ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝΣΙΛΟΥΑΝΟΝ ΤΟΝ ΑΘΩΝΙΤΗΝ
«Χαροποίησον, Κύριε, διὰ τῆς ἐλεύσεως τοῦ Πνεύματός Σου τοῦ Ἁγίου πᾶσαν ψυχὴν θλιβομένην».
Εὐλογήσαντος τοῦ ἱερέως,
τὸ Κύριε εἰσάκουσον, Θεὸς
Κύριος
καὶ τὸ Τροπάριον.
Ἦχος δ'. Ὁ ὑψωθείς.
Ὁ νοῦν κρατήσας εἰς κατώτατα ᾍδου, καὶ ἀνελθὼν τῇ ταπεινώσει εἰς ὕψος, θεωριῶν τῇ Χάριτι σεπτὲ Σιλουανέ, δέχου τοὺς προστρέχοντας, πατρικαῖς σου πρεσβείαις, δίδου πεῖραν Πνεύματος, λογισμὸν μετανοίας, ὅπως τῇ γνώσει Πάτερ τοῦ Θεοῦ, ἀξιωθῶμεν, τῆς ἄνω συστάσεως.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον,
Οὐ
σιωπήσομεν...
Ό
Ν' ψαλμὸς καὶ εἶτα
ὁ Κανών, οὗ ἡ
ἀκροστιχὶς·
«Διψητικῶς
ἀξίωσον, ζητεῖν Θεόν, ὦ
Πάτερ.
Ἀ(θανάσιος)».
ᾨδὴ α'. Ἦχὸς πλ. δ'. Ὑγρὰν διοδεύσας.
Διψῶντες τὴν Χάριν τοῦ Ἰησοῦ, προστρέχομεν πίστει, σοί, ὦ Πάτερ Σιλουανέ, πρεσβείαις ἁγίαις σου χορήγει, τάς δωρεὰς καὶ ἡμῖν Θείου Πνεύματος.Ἱλέωσαι Πάτερ τὸν ἀγαθόν, Δεσπότην καὶ δίδου, τῆς εἰρήνης ἐγκαινισμόν, καρδίαις ζητούσαις τὴν γαλήνην, ἥν περ παρέχει τὸ Πνεῦμα τὸ Ἅγιον.Ψυχὰς ἀποκάθαρον τῶν παθῶν, τρισόλβιε Πάτερ, καὶ οἰκίας φωτολαμπεῖς, ἀνάδειξον ταύτας Παρακλήτου, ὡς τὴν ψυχήν σου τελείως ἐκάθηρας.
Θεοτοκίον.
Ἣν ἔσχες ταπείνωσιν ἀληθῆ, Παρθένε παράσχου, σοῖς οἰκέταις ἐγκατοικεῖν, γενέσθαι δὲ πάντας κατὰ χάριν, τοῦ γλυκυτάτου Υἱοῦ σου σκηνώματα.
ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.
Τὴν σφοδράν σου ἀγάπην, πρὸς τὸν Θεὸν ἔδειξας, διὰ μετανοίας ἀρίστης, μακαριώτατε, ὅρον σου θέμενος, μὴ προσβαλεῖν Τούτῳ ἔτι, ἑκουσίῳ πταίσματι ἢ παραπτώματι.Ἰησοῦ ἐπικλήσει, τῇ ζωηρᾷ σέσωσαι, ὅτε ὁ λυττώτων σοι κύων, Πάτερ προσήγγισε, διό με λύτρωσαι, ἐκ τοῦ κυνὸς διαβόλου, προσευχὴν διδάσκων μοι τὴν ἀδιάλειπτον.Κεκμηκότα με Πάτερ, ἐκ πονηρῶν πράξεων, στῆσον καὶ ἀνόρθωσον πάλιν τῇ μεσιτείᾳ σου, σὺ γὰρ φιλάνθρωπα, ἐκ δωρεᾶς ἔχεις σπλάγχνα, ἅπερ μοι ἐπίδειξαι, ἵνα δοξάζω σε.
Θεοτοκίον.
Ὡς τὸν ὄφιν Παρθένε, τὸν πονηρὸν ἤλασας, ἀπὸ Συμεὼν ἐνυπνίῳ, πάντοτε δίωκε, ἀπὸ καρδίας μου, τάς ἀκαθάρτους ἐννοίας, σκεῦος καθαρώτατον, ἀποδεικνῦσα με.Διάσωσον, Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ φύλαττε αὐτούς, ἐν τῇ Χάριτι τοῦ Κυρίου.Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις ὑπὸ τοῦ Ἱερέως καὶ τὸ κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή.
Πρεσβείας τὰς σάς, πλουτοῦντες Παμμακάριστε, κινδύνων ἀεί, λυτρούμεθα οἱ δοῦλοί σου, καὶ Θεὸν γνωρίζοντες, διὰ Χάριτος Ὁσιώτατε, Σιλουανὲ ἐκ ψυχῆς, τὸν ὕμνον σοι ἀναπέμπομεν.
ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Σταθερὰν ὡς ἐπέδειξας, ἔφεσίν σου Πάτερ ἀφιερώσεως, οὕτω πάντοτε τὸν δοῦλόν σου, πολιτεύεσθαι Θεῷ ἀξίωσον.ᾍδου Πάτερ ἐκύκλωσαν, φλόγες τὴν καρδίαν μετανοοῦσάν σου, ὧν με λύτρωσαι τὸν τάλανα, δροσισμὸν παρέχων Χάριτος.Ξένὸς γέγονας Ὅσιε, τὸν σταυρὸν ἀράμενος θείου Σχήματος, τὸν Χριστὸν οἰκεῖον ἔχων σοι, ᾯ με παρρησίᾳ σου οἰκείωσον.
Θεοτοκίον.
Ἱερὸν ὡς ἀνάθημα, δέδεξαι Παρθένε ἐν θείῳ Ἄθωνι, τὸν σὸν δοῦλον κατασκέπουσα, μητρικῇ σου σκέπῃ, ᾗ με σκέπασον.
ᾨδὴ ε'. Φώτισον ἡμᾶς.
Ὤφθη σοι Χριστός, τῷ πολέμῳ ἀτονήσαντι, καὶ ψυχῆς ἠλλοίωσε ἰσχύν, Ὃν ἀτονοῦντι, ἀντιλήπτορα παράσχου μοι.Σῶμα καὶ ψυχή, εἰληφότα θείαν ὅρασιν, ἀνενεώθησάν σου Πάτερ εὐθύς, κἀμοῦ κραυγάζω, ἀνανεούσθω ἔσω ἄνθρωπος.Ὄμμα νοερόν, ὥσπερ Ἄγγελος ἐτήρησας, ἐν ἀγρυπνίαις ἐκτηκόμενος, ἐν νήψει Πάτερ, διό με νήφειν καταξίωσον.
Θεοτοκίον.
Νέωσον τὸν νοῦν, καὶ καρδίαν μου Θεόνυμφε, ἐγκατασπείρουσα τὸ σπέρμα εὐχῆς, ὡς εὐχομένῳ, τῷ Ὁσίῳ ξένως ἔσπειρας.
ᾨδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.
Ζωήν σου, τοὺς ἀδελφοὺς οἰόμενος, δι' ὧν εὕρισκες Θεὸν τὸν Πατέρα, Σιλουανέ, διηκόνεις προθύμως, αὐτοῖς τὴν Χάριν λαμβάνων τοῦ Πνεύματος, διὸ κἀμὲ παρακαλῶ, βλέπειν πάντας ὡς σὺ καταξίωσον.Ἠλόγησας, τῆς φθαρτῆς σου φύσεως, καὶ ἀγῶνας ὑπὲρ μέτρον ἐτέλεις, φόβον ἐν νῷ, ἔχων μήπως ἐκπέσῃς, τῆς Ἰησοῦ ἀγαπήσεως Ὅσιε, ἧς πάντοτε ἐμὴν ψυχήν, ἐξαρτᾶσθαι εὐχαῖς σου μοι δώρησαι.Τηρήσας σου, εἰς τοῦ ᾅδου πέταυρα, λογισμὸν μακαριώτατε Πάτερ, τῆς ἀγαθῆς, τοῦ Σωτῆρος ἐλπίδος, μὴ μακρυνθῆναι ἠξίωσαι Ὅσιε, διὸ βοῶ σοι ἐκ ψυχῆς, ἐργασίαν τοιαύτην ἐργάζοιμι.
Θεοτοκίον.
Ἐλέους σου, μητρικοῦ ἀπήλαυσεν, ὁ θεράπων σου Παρθένε Κυρία, καὶ γὰρ οὐδείς, μετὰ πόθου προσπίπτων, οὐκ ἂν κενὸς πορευθείη τῆς χάριτος, ἧς δέομαι ὁ ἀμελής, ἀπολαῦσαι ἐν βίῳ μου ἅπαντι.Διάσωσον, Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ φύλαττε αὐτούς, ἐν τῇ Χάριτι τοῦ Κυρίου.Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ἡ αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ'. Προστασία τῶν Χριστιανῶν.
Διὰ πείρας μαθὼν τὰ θεῖα μυστήρια, τὴν ἀγάπην καλῶς πρὸς πάντας ἐναπέδειξας, ἣν καὶ νῦν Σιλουανέ, τοῖς χρήζουσι πιστοῖς, καὶ προστρέχουσι τῇ σῇ, μεσιτείᾳ ἐπίδειξαι, πάθη ψυχῶν σωμάτων, πόρρω ἀποδιώκων, καὶ τὴν τοῦ Πνεύματος χαράν, παρέχων τὴν ἄμισθον.
Προκείμενον.Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον (ια', 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα τὸ Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνας, δρόμον τῆς ἀσκήσεως, Πάτερ Ὁσιώτατε διεπέρασας, καὶ δραγμοὺς Χάριτος, ἀποδρέψας πόθῳ, νῦν πλουτεῖς παναληθέστατα, τὴν ἑκατόμμοιραν, τοῦ Εὐαγγελίου ὡς εἴρηται, διὸ καὶ τοῖς προστρέχουσι, ῥείθροις τῶν ῥημάτων σου πάρεχε, δροσισμὸν καρδίας, καὶ τρόπους μετανοίας ἀψευδοῦς, Σιλουανὲ θείου Πνεύματος, κτῆτορ καὶ διδάσκαλε.
ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱερὰν πολιτείαν τῶν μοναστῶν ᾔνυσας, Πάτερ ἐν πολλῇ κατανύξει, καὶ ἔχων πάντοτε, πρὸ τῶν ὀμμάτων σου, τὴν Παρουσίαν Κυρίου, Ὃν κἀμὲ ἐνώπιον, βλέπειν ἀξίωσον.Νοῦν τετήρηκας ξένον, τῶν κοσμικῶν πράξεων, καὶ θεωριῶν θεοφόρε, διὰ τοῦ Πνεύματος, συγκατερχόμενος, ταλαιπωρίαις τοῦ κόσμου, καὶ εὐχὰς ποιούμενος, ἃς καὶ νῦν ποίησον.Θρηνῳδίας παρῆλθε τῆς τοῦ Ἀδὰμ Ὅσιε, χρόνος ὅτι νῦν ἀπολαύεις, Οὗπερ ἐπόθησας, ἀλλὰ ὡς μείζονα, τὴν παρρησίαν κατέχων, τοῦ λαοῦ μνημόνευε, φιλοψυχότατε.
Θεοτοκίον.
Ἐν Σταυρῷ ἱσταμένη, ὠκεανὸν θλίψεως, Ἄχραντε ἐβάστασας ὅμως, χαρᾶς πεπλήρωσαι, ὅτε ἑώρακας, τὸν σὸν Υἱὸν ἀναστάντα, ἧς χαρᾶς ἀξίωσον, λαὸν ὑμνοῦντά Σε.
ᾨδὴ η'. Τὸν Βασιλέα.
Οὐρανωθέντες, χορὸς Ἁπάντων Ἁγίων, ὑπὲρ κόσμου πρεσβεύετε ἀπαύστως, ἅμα συνευχέτῃ, Σιλουανῷ τῷ θείῳ.Νίκην εὑρίσκει, ὁ ταπεινῶν ἕως τέλους, τὴν ὑψαύχενον διάθεσιν καρδίας, ἣν εὐχαῖς σου Πάτερ, εὕροιμεν ὑμνηταί σου.Ὢ τῆς ἀφράστου, φιλανθρωπίας Δεσπότου, τοῦ παρέχοντος παράκλησιν τοῖς δούλοις, Χάριν Παρακλήτου, πρεσβείαις τῶν Ἁγίων.
Θεοτοκίον.
Πάλιν Παρθένε, προσπίπτοντά με προσδέχου, ἐξαιτούμενον τὴν ἄμαχον πρεσβείαν, δι' ἧς καὶ ἐλπίζω, τυχεῖν τῆς σωτηρίας.
ᾨδὴ θ'. Κυρίως Θεοτόκον.
Ἀγάπης τὸ ταμεῖον, σὲ καθικετεύω, Σιλουανὲ παμμακάριστε Ὅσιε, διπλῆν μοι ταύτην παράσχου, ταῖς μεσιτείαις σου.Τὴν φύσιν ὑπερῆρας, Πνεύματι Ἁγίῳ, καὶ ὑπὲρ φύσιν ὡς ἄγγελος ἔζησας, οὕτω βιοῦν ὑμνητάς σου, Πάτερ ἱκέτευε.Εὐφραίνομαι τρισμάκαρ, βίον μελετῶν σου, καὶ τοῦ Κυρίου ὁρῶν μέγα ἔλεος, Σιλουανὲ ᾧ σωθῆναι, κἀμὲ ἀξίωσον.Ῥημάτων ἀπορήσας, μίαν ἀνακράζω, φωνὴν ἱκέτιδα Πάτερ μακάριε, τὸν κόσμον ἅπαντα γνῶναι, Πνεύματι Κύριον.
Θεοτοκίον.
Αἰτοῦντί μοι τὸ φῶς Σου, τῷ ἐσκοτισμένῳ, Φωτοκυῆτορ ἀκτῖνα κατάπεμψον, καὶ Βασιλείας φωτός με, μέτοχον ποίησον.
Εἶτα τὸ Ἄξιον ἐστι καὶ τὰ Μεγαλυνάρια.
Τὸν τῆς μετανοίας καθηγητήν, καὶ φωτὸς ἀκτίστου, ἀπλανέστατον μυητήν, Πνεύματος Ἁγίου, διδάσκαλον καὶ οἶκον, Σιλουανὸν ἐν ὕμνοις, ἀνευφημήσωμεν.Ἔσπειρας ἐν δάκρυσι δαψιλῶς, Πάτερ θεοφόρε, ὅθεν δράγματα νῦν κρατῶν, ἀρετῶν τῶν θείων, χορήγει τοῖς αἰτοῦσι, Σιλουανὲθεόφρον, καρποὺς τῆς Χάριτος.Πνεῦμα τὸ Πανάγιον σαῖς εὐχαῖς, ἐγκαίνισον Πάτερ, τοῖς τιμῶσί σε εὐλαβῶς, καὶ τὸν κόσμον πάντα, ἀξίωσον πλησθῆναι, τῆς γνώσεως Κυρίου, μακαριώτατε.Πίστει προσκυνοῦντας Σιλουανέ, Λειψάνων σου θήκην, χαρισμάτων ζωοοποιῶν, πλήρωσον καὶ ζέσιν, ὑπάναψον ἀγάπης, ἵνα σε εὐγνωμόνως, πάντες δοξάζωμεν.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ
στρατιαί...
Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ' ἣν τὰ ἑξῆς·
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε.
Δός μοι, τὴν τοῦ Πνεύματος χαράν, δός μοι τῆς ἀγάπης ὦ Πάτερ, τὴν τελειότητα, δὸς τὴν ἐπιπόθησιν, τοῦ γλυκυτάτου Χριστοῦ, ἀρετῶν τὴν πληρότητα, ταπείνωσιν θείαν, ἵνα πνευματέμφορος, ὅλως δοξάζω σε, Ὄρους τοῦ Ἁγίου ἡ δόξα, καὶ τῆς Ἐκκλησίας τὸ στόμα, ὦ Σιλουανὲ θεομακάριστε.Δέσποινα πρόσδεξαι...
Τὴν
πᾶσαν ἐλπίδα μου...
Ἐκ παντοίων κινδύνων...
Τῇ
πρεσβείᾳ Κύριε...
Καὶ τέλος τὸ
Δι' εὐχῶν.
Στίχοι ἱκετικοί.
Πλήρωσον ὀδοὺς
τοῦ ἀθλίου μου βίου,
ὦ Σιλουανέ, Πνεύματος Παναγίου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου