Παρακλητικός Κανών εις το Γενέθλιο της Υπεραγίας Θεοτόκου και Αειπαρθένου Μαρίας
Ποίημα Μοναχής Μακρίνας Ιερά Μονή Κωσταλεξίου Φθιώτιδος
†Εορτάζεται στις 8 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα Τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ὡς τῶν ἀνθρώπων κραταιάν προστασίαν καί ἱερᾶς ἡμῶν Μονῆς ἐποπτείαν, χαριστηρίοις ἄσμασιν βοῶμεν Σοι, Ἁγνή· χαίροις χαριτόβρυτε δωρεῶν ἐπομβρία, πάντας ἡ δροσίζουσα δαψιλῶς, Παναγία, τούς εὐλαβῶς καί πίστει ἀκραιφνεῖ, τήν πάνσεπτόν Σου γεραίροντας Γέννησιν.
Δόξα. Τό αὐτό.
Ἤ τό Ἀπολυτίκιον τῆς Γεννήσεως.
Ἦχος ὁ αὐτός, Αὐτόμελον.
Ἡ Γέννησίς Σου, Θεοτόκε, χαράν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ Σοῦ γάρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστός ὁ Θεός ἡμῶν· καί λύσας τήν κατάραν, ἔδωκε τήν εὐλογίαν καί καταργήσας τόν θάνατον, ἐδωρήσατο ἡμῖν, ζωήν τήν αἰώνιον.
Καί νῦν. Ὅμοιον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ, Σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς κατ’ ἀλφάβητον, πλήν τῶν Θεοτοκίων.
ᾨδή α΄.
Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἀντάξιον ὕμνον τῶν γηγενῶν, οὐδείς ἐξισχύει Σοί προσφέρειν ὡς ἀληθῶς· ἡμεῖς δέ εἰς τήν φιλανθρωπίαν τήν Σήν θαρροῦντες, τήν δέησιν ψάλλομεν.
Βυθοῦ με ἐξάγαγε τῶν παθῶν, δι’ ὧν ἐμακρύνθην ἐκ νεότητος τοῦ Θεοῦ, δεινῷ πολεμήτορι ψυχῆς μου, προσκολληθείς ἀσυνέτως ἡ δείλαιος.
Γεννήσει Σου, Ἄχραντε, τῇ σεπτῇ, βροτῶν ἐνεργεῖται σωτηρίας ἡ ἀπαρχή, διό τάς οἰκούσας τῇ Μονῇ Σου, ἐν βίβλῳ ζώντων γραφῆναι εὐδόκησον.
Ἐκ στείρας νηδύος θεοπρεπῶς, σήμερον γεννᾶται ἡ τεκοῦσα τόν Πλαστουργόν, πληροῦσα τά πάντα εὐφροσύνης, τά τε ἐπίγεια καί τά οὐράνια.
ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Δυναστείᾳ Σου, Μῆτερ, τῇ θεϊκῇ τείχισον, ταύτην Σου τήν ποίμνην, Παρθένε, Σέ θησαυρίζουσαν φρουρόν καί πρόμαχον, τῶν τοῦ ἐχθροῦ ῥυομένην δεινῶν ἐπιθέσεων, Θεοχαρίτωτε.
Ἐν εἰρήνῃ τόν νοῦν μου διαπαντός φύλαττε, πάντα λογισμόν ψυχοφθόρον μακράν διώκουσα· Σύ γάρ ὡς τέξασα τόν Ἀρχηγόν τῆς εἰρήνης, παρρησίαν κέκτησαι μεγίστην, Ἄχραντε.
Ζοφερόν διαλύει, πολυειδῶν θλίψεων, οἷά περ ἡώς λαμπροτάτη ἐξανατέλλουσα, ἡ Σή πανήγυρις τοῦ Γενεθλίου, Παρθένε, ἥνπερ ἑορτάζοντες, Σέ μακαρίζομεν.
Ἐκ τῆς ῥίζης προῆλθεν τοῦ Ἰεσσαί βλάστημα ἅγιον, ἡ ἄμωμος Μήτηρ τοῦ Παντοκράτορος, ἡ διανοίξασα τοῦ Παραδείσου τάς πύλας, κεκλεισμένας πρότερον διά τόν ἄνθρωπον.
Διάσωζε τούς εὐλαβείᾳ καί πόθῳ ἀνευφημοῦντας ἑορτήν τῆς Σῆς Γεννήσεως τήν πάντιμον, ἀπὸ κινδύνων καί πάσης ἄλλης ἀνάγκης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μονήν μας ἱεράν, πιστῶς ἀνακειμένην Σοί, Παρθένε Ἁγνή, τῇ μητρικῇ προνοίᾳ Σου, σκευωρίας ἀνθρώπων ἀσινῆ διαφύλαττε, Ἄχραντε, ὅπως ἀεί χρεωστικῶς τάς εὐεργεσίας Σου δοξάζωμεν.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ψυχή μου ῥερύπωται, ὅλη ἁμαρτήμασιν, Παναμώμητε, ἀλλά Σύ εὐχαῖς Σου ποίησον, ταύτην ἀποπλῦναι με τοῖς δάκρυσιν.
Θείῳ φόβῳ ὀχύρωσον, ἐκ τῆς ῥαθυμίας με πολεμούμενον, ὅπως τρίβον ἀγαλλόμενος τήν στενήν βαδίζω τῆς ἀσκήσεως.
Ἰατρείας τούς πάσχοντας, θείαις Σου πρεσβείαις Σύ καταξίωσον, τούς προστρέχοντας τῇ Μάνδρᾳ Σου, πίστει προσκυνῆσαί Σου τήν Γέννησιν.
Ἡ Θεόνυμφος τίκτεται ἐξ Ἰωακείμ καί Ἄννης τήν σήμερον, χαρμοσύνην τήν οὐράνιον, πάσῃ οἰκουμένῃ προμηνύουσα.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Κόσμου τά τερπνά νουνεχῶς τούς καταλείψαντας καί Χριστῷ ἀκολουθήσαντας, τοῦ κοσμικοῦ ξένους ἀνάδειξον φρονήματος.
Λύτρωσαι, Ἁγνή, νοσημάτων καί κακώσεων τούς ἀνενδότως καταφεύγοντας, εἰς τήν τιμίαν Σου Μονήν, ἥνπερ ἐδόξασας.
Μέμνησο ψυχή τό «ὁ θέλων εἶναι πρώτιστος, πρέπον γενέσθαι ὡς ὁ ἔσχατος» καί ταῖς πρεσβείαις τῆς Παρθένου ταπεινώθητι.
Πρόξενος ζωῆς αἰωνίου Σύ γεγένησαι, τοῖς ἀπειθήσασι τό πρότερον, τῇ Σῇ Γεννήσει Θεοτόκε Ἀειπάρθενε.
ᾨδή στ΄. Ἱλάσθητι μοι, Σωτήρ.
Νοσσία τά ἑαυτῆς, οἶά περ ὄρνις, Πανάμωμε, σκεπάζει ἐπιμελῶς, οὕτω καί τήν ποίμνην Σου τήρησον ἀλώβητον, τῶν ἐπερχομένων πειρασμῶν τε καί θλίψεων.
Ξίφος εἰς χεῖρας πιστῶν ὑπάρχει ἡ ἀδιάλειπτος τοῦ Ἰησοῦ ἡ εὐχή, δαιμόνων τάς φάλαγγας κατακόπτουσα, Δέσποινα, ἥνπερ δίδαξόν με, μητρικῇ Σου οἰκειότητι.
Ὁδήγησον ἀσφαλῶς, ὡς εἰς λιμένα γαλήνιον, τόν κλῆρον Σου παντελῶς εἰς Σέ ἀτενίζοντα, εἰς το θεῖον θέλημα, Ἄχραντε Παρθένε, τοῦ Κυρίου τό σωτήριον.
Συνέστιοι θεϊκῶν, οἱ γηγενεῖς τῶν ἐλλάμψεων, ἐσκοτισμένοι τό πρίν, Θεῷ ἀπειθήσαντες, γεγόνασι, Δέσποινα, φωτί ἀνεσπέρῳ τοῦ ἁγίου Γενεθλίου Σου.
Διάσωζε τούς εὐλαβείᾳ καί πόθῳ ἀνευφημοῦντας ἑορτήν τῆς Σῆς Γεννήσεως τήν πάντιμον, ἀπὸ κινδύνων καί πάσης ἄλλης ἀνάγκης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν πίστει θερμῇ καί πόθῳ, Κόρη, ζέοντι, τήν Σήν ἑορτήν, φωσφόρον και πανίερον, ἐκτελοῦντες σήμερον, τῶν ἁμαρτημάτων τήν συγχώρησιν ἐπιτυχεῖν δεόμεθα, Ἁγνή, τῇ πανευπροσδέκτῳ μεσιτείᾳ Σου.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνοματός Σου, ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Εὐαγγέλιον
ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παρθένε Πανάμωμε, Ἰωακείμ καί τῆς Ἄννης, φυτόν οὐρανόσδοτον σήμερον ἐβλάστησας, φύσιν βρότειον Θεῷ ὡς πρότερον ὅπως οἰκειώσῃς τόν Σωτῆρα παρθενεύουσα, Σύ γάρ ἐκύησας τόν καταπατήσαντα θάνατον· καί νῦν τούς ἑορτάζοντας θείαν Σου τήν Γέννησιν φύλαττε, τοῦ ὠρυομένου, ὡς λέοντος ἡμᾶς καταπιεῖν θέλοντος, Μῆτερ, τούς δούλους Σου, τους Σε μεγαλύνοντας.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἐν τῷ μέσῳ εὑρισκόμενος, Μῆτερ, καθικετεύω Σε, ἱκάνωσον Σόν δοῦλον γενναίως ὑπομένειν, μελωδοῦντα Κυρίῳ μου· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ῥιζουχίας ἁγίας, τό ἐξ ἐπαγγελίας ἄνθος ἀμάραντον, τάς θείας ὑποσχέσεις ἅσπερ εὐηγγελίσω, τοῖς τιμῶσι Σε πλήρωσον, ὅπως ὑμνῶμεν ἀεί σεπτά Σου μεγαλεῖα.
Σῶζε ἀχαριστίας, γογγυσμοῦ, φιλαυτίας καί κατακρίσεως, νομίμως τούς ἀθλοῦντας, ἐν ταύτῃ τῇ Μονῇ Σου, Παναγία Θεόνυμφε, ὅπως ὑμνῶμεν ἀεί σεπτά Σου μεγαλεῖα.
Τῶν ἀνθρώπων τά πλήθη, τῇ Γεννήσει Σου ὕμνοις πανηγυρίζουσι, φθορᾶς τῆς τοῦ θανάτου λυτρούμενα, Παρθένε, καί Κυρίῳ κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
ᾨδή η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Τήρει Σούς δούλους τῷ τῇς ἀγάπης συνδέσμῳ, ὁμοφρόνους καί ἐκ τῶν πολυτρόπων σκέπε σκανδάλων, Παρθένε Θεοτόκε.
Ὑποταγῆναι ἕως θανάτου προθύμως, ὡσπερεί ὁ Υἱός Σου, Μαρία, ἀπέργασαι Σόν δοῦλον, βουλήσει τῇ ἐνθέῳ.
Φιλαδελφίας τῷ θησαυρῷ πλουτισόν με, ἡ Ἀγάπην τέξασα τῷ κόσμῳ, ὥστε ἀδελφοῦ μου αἱρεῖσθαι τό συμφέρον.
Τόν Βασιλέα τῶν Οὐρανῶν Ὅν ὑμνοῦσι, Ἀσωμάτων πᾶσαι στρατηγίαι, ἔτεκεν ἀσπόρως ἡ σήμερον τεχθεῖσα.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Χριστοῦ τῇ ἀγαπήσει δός μοι καταφλεχθῆναι, τῷ θεοφρόνως τήν θείαν πανήγυριν τοῦ Γενεθλίου, Παρθένε, ἐπιτελοῦντι Σου.
Ψυχῆς μου, Θεοτόκε, ἀρίστη ἡγεσία, θεουργικῶν ἀναβῆναι τήν κλίμακα τῶν ἀρετῶν, ἴθυνόν με ταῖς ἱκεσίαις Σου.
Ὡς Μήτηρ τοῦ Σωτῆρος καί πάντων Ὀρθοδόξων, τούς τήν ἁγίαν Σου Γέννησιν σήμερον πανευσεβῶς ἑορτάζοντας, σῶσον Δέσποινα.
Ἐτέχθης παρ’ ἐλπίδα ἐκ τῆς στείρας Ἄννης, τόν Λυτρωτήν τοῦ παντός ἡ κυήσασα, ὑπέρ ἡμῶν Ὅν ἱκέτευε, Δέσποινα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις ἀσθενούντων ἡ ἰατρός καί τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καί ἀρωγός· χαίροις θλιβομένων, Σεμνή, παραμυθία καί πάντων ἱκετῶν Σου τό καταφύγιον.
Λύτρωσαι, Παρθένε, ἐκ πειρασμῶν, θλίψεων, κινδύνων, δυσιάτων ἀσθενειῶν, τούς μετ’ εὐλαβείας τιμῶντας ἐτησίως, τήν πάμφωτον ἡμέραν τοῦ Γενεθλίου Σου.
Λώβης τῶν αἱρέσεων ἀβλαβεῖς, ἡμᾶς, Θεοτόκε, διαφύλαττε ἐς ἀεί καί τῇ Ἐκκλησίᾳ γαλήνην δίδου, Μῆτερ, πολυμερῶν σχισμάτων παύουσα τάραχον.
Ἴδε τούς νοσοῦντας γονυκλινῶς Σέ ἐκλιπαροῦντας ἐν τῇ πανσέπτῳ αὐτῇ Μονῇ καί δώρησαι, Παρθένε, αὐτοῖς τήν θεραπείαν, ἡ σήμερον τεχθεῖσα πρός πάντων λύτρωσιν.
Λύπης μου διάλυσον αὐθωρόν νέφος, Παναγία, ὡς ἀράχνειον τόν ἰστόν, θείας εὐφροσύνης ψυχήν μου ἐμπιπλῶσα, ὅπως ἀεί δοξάζω τά μεγαλεῖα Σου.
Φθόνῳ τήν Σήν Μάνδραν μανιωδῶς οὐ παύεται, Μῆτερ, ὁ ἀντίδικος πολεμῶν· ἀλλά Σύ Παρθένε, ὡς ἔφορος καί ῥύστης ἡμῶν, αὐτοῦ τό θράσος, εἰς τέλος σύντριψον.
Ἐν ἀκτημοσύνῃ τήν βιοτήν, Παρθένε, σφραγίσαι καί ἐν πλήρῃ ἀποταγῇ πιστούς Σου ἱκέτας τούς ἀγωνιζομένους ἐν ταύτῃ τῇ Μονῇ Σου, Ἁγνή εὐόδωσον.
Ἕτερα. Ἀντωνίου Μάρκου.
Χαίροις τῶν Ἀγγέλων ἡ χαρμονή, ἀνθρώπων βεβαία σωτηρία καί ἀσφαλής· χαίροις Παραδείσου ἡ πυλωρός καί Ἅδου κατάργησις τελεία, Παρηγορήτισσα.
Σκέπε τούς προστρέχοντας τῇ σεπτῇ Μονῇ Σου, Παρθένε, ἐκπληροῦσα αὐτῶν εὐχάς· Σοί γάρ ὡς μητέρα προσφεύγουσι ἐκ πόθου καί Σέ ὁμολογοῦσι Θεογεννήτρια.
Τῆς παρηγορίας θείαν πηγήν, τῆς παραμυθίας μή κενούμενον ποταμόν καί τῆς οὐρανίου ἡμῖν ἐπευλογίας, Παρθένε ὁμολογοῦμεν σεπτή Γερόντισσα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην καί θείαν εὐλογίαν, πᾶσι τοῖς μεγαλύνουσι Σοῦ τό ὄνομα.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τήν Μητέρα τοῦ Θεοῦ, ἐκ γαστρός ἀκάρπου τεχθεῖσαν, πρός σωτηρίαν ἡμῶν, πάντες προσκυνήσωμεν συνευφραινόμενοι, οἰκειότητι φύσεως ἰδού κληρουχίαν Αὐτῆς τήν ἀπόλεκτον, περιφρουρεῖ ἀκλινῶς, πάσης προσβολῆς ἐναντίας, πάσης ψυχικῆς ἀσθενείας καί θανατηφόρου ἐπιθέσεως.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου