ΗΧΟΣ Δ΄
ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ.
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΝΙΚΑΙΑΣ ΚΑΙ ΓΡΑΠΤΟΥ.
Ἔχων ἀχροστιχίδα ταύτην.
Αἴνων ἀπαρχάς εἰσάγω σοι Κυρίᾳ. Θεοφάνης.ᾨδὴ α΄. Ἠχὸς δ΄.
Ἀνοίξω τὸ στόμα μου.
Αἰσθήσεων Δέσποινα, διπλῆν πεντάδα, συνέτισον· δεκάχορδον ὄργανον δεῖξον σῇ χάριτι, τὴν ὑπέρχρονον, σοφίαν ἡ τεκοῦσα· ἁρμόνιον ὅπως σοι ἄσω μελῴδημα.Ἰσχύϊ Πανάμωμε, βουλῆς μεγάλης ὁ Ἄγγελος· ὁ πάντα στησάμενος, ἐκ τοῦ μὴ ὄντος τὸ πρίν, ἐπεδίμησεν, ἐκ σοῦ δἰ εὐσπλαγχνίαν, καὶ σχίσας τὸν κώδικα, λύσιν δεδώρηται.
Νεφέλην σε ἔμψυχον, τοῦ Πατρικοῦ ἀπαυγάσματος, γινώσκομεν Δέσποινα, ἀνατολήν τοῦ φωτός, τοῦ φωτίσαντος, ἡμῶν τὴν ἀκοσμίαν, καὶ πάντας ἑλκύσαντος πρὸς τὰ οὐράνια.
Ὡράθης ἀσύγκριτος, κόσμος τῶν ἄνω δυνάμεων, καὶ πάσης τῆς κτίσεως, Θεογεννῆτορ Ἁγνή, τῇ θεώσασα, τὴν φύσιν τῶν ἀνθρώπων, καὶ ᾄδην νεκρώσασα, μόνῃ τῷ τόκῳ σου.
ᾨδὴ γ΄.
Τοὺς σοὺς ὑμνολόγους.
Νενίκηνται φύσεως οἱ ὅροι, καὶ λέλυνται νόμοι φυσικοί, τῇ ὑπὲρ νοῦν λοχείᾳ, σου, Παρθενομῆτορ Ἄχραντε· ἐκ σοῦ γὰρ ὁ ἀνείδεος, σαρκὸς τὸ εἶναι προσείληφεν.Ἀμίαντον κλίνην Σολομῶν σε, κατεῖδεν ἑξήκοντα, σοφοῖς, πυργυρουμένην Δέσποινα, ἐν ἐκ ἡ Θεός τὸ πρόσλημμα, ἀνακλιθεὶς προσέλαβε, καὶ τοῖς βοοτοῖς προσωμίλησεν.
Πορφύραν ἁγνῶν σοῦ ἐξ αἱμάτων, ὁ λόγος φορέσας τὸν Θεοῦ, δίχα τροπῆς καὶ φύρσεως, καὶ τοῦ Ἀδὰμ τὴν γύμνωσιν, καλύψας περιέβαλε, τὴν θεϊκὴν ὡραιότητα.
Ἀστέκτου Θεότητος χωρίον, καὶ πόλις ἡ ἔμψυχος Θεοῦ, σὺ ὤφθης Παναμώμητε, ἐν ἥ μεγάλα εἴργασται, τῆς ἀποῤῥήτου γνώσεως, ἃ ἐξ αἰῶνος οὐκ ἤκουσται.
ᾨδὴ δ΄.
Ὁ καθήμενος.
Ῥεῖθρον ζῶν ἀθανασίας, οἷα κρήνῃ πηγάσασσα, τὸ τῆς εὐσπλαγχνίας, νέκταρ τὸ γλυκὺ καὶ χρυσόῤῥειθρον, τοὺς φλεγομένους ἐν δίψει ἡ δροσίζουσα· ὁ Παράδεισος, ὄντως ὁ πάντερπνος Δέσποινα.Χρυσαυγίζουσαν λυχνίαν, ἑπταφώτοις χαρίσμασι, σὲ ἐκ παντὸς γένους, ἥλιος Χριστὸς ἐξελέξατο, καὶ κατελθών τῶν ἀδύτων ἐνυμφεύσασο, ἀπειράνδρως τὴν σάρκα βροτῶν εἰς ἀνάπλασιν.
Συνοχέα ἀποτίκτεις, τοῦ παντὸς τὸν συνάψαντα, εἰς ταὐτὸ τὰ ἄκρα, καὶ τὰ διεστῶτα ἑνώσαντα· δἰ ἧς τὰ ἄνω τοῖς κάτω συγχορεύουσι, καὶ δοξάζουσι πάντα ὡς πρόξενον Δέσποινα.
Ἐργαστήριον τῶν δύω, τῆς ἑνώσεως φύσεων, σὺ ὑπῆρξας Κόρη, ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν, ἐξ ἧς ὁ πάντων Δεσπότης ἐξυφάνατο, οὗ τροπῇ ἀλλ᾽ ἑνώσει φορέσας τὴν σάρκωσιν.
ᾨδὴ ε΄.
ἐξέστη τὰ σύμπαντα.
Ἰσχύς μου καὶ ὕμνησις, ὑπάρχεις Παναμώμητε· ἔρεισμα στεῤῥὸν τῆς ἀληθείας· τῆς εὐκλυρίας ἡ ἐπανάκλησις· ἐν ἡ ἀνατίθημι σεμνῇ, πᾶσαν τὴν ἐλπίδα μου, καὶ ζωῆς τὴν ἀπόλαυσιν.Σεμνῇ χαριτόπλοκος, σὺ εἶ φύσιν τὴν ἄστεκτον, κρύψασα Θεότητος ἐν μήτρα, ἀναλλοιώτως ἐν ὑποστάσει μιᾷ· δἰ ἧς σαρκοφόρος ὁ Θεός, πᾶσιν ἀναδέδεικται, καὶ βροτὸς ὑπερούσιος.
Γλυκεῖα σὺ θάλασσα, ἀλλ᾽ ὅμως ἀδιάβατος, ἄρδην ἡ βυθίσασα τριστάτας, καὶ ἀναβάτας σὺν νοητῷ Φαραώ· καὶ σώσασα νέον Ἰσραήλ, πόλιν εἰς οὐράνιον, καὶ λιμένα, γαλήνιον.
Ὠραίως ὑπέρκεισαι, καὶ θαυμαστῶς ἐν κάλλεσι, νύμφη ἀσματίζουσά σοι κράζει· δἰ ἧς φοιτήσας, ὁ ἐραστής τῶν καλῶν, εὐγένισε Δέσποινα βροτῶν, φύσιν καὶ διέσωσεν, ἐκ χειρός τοῦ ἀλάστορος.
ᾨδὴ ς΄.
Τὴν θείαν ταύτην.
Σοφίαν λόγον κηρύττομεν, υἱὸν τὸν τοῦ Πατρὸς προαιώνιον, ἐπισκηνώσαντα οὐσιωδῶς ἐν τῇ μῆρα σου, καὶ τῇ ἀρίστη πλάσει ἡμᾶς θεώσαντα.Ὁ στήσας ὄρη τῷ νεύματι, σὲ ὄρος νοητὸν καθυπέδειξε, Θεοχαρίτωτε, ταῖς ἀρεταῖς ὃν κατάσκιον· ἐξ οὗ αὐτὸς τὴν σάρκα κατελαξεύσατο.
Ἰῷ δηχθεῖσα τοῦ ὄφεως, τὸ γένος ἡ Προμήτωρ διώλεσεν, ἐκ, σῆς δὲ Πάναγνε, ἀνερμηνεύτου κυήσεως, θεοῦται πᾶσα φύσις τρόπῳ βελτίονι.
Κηρύττω βλέπων τὰ θαύματα, τὰ πέρα νοῦ καὶ γνώσεως Πάναγνε· πῶς ὁ ἀχώρητος, ἐν σοὶ ἀῤῥεύστως κεχώρηται! πῶς χρηματίζει κτίσμα, ὁ Κτίστης Δέσποινα.
Κάθισμα.
Ταχὺ προκατάλαβε.
Ἐχθροῖς παρατάχϑητι πολεμοῦσιν ἡμῖν· δεινῶς γὰρ ἐπέβησαν, τῇ κληρουχίᾳ τῇ σῇ· Μαρίᾳ Παντάνασσα, ὄλεσον αὐτοχείρως, τῶν βαρβάρων τὰ θράση· γνώτωσαν τὴν ἰσχύν σου, φιλοπόλεμα ἔθνη· τῷ θείῳ σου νεύματι πάντας ἀφάνισον.ᾨδὴ ζ΄.
Οὐκ ἐλάτρευσαν.
Ὑπερίπταται, τὸ ξένον τῆς λοχείας σου, πᾶσαν διάνοιαν· σωματικῶς γὰρ γράφεις ὁ φύσει ἀπρόσιτος καὶ ἀπερίγραπτος, καθυπέγραψε, βίβλῳ ζωῆς τοὺς δούλους σου, Παναγίᾳ Θεοτόκε.Ῥητορεύσεις, προφητόφθεγκτοι πεπλήρωνται, ἐν σοὶ Θεόνυμφε· τὸν γὰρ κοσμήτορα σύ, τοῦ κόσμου γεννήσασα, πάντας ἐκόσμησα, καὶ ἐφώτισας, εὐλογημένῃ Πάναγνε, τῶν βροτῶν ἡ σωτηρίᾳ.
Ἰσοδύναμον, Πατρὶ τε καὶ τῷ Πνεύματι λόγον ἐκύησας, τὸν ἐν δυσὶν ἀγαθή, οὐσίαις ὑπάρξαντα, μίαν ὑπόστασιν· Ὑπερύμνητε, εὐλογημένῃ Δέσποινα τῶν βροτῶν ἡ σωτηρίᾳ.
Ἀθεώρητον, βυθὸν κατανοοῦμεν σε, καὶ ὕψος ἄῤῥητον, Παρθενομῆτορ βροτῶν, τὴν φύσιν ὑψώσασα, τῷ θείῳ τόκῳ σου· ὑπερύμνητε, εὐλογημένῃ Δέσποινα, τῶν βροτῶν ἡ σωτηρίᾳ.
ᾨδὴ η΄.
Παῖδες εὐαγεῖς ἐν τῇ καμίνῳ.
Θεῖος θησαυρὸς πάσης ἁγνείας· καὶ σκνήνωμια, παρθενίας θεοχάρακτον, ὤφθης Θεονύμφευτε· κρῖνον εὐωδέστατον, τοῦ φυτουργοῦ τῆς Κτίσεως καὶ θεῖον τέμενος· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπεριψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.Ἔφερες τὸ πῦρ ὥσπερ ἡ βάτος, ἐν μήτρᾳ ἀφλέκτως τῆς Θεότητος, λύουσα, Πανάμωμε, Εὐὰς ἀπότισιν, καὶ ὀφειλὴν Πανύμνητε τῷ θείῳ τόκῳ σου· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὅλον με ἀνείληφεν ἀῤῥεύστως, ἀτρέπτως καὶ ἀσυγχύτως καθ᾽ ὑπόστασιν, λόγος ὁ παντέλειος, ὅλον με ἐθέωσε, τῇ συναφείᾳ Δέσποινα ὅλως τῇ κρείττονι· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Φύσεως φοιτήσας ὁ τεχνίτης, ἐξ ὄρους τῆς ἀνυμφεύτου Θεομήτορος, βρέφος ὑπομάζιον, χερσὶ καθορᾶται νῦν, ταῖς μητρικαῖς φερόμενον, καὶ πάντας ἤγειρε, Μητέρα τὴν αὑτοῦ ἀνυμνῆσαι, καὶ δοξολογῆσαι ὡς μόνην Θεοτόκον.
Ὁ Εἱρμός.
Παῖδες εὐαγεῖς ἐν τῇ καμίνῳ…ᾨδὴ θ΄ .
Ἅπας γηγενής.
Ἄρμα φωτεινόν, τοῦ λόγου ὑπάρχουσα· ἄρμα πυρίμορφον· ἅρμα πολυώνυμον, ἀΰλων θρόνων ἄρμα ἀσύγκριτον, τοῦ θεϊκοῦ στηρίγματος ἄρμα, χρυσόπλοχον, τοῦ υἱοῦ σου, ἄρμα με ἀνάδειξον, ἀπαθείᾳ, νόος Θεονύμφευτε.Νέον οὐρανόν, ὁ πάντων ἐπέκεινα σὲ κατεσκεύασεν, οὐρανῶν ἀνώτερον, καὶ πάσας πόλου δυνάμεις ἔλαθε, καὶ κατελθὼν ἐνῴκησεν ὅλος ἐν μήτρα σου, ἀποῤῥήτως μὴ ἐκστὰς Θεόνυμφε, τῆς πατρῴας μονῆς ἤ τῆς οὐτεως.
Ἥλιος φαιδρός, ἐφίλησε Δέσποινα σοῦ τὸ ἀμόλυντον, κατενυμφεύσατο, ἀῤῥήτῳ λόγῳ εἰς ἀναζώωσιν, τῆς τεθνηκυίας φύσεως· ὅθεν ἐκ πόθου σε, εὐφυμούμεν πίστει καὶ γεραίρομεν, θεϊκῆς ὡς αἰτίαν μεθέξεως.
Στῆσον τῶν παθῶν, τὸν σάλον Πανάμωμε ἐκ τῆς καρδίας μου· παῦσον τὰ σκιρτήμματα, τὰ τῆς σαρκός μου· τὸν νοῦν έδραίωσον, πρὸς θεωρίαν ἄυλον, καὶ λογισμῶν τὰς ὁρμάς, τὰς ἀτάκτους τρέψον πρὸς ἀπάθειαν, καὶ μελλούσης ζωῆς καταξίωσον.
Προσόμοια.
Ὡς γενγαῖον ἐν Μάρτυσι.
Χαῖρε θείων δυνάμεων, ἀγαλλίαμα Δέσποινα· Χαῖρε Ἀποστόλων τὸ σεμνολόγημα· Χαῖρε Μαρτύρων στεφάνωμα· Ὁσίων τὸ καύχημα, Ἀσκητῶν Ἱεραρχῶν, Προφητῶν περιήχημα· ἀνωτέρᾳ τε ποιημάτων ἁπάντων Θεοτόκε· καὶ Ἀγγέλων καὶ ἀνθρώπων, τὸ περιβόητον ἄκουσμα.Χαῖρε σκήνωμα ἅγιον, τοῦ Δεσπότου τῆς κτίσεως· Χαῖρε Θεοτόκε Χαῖρε Πανάσπιλε Χαῖρε λυχνίᾳ ὁλόφωτε· Χαῖρε πόλις ἔμψυχε· Χαῖρε γέφυρα θνητούς, πρὸς ζωὴν ἡ μετάγουσα· Χαῖρε ἄμωμε, Παναγίᾳ Παρθένε· Χαῖρε μόνη τὰ ἐπίγεια, τοῖς ἄνω, τῇ σῇ κυήσει ἑνώσασα.
Χαῖρε πύλη χρυσήλατε· χαῖρε θρόνε πυρίμορφε· Χαῖρε ἀγλαόχρυσε θεία τράπεζα· Χαῖρε χρυσόπλοκε θάλαμε· χλαμὺς ἀλουῤγόχροε· Χαῖρε ἄρμα φωτεινόν· Χαῖρε σκήνωμα ἔνδοξον· Χαῖρε τέμενος, ἀστραπόμορφον χαῖρε τῆς ψυχῆς μου ἡ εὐπρέπεια καὶ κάλλος Παρθενομῆτορ θεόνυμφε.
Μυριάκις Πανάμωμε, ὑπεσχόμην μετάνοιαν, τῶν ἐμῶν ποιήσασϑαι, παραπτώσεων· ἀλλ᾿ οὐκ ἐᾷ με ἡ φαύλη μοῦ, τῶν κακῶν συνήθεια· διὰ τοῦτο σοι βοῶ, καὶ προσπίπτω σὺν δάκρυσι, καὶ σοῦ δέομαι ἐξελοῦ μὲ τοιαύτης τυραννίδος, ὁδηγοῦσα πρὸς τὰ κρείττω, καὶ σωτηρίας ἐχόμενα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου