.
Κυρίως Θεοτόκον.
Μαρτύρων ὡραιότης, σὺν αὐτοῖς δυσώπει, Μάμα θεόφρον Χριστὸν τὸν πανάγαθον, διδόναι λύσιν πταισμάτων ἡμῖν δεόμεθα. 
μέγας εὐσεβούντων, καὶ θερμὸς προστάτης, ἡμᾶς μεγάλων ἀπάλλατε θλίψεων, Μεγαλομάρτυς Κυρίου Μάμα πανεύφημε. 
πάρχων φωτὸς πλήρης, Μάμα οὐρανίου, τῆς τῶν παθῶν ἡμᾶς ῥῦσαι ζοφώσεως, ταῖς φωτοφόροις πρεσβείαις σου ἀξιάγαστε
Θεοτοκίον.
πὲρ τῶν ἀνυμνούντων, τὰ Σὰ μεγαλεῖα, μὴ διαλίπῃς πρεσβεύουσα ἄχραντε, τὸν προελθόντα ἀφράστως ἐκ τῶν λαγόνων Σου.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. 
Βλάστημα Μαρτύρων ὢν εὐκλεές, Μάμα Ἀθλοφόρε, ἠγωνίσω μαρτυρικῶς, καὶ καταπαλαίσας, ἐχθροῦ τὴν δυναστείαν, λαμπρῶς ἐμεγαλύνθης, θαυμάτων χάριτι. 
Τῷ Χριστῷ ἐκ βρέφους ἀνατεθείς, Μαρτύρων τοὺς πόνους, καὶ ἀγῶνας τοὺς θαυμαστούς, ὑπῆλθες ἀνδρείως, Μεγαλομάρτυς Μάμα, καὶ νίκης ἐκοσμήθης, τῷ διαδήματι. 
Τοῦ πυρὸς τὴν φύσιν νενικηκώς, φέρων ἐν καρδίᾳ, πῦρ τὸ ἄϋλον τοῦ Χριστοῦ, καὶ θηρῶν ἀγρίων, ὁρμὰς ὡς χαλινώσας, ἀξίως ἐδοξάσθης, Μάμα πολύαθλε. 
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, ῥῦσαι πάσης έπιβουλῆς, Μάμα Ἀθλοφόρε, καὶ δίδου ἡμῖν μάκαρ, χαρὰν καὶ εὐφροσύνην, ψυχῆς καὶ σώματος. 
Χαίρων ἐν τῇ χάριτι τοῦ Χριστοῦ, πρὸς πῦρ ἠγωνίσω, καὶ πρὸς ὕδωρ Μάμα στεῤῥῶς, καὶ καταπαλαίσας, τῆς πλάνης τὴν ἀπάτην, τῆς οὐρανίου δόξης λαμπρῶς ἠξίωσαι. 
Νόσων καῖ κινδύνων καὶ συμφορῶν, δεινῆς ἀθυμίας, καὶ κακίας τοῦ δυσμενοῦς, ἡμᾶς ἀνωτέρους, φύλαττε Μάρτυς Μάμα, τοὺς μέγαν σε προστάτην, ἔχοντας Ἅγιε. 
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα.

Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, Μάμα εὐσεβούντων προστάτα, καὶ τεῖχος ἄῤῥηκτον, πάσης περιστάσεως καὶ συμφορᾶς χαλεπῆς, καὶ παθῶν ἀπολύτρωσαι, ταῖς σαῖς ἱκεσίαις, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, μάκαρ πρὸς Χριστὸν διὰ τοῦτο, δέχου τὰς φωνᾶς ἡμῶν ἑκάστοτε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
 
Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις