2.Ἐνήστευσαν Νινευῖται καὶ ἐσώθησαν καὶ διὰ τῆς νηστείας τὸν θυμὸν τοῦ θεοῦ μετέβαλον. Καὶ ἀπόφασιν ἐξενεχθεῖσαν κατ' αὐτῶν ἡ νηστεία ἐκώλυσεν· φησὶν γὰρ ὁ προφήτης· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.» Οὐκ εἶπεν «μετὰ τρεῖς ἡμέρας καὶ Νινευὴ καταστραφήσεται»· εἰ γὰρ εἶπεν «μετὰ τρεῖς ἡμέρας», κατεστράφη ἄν, ἀλλ' «ἔτι τρεῖς ἡμέραι», τοῦτο δεικνὺς ὅτι «Τοσοῦτον χρόνον ἠνειχόμην ὑμῶν καὶ οὐ μετενοήσατε. Ἔτι τριῶν ἡμερῶν ἀνέχομαι ὑμῶν καί, εἰ μὴ ἐν ταῖς τρισὶν ἡμέραις μετανοεῖτε, ἔπειτα καταστραφήσεται ἡ πόλις.» Καὶ τοσοῦτον χρόνον οὐ μετενόησαν, εἰ μὴ διὰ τῶν τριῶν ἡμερῶν τουτέστιν διὰ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
3.Ἐνήστευσαν Ἰουδαῖοι καὶ συμβούλιον ἔλαβον ἵνα τὸν ἀπόστολον Παῦλον ἀποκτείνωσιν. Ἐκήρυξεν Ἰεζάβελ νηστείαν καὶ τὸν Ναβουθαὶ ἀπέκτεινεν καὶ τὸν ἀμπελῶνα τοῦ πένητος ἔλαβεν. Νηστεία καὶ φόνος αὕτη ποία νηστεία; Ἐνήστευσεν Δανιὴλ ὅτε ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· βληθέντος γὰρ αὐτοῦ εἰς τὸν λάκκον, ἐβόα πρὸς Χριστὸν λέγων· «Ἐκ βαθέων ἐκέκραξά σε, κύριε· κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.» Βλέπων δὲ τοὺς λέοντας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, πάλιν ἐβόα λέγων· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» Βλέπε δὲ ὅτι οὐκ ἐγκαταλιμπάνει κύριος τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Ὁ μὲν βασιλεὺς ὁ ἐπίγειος ἐσφράγισεν τὸν λάκκον, ὁ δὲ ἐπουράνιος βασιλεὺς ἐσφράγισεν τὰ στόματα τῶν λεόντων. Ἐνήστευσεν τὸ πῦρ ἐν τῇ καμίνῳ καὶ οὐκ ἐχρήσατο τοῖς συνδούλοις εἰς βρῶσιν, ἀλλὰ νηστεῦσαν ἐξεπήδησεν τῆς καμίνου, παραχωρῆσαν τοῖς τρισὶν διὰ τὸν τέταρτον.
4.Ἐνήστευσεν τὸ κῆτος ἐν τῇ θαλάσσῃ, ὅτε ἐδέξατο τὸν Ἰωνᾶν ἐν τοῖς τῆς κοιλίας ταμιείοις· ἔχον γὰρ τὸν προφήτην ὡς παραθήκην, ἐπεδείξατο τὸ τῆς νηστείας σημεῖον. Ἀντὶ γὰρ νηὸς τῷ ναυαγήσαντι γενόμενον, ἔφερεν τὸν ξένον διὰ θαλάσσης καὶ βυθοῦ καὶ φόβου μεγάλου καί, ἵνα μὴ διαφθείρῃ τὸν ξένον ἐν τοῖς τῆς κοιλίας ταμιείοις, ἀπεκατέστησεν σώαν τὴν παραθήκην, παραδοὺς τῷ παρακαταθεμένῳ δεσπότῃ. Ἐνήστευσεν Δαυὶδ καί, διὰ τῆς νηστείας καὶ τῆς μετανοίας, συνεχώρησεν αὐτῷ ὁ θεὸς τὴν ἁμαρτίαν τῆς γυναικὸς Οὐρίου. Ἐνήστευσεν Ἠλίας τεσσαράκοντα ἡμέρας καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἔλαβεν καί, ὅτε ἠθέλησεν, ἐκώλυσεν τὸν ὑετὸν καί, ὅτε ἠθέλησεν, ἤνεγκεν αὐτὸν διὰ νηστειῶν καὶ εὐχῶν.
5.Ἐνήστευσεν ὁ σωτὴρ ἡμῶν τεσσαράκοντα ἡμέρας καὶ τὸν διάβολον κατῄσχυνεν, ὁ ἁμαρτίαν μὴ ποιήσας μηδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἐνήστευσεν δὲ τύπον ἡμῖν διδοὺς ὅτι διὰ νηστειῶν δυνάμεθα τυχεῖν ἐξιλασμοῦ ἁμαρτημάτων. Νηστεύσωμεν οὖν, ἀγαπητοί, νηστείαν καθαρὰν περὶ ἧς φησιν ὁ ἀπόστολος Ἰάκωβος ὅτι «θρησκεία καθαρὰ αὕτη ἐστίν· ἐπισκέπτεσθαι» ἀδελφοὺς «ἐν τῇ θλίψει αὐτῶν, ἀσπίλους ἑαυτοὺς τηρεῖν ἀπὸ τοῦ κόσμου.» Ἐνήστευσεν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἐπέταξεν.
6.Οἱ ἀπόστολοι, μηδὲν ἔχοντες ἐπὶ γῆς, δέννειν καὶ λύειν ἐξουσίαν ἔλαβον καὶ πληροῦται εἰς αὐτοὺς τὸ εἰρημένον· «ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.» Πέτρος γάρ, φησίν, καὶ Ἰωάννης περὶ ὥραν ἐνάτην ἀνῆλθον εἰς τὸ ἱερὸν προσεύξασθαι. Καί τις χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐκάθητο, ὃς οὐδέποτε περιεπάτησεν. Οὗτος προσεδόκα λαβεῖν τι παρὰ τῶν ἀποστόλων. Ἀπεκρίθη δὲ ὁ Πέτρος λέγων αὐτῷ· «Ἃ προσδοκᾷς λαβεῖν οὐκ ἔχω, ἃ δὲ μὴ προσδοκᾷς λαβεῖν ἔχω. Ἀργύριον προσδοκᾷς λαβεῖν, ὑγίειάν σοι παρέχω· κρεῖττον γὰρ ὑγίεια σώματος ἢ ὄλβος ἀμέτρητος. Ὁμολογήσω σοι τὴν ἀλήθειαν· "Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι". Ὁ Χριστὸς γὰρ παρέδωκεν ἡμῖν λέγων· "Μὴ κτήσασθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκόν". Δέδωκεν δὲ ἡμῖν ἐξουσίαν λέγων· "Δαιμόνια ἐκβάλλετε, ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε." "Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει.» Καὶ κρατήσας «τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.» Ὁ δοῦλος κρατῶν ἐγείρει, ὁ δεσπότης λόγῳ θεραπεύει· «Οὐ γάρ ἐστιν δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.»
7.Ἀλλὰ γὰρ ἰατρείων κατὰ τὴν οἰκουμένην ἀνοιγομένων, σήμερον βλέπω καὶ ἕνα τοῖς πᾶσιν ἰατρὸν ἐφεστῶτα Χριστόν. Ὢ καινοτέρου τοῦ θαύματος. Διάφορα πάθη, ἐν διαφόροις ἰατρείων χωρίοις, ὑπὸ ἑνὸς ἰατροῦ θεραπεύεται. Ἄλλος ἀλλαχοῦ ἁμαρτίας τραύματι συνεχόμενος πρόσεισιν καὶ παρὰ τῆς νηστείας λαβὼν ἰάσεως ἔμπλαστρον ἄπεισιν. Ἄλλος ἑτέρωθι σηπεδόνα πορνείας ἀπόζων ἰατικὸν τῆς δυσωδίας, παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν καὶ σωμάτων Χριστοῦ, δι' αὐτῆς ἐκδέχεται φάρμακον. Ἄλλος πυρετῷ φιλαργυρίας συγκαιόμενος, παρὰ τῆς νηστείας ἀναψυχούσας τὴν νόσον βοτάνας κομίζεται.
8.Οἶδεν αὕτη καὶ στείρας ἐγκύμονας ἀποφαίνειν συντόμως, καὶ τὴν ἄγονον μήτραν εὔκαρπον ἄρουραν ἀπεργάζεσθαι, καὶ προφήτας υἱοὺς τῆς ἀσιτίας διδόναι μισθόν. Τί γὰρ παρὰ τῆς θείας γραφῆς διδασκόμεθα; «Καὶ ἠθύμει Ἅννα», φησίν, «καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.» Ἀλλὰ νηστεία τῇ στείρᾳ Σαμουὴλ τὸν προφήτην παρέσχεν. Εἶδες τῆς νηστείας τὰ δῶρα. Εἶδες οἵους τοῖς αὐτῆς δεομένοις βλαστάνει καρπούς, πῶς τὰς μὲν πηγὰς τῆς πορνείας ξηραίνει, τὰς δὲ ξηρανθείσας τῇ στειρώσει μήτρας ἀνοίγει καὶ τὰς ἐκ τῶν λογισμῶν δὲ φυομένας ἀκάνθας τῆς ἁμαρτίας ἐκκόπτει καὶ τοὺς τῆς ἀσεβείας οὐκέτι δίδωσιν καρπούς. Οὐ μόνον δὲ δύναται ταῦτα ἡ κατὰ θεὸν νηστεία, ἀλλὰ καὶ ἡμέρους τοὺς ἀπηνεῖς ἀπεργάζεται καὶ εἰς συμπάθειαν τοὺς ἀσυμπαθεῖς μεταβάλλει, τὸ σκληρὸν τῶν ἀνενδότων μαλάσσει χαλκεύουσα.
9.Αὕτη οὐ μόνον ἁμαρτωλοῖς χρήσιμος, ἀλλ' ἤδη καὶ δικαίοις εἰς καιρὸν ἐπιτήδειος, ὡς προεδείξαμεν. Νηστεύσας Μωυσῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας εἰς ἐκεῖνον εἰσῆλθεν τὸν γνόφον, καὶ εἶδεν θεὸν ὡς οὐδενὶ ἀνθρώπων ἐγγέγονεν, κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ περὶ αὐτοῦ μαρτυρίαν λέγοντος· «Ἐὰν γένηται προφήτης ἐν ὑμῖν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ ὣς ὁ θεράπων μου Μωυσῆς, στόμα κατὰ στόμα», πρόσωπον πρὸς πρόσωπον, «ὡς ἐάν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ φίλον.» Ταύτην ἐξαίρετον θέαν ἡ νηστεία τῷ προφήτῃ κεκόμικεν δῶρον καὶ τὸ πρόσωπον τοῦ νηστεύσαντος εἰς θειοτέραν τινὰ φωτὸς ἀπροσίτου ἀστραπὴν μετέθηκεν καὶ δέδωκεν τῷ προφήτῃ δέλτους δακτύλῳ θεοῦ γεγραμμένας
10.Προσερχώμεθα τοίνυν αὐτῇ μετὰ φαιδροῦ τοῦ προσώπου, ἱλαροὶ ταῖς ψυχαῖς αὐτὴν ἀσπασώμεθα καὶ μὴ βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ ἀντεχώμεθα· μηδὲ ταπεινοὶ τῷ προσώπῳ τοῖς ἀνθρώποις δεικνύμενοι, ὑπερήφανοι τῇ ψυχῇ τῷ δεσπότῃ φανῶμεν· καὶ πένησιν διδόντες, μὴ ἄλλους ἁρπάσωμεν· καὶ θεὸν κολακεύοντες λόγοις, μὴ ἔργῳ τοὺς ἀδελφοὺς ἡμῶν κατασφάξωμεν, μνημονεύοντες ἀεὶ τοῦ ἀποστόλου λέγοντος· «Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον.» Ἀλλ' ἐκ πάντων τῶν κακῶν μετὰ βρωμάτων νηστεύοντες, λέγωμεν πρὸς αὐτόν· «Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν»· ὅτι σοι πρέπει πᾶσα δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου