Τρίτη 24 Δεκεμβρίου 2019

Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν...



Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν (ἐκ τρίτου). 

άκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής. 

Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς. 

κ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ. 

Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας. 

Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου. 

Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ (ἐκ γ'). 

Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια. 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις