Παρακλητικός Κανών εις τους Αγίους και Δικαίων Θεοπάτορων Ιωακείμ και Άννης
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
†Εορτάζουν στις 9 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τἀ ἑξῆς Τροπάρια.
Ἦχος δ’’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ιωακείμ τοῦ θαυμαστοῦ καί τῆς Ἄννης, τῶν παραδόξως τήν Παρθένον τεκόντων, πίστει ἡμεῖς δεόμεθα κραυγάζοντες∙ ῥύσασθε Προπάτορες , τοῦ Σωτῆρος ἐκ νόσων, θερμαῖς ὑμῶν δεήσεσι, πειρασμῶν καί κινδύνων, καί ταῖς γαστρί ἐχούσαις γυναιξί, τήν εὐτοκίαν ταχέως δωρήσασθε.
Δόξα. Τό αὑτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ανάξιοι˙ ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου, σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τοὺς σοὺς Γονεῖς, Πάναγνε, λιγαίνω Πόθω.
Ὠδή α΄. Ἠχός πλ. δ΄. Ὑγράν διοδεύσας.
Τούς ἀξιωθέντας τεκεῖν ἐν γῆ, τήν ὑψηλοτέραν , ἀσυγκρίτως τῶν Σεραφείμ, Ιωακείμ καί Ἄνναν τούς ἐνθέους, ἐκδυσωπεῖν ὑπέρ ἡμῶν ἱκετεύσωμεν.
Ὀλοτρόπω νεύσει πρός τόν Θεόν, προσέχοντες ὄντως, οἱ Προπάτορες τοῦ Χριστοῦ, ἐκύησαν φύσεως τοῖς νόμοις, τήν Θεοτόκον, ἤν δυσωπεῖν οὐ παυόμεθα.
Ὑπερτέραν ζῶντες ἤδη ζωήν, ἐν ἀφθάρτῳ βίῳ, ἱκετεύσατε τόν Θεόν, Ιωακείμ καί Ἄννα, παρασχεῖν μοι, τῷ τεθλιμμένῳ χαράν ὑπερκόσμιον.
Θεοτοκίον.
Σαρκός μου τά πάθη τά χαλεπά, αἴτησαι σόν Τόκον, θανατώσαι , ὦ Μαριάμ, καί νεκρόν με ὄντα ἁμαρτίαις, αναζωώσαι ὡς φύσει φιλάνθρωπος.
Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.
Στειρεύουσα, Ἔνθεε, τεκεῖν ὡς Κτίστην, ικεύτευες, οὕτω καί νῦν, δυστοκίας πάσης , τάς ἐγκύους ἀπάλλαξον.
Ο χάριν τήν ἔνθεον, τεκεῖν πλουτήσας Θεόπαιδα, Ιωακείμ, πρέσβευε Κυρίῳ, λυτρωθῆναι κινδύνων με..
Ὕμνους νῦν προσάξωμεν, πρός τούς Θεόπαιδα τέξαντας, Ιωακείμ, καί Ἄνναν τήν θείαν, καί πιστῶς μακαρίσωμεν..
Θεοτοκίον
Σε πλουτοῦντες στήριγμα, καί προστασία, Πανάχραντε, τῶν πειρασμῶν, καί δεινῶν παντοίων , ἐκλυτρούμεθα τάχιον.
Ὠδή δ. ΄Εισακήκοα Κύριε
Γηθοσύνως γεραίρομεν, καί πιστῶς νυνί ἱκετεύομεν, τοῦ Σωτῆρος τούς Πρπάτορας, ἶνα λυτρωθῶμεν πάσης θλίψεως.
Οἱ Σωτῆρος Προπάτορες, Ἄννα καί Ιωακείμ οἱ Θεόληπτοι, αὑτῷ δέησιν προσάξατε, πάσης ἡμᾶς ῥύσασθαι κακώσεως.
Νεκρωθέντα με πταίσμασι, καί δεινοῖς παντοῖοι ἐξαναστήσατε, Θεοπάτορες Πανένδοξοι, καί εἰς ἀφθαρσίαν ὁδηγήσατε.
Θεοτοκίον
Ἐν δεινοῖς ἁμαρτήμασι, τήν ψυχήν μολύνας ὁ ἄθλιος, πρός τήν σκέπην σου, Θεόνυμφε, καταφεύγω λύσιν ἐξαιτούμενος.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ἰθῦνον ἀεί, ξυνωρίς Θεομακάριστε, πρός τά τοῦ Κυρίου προστάγματα, πάντα μου βίον, καί πρός φώς με καθοδήγησον.
Σώφρονι ζωή, ελλαμθέντες, Θεοπάτορες, πάντας σωφρονεῖν ἀξιώσατε, καί καθαρότητος πληρώσατε.
Πάντας, Ἀγαθοί, ἀγαθότητος στειρεύοντας, θείω φέγγει ἡμᾶς λάμψατε, ὡς παρθενίας τό ἀγλάϊσμα γεννήσαντες.
Θεοτοκίον
Ἄσπιλε Θεόν, ἡ τεκοῦσα τήν καρδίαν μου, μολυνθεῖσαν πάθεσι σύ ἁγίασον , ἁγιωτέρα τῶν Ἀγγέλων οὖσα, Πάναγνε.
Ὠδή στ΄. Ἱλάσθητι μου.
Νενεκρωμένον τόν νοῦν, ἐκ τῶν κακῶν μου, Θεόληπτοι, ὑμῶν πρεσβεῖαι θερμαῖς, ἤδη ἀναστήσατε, καί πάσης με ῥύσασθε, θλίψεως καί νόσου , καί δεινῶν τοῦ πολεμήτορος.
Ἀπωθοῦ, ὦ ταπεινή, φορτία δυσβάστακτα, ἁμαρτιῶν καί Χριστοῦ , Προπάτορσι βόησον , ἀεί ἐνισχύειν σε, τόν φόρτον βαστάζειν , τοῦ Χριστοῦ τόν ἐλαφρότατον.
Γενοῦ μοι καταφυγή , ὦ Ξυνωρίς ὑπερθαύμαστε, τῶν Προπατόρων Χριστοῦ , καί θεία ἀντίληψις, τῆ πασχούσῃ δούλη σου , ὑπό δυστοκίας , ἦς απάλαξόν με δέομαι.
Θεοτοκίον
Νοσοῦντες καί πειρασμοῖς, δεινοῖς ἀεί συνεχόμενοι, Παρθενομῆτορ Ἀγνῇ, πρός σε καταφεύγομεν, καί πίστει βοῶμεν∙ ῥῦσαι τούς σούς δούλους, περιστάσεων καί θλίψεων.
Διάσωσον , Ξυνωρίς θεία τῶν Θεοπατόρων , Ιωακείμ καί Ἄννης ἡμᾶς ἀπό θλίψεων , καί νόσων , ταῖς ὑμῶν ἱκεσίαις.
Ἄχραντε. ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὦς ἔχουσα μητρικήν παρρησίαν.
Αῖτησις καὶ τό Κοντάκιον Ἦχος β’.
Ὡς μέγιστοι δύο ἀστέρες ἠνέγκατε, τήν Αὐγήν ὄντως τήν πάμφωτον, τήν τῷ κόσμῳ τόν μέγαν Ἥλιον ἐξανατείλασαν∙ διό σύν Αὑτῇ Αὑτόν ἱκετεύσατε, Ιωακείμ καί Ἄννα Θεόφρονες, σωθῆναι τούς πίστει ὑμᾶς γεραίροντας.
Εἶτα τό Προκείμενον.
Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν , καί οὐ μή ἀθετήσει αὑτήν∙ ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπί τοῦ θρόνου σου.
Στίχ. αγαλλιάσθαι , δίκαιοι ἐν Κυρίῳ∙ Τοῖς εὐθέσι πρέπει αἴνεσις
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Λουκᾶν (η΄. 16-21).
Εἶπεν ὁ Κύριος∙ Οὐδείς, λύχνον ἅψας, καλύπτει αὑτόν σκεύει, ἤ ὑποκάτω κλίνης τίθησιν∙ ἀλλ’ ἐπί λυχνίας ἐπιτίθησιν, ἶνα οἱ εἰσπορευόμενοι βλέπωσι τό φώς. Οὐ γάρ ἐστι κρυπτόν , ὁ οὐ φανερόν γενήσεται∙ οὐδέ ἀπόκρυφον , ὁ οὐ γνωσθήσεται, καί εἰς φανερόν ἔλθῃ. Βλέπετε οὑν πως ἀκούετε∙ ὅς γάρ ἀν ἔχῃ, δοθήσεται αὑτῷ, καί ὅς ἀν μή ἔχῃ ,καί ὁ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αυτόυ∙ Παρεγένοντο δε πρός αὑτόν ἡ Μήτηρ καί οἱ ἀδελφοί αὑτοῦ, καί ούκ ἠδύναντο συντυχεῖν αὑτῷ διά τόν ὄχλον. Καί ἀπηγγέλθη αὑτῷ, λεγόντων∙ ἡ μήτηρ σου καί οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ο δε ἀποκριθείς εἶπε πρός αὑτούς. Μήτηρ μου καί ἀδελφοί σου εἰσίν , οἱ τόν λόγον τοῦ Θεοῦ ακούοντες,και ποιοῦντες αὑτόν.
Δόξα.
Ταῖς τῶν Θεοπατόρων πρεσβείαις, έξάλειψον τά πλήθη, τῶν έμών ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη, τῶν έμών ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, ἐλέησον με ὁ Θεός…..
Καί τό παρόν Προσόμοιον.
Ἦχος πλ. β΄. Μεταβολῇ τῶν θλιβομένων
Μεταβολῇ παντός κινδύνου , ἀπαλλαγῇ παντοίων νόσων ὑπάρχουσα, Δυᾷς εὐλογημένη, Ιωακείμ καί Ἄννα, σώσατε πόλιν καί λαόν, ταῖς Ὑμῶν ἐνθέρμοις ἱκεσίαις, πρός τόν ἐκ Παρθένου γεννηθέντα, ἐκ πάσης ἀσθενείας καί θλίψεως.
Σῶσον ὁ Θεός τόν λαόν σου…..
Κύριε, έλέησον (12κις).
Ὠδή ζ΄. Παῖδες Ἑβραίων.
Ἐλέους οἱ τέξαντες τήν βρύσιν, ὦ προπάτορες Χριστοῦ τοῦ Ζωοδότου, ταῖς πρεσβείαις Ὑμῶν, παύσατε ψυχάς νόσον, τούς πρός ὑμᾶς προσφεύγοντας, καί τά πάθη τῆς καρδίας.
Λάμψει Παροπάτορες Σωτῆρος, τοῦ Υἱοῦ τῆς Θεόπαιδος Μαρίας, καταυγάσατε νῦν , ψυχάς τῶν ἀνυμνούντων , καί τήν ὑμῶν πανήγυριν μετά πόθου ἐκτελούντων.
Ἰδέ, Ιωακείμ θεόφρον, τήν ἀσθένειαν ψυχῆς μου τῆς ἀθλίας, καί ἐχθρῶν τῶν δεινῶν, καί πάσης ἄλλης βλάβης, ῥῦσαι με ταῖς πρεσβείαις Σου , ἰν’ ἀεί σε μακαρίζω.
Θεοτοκίον
Γένος, Παρθένε, ὀρθοδόξων, συνεχόμενον κινδύνοις τε καί νόσοις, σοι προστρέχει θερμῶς, καί πίστει ἀνακράζει, σῶσον με παναμώμητε, παναγίαις σου πρεσβείαις.
Ὠδή η΄. Τόν Βασιλέα
Ἀπεγνωσμένῳ, ὦ Ξυνωρίς μακαρία ἐκ τοῦ πλήθους παθών τῶν ψυχοφθόρων, βίου ἐναρέτου, γενοῦ μοι ὁδηγία.
Ἰλεῶν, Ἄννα, τόν Σωτῆρα, γενέσθαι, ταῖς πασχούσαις ἀεί ἐκδυσώπει, καί τῆς δυστοκίας, αὑτάς ελευθέρωσαι.
Νοσούντων πάντων, Θεοπάτορες θείοι, ἰατρούς Ὑμᾶς ἀναγνωρίζων, πίστει καταφεύγω, ὑμῶν τῆ προστασία.
Θεοτοκίον
Ὡς ὀρθοδόξων ἡ ἀντίληψις, Μῆτερ, καί βοήθεια, ἐλπίς τε καί σκέπη, τόν σύ προσφυγόντα, σκέπασον, ὦ Παρθένε.
Ὠδή θ΄. Κυρίως Θεοτόκον
Παρθένου τῆς Πανάγνου, Γεννήτορες ὄντες, τούς ἐκτελοῦντας τήν μνήμην ὑμῶν, Πανένδοξοι δεινῶν παντοίων , λυτρωθῆναι καθικετεύσατε.
Οικτήρατε, Πατέρες, τῆς Ἀειπαρθένου, ὡς συμπαθεῖς ἐμέ τόν ἀκάθαρτον, καί λαμπηδόνων φωτός, τοῦ θείου ἐμπλήσατε.
Θεόν τόν σαρκωθέντα, Ιωακείμ καί Ἄννα, ὑπέρ ἡμῶν ἱκετεύειν μή παύσητε, τοῦ λυτρωθῆναι κινδύνων , καί νόσων καί θλίψεων.
Θεοτοκίον
Ω Θεοτόκε Κόρη, σῶσον τόν σόν δοῦλον, καί ἐκ κινδύνων καί νόσων ἀπάλλαξον, ταῖς μητρικαῖς σου χρωμένη, πρεσβείαις Ἄσπιλε.
’Ἀξιόν ἔστιν ὦς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσομεν οἱ Πιστοί, Ιωακείμ καί Ἄνναν, τούς Προπάτορας τοῦ Χριστοῦ, τούς ἐξ ἐπαγγελίας καί τῆς φύσεως νόμοις, τεκόντας τήν Παρθένον καί Θεομήτορα..
Σώσατε, Προπάτορες τοῦ Χριστοῦ, τάς ἐγκυμονούσας, καί λυτρώσατε ταῖς εὐχαῖς, ὑμῶν δυστοκίας καί πάσης ἄλλης βλάβης, ὡς παρρησίαν ἔχοντες πρός τόν Κύριον.
Πρεσβεύσατε, Θεόληπτοι, τῷ Χριστῷ, ῥυσθῆναι ἐκ νόσων, καί παντοίων ἁμαρτιῶν, τούς πίστει τιμῶντας τήν σεπτήν ὑμῶν μνήμην, καί δοῦναι εὐτοκίαν πάσαις ἐπίτευξιν
Πάσαι τῶν ’Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Άποστόλων ἤ δωδεκάς οἵ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τό τροπάριον.Ήχος β΄.
Τῶν δικαίων Θεοπατόρων, Κύριε, τήν μνήμην ἑορτάζοντες, δι’ αὑτῶν σε δυσωποῦμεν. Σῶσον τάς ψυχάς ἡμῶν
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς:
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε φιλοδίκαιοι πιστῶς, δεῦτε οἱ Ὀρθόδοξοι πάντες, συνεορτάσωμεν, τήν σεπτήν πανήγυριν, τῶν Προπατόρων Χριστοῦ, καί συμφώνως ὑμνήσωμεν, αὑτούς ἐκβοῶντες∙ ῥύσασθε, Θεόληπτοι, ἡμᾶς ἐκ θλίψεων, νόσων καί πολλῶν ἐγκλημάτων , καί λιταῖς ὑμῶν εὐτοκίαν, πάσαις ταῖς ἐπίτευξι δωρήσασθαι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν ‘Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου