Παρασκευή 7 Απριλίου 2023

Λόγος εἰς τὸν τετραήμερον Λάζαρον

 

In Lazarum 
Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου 
Λόγος εἰς τὸν τετραήμερον Λάζαρον 
Φέρε πάλιν εἰς μέσον τὸν εὐαγγελιστὴν Ἰωάννην· καλὸν γὰρ τὴν ἀπαρχὴν τῆς ἀναστάσεως σκοπῆσαι. Ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Εἶδες τὴν ἀπαρχὴν τῆς ἀναστάσεως ἐν Λαζάρῳ προτυπωθεῖσαν, ἣν ὁ πιστὸς ὄχλος ἐγνώρισεν; Οἱ ὄχλοι ἐγνώρισαν καὶ οἱ ἀρχιερεῖς ἐλοιδόρησαν τὴν θαυματουργίαν εἰς βασκανίαν μεταβαλόντες. Ὄντως ἐβάσκαναν τὴν ἀνάστασιν Λαζάρου, ὅτι μετὰ τὴν ἀνάστασιν αὐτοῦ, ἣν ἤκουες, συνεβουλεύσαντο αὐτὸν ἀποκτεῖναι. Εἶδες βασκανίας ὑπερβολήν; Ὃν ὁ κύριος ἤγειρεν, αὐτοὶ ἀποκτεῖναι διενοήθησαν, μὴ συνειδότες ὅτι κἂν αὐτοὶ ἀποκτείνω σι, πάλιν κοῦφον τῷ κυρίῳ ἀναστῆσαι τὸν φίλον. Συνεβουλεύσαντο τὸν Λάζαρον ἀποκτεῖναι· οὐδὲν οὕτως ἐδρίμυττε τοὺς Ἰουδαίους ὡς ἡ ἀνάστασις τοῦ Λαζάρου. Τοῦτο μόνον τὸ θαῦμα οὐκ ἴσχυσαν συκοφαντῆσαι. Τὴν ἀνάβλεψιν τοῦ ἐκ γεννητῆς τυφλοῦ ἐσυκοφάντησαν λέγοντες· Οὗτός ἐστιν· οὐκ ἔστιν οὗτος· ὅμοιος αὐτοῦ ἐστιν. Τὴν ἔγερσιν τῆς θυγατρὸς Ἰαήρου ἐσυκο φάντησαν λέγοντες ὡς κατηνέχθη καὶ οὐ τελείῳ θανάτῳ παρεδόθη. Τὴν ἀνάστασιν τοῦ υἱοῦ τῆς χήρας τοῦ μονογενοῦς ἐσυκοφάντησαν λέγοντες ὡς τὸν θάνατον ἐσχηματίσατο καὶ οὐχ ὑπὸ τῆς τυραννίδος τοῦ θανάτου κατεπόθη. Τὴν ξηρανθεῖσαν συκῆν ἐσυκοφάντησαν λέγοντες ὡς τρυγωνισθεῖσαν καὶ οὐχ ὡς δεσποτικῷ ῥήματι ξηρανθεῖσαν. Τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολὴν ἐσυκοφάντησαν λέγοντες ὡς ἤδη τῶν ἐν τῷ δείπνῳ μεθυσθέντων καὶ μὴ εἰδότων τὴν χλεύην. Τὴν ἀνάστασιν μόνην τοῦ Λαζάρου οὐκ ἴσχυσαν συκοφαντῆσαι. Ἤδεισαν τὸν Λάζαρον· ἐπίσημος ἦν ὁ ἀνήρ. Ἠκολούθησαν τῇ κηδίᾳ, εἶδον τὸν τάφον σφραγιζόμενον, παρεμυθήσαντο κατὰ τὸ εἰωθός, ὡς ἐν περιδείπ νῳ θανάτου, Μάρθαν καὶ Μαρίαν τὰς ἀδελφὰς Λαζάρου. Ἔγνωσαν ὅτι τέσσαρας ἡμέρας εἶχεν ἀκριβῶς ἐν τῷ μνημείῳ κατατεθείς, καὶ ὅτι τετραήμερος νεκρὸς πάντοθεν ἔξαρθρος, τῶν σαρκῶν μειωθέντων, τῶν ὀστέων ἐκγομφωθέντων, τῆς νευροστασίας διασπασθείσης, τῶν ἐνδοσθίων σκορπισθέντων, τῆς γαστρὸς ἐκχυθείσης. Ταῦτα συνειδότες ὡς εἶδον ἀθρόον τὴν ἀνάστασιν Λαζάρου σῶαν, ἀρτίαν ὡς ἀπὸ τόρνου, στίλβουσαν τῇ παλινβιωσίᾳ, ἐταράχθησαν. Μικροῦ δεῖν ἀπέψυξαν μὴ εὑρίσκον τες λόγους προφασιλογίας, τὸ πῶς συκοφαντήσουσι τὴν ἀνάστασιν Λαζάρου τῆς τοῦ κυρίου πραγματείας τοῦτο κατα σκευασάσης. Τί ἐστι, τῆς τοῦ κυρίου πραγματείας τοῦτο παρασκευα σάσης; Ἄκουε διὰ βραχέων. Ἡνίκα Λάζαρος τὴν παροῦσαν ζωὴν ἀπεδύσατο φυσικῶς, οὐκ ἦν ὁ κύριος ἐν Βηθανίᾳ παρὼν τοῖς σωματικοῖς ὀφθαλμοῖς, τῇ δὲ θεότητι πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν. Μετὰ γὰρ τέσσαρας ἡμέρας τοῦ ταφῆναι τὸν Λάζαρον, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν τὴν ἀνάστασιν τοῦ φίλου κωμῳδῆσαι. Ὅθεν καὶ τοῦ κυρίου παραγενομένου ἐν Βηθανίᾳ, ὡς ἤκουσε Μάρθα ἡ ἀδελφὴ Λαζάρου, ἔδραμεν, ἔσπευσε, προσέπε σεν ἐν παρακλήσει αἱρετικὴν πρεσβείαν προσφέρουσα. Προσπε σοῦσα γὰρ ἔφασκε τῷ κυρίῳ λέγουσα· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός. Ὁ δὲ κύριος αὐτὸς πέλαγος ὢν μακροθυμίας ἀπεκρίνατο λέγων· Τί λέγεις, Μάρθα; Κύριον καλεῖς, καὶ κύριον οὐκ ἐννοεῖς; Οὐκ ἤμην ὧδε; Μικρὸν καρτέρησον· ἐν τάχει γὰρ παρὰ τοῦ  ἀδελφοῦ σου μαθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Συγγινώσκω σοι, Μάρθα· μεθύεις γὰρ τῇ λύπῃ–ὥσπερ αὐτῇ εἶπεν· καλῶν μεθύων τις σφάλλεται–, ὅτε ἐκνήψεις, τότε σωφρονισθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Ἡ δὲ Μάρθα καὶ οὕτως συμπεριενεχθεῖσα ἀνθρωπίνοις ῥήμασιν ἀνθυπένεγκε τῷ κυρίῳ λέγουσα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὁ δὲ κύριος πρὸς αὐτήν· Τί βαμβαίνεις, ὦ Μάρθα; Τί εἰς μακρὰς ἐλπίδας τὴν ἀνάστασιν ἀναδύῃ; Ἡ ἀνάστασίς σοι διαλέγεται, καὶ περὶ τῆς ἀναστάσεως διαλέγῃ; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται. Ταῦτα τοῦ κυρίου διαλεγομένου μικροῦ δεῖν πᾶσα ἡ πόλις Βηθανία κατέδραμεν εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ θαυμάσαι ἀλλὰ γελάσαι. Οὐκ εἶχον γὰρ ἐλπίδα τετραήμερον νεκρὸν ἀναστῆσαι. Τί οὖν ὁ κύριος; Ὡς εἶδε τοσοῦτον πλῆθος καταδραμὸν καὶ ὅτι ἄξιοί εἰσι καὶ ἱκανοῦσι πρὸς μαρτυρίαν τοῦ μέλλοντος παρ' αὐτοῦ ἀνεγείρεσθαι, ἀποκριθεὶς πρὸς αὐτοὺς ἔφη· Ποῦ τεθείκατε Λάζαρον; Ἆρ' οὐκ ᾔδει τὸν τόπον ὁ τοῦ τόπου δεσπότης; Ἤδει τὸν τόπον, ἀλλ' ἐπραγματεύσατο τὸν τρόπον, ὅπως πάντες αὖθις ἀναγκασθέντες ἐπακολουθήσωσι τῷ Ἰησοῦ, ἵνα αὐτοψὶ δεξάμενοι τὴν ἀνάστασιν ἀναμφίβολοι κήρυκες γένωνται. Ποῦ τεθείκατε αὐτόν; Οἱ δὲ ἐπερωτηθέντες εἶπον πρὸς αὐτόν· Ἔρχου καὶ ἴδε. Τοῦ δὲ κυρίου βαδίζοντος καὶ ἐπὶ τὸν τάφον σπεύδοντος ὁ ἀκολουθῶν ὄπισθεν ὄχλος ἀντέβαλε πρὸς ἑαυτὸν λέγων· Τί θέλει οὗτος τὸν τάφον Λαζάρου θεάσασθαι; Εἰ υἱός ἐστι τοῦ θεοῦ, τοῦτον ἀναστήσει. Τῶν γὰρ προσφάτως τελευτησάντων, ὧν ἤγειρεν, οὐκ ἐπιστάμεθα. Πόθεν οὖν ἴσμεν, εἰ τελείῳ θανάτῳ παρεδόθησαν; Τοῦτον ἀναστήσει, καὶ γνῶσιν λαμβάνομεν ὅτι ἀληθῶς θεοῦ υἱός ἐστιν. Ὅθεν καὶ ἡ Μάρθα τοῖς λόγοις τούτοις συμπεριενεχθεῖσα προσῆλθε τῷ κυρίῳ καὶ αὐτὴ λέγουσα· Ποῦ πορεύῃ, δέσποτα; Τί θέλεις τὸν τάφον ἰδεῖν Λαζάρου; Τί τὴν ὀδύνην ἡμῶν ἀναζέεις; Τί τὸ πένθος ἐπεγείρεις; Τί θέλεις τὸν τάφον ἰδεῖν; Οὐδὲν γὰρ ὀνήσεις, δέσποτα· ἤδη ὄζει, τετραήμερος γάρ ἐστιν. Ὁ δὲ κύριος πρὸς τὴν Μάρθαν· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; Ἐμοὶ λέγεις· Ἤδη ὄζει. Ἡ ἀδελφήσου μυρίζει, καὶ σὺ καπνίζῃ τῇ ἀπιστίᾳ; Θέλω τὸν τάφον ἰδεῖν τοῦ φίλου μου. Ταῦτα εἰπὼν ὁ κύριος ἐπὶ τὸν τάφον ἐπορεύετο. Καὶ πλησιάσας τῷ τάφῳ μόνον εἶδε τὸ μνημεῖον, εὐθέως ἐδάκρυσε. Τίς ἡ χρεία δακρύειν ὃν ἤμελλεν ἐγείρειν; Ἐδάκρυσε. ∆ι' ὅ; Ἄκουε συνετῶς. Πάντα ὁ κύριος σοφῶς ἐπραγματεύσατο· ἐδάκρυσε γὰρ ἐπὶ τὸν τάφον, ὅπως τῶν ἀκολουθησάντων τὴν γνώμην δημοσιεύσῃ, οἵαν ἔχουσι περὶ αὐτοῦ τὴν ὑποψίαν. ∆ιὸ καὶ ὡς εἶδον αὐτὸν δακρύσαντα, ἀνθρώπινα πάλιν παθόντες οἱ ἀκολουθοῦντες ὄχλοι ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλειν καὶ λέγειν· Ἴδε πῶς ἐφίλει αὐτόν. Ὁ νεκροὺς ἐγείρας καὶ τυφλοὺς ὀμματώσας οὐκ ἠδύνατο ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ, εἰ ἄρα οὕτως ἐφίλει αὐτόν; Ὁ δὲ κύριος ὡς εἶδεν αὐτοὺς ἔτι ἀνθρώπινα λαλοῦντας, ἀπεκρίνατο πρὸς αὐτούς· Κοῦφον μὲν ἦν μοι παρακατασχεῖν τὴν ζωὴν Λαζάρου ὡς καὶ τοῦ Ἠλία καὶ τοῦ Ἐνώχ, ἀλλ' οὐδεὶς ὑμῶν ἐγίνωσκεν ὅτι τῇ ἐμῇ θελήσει ἡ ζωὴ Λαζάρου παρακατέχεται. ∆ιὰ τοῦτο συνεχώρησα ὑπὸ τοῦ θανάτου αὐτὸν καταποθῆναι, ὅπως ἀκριβῶς μάθητε ὅτι ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω. Καὶ εὐθὺς πρὸς αὐτοὺς ὁ κύριος, καθὼς ἴστε πάντες σαφῶς· Ἀποκυλίσατε τὸν λίθον. Ἰουδαίοις ἐπέτρεπεν· Ἀποκυλίσατε τὸν λίθον. Βλέπε πῶς πάντα σοφῶς ἐπραγματεύσατο μάρτυρας ἀκριβεῖς τῆς ἀναστάσεως Λαζάρου καθιστῶν. Ἀποκυλίσατε τὸν λίθον. Τοῖς μαθηταῖς ἐπέτρεπεν ὄρη μετάγειν λόγῳ, καὶ αὐτὸς λόθον οὐκ ἀπεκύλιεν; Ἀλλὰ πάντα σοφῶς, καθὼς προεῖπον, πραγματευόμενος πρὸς λυσιτέλειαν ἔλεγεν τοῖς Ἰουδαίοις· Ἀποκυλίσατε τὸν λίθον, ὅπως ἐξ αὐτῆς τῆς νεκροφόρου ἀποφορᾶς μάθωσιν ὅτι ἐσάπη καὶ οὐκ ἐκλάπη. Ἀποκυλίσατε τὸν λίθον.  
Τῶν δὲ ἀποκυλισάντων μετὰ γογγυσμοῦ– ἐδρίμυττεν γὰρ αὐτοὺς ἡ νεκροφόρος δυσήνιος ἀποφορά–, ἀποκυλισάντων δὲ τῶν παρόντων τὸν λίθον, εὐθέως ἐβόησεν ὁ κύριος λέγων· Λάζαρε δεῦρο ἔξω. ∆εσπότης ὁ καλῶν, οὐδεὶς ὁ ἀντιλέγων. Λάζαρε, δεῦρο ἔξω· πληροφόρησον Μάρθαν τὴν ἀδελφήν σου ὡς κελεύω καὶ οὐχ ἱκετεύω. Λάζαρε, δεῦρο ἔξω. Πρὸ τοῦ κατέλθω, ἔξελθε· ἐν σοὶ τὸν ἀρραβῶνα, ἐν ἐμοὶ δὲ τὸ τέλειον. Λάζαρε, δεῦρο ἔξω. Σὺ δὲ ἀκούων, ὦ φίλε, Λάζαρε, δεῦρο ἔξω, μὴ οἴου τὸν κύριον πολλὰς φωνὰς βεβληκέναι. Ἅπαξ ἐλάλησε καὶ ὃν ἔπλασεν ἤγειρεν· οὔτε γὰρ ὡς Ἠλίας ἔκλαυσεν οὔτε ὡς Ἐλισσαῖος ἠπόρησε. Μονοφθόγγῳ φωνῇ διύπνισε τὸν παρ' αὐτῷ καθεύδοντα εἰπών· Λάζαρε, δεῦρο ἔξω. Εἷς ὁ λόγος καὶ διάφορα τὰ θαύματα. Μόνον ὁ κύριος ἐφώνησε· Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως αἱ σάρκες ἀπεπληροῦντο, αἱ τρίχες ἀντεφυτεύοντο, αἱ ἁρμονίαι συνεδεσ μοῦντο, αἱ φλέβες καθαρῷ αἵματι ἀντεγεμίζοντο. Ὁ ᾅδης κάτωθεν κοπτόμενος τὸν Λάζαρον προέπεμπεν. Ἡ ψυχὴ Λαζάρου παρακρατουμένη καὶ ὑπὸ τῶν ἁγίων ἀγγέλων παρακαλουμένη τὸ ἴδιον εἰς τὸ ἴδιον μετεχωνεύετο. Καὶ τὸ πάντων ἐνδοξότερον ἦν ὅτι πανταχόθεν δεδεμένος ἦν τοὺς πόδας καὶ τὴν ὄψιν κηρίαις καὶ ἀνεμποδίστως ἐβάδιζεν. ∆ιὸ καὶ ὁ κύριος δραστικώτερον πρὸς τοὺς παρόντας ὄχλους παρεκελεύετο λέγων· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Βλέπε τὴν τοῦ κυρίου πραγματείαν καὶ πῶς τὰ πάντα σοφῶς οἰκονομεῖ. Πρὸς πληροφορίαν τῶν παρόντων ἔλεγε· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν· ὡς τὸν λίθον ἀπεκυλίσατε καὶ τὸν τάφον ὑπεδείξατε καὶ τῆς ὀσφρήσεως μετήσχετε, καὶ τὰ νεκροτάφια λύσατε· τὸ μὲν ὡς εὐλογίαν τηροῦντες, τὸ δὲ ὡς μάρτυρες φυλάττοντες. Ἐὰν ἀπιστήσωσιν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ὡς οὐκ ἀνέστη Λάζαρος, δείξατε τὰ νεκροτάφια· ἐμφανίσατε τὰ σουδάρια ὡς ὁ παράλυτος τὸν κράβαττον. Ἡμεῖς δὲ τὰ βαΐα τῶν φοινίκων βαστάζοντες εἴπωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις