Παρασκευή 13 Μαΐου 2022

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα της Θράκης Γλυκερία η εκ Τραϊανουπόλεως

Παρακλητικός Κανών εις την Αγία  Μεγαλομάρτυρα της Θράκης Γλυκερία η εκ Τραϊανουπόλεως

Ποίημα μοναχού Γερασίμου Μικραγιαννανίτου

Εορτάζεται στις 13 Μαΐου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον 

ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ’’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
ς κεκτημένη πρός Χριστόν παρρησίαν, Μεγαλομάρτυς Γλυκερία θεόφρον, ὑπέρ ἡμῶν ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν καί κινδύνων, καί παθών καί θλίψεων, καί δεινῶν νοσημάτων, οἱ προσιόντες πίστει ἀκλινεῖ, Παρθενομάρτυς, τῆ θεία πρεσβεία σου.

Δόξα. Τό αὑτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ανάξιοι˙ εἰμί γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου, σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὅ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καί ὁ κανών οὗ ἡ ἀκροστιχίς.
«Δίδου μοι σήν Γλυκερία χάριν. Γερασίμου».

ᾨδῇ ἀ’. 

Ἦχος πλ. δ’’. Ὑγράν διοδεύσας.
Δυνάμει τῶν θείων σου πρεσβειῶν, ἀπάλλαξον Μάρτυς, τῶν ἐν βίῳ δυσχερειῶν, καί πάσης ἀνάγκης Γλυκερία, τούς προσιόντας θερμῶς τῆ σή χάριτι.

δού σοι προσπίπτομεν εὐλαβῶς, σεμνῇ Γλυκερία, καί βοώμέν σοι ἐκ ψυχής˙ τῆς νῦν ἐπελθούσης ἡμᾶς ζάλης, τῆ πρός Χριστόν ἱκεσία σου λύτρωσαι.

Δυνάμωσον Μάρτυς τό ἀσθενές, τῆς ἐμῆς καρδίας, καί τοῦ σώματος τά δεινά, θεράπευσον πάθῃ Γλυκερία, τῆ ἐκ τοῦ Θεοῦ δεδομένη σοι χάριτι.

Θεοτοκίον.
θρόνος ὁ πάγχρυσος τοῦ Θεοῦ, Κεχαριτωμένῃ Παντευλόγητε Μαριάμ, ῥῦσαι δυναστείας τοῦ Βελίαρ, τήν ρυπωθείσαν ψυχήν μου τοῖς πάθεσι.

ᾨδῇ γ’. Οὐρανίας ἁψῖδος.
περήφανον ὄφιν, ἀθλητικῶς ήσχυνας˙ ὅθεν τῆς αὑτοῦ κακουργίας, ἡμᾶς ἀπάλλαξον, τῆ προστασία σου Μάρτυς Χριστοῦ Γλυκερία, καί τῷ φόβῳ τείχισον, ἡμᾶς τοῦ κρείττονος.

Μαρτυρίου τόν δρόμον, περιφανῶς ήνυσας˙ ὅθεν σωτηρίας πρό τρίβον, ἡμᾶς κατεύθυνον, ἐξ ἀπωλείας ὀδοῦ, καί ἐκ βαράθρων τῆς πλάνης, Γλυκερία ἅπαντας, ἡμᾶς ἀπάγουσα.

Οἱ τῷ θείω ναῶ σου, μετά σπουδῆς σπεύδοντες, θείας εὐφροσύνης πληροῦνται, καί ἀπαλλάττονται, πόνων καί θλίψεων, τῆ σή θερμή ἀντιλήψει, Μάρτυς καί κηρύττουσι, πᾶσι τήν χάριν σου.

Θεοτοκίον.
ησοῦν τόν Σωτῆρα, καί τῆς ζωῆς αἴτιον, ὕλη ἀνθρωπίνη τεκοῦσα, τόν ἀκατάληπτον, ζώωσον Πάναγνε, τήν νεκρωθεῖσαν ψυχήν μου, καί ζωῆς τῆς θείας με, ποίησον μέτοχον.

Διάσωσον ταῖς πρός Χριστόν ἱκεσίαις σου Γλυκερία, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς προσιόντας τῆ θεία σου προστασία.

πίβλεψον. ἔν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Πρεσβεία τῆ σή, Παρθενομάρτυς ἔνδοξε, ἐν πίστει θερμή, προσπίπτοντες ῥυσθείημεν, ἐπιφορῶν καί θλίψεων, καί πταισμάτων λαμβάνομεν άφεσιν˙ σύ γάρ ἀεί Γλυκερία Χριστόν, ἡμῖν ἀπεργάζῃ Μάρτυς ἵλεων.

ᾨδῇ δ’’. Εἰσακήκοα Κύριε.
Συντριβέντα με ἴασαι, ταῖς τοῦ πονηροῦ σεμνῇ ἐπιθέσεσι, Γλυκερία καί ἐξαίτει μοι, τῶν πλημμελημάτων τήν συγχώρησιν.

πρεσβεία σου γένοιτο, τεῖχος ἀσφαλείας τοῖς εὐφημοῦσι σε, Γλυκερία ἀποτρέπουσα, ἀφ’ ἡμῶν κινδύνων πᾶσαν ἔφοδον.

Νοσημάτων ἀπάλλαξον, τῶν κατά ψυχήν καί σῶμα δεόμεθα, Γλυκερία τούς προστρέχοντας, τῆ ἀθλητικῇ σου Μάρτυς χάριτι.

Θεοτοκίον.
Γνώμην ἔμφρονα δίδου μοι, καί τῶν λογισμῶν Ἀγνῇ τοῦ ἀλάστορος, τήν καρδίαν μου ἐκκάθαρον, ὡς πηγῇ ἐλέους Μητροπάρθενε.

ᾨδῇ ἕ’. Φώτισον ἡμᾶς.
Λύσιν δυσχερῶν, καί παθών τήν ἀπολύτρωσιν, καί εἰρήνην ἐν τῷ βίῳ σταθεράν, Γλυκερία ἡμῖν δίδου ταῖς πρεσβείαις σου.

περθεν ἡμᾶς, ἐποπτεύοις Μάρτυς ἵλεως, ἐκπληροῦσα τά αἰτήματα ἡμῶν, Γλυκερία ὡς θερμή πιστῶν ἀντίληψις.

Κόπασον παθών, τό συνέχον με κλυδώνιον, καί ὁδήγησον με Μάρτυς ἀσφαλῶς, πρός εἰρήνης τόν λιμένα τόν ἀχείμαστον.

Θεοτοκίον.
λαμψεν ἐκ σου, ὁ τῆς δόξης Κόρη Ἥλιος, καί κατηύγασε τῷ θείω φωτισμῷ, τούς ὑμνοῦντας σου τόν τόκον τόν ἀπόρρητον.

ᾨδῇ ς’. Τήν δέησιν.
ημάτων, ἐκ κατωδύνου καρδίας, προσφερόντων σοι θερμάς ἱκεσίας, δέχου σεμνή τάς φωνάς καί παράσχου, τῶν ἐπελθόντων δεινῶν τήν ἐκλύτρωσιν, τοῖς προσιοῦσιν εὐλαβῶς, τῆ θερμή Γλυκερία πρεσβεία σου.

Ιάτρευσον, τῆς ψυχῆς μου τό ἄλγος, Γλυκερία καλλιμάρτυς Κυρίου, καί τήν τοῦ σώματος ἴασαι νόσων, καί συμφορῶν τό κλυδώνιον κόπασον, καί ἰθυνῶν με ἀσφαλῶς, πρός λιμένα τοῦ θείου θελήματος.

γγέλους, ἐν τῷ καιρῶ τῶν ἀγώνων, συνεργοῦντας σοι ἐν ἅπασι ἔσχες, Μεγαλομάρτυς Χριστοῦ Γλυκερία˙ μεθ’ ὤν δυσώπει απαύστως δεόμεθα, μεγάλων ῥύεσθαι δεινῶν, τούς πιστῶς προσιόντας τῆ σκέπη σου.

Θεοτοκίον.
Χαρίτων, ὑπερφυῶν πρυτανεῖον, καί πηγή ἁγιασμάτων ἀρρήτων, ὡς ἀληθῶς Θεοτόκε ἐδείχθης, τόν Βασιλέα τῶν ὅλων κυήσασα, ὀν καθικέτευε Ἀγνῇ, τῶν παθῶν με ῥυσθῆναι τοῦ χείρονος.

Διάσωσον ταῖς πρός Χριστόν ἱκεσίαις σου Γλυκερία, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς προσιόντας τῆ θεία σου προστασία.

’Ἄχραντε. ἤ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὦς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς ὑπέρ φύσιν ἀγῶσι σου πάνσεμνε, ὑπερφυῶν χαρισμάτων ηξίωσαι˙ καί νῦν Γλυκερία θεόνυμφε, πολυειδῶν συμπτωμάτων καί θλίψεων, ἀτρώτους ἡμᾶς διαφύλαττε.

Προκείμενον.
πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου…

Εὐαγγέλιον. Ἐκ τού κατά  Ματθαῖον
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τάς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δε ἦσαν ἐξ αὑτῶν φρόνιμοι, καί αἱ πένται μωραί. Αἵτινες μωραί, λαβοῦσαι τάς λαμπάδας αὑτῶν, οὑκ ἔλαβον μεθ’ ἑαυτῶν έλαιον˙ αἱ δε φρόνιμοι ἔλαβον ἔλαιον ἐν ταῖς ἀγγείοις αὑτῶν μετά τῶν λαμπάδων αὑτῶν. χρονίζοντος δε τοῦ Νυμφίου, ἐνύσταξαν πάσαι καί ἐκάθευδον. Μέσης δε τῆς νυκτός κραυγή γέγονεν˙ Ἰδού ὁ νυμφίος έρχεται˙ ἐξέρχεσθε εἰς ἀπάντησιν αὑτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καί ἐκόσμησαν τάς λαμπάδας αὑτῶν. Αἱ δε μωραί ταῖς φρονίμοις είπον˙ Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβένυνται. Ἀπεκρίθησαν δε αἱ φρόνιμοι λέγουσαι˙ Μή ποτέ οὑκ ἀρκέσῃ ἡμῖν καί υμίν˙ πορεύεσθε δε μᾶλλον πρός τούς πωλοῦντας, καί ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δε αὑτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος˙ καί αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὑτοῦ εἰς τούς γάμους, καί ἐκλείσθη ἡ θύρα. Ὕστερον δε ἔρχονται καί αἱ λοιπαί παρθένοι, λέγουσαι˙ Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δε ἀποκριθείς είπεν˙ Ἀμήν λέγω υμίν˙ Οὑκ οἴδα ὑμᾶς. Γρηγορεῖτε οὑν, ὅτι οὑκ οἴδατε τήν ἡμέραν οὐδέ τήν ὤραν, ἐν ἤ ὁ Υἱός τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀθλοφόρου  πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γνώμη ανδρειόφρονι, τούς τῆς ἀθλήσεως πόνους, Μάρτυς ὑπομείνασα, πρός ζωήν τήν ἄπονον, μεταβέβηκας, καί παθῶν ἅπαντα, πόνον καί ὀδύνην, Γλυκερία καλλιπάρθενε, κουφίζεις χάριτι, τῶν εἰλικρινῶς προσιόντων σοι˙ διό καθικετεύομεν. Πάντοτε δυσώπει τόν Κύριον, ἄφεσιν πταισμάτων, διδόναι καί κακῶν ἀπαλλαγήν, καί συμφορῶν ἀπολύτρωσιν, τοῖς σε μακαρίζουσι.

Σῶσον ὁ Θεός τόν λαόν σου…

ᾨδῇ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
νωτέρους συντήρει, ἀπό πάσης ἀνάγκης καί περιστάσεως, θεόφρον Γλυκερία, τούς πίστει προσιόντας, τῷ ναῶ σου καί ψάλλοντας. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

ῶσιν δίδου ἀπαύστως, καί ψυχή τε καί σώματι καλλιπάρθενε, καί πᾶσαν εὐρωστίαν, καί χάριν καί ὑγείαν, Γλυκερία τοῖς ψάλλουσιν. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

αμάτων τά ῥεῖθρα, ὁ σός τάφος ἀνέβλυζε πάλαι πάνσεμνε, τανῦν δε ἡ εἰκών σου, ἰᾶται Γλυκερία, τούς ἐν πίστει κραυγάζοντας. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Νεκρωθέντα με Κόρη, κατά νοῦν καί καρδίαν δόλῳ τοῦ ὄφεως, ἀνάστησον καί δίδου, μετάνοιαν γνησίαν, ἶνα πίστει κραυγάζω σοι˙ χαῖρε Παρθένε Ἀγνῇ, ἁμαρτωλῶν προστάτις.

ᾨδῇ ἡ’. Τόν Βασιλέα.
Γέρας σε θεῖον, Τραϊανούπολις σχοῦσα, ἐγκαυχᾶται σου τοῖς ἄθλοις Γλυκερία, καί τῆ σή πρεσβεία, διά παντός προστρέχει.

βρος κηρύττει, Παρθενομάρτυς Κυρίου, τῆς σής χάριτος τάς θείας διαδόσεις, δι’ ὤν ἀεί σκέπεις, τούς σε ὑμνολογοῦντας.

είθροις ἀΰλοις, τῶν δωρεῶν σου Ἀγία, ἀρδευόμενοι Θρακιωτών οἱ δῆμοι, πάσης Γλυκερία, πληροῦνται εὐφροσύνης.

Θεοτοκίον.
γγέλων δόξα, καί τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε Ἀγνῇ Θεοκυήτορ, κάθαρον τόν νοῦν μου, ἐκ πάσης ἁμαρτίας.

ᾨδῇ θ’. Κυρίως Θεοτόκον.
Συνοῦσα τοῖς Ἀγγέλοις, Μάρτυς Γλυκερία, Χριστόν δυσώπει σωθῆναι δεόμεθα, πάσης ἀνάγκης καί βλάβης τούς σε γεραίροντας.

λύος ἁμαρτίας, πλῦνον Γλυκερία, τήν ρυπωθείσαν ψυχήν μου τοῖς πάθεσι, καί τήν ζωήν μου βελτίωσον τῆ πρεσβεία σου.

Μαρτύρων ὡραιότης, Μάρτυς Γλυκερία, καί εὐσεβούντων ἁπάντων κραταίωμα, ταῖς ἐντολαῖς τοῦ Κυρίου ἡμᾶς κραταίωσον.

μβρίζουσα μή παύσῃ, τῆ σή μεσιτείᾳ, τῆς θεϊκῆς εὐσπλαγχνίας τά ῥεύματα, τοῖς εὐλαβῶς Γλυκερία σε μακαρίζουσι.

Θεοτοκίον.
ψώσασα τόν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, καρδίωσόν με Υἱοῦ σου τῷ ἔρωτι, ἶνα ὑμνῶ σε Παρθένε τήν πολυύμνητον.

ξιόν ἔστιν ὦς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Παρθένων ἡ καλλονῇ, Μάρτυς Γλυκερία, νύμφη ἄφθορε τοῦ Χριστού˙ χαίροις ἡ δι’ ἄθλων, ἀνδρείων καθελοῦσα, ἐχθροῦ τοῦ παλαμναίου, ἅπαν τό φρύαγμα.

νθησας ὡς ἄνθος κοκκοβαφές, Μάρτυς Γλυκερία, καί προσήγαγες τῷ Χριστῷ, τήν τῆς παρθενίας, ὀσμήν τῆ σή αθλήσει˙ διό τῆς αἰωνίου, δόξης ἠξίωσαι.

Φέρουσα τήν δύναμιν τοῦ Σταυροῦ, ἀπτόητος ἔστης, πρό βημάτων δικαστικῶν, καί τῆ ὑπέρ φύσιν, ἀθλήσει σου ἀγία, ὑπερφυῶν ἐπάθλων, ὤφθης συμμέτοχος.

Σώματος ηλόγησας τοῦ φθαρτοῦ, καί ἄσαρκος ὤσπερ καθυπέμεινας τάς ποινάς˙ ὅθεν Γλυκερία, Ἀγγέλους οὐρανίους, ἔσχηκας διακόνους, ἐν τῆ ἀθλήσει σου.

Ξεσμούς καθυπέστης τούς χαλεπούς, καί τό πῦρ εἰς δρόσον, μεταβέβληκας θαυμαστώς˙ ὅθεν Γλυκερία, σβέσον τῆ σή πρεσβεία, τῶν πειρασμῶν τήν φλόγα, ἐκ τῶν ψυχῶν ἡμῶν.

Νόσων καί κινδύνων παντοδαπῶν, καί πάσης ἀνάγκης, διατήρησον ἀβλαβεῖς, ἡμᾶς Γλυκερία, Χριστοῦ Παρθενομάρτυς, τούς τήν σεπτήν σου μνήμην, πόθῳ γεραίροντας.

Πᾶσαι τῶν ’Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Άποστόλων ἤ δωδεκάς οἵ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. 

Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς Καλλιπάρθενε Χριστοῦ, τούς πανευλαβῶς προσιόντας, τῆ ἀντιλήψει σου, πάσης περιστάσεως καί συνοχῆς πειρασμῶν, Γλυκερία ἀπάλλαττε, καί δίδου ἑκάστῳ, ἴασιν καί λύτρωσιν, καί θεῖον ἔλεος, ἔχουσα πολλήν παρρησίαν, πρός τόν σόν νυμφίον καί Κτίστην, ὀν ἐν τῆ ἀθλήσει σου ἐδόξασας.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.
Πρόσδεξαι τήν δέησιν ταύτην ὦ Μάρτυς
Καί δίδου βοήθειαν τῷ Γερασίμῳ.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις