Σάββατο 20 Απριλίου 2019

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὰ Βαΐα.


Homilia in festo palmarum
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὰ Βαΐα.
αποδοση στα νέα ελληνικά εδώ

Κύριε, εὐλόγησον. Χαῖρε σφόδρα, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου καὶ εὐφραίνου, πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ πάλιν ὁ Βασιλεὺς πρὸς σὲ παραγίνεται. Ἰδοὺ ὁ σὸς νυμφίος ἐπὶ πώλου ὡς ἐπὶ θρόνου καθήμενος ἔρχεται. Ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, σπεύσωμεν ἰδέσθαι τὴν δόξαν αὐτοῦ, προφθάσωμεν φαιδρῶς εἰς τιμὴν τῆς εἰσόδου αὐτοῦ. Πάλιν τῷ κόσμῳ σωτηρία, πάλιν ὁ Θεὸς ἐπὶ σταυρὸν ἔρχεται. Πάλιν ὁ βασιλεὺς Σιὼν, τῶν ἐθνῶν ἡ προσδοκία ἐπὶ τὴν Σιὼν ἔρχεται, πάλιν τῷ κόσμῳ σωτηρίαν χαρίζεται, πάλιν τὸ φῶς ἐφίσταται, πάλιν ἡ πλάνη πέπαυται, πάλιν ἀνθεῖ ἡ ἀλήθεια, πάλιν ἡ Ἐκκλησία χορεύει, πάλιν ἡ Συναγωγὴ χηρεύει, πάλιν αἰσχύνονται δαίμονες, πάλιν κατάρα λύεται, πάλιν Ἑβραῖοι ταράττονται, πάλιν ὁ δράκων συντρίβεται, πάλιν τὰ ἔθνη εὐφραίνονται, πάλιν Σιὼν καλλωπίζεται. Χριστὸς ἐπὶ πώλου ὡς ἐπὶ θρόνου καθήμενος ἔρχεται· οἱ οὐρανοὶ, ἀγάλλεσθε· ἄγγελοι, ὑμνήσατε· τὰ ὄρη, εὐφραίνεσθε· οἱ βουνοὶ, σκιρτήσατε· ποταμοὶ, κροτήσατε· οἱ ἐν Σιὼν, χορεύσατε· αἱ Ἐκκλησίαι, χαίρετε· ἱερεῖς, ὑμνήσατε· προφῆται, προφθάσατε· μαθηταὶ, κηρύξατε· λαοὶ, ἀπαντήσατε· πρεσβῦται, συνδράμετε· αἱ μητέρες, χορεύσατε· οἱ θηλάζοντες, ᾄσατε· νεανίσκοι, βοήσατε· τὰ ἔθνη, συνάχθητε. Πᾶσα κτίσις, πᾶσα φύσις, πᾶσα τάξις, πᾶσα πνοὴ, πᾶσα ἡ γῆ, πᾶσα ἀξία, πᾶσα ἡλικία, πᾶσα ἐθναρχία, πᾶσα βασιλεία, βασιλικῶς τῷ Βασιλεῖ τῶν βασιλέων ἀπαντήσωμεν, δεσποτικῶς τῷ εσπότῃ τῶν δεσποτῶν προσκυνήσωμεν, τῷ Θεῷ τῶν θεῶν θεϊκῶς ἀναμέλψωμεν, τῷ  νυμφίῳ τῆς ἀφθαρσίας θεονύμφως χορεύσωμεν· τὰς λαμπάδας φαιδροὶ φαιδρῶς ἐφαψώμεθα· τοὺς χιτῶνας τῶν ψυχῶν θεοπρεπῶς ἐξαλλάξωμεν, τὰς τοῦ βίου ὁδοὺς καλῶς ἑτοιμάσωμεν, τὰς εἰσόδους τῶν ψυχῶν τῷ Βασιλεῖ διανοίξωμεν, τὰ βαΐα τῆς νίκης ὡς νικητῇ τοῦ θανάτου βαστάσωμεν, τοὺς κλάδους τῶν ἐλαιῶν τῷ ἐκ Μαρίας κλάδῳ θεοπρεπῶς ἐπισείοντες· τὰ ἀγγέλων τῷ Θεῷ τῶν ἀγγέλων ὑμνήσωμεν· μετὰ τῶν παίδων θεοπρεπῶς ἀνακράξωμεν, μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου καὶ οἱ ὄχλοι βοήσωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡμῖν. Ἐπέφανεν ἡ τῶν πεπτωκότων ἀνάστασις, ἐπέφανεν ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις, ἐπέφανεν τῶν τυφλῶν ἡ ἀνάβλεψις, ἐπέφανεν ἡ τῶν πενθούντων παράκλησις, ἐπέφανεν ἡ τῶν κοπιώντων ἀνάπαυσις, ἐπέφανεν ἡ τῶν διψώντων ἀνάψυξις, ἐπέφανεν ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων λύτρωσις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων παράκλησις, ἐπέφανεν ἡ τῶν χωριζομένων ἕνωσις, ἐπεφάνη ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπεφάνη ἡ τῶν νοσούντων ἴασις, ἐπεφάνη ἡ τῶν χειμαζομένων γαλήνη. ιὸ καὶ ἡμεῖς, οἱ δῆμοι, μετὰ τοῦ ὄχλου βοήσωμεν, λέγοντες σήμερον Χριστῷ, Ὡσαννὰ, τουτέστι, Σῶσον δὴ, ὁ ἐν ὑψίστοις Θεός. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων! Χθὲς Χριστὸς ἐκ νεκρῶν ἤγειρε Λάζαρον, καὶ σήμερον ὁ αὐτὸς ἐπὶ τὸν θάνατον ἔρχεται. Χθὲς ἄλλῳ, ὡς ζωὴ, ζωὴν ἐχαρίσατο, καὶ σήμερον ζωοδότης ἐπὶ τὸν θάνατον ἔρχεται. Χθὲς Λαζάρου τὰ σπάργανα ἔλυσε, καὶ σήμερον ὁ αὐτὸς ἐν σπαργάνοις δεσμευθῆναι ἑκὼν παραγίνεται. Χθὲς ἐν σκότοις ἐξήγαγεν ἄνθρωπον, καὶ σήμερον ἐν σκοτεινοῖς τεθῆναι καὶ σκιᾷ θανάτου ἔρχεται διὰ τὸν ἄνθρωπον. Χθὲς πρὸ ἒξ ἡμερῶν τοῦ Πάσχα διὰ τῶν πέντε αἰσθήσεων τὸν τετραήμερον ὁ τριήμερος ταῖς δυσὶ τὸν ἕνα χαρίζεται ἀδελφὸν, καὶ σήμερον ἐπὶ τὸν  σταυρὸν ἔρχεται. Ἀλλὰ τῇ Μαρίᾳ μὲν τετραήμερον νεκρόν· τῇ δὲ Ἐκκλησίᾳ τριήμερον ἑαυτὸν χαρίζεται ὁ Χριστός. Ἐκεῖ Βηθανία μόνη θαυμάζει, ἐνταῦθα δὲ πᾶσα Ἐκκλησία ἑορτάζει. Ἑορτάζει ἑορτῶν ἑορτὰς, τὸν βασιλέα τῶν ἀσωμάτων ἐν αὐτῇ ἐν μέσῳ ὡς νυμφίον ἔχουσα ὁμοῦ τε καὶ βασιλέα· ἑορτάζει ἑορτὰς, ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀφυλλοῤῥόως πυκάζουσα· ἑορτάζει ἑορτὰς, ὡς κρίνον ἐαρινὸν παραδείσου ὑπάρχουσα ἐν ᾗ Χριστὸς, τὸ ὄντως εὐθαλὲς κρίνον, τὸ μὴ  κρῖνον, ἀλλὰ σῶζον τὸν κόσμον. Ἐν ᾗ Χριστὸς, τὸ ἴον τὸ ὄντως ἰώμενον τὰ πάθη τῶν νοσούντων· ἐν ᾗ ὁ ἀμπελὼν, ὁ λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· ἐν ᾗ ὁ ἐλαιὼν, ὁ ὄντως ἐλεῶν τοὺς ἐλπίζοντας ἐπ' αὐτόν· ἐν ᾗ ὁ τῆς ῥίζης Ἰεσσαὶ ἐβλάστησε κλάδος ὁ προαιώνιος, ἀγεωργήτως καὶ ἀνορύκτως τῆς ἀνθρωπίνης σπορᾶς· ἐν ᾗ ἡ πηγὴ ἡ ἀένναος· ἐν ᾗ οὐ Φυσὼν, Γεὼν, Τίγρις, Εὐφράτης, ἀλλὰ Ματθαῖος, Μάρκος, Λουκᾶς, καὶ Ἰωάννης, οἱ τοῦ Χριστοῦ τῆς Ἐκκλησίας ποτίζοντες παράδεισον. Ἔνθα πᾶσα σήμερον νεολαία, ὡς ἐλαία κατάκαρπος τὰς ἐλαίας κατέχοντες, τὸν ἐλεήμονα αἰτοῦμεν Χριστόν· πεφυτευμένοι ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐαρινῶς ἐξανθοῦντες, ἑορτάζομεν ἑορτὴν, τὸν χειμῶνα τὸν νομικὸν ὑποχωρήσαντα βλέποντες. Ἑόρταζε, Χριστοῦ Ἐκκλησία, οὐ τυπικῶς, οὐ σωματικῶς, ἀλλὰ πνευματικῶς ἐγχορεύουσα. Ἑόρταζε ἑορτὰς, τὴν τῶν εἰδώλων κατάπτωσιν βλέπουσα, καὶ τῶν ἐκκλησιῶν τὴν ἀνάστασιν ἔχουσα. Μετὰ γὰρ Παύλου βοῶ σοι τῆς ἱερᾶς καὶ μεγάλης φωνῆς· Τὰ ἀρχαῖα παρῆλθον· ἰδοὺ γέγονε τὰ πάντα καινά· ἀλλὰ μὴν καὶ παράδοξα. ιὸ χαίρετε ἐν Κυρίῳ, Χριστοῦ νεολαία, χαίρετε· χαίροις Χριστοῦ Ἐκκλησία, τέρπου καὶ εὐφραίνου, θύγατερ Θεοῦ. Σοῦ γὰρ πᾶσα ἡ δόξα, ὡς θυγατρὸς τοῦ βασιλέως Χριστοῦ ἔσωθεν ὁμοῦ τε καὶ ἔξωθεν· οὐκέτι χήρανδρος, ἀλλὰ θέανδρος ἐξανθοῦσα· οὐκέτι ἐξ εὐωνύμων Θεοῦ διὰ τὴν εἰδωλολατρείαν, ἀλλ' ἐκ δεξιῶν παρισταμένη, καὶ κεκοσμημένη διὰ τὴν θεογνωσίαν· οὐκέτι αἵματι δουλικῷ φυρωμένη, ἀλλὰ αἵματι θεϊκῷ σφραγιζομένη· οὐκέτι τὸν Ὠβὴλ, ἀλλὰ τὸν Ἐμμανουὴλ σέβουσα· οὐκέτι τὴν Τρωάδα, ἀλλὰ τὴν Τριάδα δοξάζουσα· οὐκέτι τιμῶσα τὸν Πλάτωνα, ἀλλὰ τὸν παντοκράτορα Θεὸν ἡμῶν· οὐκέτι Ἡρακλῆ τὸν ἀλεξίκακον, ἀλλὰ τὸν Παράκλητον καὶ πάντων ποιητήν. Οὐκέτι προσκυνεῖς Ἀριστοτέλην σοφίσαντα, ἀλλὰ Θεὸν τὸν εἰς τέλη τῶν αἰώνων σε σώσαντα. Πέπτωκε Κρόνος, ὅτι σεσάρκωται Θεὸς Λόγος· οὐ μὴν ἀνδρὸς ἐκ παθείας, ἀλλὰ θεανδρικῶς ἐκ Μαρίας ἐπιφανείς. Ὁρᾶτε τῆς ἡμέρας τὴν χάριν· ὁρᾶτε τῆς ἑορτῆς τὴν λαμπρότητα. Χαίρου τοίνυν καὶ εὐφραίνου, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου, πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· Ἄρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τά ποτε διεσκορπισμένα τῶν ἐθνῶν τέκνα σου. Ἴδε τῆς ἑορτῆς τὴν εὐφημίαν· ἴδε τοῦ λαοῦ τὴν συμφωνίαν, ἴδε πᾶσαν γλῶσσαν εἰς μίαν δόξαν, ἴδε ἅπαν στόμα ὡς ἓν στόμα, ἴδε τὰ πρὶν θήρεθνα ἐν σοὶ τυγχάνοντα πρόβατα, ἴδε ἐθνῶν ἑορταζόντων ἐπιφήμισμα, ἀγγελικῶν ἀσωμάτων ὑπάρχον τὸ μίμημα,  ἴδε συμφωνίαν, ἀσωμάτων χοροστασίαν, ἴδε στάσεις ὡς ἀγγέλων τάξεις. Ὁρῶ τοὺς ὕμνους ὡς ἀγγέλων ὕμνους, ὁρῶ τοὺς παῖδας ὡς νεοφύτους ἄρνας, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Χριστῷ λέγοντας, μεθ' ὧν κροτήσασα μέγα τῇ χειρὶ βόησον λαμπρᾷ καὶ λεοντιαίᾳ τῇ φωνῇ, ἐφεόρτιά τε ὁμοῦ καὶ εὐχαριστήρια λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς, τῇ ποτε ἀτέκνῳ καὶ ἀγνώστῳ στείρᾳ· εὐλογημένος ὁ ἐλθὼν, ἀλλὰ μὴν ἐρχόμενος ἐν ὀνόματι Κυρίου Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁ ἐρχόμενος, ὁ μηδαμοῦ χωρούμενος· ἐρχόμενος, ὁ μηδαμοῦ κρατούμενος· εὐλογημένος ὁ ἐρχόμενος, καὶ τῶν οὐρανῶν μὴ χωριζόμενος· εὐλογημένος αὐτοπρεπῶς, καὶ πάλιν ἐρχόμενος θεοπρεπῶς· εὐλογημένος ὁ ἐπ' ἐμὲ ἐπὶ πώλου τυπικῶς παραγενόμενος ὡς ἐπὶ πώλου χερουβικοῦ.  Τί γάρ φησιν ὁ ἱεροκῆρυξ εὐαγγελιστὴς τῆς ἑορτῆς, ἄκουσον· Ἐγένετο ὅτε ἤγγιζεν ὁ Κύριος εἰς Βηθφαγὴ, καὶ εἰς Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο ἐκ τῶν μαθητῶν αὐτοῦ, λέγων· Ὑπάγετε εἰς τὴν ἀπέναντι κώμην, καὶ ἐν τῷ εἰσελθεῖν ὑμᾶς εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένην· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐποίησαν οἱ μαθηταὶ καθὼς ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ὑπέστρωσαν τὰ ἱμάτια αὐτῶν ἐπὶ τὴν πῶλον, καὶ ἐκάθισεν ὁ Ἰησοῦς. Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς τὴν κατάβασιν τοῦ ὄρους, ὁ ὄχλος ἐλθὼν εἰς τὴν ἑορτὴν ἔλαβον βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Ἰησοῦ. Καὶ οἱ προάγοντες, καὶ οἱ ἀκολουθοῦντες ἔκραζον· Ὡσαννὰ τῷ υἱῷ αβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὕτη τῆς παρούσης ἑορτῆς ἡ εσποτικὴ παρουσία· αὕτη τοῦ Βασιλέως τῶν βασιλευόντων ἡ ἐν Σιὼν πάλαι καὶ νῦν ἐπιδημία· αὕτη τῆς παρούσης ἡμέρας ἡ λαμπρὰ καὶ πάνδημος τοῦ ποιητοῦ τῶν ἁπάντων ἔλευσις. ιὸ νῦν, ἀδελφοὶ, ὁ ὄχλος ἐλθὼν εἰς τὴν ἑορτὴν, ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, ὅ τε ὁρατὸς κόσμος καὶ ὁ ἀόρατος, καὶ οἱ προάγοντες χρόνῳ προφῆται, καὶ διδάσκαλοι, καὶ οἱ ἀκολουθοῦντες τῷ πώλῳ, οἱ Θεῷ πίστει συμφωνοῦντες. Σήμερον τὰ οὐράνια σὺν τοῖς ἐπιγείοις ὁμοῦ τε καὶ καταχθονίοις ἀνυμνείτω· πᾶν στόμα καὶ πνεῦμα πρὸς αἶνον Θεοῦ ἀνοιγόμενον. Τὰ χερουβὶμ, βοήσατε, Ἅγιος, ἅγιος, ἅγιος Κύριος, ὁ τρισάγιος, σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ· σεραφὶμ, ὑμνήσατε· προφῆται, κηρύξατε. Καὶ ὁ μὲν λεγέτω· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· ὁ δὲ, Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ· καὶ ἄλλος τῷ βασιλεῖ Χριστῷ ἀτενίζων βοάτω· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ ἕτερος περὶ αὐτοῦ τοῦ Κυρίου κηρυξάτω· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ ἄλλος· Ἰδοὺ ἄνθρωπος ὁμοῦ καὶ Θεός. Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ αβὶδ πρὸς τὸν ἐξ αὐτοῦ κατὰ σάρκα Χριστὸν ἀτενίζων λέγῃ· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· καὶ πάλιν ἄλλος τὸ γόνυ κλίνων βοάτω Χριστῷ· Πᾶσα ἡ γῆ προσκυνησάτω σοι· καὶ ἕτερος τοῖς λαοῖς ἐπιτρέπῃ, λέγων· Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Οὕτω γὰρ ἐπετελεῖτο καὶ πάλαι ἡ ἐν Σιὼν τοῦ εσπότου μετὰ τοῦ πώλου ἐπιδημία· πάνδημος συμφωνία, οἱ χοροὶ τῶν πατέρων, οἱ δῆμοι τῶν δικαίων, τὰ πνεύματα τῶν προφητῶν, οἱ παῖδες τῶν Ἑβραίων, τὰ νήπια τῶν μητέρων, τὰ πλήθη τῶν ἀγγέλων. Οἱ μὲν πτέρυγας ἐφήπλουν, οἱ δὲ βαΐα κατεῖχον, οἱ δὲ ὄπισθεν ἤρχοντο, ἄλλοι τοὺς κλάδους ἔκοπτον, ἄλλοι δὲ τοὺς θάλλους ἔπλεκον, οἱ μὲν τὸν πῶλον ἔλυον, οἱ δὲ χιτῶνας ἐστρώννυον, οἱ μὲν τὰς πύλας ἤνοιγον, οἱ δὲ ὁδοὺς ἐκάθαιρον, ἄλλοι πῶλον εὐτρέπιζον, ἄλλοι νίκην ἐκήρυττον, ἄλλοι τοὺς κλάδους ἔσειον, ἄλλοι νηπίοις ἔλεγον, Αἰνεῖτε, παῖδες, Κύριον· οἱ παῖδες ἀπεκρίναντο, Ὡσαννὰ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων τῆς ἑορτῆς! παῖδες Χριστὸν ὡς Θεὸν θεολογοῦσι, καὶ οἱ ἱερεῖς αὐτὸν βλασφημοῦσι· θηλάζοντες προσκυνοῦσι, καὶ οἱ διδάσκοντες ἀσεβοῦσιν· οἱ παῖδες, Ὡσαννὰ, λέγουσι, καὶ οἱ Ἑβραῖοι, Σταυρωθήτω, κράζουσιν· οἱ μὲν μετὰ βαΐων πρὸς Χριστὸν ἔρχονται· οἱ δὲ μετὰ μαχαιρῶν πρὸς αὐτὸν ἔρχονται· οὗτοι κλάδους κόπτουσιν, ἐκεῖνοι ξύλον σταυροῦ εὐτρεπίζουσι· νήπια Χριστοῦ χιτῶνας ὑποστρωννύουσι, καὶ οἱ ἱερεῖς χιτῶνας Χριστῷ διαμερίζουσι· νήπια ἐπὶ πώλου Χριστὸν ὑψοῦσι, καὶ γέροντες ἐπὶ σταυροῦ Χριστὸν κρεμνοῦσιν· οἱ παῖδες τοὺς πόδας Χριστοῦ προσεκύνησαν, ἐκεῖνοι δὲ τοὺς πόδας Χριστοῦ τοῖς ἥλοις προσήλωσαν· παῖδες αἶνον προσάγουσιν, οὗτοι ὄξος προσφέρουσι· παῖδες Χριστῷ τὴν τιμὴν, οὗτοι δὲ τὴν χολήν· παῖδες βαΐα σείουσιν, οὗτοι δὲ ῥομφαίᾳ νύττουσι· παῖδες ἐπὶ πῶλον Χριστὸν ὑμνοῦσιν, οὗτοι τὸν ἐπὶ πώλου πωλοῦσιν. Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν ἐπὶ φάτνης γεννηθέντα, καὶ ὁ νέος λαὸς τῶν ἐθνῶν ὑπετάγη τῷ Κυρίῳ αὐτῶν, μόνον δὲ Ἰσραὴλ οὐκ ἔγνω Χριστὸν τὸν Θεὸν αὐτοῦ. Τὰ ποτὲ φῦλα θεόφιλα γέγονε, καὶ οἱ ἄνομοι γεγόνασιν ἔννομοι, καὶ οἱ ἔννομοι παράνομοι. Ἔστω, τοὺς προφήτας οὐκ ᾐδέσθης, ἱερεῖς ἀπέκτεινας, τὰς Γραφὰς διέστρεψας, τὸν νόμον κατέλυσας, δικαίους κατέπρισας, Μωσῆν ἠθέτησας, τοὺς υἱοὺς κατέσφαξας, τὸν ναὸν ἐμίανας, τοῦ Θεοῦ παρήκουσας, Χριστῷ οὐκ ἐπίστευσας, τὰς θεοσημαίας ἐνύβρισας, περὶ Λαζάρου ἠπίστησας, τοῖς τυφλοῖς οὐκ ἐπίστευσας ἀναβλέψασιν· εἶτα τί περὶ τῶν παίδων τούτων λέγεις; τί περὶ ὕμνου τῶν θηλαζόντων νομοθετεῖς; τίς, εἰπέ μοι, τούτους ἐφώτισε; τίς ἐδίδαξεν; ἢ τίς ἐξήγειρεν; τίς ἐσόφισε; τίς ἐξαίφνης ἀπειρολόγοις δέδωκε λόγον, εἰ μὴ Χριστὸς ὁ προαιώνιος Λόγος; Νῦν οἱ νέοι, παῖδες ὁμοῦ τε καὶ νήπια χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ φωνῇ ὕμνον ἀγγελικὸν ἀναμέλποντα· χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ ἄλλῃ χειρὶ Χριστῷ βαΐα ἐπισείοντα· ἡ ἀπειρολόγος, θεολόγος γεγενημένη φύσις· εὐθὺς τὸν προφητικὸν λόγον Θεῷ τῶν ἀσωμάτων ὕμνον ὡς δῶρα προσάγοντα, ὁμοῦ τε καὶ κράζοντα, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Πρὸς ἃ ἐγὼ περιχάριστα ὁμοῦ τε καὶ ἐφεόρτια ἀντεπερωτῶ τοὺς ἱεροὺς τούτους παῖδας θαρσήσας· Τί φατὲ, ὦ παῖδες Θεοῦ, παῖδες ἀνυμνήτορες; Πόθεν ὑμῖν ὁ ἰσόῤῥοπος οὗτος, τὸν χερουβικὸν ὕμνον ἀνακράζοντες; Πῶς δὲ ἐπὶ πώλου Χριστὸν ὁρῶντες ἀνθρωποπρεπῶς· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, βοᾶτε θεοπρεπῶς; Ναὶ, φασὶ πρὸς ἡμᾶς οἱ θεορήτορες παῖδες, καὶ ἐπὶ πώλου αἰσθητοῦ Χριστὸς καθέζεται, ἀλλὰ τοῦ κόλπου τοῦ πατρικοῦ οὐδαμοῦ χωρίζεται· καὶ ἐπὶ πώλου ὄνου καθέζεται, ἀλλὰ τοῦ θρόνου τοῦ χερουβικοῦ οὐκ ἀπολιμπάνεται. Ἀλλ' αὐτὸς ὁ κάτω μετὰ σαρκὸς βροτοῖς ἀνελλιπῶς, αὐτὸς οὕτως καὶ ἄνω μετὰ Πατρὸς Θεὸς ἀψευδὴς, καὶ ἀληθινὸς, αὐτὸς ὁ παντοκράτωρ, καὶ κοσμοκράτωρ, καὶ ἐθνοκράτωρ, καὶ ἀληθὴς Θεὸς, καὶ χορηγὸς, καὶ φυτουργὸς, καὶ ὁδηγὸς, καὶ Σωτὴρ πάντων. Αὐτὸς εἰς τὴν κάτω Ἱερουσαλὴμ εἰσέρχεται, καὶ τῆς ἄνω οὐ χωρίζεται· οὗτος ὁ ποιητὴς τῶν αἰώνων καὶ ἐξ αἰώνων, καὶ εἰς αἰῶνας· αὐτός ἐστιν ὁ τανύσας τὸν οὐρανὸν μόνος· οὗτός ἐστιν ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους· οὗτος ὁμίχλῃ τὴν θάλασσαν ἐσπαργάνωσεν· οὗτος τὰ κλεῖθρα τοῖς ἀνθρώποις περιέθηκεν· οὗτος ὅρους ταῖς θαλάσσαις ἐμέρισεν· οὗτος ἁπλώσας γαῖαν ἐπ' οὐδενὶ ἐκρέμασεν· οὗτος στοιχείων τὰς κράσεις πανσόφως ἐκέρασεν· οὗτος τὰ κάλλη τῶν φυτῶν κατεκόσμησεν· οὗτος οὐρανὸν ὡς ἱμάτιον ἐξέτεινεν· οὗτος αὐτὸν φωστῆρσι λαμπροῖς κατεκόσμησε. Τοῦτον φρίττουσι χερουβὶμ, καὶ τρέμουσι σεραφὶμ, τοῦτον ὑμνεῖ ἥλιος, τοῦτον δοξολογεῖ σελήνη, τοῦτον αἰνοῦσι τὰ ἄστρα, τούτῳ δουλεύουσιν αἱ πηγαὶ, τοῦτον φρίττουσιν ἄβυσσοι, τοῦτον δεδοίκασι τάρταροι, τούτῳ ὑπείκει τὰ κήτη, τοῦτον τρέμουσι δράκοντες, τούτῳ δουλεύουσιν ὄμβροι, τοῦτον εὐλαβοῦνται πνεύματα· οὗτος ὑπέστησε φύσεις, οὗτος κατέστησε κτίσεις, οὗτος κατέταξε τάξεις, οὗτος ὁ τῶν ἄνω καὶ τῶν κάτω κτίσεων ποιητὴς Θεὸς Κύριος ἡμῶν· καὶ αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ερευνητικό έργο: ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Εργαστήριο ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις