Δευτέρα 10 Μαρτίου 2025

ΘΕΟΤΟΚΑΡΙΟΝ - ΗΧΟΣ Δ΄ ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

 

 
ΗΧΟΣ  Δ΄ 
ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΣΜΥΡΝΗΣ.

 

Οὗ ἡ ακροστιχίς·
Κανών τέταρτος Παρθένῳ Μητροφάνους.

ᾨδὴ α΄. Ἦχὸς δ΄. 

Θαλάσσης τὸ ἐρυθραῖον.
Κυρίως καὶ ἀληθῶς γεγέννηκας, Θεὸν καὶ Κύριον· καὶ Θεοτόκος μόνη ἀληθῶς, καὶ κυρίως ἐκλήθης Ἁγνή· διὸ πιστῶς γεραίρομεν, καὶ κατὰ χρέος σὲ δοξάζομεν.

Ἀστήρ τοῦ Ἰακώβ ἀνέτειλεν, ἐκ σοῦ Πανάχραντε ὁ ἀριθμῶν τὰ πλήθη ὡς Θεός, τῶν ἀστέρων διὸ ταῖς αὐτοῦ, μαρμαρυγαῖς ἀπέλασον, τῆς ἁμαρτίας μου τὴν ζόφωσιν.

Νυμφῶνα τῆς τοῦ Θεοῦ σαρκώσεως, Ἁγνὴ Πανάχραντον, καὶ λογικὸν γινώσκων σε σαφῶς, ἱκετεύω ῥυσθῆναι με, παθῶν σαρκὸς καὶ πνεύματος, καὶ πειρασμῶν καὶ περιστάσεων.

Ὡς κλῖμαξ τῆς πρὸς ἡμᾶς ἀφίξεως, τοῦ Παντοκράτορος· δἰ ἧς Θεὸς κατῆλθεν ἐπὶ γῆς, ἐκ γηίνων παθῶν τῆς σαρκός, πρὸς οὐρανὸν ἀνύψωσον, καὶ πρὸς Θεόν με χειραγωγήσον.

ᾨδὴ γ΄. 

Οὐκ ἐν σοφίᾳ.
Νάουσα κρήνη, θλιβομένοις παράκλησιν πέφηνας· διὸ Δέσποινα κάᾀμοὶ πρεσβευτικῶν σου ναμάτων ῥοήν, βλύσον καὶ κατάσβεσον παθῶν τὴν κάμινον.

Τραυματισθέντα, λογισμῶν ἐξ ἀτόπων θεράπευσον, ἡ τῆς φύσεως ἡμῶν, ἰασαμένην πληγὴν χαλεπήν· τὸν ταύτης γὰρ τέτοκας πλάστην καὶ Κύριον.

Ἐν τῷ πελάγει, τῶν πολλῶν μου πταισμάτων Πανάμωμε, καὶ παθῶν καὶ πειρασμῶν, κλυδωνιζόμενον τάχει πολλῷ, λιμένι καθόρμισον σῆς ἀντιλήψεως.

Τὸν ὡς ἐν πόκῳ, ὑετὸν θεικόν͵ ἐν τῇ μήτρα σου, δεξαμένην τὴν ἐμὴν φλογιζομένην πυρί τῶν παθῶν, καρδίαν ἐπόμβρησον ταῖς σαῖς δεήσεσιν.

ᾨδὴ δ΄. 

Ἐπαρθέντα σε.
Ἀπὸ μύρων τοῦ υἱοῦ σοῦ τῶν ἐκβλυζόντων, ὀσμὴν ζωῆς τὰς ἅπασι, μῦρον ἀπαθείας, βλύσον τῇ ψυχή μου Ἁγνή, καὶ πάντα, τὸν βόρβορον τῶν παθῶν αὑτῆς ἐξαφάνισον.

Ῥυπωθέντα με τοῖς σπίλοις τῆς ἁμαρτίας, τῶν πρεσβειῶν σοῦ ῥάντισον ὑσσώπῳ καὶ πλύνον, καὶ τοῦ μολυσμοῦ τῶν παθῶν, καθάρισον Δέσποινα, καὶ δεῖξον Χριστοῦ οἰκητήριον.

Τὴν γραφεῖσάν σε δακτύλῳ τῷ θείῳ βίβλον, ἐσφραγισμένην Πάναγνε λιτάζω δαχτύλοις, γράψον μοι τῶν σῶν πρεσβειῶν, πταισμάτων τὴν ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

Ὁ ἐπ᾽ ἄκρων τῶν ὀρέων ἁγίων πάντων, οἶκος Θεοῦ γενόμενος, ὡς πρὶν ὁ Προφήτης, ἔφησε Χριστοῦ καθαρόν, ἀνάδειξον οἶκον με, Δέσποινα ταῖς σαῖς ἀντιλήψεσιν.

ᾨδὴ ε΄. 

Σὺ Κύριέ μου φῶς.
Σὲ δρόσον Ἀερμών, ἐν Σιὼν καταβαίνουσαν, γινώσκων Θεοκυῆτορ, δυσωπῶ κατασβέσαι, τὴν τῶν παθῶν μου κάμινον.

Παράδεισος ζωῆς, Θεοτόκε ὑπάρχουσα, θανάτου τῆς ἁμαρτίας, καὶ παθῶν πολυτρόπων, ἐκλύτρωσαί με τάχιον.

Ἀλάβαστρον Ἁγνή, νοητὸν σὺ ὑπάρχουσα, τοῦ μύρου τοῦ κενωθέντος, ἐπὶ γῆς οὐρανόθεν, κάᾀμὲ νῦν εὐωδίασον.

Ῥεύσαντα πρὸς φθοράν, ἀνεκτήσω τὸν ἄνθρωπον, διὰ τοῦ θείου σου τόκου, καὶ τῆς πρὶν ἀφθαρσίας, Παρθένε κατηξίωσας.

ᾨδὴ ς΄. 

Θύσω σοι.
Θάλαμος, δεδοξασμένος, ἔνδοξε Δέσποιναι, τοῦ Βασιλέως τῆς δόξης, γεγονὼς ἐδόξασας τοὺς ἀνθρώπους· διὸ δόξης, ἀκηράτου κᾀμὲ καταξίωσον.

Ἑστησας, τὴν φθορὰν νεμομένην τῆς φύσεως, δἰ ἀκραιφνοῦς ἀφθορίας· ἀλλὰ στῆσον Ἄχραντε καὶ παθῶν μου, τοὺς χειμάῤῥους, καὶ σαρκικοῦ φρονήματος ῥύακας.

Νέκρωσον, τὰς ἐμπαθεῖς κινήσεις τοῦ σώματος, καὶ τὴν σκιρτῶσαν μου σάρκα, τῷ νοῖ ὑπόταξον ὥσπερ πῶλον, χαλινοῦσα, τοῖς ἱμᾶσιν Ἁγνὴ σῶν δεήσεων.

Νομίμων, ἀπεκύησας δίχα Πανάμωμε, τὸν ἀληθῆ νομοθέτην· ὃν δυσώπει νόμῳ τῆς ἁμαρτίας, τὴν ψυχήν μου, τροπουμένην οἰκεῖραι καὶ σῶσαί με.

Κάθισμα. 

Ὁ ὑψωθείς.
Ἡ ἀπὸ γῆς πρὸς οὐρανοὺς τεταμένῃ, ἄυλος κλῖμαξ μυστικῶς προετύπου, τὴν λογικὴν καὶ ἔμψυχον σε κλίμακα· σὺ γάρ τὸ μεσότειχον, τοῦ φραγμοῦ καθελοῦσα, ἥνωσας Πανύμνητε, τὰ τὸ πρὶν διεστῶτα, τὸν οὐρανὸν συνάψασα, τῇ γῇ, καὶ τοὺς βροτοὺς τοῖς Ἀγγέλοις συμμίξασα.

ᾨδὴ ζ΄. 

Ἐν τῇ καμίνῳ.
Ὡς πυριφόρος, καὶ θεοδόχος οὖσα βάτος Ἁγνή, φλέξον λογισμῶν ἀκάνθας τῶν πονηρῶν, τὴν ψυχήν μου δὲ καταύγασον, καὶ τὴν διάνοιαν, καὶ τῶν παθῶν τὴν ἄβυσσον ξήρανον.

Μεγαλωσύνην ἐκ τοῦ αἰῶνος μόνη καὶ θεϊκήν, δόξαν σὺ προδήλως εὗρες ἐπὶ τῆς γῆς, οὐρανὸς φανεῖσα, δεύτερος· σὺ οὖν κατάργησον, τοὺς μεγαλαύχους ἐχθρούς μου δαίμονας.

Ἡ θεία κρήνῃ, τῆς εὐσπλαγχνίας καὶ ἀγαθότητος, βλύσον δαψιλῶς μοι πλοῦτον σῶν οἱκιρμῶν, καὶ τὸν ῥύπον τῶν πταισμάτων μου, ἐναπολύνασα, τὴν τῆς σαρκὸς κατάσβεσον πύρωσιν.

Τὸν ἐκ Θεοῦ μοι, χορηγηθέντα πλοῦτον Πνευματικόν, πρώην τῶν ἀσώτως πάντα ταῖς ἡδοναῖς, κατηνάλωσα τοῦ σώματος· ἀλλ᾽ ὡς τὸν ἄσωτον, ταῖς σαῖς λιταῖς Παρϑένε δικαίωσον.

ᾨδὴ η΄. 

Χεῖρας ἐκπετάσας.
Ῥῆξον τῶν πταισμάτων μου σειράς, καὶ τὰς τοῦ σώματος, ὁρμᾷς ἀνάστειλον· τῆς πονηρίας δὲ σύγκοψον, ἐνθυμήσεις καὶ καθάρισον, ἐκ τῶν κρυφίων λογισμῶν, τάχει τὸν δοῦλον σοῦ Θεοτόκε πάντων προστάτις πιστῶν καὶ ἀντίληψις.

Ὄρος τοῦ Θεοῦ τὸ ἐμφανές, καὶ ἀλατόμητον, καὶ πῖον Ἄχραντε, δασὺ καὶ σύσκιον σκέπασον, πυκασμῷ σῶν δεήσεων· καὶ ἐκ παγίδος θηρευτῶν, ῥῦσαι καὶ φύλαξον ἀπὸ βέλους, δαιμονιώδους αἰσχρῶν ἐνθυμήσεων.

Φόβον με τὸν θεῖον συλλαβεῖν, καὶ Πνεῦμα Δέσποινα, τῆς κατανύξεως, ἐν τοῖς ἐγκάτοις μου ποίησον, καὶ τεκεῖν βίον ἐνάρετον, καὶ φοβερὸν τοῖς πονηροῖς, δαίμοσιν Ἄχραντε καὶ τῆς θείας, δεῖξον Ἀγγέλων χορείας συνόμιλον.

Ἄνοιξόν μου πύλη τῆς ζωῆς τὰς θύρας τάχιον τὰς τῆς ἐλπίδος μου, καὶ καθοδήγησον Ἄχραντε, πρὸς ζωήν τὴν ἀτελεύτητον, καὶ βασιλείαις οὐρανῶν, δεῖξον τὸν δοῦλον σου κληρονόμον, θείας τε δόξης ἁγίων συμμέτοχον.

Ὁ Εἱρμός.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ παῖδες κραυγάζοντες· εὐλογεῖτε πάντα.

ᾨδὴ θ΄. 

Εὔα μὲν τῷ τῆς παρακοῆς.
Νεῦσον ταῖς δεήσεσιν Ἁγνή τοῦ δούλου σου, καὶ συντόμως προκατάλαβε, καὶ τῶν λυπούντων καὶ κακούντων, ἐχθρῶν τῶν ἀοράτων με λύτρωσαι, καὶ σῶσον ἐξ ἀναγκῶν καὶ τῶν θλίψεων, καὶ πολυτρόπων περιστάσεων.

Ὅλον με πληγαῖς ἁμαρτιῶν ὑπάρχοντα, τραυματίαν καὶ κατώδυνον, ἴασαι Πάναγνε Παρθένε καὶ ῥῦσαι πονηρῶν ἐνθυμήσεων, ἡ Λόγον τὸν παντοδύναμον τέξασα, τὸν ἀγαθὸν τε καὶ φιλάνθρωπον.

Ὑπὲρ τοῦ πεσόντος πρὶν Ἀδὰμ εἰς θάνατον, τῷ θανάτῳ προσωμίλησεν, ὁ τῆς ζωῆς καὶ τοῦ θανάτου δεσπόζων σὸς υἱὸς Ὑπεράγαθε· διὸ με τῆς τῶν παθῶν παραπτώσεως, ταῖς σαῖς πρεσβείαις ἐξανάστησον.

Σῶσον Θεοτόκε τὸν εἰς σὲ προστρέχοντα, ἐκ κινδύνων καὶ συμπτώσεως, τῆς ἁμαρτίας καὶ τῆς ζάλης, τῶν σαρκικῶν παθῶν καὶ τοῦ κλύδωνος· καὶ βίου τῶν δυσχερῶν καὶ τῶν θλίψεων, καὶ τῆς μελλούσης κατακρίσεως.

Προσόμοια. 

Ἔδωκας σημείωσιν.
Χαῖρε καθαρώτατον, τοῦ βασιλέως παλάτιο· Χαῖρε νύμφη ἀκήρατε· Χαῖρε βάτε ἄφλεκτε· Χαῖρε θεία, σκέπη πάντων προστασία· Χαῖρε ἀμόλυντε σκηνή· Χαῖρε Κυρία πάσης τῆς κτίσεως· χρυσοῦν θυμιατήριον· Χαῖρε πανθαύμαστε Δέσποινα· Χαῖρε θεῖε παράδεισε, ζωῆς ξύλον βλαστήσασα.

Χαῖρε τιμιώτατον καὶ χρυσαυγὲς ἐνδιαίτημα τοῦ ὑψίστου Πανύμνητε, καὶ Μήτηρ ἀνύμφευτε· Χαῖρε θεῖον τεῖχος, ἀπείρανδε Κόρη· Χαῖρε λυχνίας φωτεινή· παντὸς τοῦ κόσμου χαῖρε ἐξίλασμα· τὸ ἄνθος τὸ τῆς πίστεως· Χαῖρε τυράννων θρασύτητα, τῇ ἀμάχῳ δυνάμει σοῦ, εὐσθενῶς καταράσουσα.

Χαῖρε ἡ Πανάμωμος, ἀμνὰς Χριστοῦ ἀρχιποίμενος· Χαῖρε κρήνῃ ἀένναε, ἀμβροσίας ῥέουσα, νεκταρῶδες κρᾶμα· Χαῖρε μυροθήκῃ, τοῦ νοητοῦ μύρου χρυσῇ, τὴν δυσωδίαν εὐωδιάζουσα, παθῶν χαῖρε ἀπείρανδρε, Ἀγγέλων τίμιον ἄγαλμα· καὶ βροτῶν ἐγκαλλώπισμα, τῶν πιστῶς δοξαζόντων σε.

Πᾶσαν τὴν ἐλπίδα μου, ὁ δυστυχὴς καὶ πανάθλιος, ἐπὶ σὲ ἀνατίθημι, Πανάχραντε Δέσποινα, ὁλοψύχῳ νεύσει· μὴ με ἀποῤῥίψῃς, ἀπὸ προσώπου σου Ἁγνή, μηδὲ βδελύξῃ με τὸν ἀνάξιον· μὴ σπλάγχνα σου φιλάνθρωπα, κλείσῃς μοι Μήτηρ φιλάγαθε· ὅτι ἄλλην οὐ κέκτημαι, προστασίαν ὁ δοῦλος σου. 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις