Παρασκευή 10 Νοεμβρίου 2023

Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρον Πατέρα ημών Αρσένιο τον Καππαδόκη



Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρον Πατέρα ημών Αρσένιο τον Καππαδόκη 
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες 
τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου˙ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου˙ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε˙ ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ˙ ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. 
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς εὐαρεστήσας Κυρίῳ, χάριν πλουσίαν παρ’αὐτοῦ ἐκομίσω, τῶν Ἀσωμάτων σύσκηνε Ἀρσένιε˙ ὅθεν σου δεόμεθα, μὴ ἐλλίπῃς πρεσβεύων, πάσης ἡμᾶς ῥύεσθαι, ἐπηρείας καὶ βλάβης, τοὺς τῇ σῇ σκέπῃ σπεύδοντας σοφέ, καὶ τὴν θερμήν σου, αἰτοῦντας ἀντίληψιν.

Δόξα. Τὸ αὐτό.
Καππαδοκίας τὸ νεόφυτον ἄνθος, καί ἀρετῶν τὸ πολυτίμητον σκεῦος, ὁ ἱερός Ἀρσένιος ὑμνείσθω μοι˙ οὗτος γὰρ ὡς ἄγγελος, ἐν σαρκὶ βιοτεύσας, σύσκηνος ἐγένετο, τῶν Ἁγίων ἁπάντων, μεθ’ὧν πρεσβεύει πάντοτε Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς˙
Χάριν μοι δίδου, Ὅσιε Πάτερ. Γερασίμου.

ᾨδῇ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν κεκτημένος τὴν ἀληθῆ, πάσης ἀθυμίας, καὶ μανίας τοῦ δυσμενοῦς, Ἀρσένιε Πάτερ θεοφόρε, τοὺς τῇ σῇ σκέπῃ προστρέχοντας λυτρωσαι.

Ἀνέτειλας νέος ὥσπερ ἀστήρ, ἡμᾶς καταυγάζων, τῇ ὁσίᾳ σου βιοτῇ˙ διὸ τῶν παθῶν ἡμῶν τὸν ζόφον, ταῖς σαῖς πρεσβείαις ἀπέλασον Ὅσιε.

Ῥεόντων ἀπέσχες ὁλοσχερῶς, ἐντεῦθεν φροντίδων, ἀπαλλάττεις ὀδυνηρῶν, τὸν νοῦν τὴν ψυχὴν καὶ τὴν καρδίαν, τῶν προσιόντων σοι Πάτερ Ἀρσένιε.

Θεοτοκίον.
Ἰάτρευσον Κόρη ὡς συμπαθής, τετραυματισμένην, τὴν καρδίαν μου χαλεπῶς, καὶ αἴτει μοι ἄφεσιν πταισμάτων, πρὸς τὸν Υἱόν σου πρεσβείαις τὸν εὔσπλαγχνον.

ᾨδῇ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ὡς πάλαι, πολυειδῶν Ὅσιε, πλείστους ἐλυτρώσω ἐντεύξει, τῇ πρὸς τὸν Κύριον, οὕτως ἀπάλλαξον, ἡμᾶς παθῶν ἀκαθάρτων, καὶ πάσης κακώσεως, Πάτερ Ἀρσένιε.

Μεγαλύνας ἐν βίῳ, τὸν τοῦ παντὸς Κύριον, εὔκλειαν μεγίστην ἐκτήσω, Πάτερ Ἀρσένιε˙ ὅθεν ἐκλύτρωσαι, ἡμᾶς μεγάλων κινδύνων, καὶ τῶν ἐπιθέσεων, τοῦ παναλάστορος.

Ὁ θεράπων Κυρίου, καὶ τῶν πιστῶν πρόμαχος, Ὅσιε Ἀρσένιε πάντας ἡμᾶς κυβέρνησον, πρὸς ἀκυμάντους τε καὶ σωτηρίους λιμένας, πρὸς ζωὴν τὴν ἄλυπον καὶ ἀτελεύτητον.

Θεοτοκίον.
Ἵνα σώσῃ τὸν κόσμον, ὁ τοῦ παντὸς αἴτιος, σάρκα ἐξ ἁγνῶν σου αἱμάτων, Κόρη προσείληφεν˙ ὅθεν θεράπευσον, τὸ ἀσθενές μου σαρκίον, καὶ τὸν νοῦν μου λάμπρυνον, φέγγει τῆς Χάριτος.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν ἐκτενῶς, ἱκέτευε Ἀρσένιε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ παθῶν τὴν ἴασιν, καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος, καὶ πολιτείας σεμνῆς προκοπήν, ὡς ἄν θείας δόξης ἐπιτύχωμεν.

ᾨδῇ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεαῖς θείου Πνεύματος, καταλαμπρυνόμενος Πάτερ Ὅσιε, δωρεὰν ἡμᾶς οἰκτείρησον, καὶ τῆς συνεχούσης ῥῦσαι θλίψεως.

Ἰσχὺν θείαν Ἀρσένιε, τῇ ἐξασθενούσῃ ψυχῇ μου αἴτησαι, ὡς ἄν πάσης περιγίνωμαι, πλάνης καὶ ἀπάτης τοῦ ἀλάστορος.

Δαιμονῶντας ὡς ἔσωσας, ἐκ τῆς δυναστείας τοῦ πολεμήτορος, οὕτω λύτρωσαι Ἀρσένιε, καὶ ἡμᾶς τῶν τούτου ἐπιθέσεων.

Θεοτοκίον.
Ὄρος θεῖον καὶ σύσκιον, ὤφθης Θεοτόκε πλουσίαις χάρισιν, ἐξ οὗ κόσμῳ ἐπεδήμησεν, ὁ Σωτὴρ καὶ ἔσωσε τὸν ἄνθρωπον.

ᾨδῇ ε΄. Φώτισον ἡμᾶς.
Ὑψωσον ἡμῶν, τὴν καρδίαν Πάτερ Ὅσιε, πρὸς ἀγάπην τὴν τελείαν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ κυβερνῶν ἡμᾶς Ἀρσένιε.

Ὄμβροις μυστικοῖς, πρεσβειῶν σου πρὸς τὸν Κύριον, ἐναπόσβεσον τὴν φλόγα τῶν παθῶν, τὴν συντήκουσαν ἡμᾶς Πάτερ Ἀρσένιε.

Σύντριψον σοφέ, τοῦ ἐχθροῦ τὰ μηχανήματα, ἀβλαβεῖς ἐκ τῆς αὐτοῦ ἐπιβουλῆς, διασῴζων ἡμᾶς πάντοτε δεόμεθα.

Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πρὸς ζωὴν Παρθένε κρείττονα, ἐναπείργουσα ἐχθροῦ τὰς προσβολάς, καὶ παρέχουσα εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδῇ στ΄. Τὴν δέησιν.
Ἐδέξω, παρὰ Θεοῦ Ἀρσένιε, τῶν θαυμάτων τὴν σωτήριον χάριν˙ ὅθεν ἰᾶσαι ψυχῶν καὶ σωμάτων, τὰ ἀρρωστήματα πάντα ἑκάστοτε, ἐξ ὧν με τήρει ἀσινῆ, τὸν προσφεύγοντα Πάτερ τῇ σκέπῃ σου.

Παθῶν μου, τὴν χαλεπὴν τρικυμίαν, τῇ γαλήνῃ τῆς θερμῆς σου πρεσβείας, εἰς ἠρεμίαν μετάβαλε Πάτερ, καὶ πρὸς λιμένα τοῦ θείου θελήματος, ὁδήγησόν με ἀσφαλῶς, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.

Ἁγίων, ἠριθμημένος χορείᾳ, ὡς ἁγίως διανύσας τὸν βίον, ἁγιασμόν καὶ χαρὰν καὶ εἰρήνην, τῇ Θεολόγου Μονῇ Πάτερ δώρησαι, τῇ ὥσπερ θεῖον θησαυρὸν, κεκτημένη τὰ θεῖα σου λείψανα.

Θεοτοκίον.
Τὸν πάντων, Δημιουργὸν καὶ Σωτῆρα, ἐκ γαστρός σου τῆς ἀχράντου τεκοῦσα, σῶσόν με Κόρη ἐχθροῦ τῆς μανίας, καὶ τείχισόν με τῷ φόβῳ τοῦ Κτίσαντος, ἵνα βαδίσω ἀκλινῶς, τὴν ὁδὸν τοῦ ἁγίου θελήματος.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ σῇ ἀσκήσει δοξάσας τὸν Κύριον, τῆς παρ’αὐτοῦ θείας δόξης ἠξίωσαι˙ διὸ ἀδοξίας ἀπάλλαξον, φθοροποιῶν παθημάτων καὶ θλίψεων, ἡμᾶς θεοφόρε Ἀρσένιε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ Θάνατος τοῦ Ὁσίου αὐτοῦ (δίς).
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον. 
Ἐκ τοῦ κατὰ Ματθαῖον.(Ματθ. ια΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου˙ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ˙ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ὑμᾶς καὶ μάθετε ἀπ’ἐμοῦ ὅτι πρᾷος εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν˙ ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, έλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ἄστρον ὡς νεόφωτον, ἐκ τῆς Ἑῴας ἐκλάμψας, ἀρετῶν λαμπρότησι, καταυγάζεις ἅπαντας τοὺς τιμῶντας σε˙ διὸ νῦν Ὅσιε, πάσης ἐπηρείας, τοῦ ἐχθροῦ τοῦ πολεμήτορος, καὶ πάσης θλίψεως, καὶ πολυειδῶν περιστάσεων, καὶ νόσων καὶ κακώσεων, ταῖς σαῖς ἱκεσίαις πρὸς Κύριον, φύλαττε ἀτρώτους, Ἀρσένιε θεράπον τοῦ Χριστοῦ, τοὺς τοῖς ἁγίοις λειψάνοις σου, εὐλαβῶς προσπίπτοντας.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου,

ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν θερμῇ διανοίᾳ, προσελθοῦσαι γυναῖκες αἱ στεῖραι πρότερον, τοῖς θείοις σου λειψάνοις, ἐγένοντο μητέρες, ἐπὶ τέκνοις γηθόμεναι, τῇ ἀντιλήψει τῇ σῇ, Ἀρσένιε τρισμάκαρ.

Ῥυπτικῇ σου πρεσβείᾳ, τῆς ψυχῆς μου τοὺς μώλωπας ἀποκάθαρον, καὶ δίδου ἀφορμάς μοι, γνησίας μετανοίας, ὡς θερμὸς ἀντιλήπτωρ μου, Ἀρσένιε ἱερέ, Ἀγγέλων συμπολῖτα.

Γέρας κέκτηται θεῖον, ἡ Μονὴ Θεολόγου Πάτερ Ἀρσένιε, τὰ θεῖα λείψανά σου, οἷς πίστει προσιοῦσα, θείαν χάριν κομίζεται, καὶ οὐρανίου χαρᾶς, πληροῦται ἀοράτως.

Θεοτοκίον.
Ἐφαπλώσασα Κόρη, ἐφ’ἡμᾶς τῆς σῆς σκέπης χάριν τὴν ἄφθονον, ἀπόστρεψον εἰς τέλος, ἐχθροῦ τοῦ βροντοκτόνου, ἀφ’ἡμῶν δόλον ἅπάντα, καὶ καθοδήγει ἡμᾶς, πρὸς τρίβον σωτηρίας.

ᾨδῇ η΄. Τὸν Βασιλέα.
Ῥάβδῳ ἁγίᾳ, ἐπισκοπῆς σου τῆς θείας, ὥσπερ πρόβατα ὁδήγει ἡμᾶς Πάτερ, πρὸς ἀθανασίας, τοὺς μυστικούς λειμῶνας.

Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τοῖς λειψάνοις σου καὶ δίδου τούτοις Πάτερ, τῆς σῆς βοηθείας, τὰς δαψιλεῖς ἐκφάνσεις.

Σκέπε ἀπαύστως, τῇ πατρικῇ ἀρωγῇ σου, τοὺς δειναῖς αἰχμαλωσίαις κειμένους, τούτους περισῴζων, ἐκ βλάβης καὶ κινδύνων.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

ᾨδῇ θ΄.Κυρίως Θεοτόκον.
Μανίας πάσης ῥύου, ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν θεοφόρε Ἀρσένιε, τῶν Ὀρθοδόξων τὰ πλήθη σὲ μεγαλύνοντα.

Ὁσίοις συγχορεύων, σὺν αὐτοῖς δυσώπει, ὑπὲρ ἡμῶν θεοφόρε Ἀρσένιε, τῶν ἀνυμνούντων τὰ θεῖά σου προτερήματα.

Ὑμνῶν σὺν τοῖς Ἀγγέλοις, ἤδη ἐν ὑψίστοις, τὸν ἐν Τριάδι Θεὸν Πάτερ Ὅσιε, ἀεὶ δυσώπει σωθῆναι τοὺς σὲ γεραίροντας.

Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ Χαῖρε βοῶμέν σοι˙ τῇ γὰρ πρεσβείᾳ σου Κόρη ἀεὶ σῳζόμεθα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τα παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, διὰ πολιτείας, καὶ ἀσκήσεως ἱερᾶς˙ χαίροις Μοναζόντων, καὶ Ἱερέων κλέος, Καππαδοκίας δόξα, Πάτερ Ἀρσένιε.

Πόνοις ἐναρέτου Πάτερ ζωῆς, σεαυτὸν καθάρας, φρονημάτων τῶν γεηρῶν, ἐκ Θεοῦ ἐδέξω, τὴν χάριν τῶν θαυμάτων, Ἀρσένιε ἐκφαίνων, πᾶσι τὰ κρείττονα.

Πάθη ἐθεράπευσας χαλεπά, καὶ δαιμόνων Πάτερ, ἐταπείνωσας τὴν ἰσχύν, ὧν τῆς ἐπηρείας, ἀτρώτους ἡμᾶς τήρει, ὡς ἔχων παῤῥησίαν, Χριστῷ Ἀρσένιε.

Χαίρων τὸν ἀγῶνα τῆς ἀρετῆς, ὑπῆλθες θεόφρον, οὐρανόφρονι λογισμῷ, καὶ τῆς ἀπαθείας, τὰς χάριτας ἐδρέψω, Ἀγγέλων συμπολῖτα, Πάτερ Ἀρσένιε.

Φύλαττε καὶ σκέπε πάσης ὀργῆς, καὶ δαιμόνων βλάβης καὶ παντοίας ἐπιβουλῆς τοὺς πίστει προσκυνοῦντας, τὰ λείψανά σου Πάτερ, καὶ ἐπιβοωμένους τὴν προστασίαν σου.

Δίδου εὐλογίαν τὴν πατρικήν, καὶ ἔνθεον ζῆλον, πρὸς ἀγῶνας πνευματικούς, ταῖς τῶν μοναζόντων χορείαις θεοφόρε, καὶ ταύτας, τῶν παγίδων ῥύου τοῦ ὄφεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Απολυτίκιον. 
Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων την χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ ἀντιλήψει θεόφρον, Πάτερ Ἀρσένιε, πάσης περιστάσεως, ῥῦσαι καὶ θλίψεως, καὶ ἀπάλλαξον τάχιστα ἐχθροῦ δυναστείας, βλῦσόν τε ἰάματα τοῖς ἀσθενοῦσι δεινῶς, δίδου δὲ εἰρήνην ἐν βίῳ, καὶ τὴν ἐκ Θεοῦ εὐλογίαν, τοῖς τὰς ἀρετάς σου μακαρίζουσι.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.
Ἀρσένιε δέησιν πρόσδεξαι τήνδε
Καὶ δίδου τὴν Χάριν σου τῷ Γερασίμῳ.


Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις