Σάββατο 1 Ιανουαρίου 2022

Εὐχὴ εἰς τὸ κατασφραγίσαι παιδίον, λαμβάνον ὄνομα τῇ ὀγδόῃ ἡμέρᾳ ἀπὸ τῆς γεννήσεως αὐτοῦ.


Εὐχὴ εἰς τὸ κατασφραγίσαι παιδίον,
λαμβάνον ὄνομα τῇ ὀγδόῃ ἡμέρᾳ
ἀπὸ τῆς γεννήσεως αὐτοῦ. 

Η ευχή στα νέα Ελληνικά εδώ 

Ἰστέον δὲ ὅτι τῇ ὀγδόῃ ἡμέρᾳ, μετὰ τὴν γέννησιν προσάγεται ἐν τῷ Ναῷ τὸ βρέφος παρὰ τῆς μαίας καὶ ἵσταται πρὸ τῶν πυλῶν τοῦ Ναοῦ. Ὁ δὲ Ἱερεὺς φέρων, ὡς εἴθισται, τὸ Ἐπιτραχήλιον, λέγει·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.
Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας ἢ τοῦ Ἁγίου τοῦ Ναοῦ· εἶτα.
Τῇ πρεσβείᾳ, Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Εἶτα σφραγίζει τὸ μέτωπον, τὸ στόμα, καὶ τὸ στῆθος τοῦ βρέφους, λέγων τὴν ἑπομένην Εὐχήν·
Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Σημειωθήτω τὸ φῶς τοῦ προσώπου σου ἐπὶ τὸν δοῦλόν σου (τόνδε), καὶ σημειωθήτω ὁ Σταυρὸς τοῦ μονογενοῦς σου Υἱοῦ ἐν τῇ καρδίᾳ καὶ τοῖς διαλογισμοῖς αὐτοῦ, εἰς τὸ φυγεῖν τὴν ματαιότητα τοῦ κόσμου, καὶ πᾶσαν τὴν πονηράν ἐπιβουλήν τοῦ ἐχθροῦ, ἀκολουθεῖν δὲ τοῖς προστάγμασί σου. Καὶ δός, Κύριε, ἀνεξάρνητον μεῖναι τὸ ὄνομά σου τὸ ἅγιον ἐπ᾿ αὐτόν, συναπτόμενον ἐν καιρῷ εὐθέτῳ τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ καὶ τελειούμενον διὰ τῶν φρικτῶν Μυστηρίων τοῦ Χριστοῦ σου· ἵνα, κατὰ τὰς ἐντολάς σου πολιτευσάμενος καὶ φυλάξας τὴν σφραγῖδα ἄθραυστον, τύχῃ τῆς μακαριότητος τῶν ἐκλεκτῶν ἐν τῇ βασιλείᾳ σου. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀνὰ χεῖρας λαβὼν τὸ παιδίον, ἵσταται ἔμπροσθεν τῶν πυλῶν τοῦ Ναοῦ ἢ τῆς εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, καὶ ποιῶν Σταυροῦ τύπον, λέγει·
Χαῖρε, κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σύ, Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν. 
Εἶτα ποιεῖ τὴν Ἀπόλυσιν.

Δεῖ δὲ γινώσκειν, ὅτι τὸ γεννηθὲν βρέφος, ἐὰν ἄρα ἀσθενοῦν μὴ θηλάζῃ, ἀλλὰ καὶ πρὸς θάνατον ἀφορᾷ, οὐ χρὴ περιμένειν, ὥς τινες κακῶς φασι, τὴν ἕκτην, ἢ τὴν ὀγδόην ἡμέραν, καὶ οὕτω βαπτίζειν αὐτό, ἀλλὰ τῇ ὥρᾳ, ᾗ ἐγεννήθη, μόνον ἀποπλυθῆναι, καὶ εὐθὺς βαπτισθῆναι, ἵνα μὴ τελευτήσῃ ἀφώτιστον. Εἰ γὰρ αἱ πέντε μῆνας ἐγκυμονοῦσαι, εἰ τύχοι ἀπό τινος πληγῆς τὸ ἔμβρυον ἐκτρῶσαι, φόνου δίκῃ κατὰ τοὺς νόμους καὶ τοὺς κανόνας ἐνέχονται, πολλῷ μᾶλλον τὸ κρῖμα δεῖ ἐκφεύγειν τῶν γεννωμένων, ἵνα μὴ ἀφώτιστα τελευτῶσιν.

 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις