Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα και Θαυματουργόν Χαράλαμπον
Ποίημα ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου
†Εορτάζεται στις 10 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ ἑξῆς Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χαραλάμπους τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτῷ· πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης ἀνάγκης, τάχυνον καὶ κόπασον, τοῦ πανώλους τὴν θραῦσιν, ταῖς πρὸς Χριστὸν εὐχαῖς σου ἀθλητά, ἵνα σε πάντες ἀεὶ μακαρίζωμεν.
Δόξα. Το αυτό. Καἰ νῦν Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ˙ Σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Και ὀ κανῶν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πᾶσαν νικῶντα θεραπείαν βλέποντες, καὶ μηχανὴν ἰατρῶν, τὸν νῦν ἐπελθόντα, λοιμὸν τοῖς οἰκέταις σου, πίστει θερμῇ προστρέχομεν, τῇ ἁγίᾳ σου σκέπῃ, ἱερομάρτυς Χαράλαμπες, πρόφθασον ἡμᾶς κινδυνεύοντας.
Καθάπερ ἄλλος Ἀαρὼν Χαράλαμπες, ἐν μέσῳ στὰς τῶν νεκρῶν, καὶ τῶν τεθνεώτων, τὴν φορὰν τὴν ἄσχετον, τοῦ νῦν θανάτου κόπασον· προσευχῶν σου δὲ Πάτερ, προσενεγκὼν τὸ θυμίαμα, τὴν ὀργὴν Κυρίου κατάπαυσον.
Πανωλεθρίαν τὴν δεινὴν θεώμενος, τοῦ βροτοκτόνου λοιμοῦ, Ἱερεῦ Κυρίου, ἔνδοξε Χαράλαμπες, σπλαγχνίσθητι καὶ τάχυνον, εὐμενίσας τὰ σπλάγχνα, Θεοῦ τοῦ φύσει οἰκτίρμονος, ἅπερ καθ’ ἡμῶν παρωργίσαμεν.
Θεοτοκίον
Καιρὸς κακῶν, καιρὸς ὀργῆς κατέλαβε, τοὺς ταλαιπώρους ἡμᾶς· ὁ λοιμὸς γὰρ πάντας, χλόην ὥσπερ ἔκειρε, Μαρία Μητροπάρθενε, δράμε πρόφθασον τάχος, καὶ τὸν Υἱόν σου ἱλέωσαι, ἐφ’ ἡμῖν τοῖς ἄμετρα πταίσασιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ζωηφόρος ἐν αὔραις, σῶν πρεσβειῶν Ἅγιε, τὸν διεφθαρμένον ἀέρα λοιμοῦ ἀπέλασον, ὃν ἀναπνέοντες, τὴν γῆν οἱ ταύτην οἰκοῦντες, θάνατον ἐπώδυνον τάχος λαμβάνουσιν.
Ως τοὺς στάχυς θερίζει, τὸ τμητικὸν δρέπανον, οὕτως ὁ λοιμὸς ἐκθερίζει ἀνθρώπους ἅπαντας. Μάρτυς Χαράλαμπες, σύγκοψον τούτου τὴν θραῦσιν, καὶ θανάτου λύτρωσαι τοὺς προσφυγόντας σοι.
Ἒχωρίσθημεν οἴμοι! ἀναστροφῆς Ἅγιε, καὶ ἐπιμιξίας ἁπάσης ἀλλήλων εἴρχθημεν, πανώλους δείματι· σὺ οὖν ἐκ μέσου ποιήσας, τοῦτον ἡμᾶς ἕνωσον αὖθις πρεσβείαις σου.
Θεοτοκίον.
Ἲδε Δέσποινα κόσμου, ἴδε λαοῦ κάκωσιν, τοῦ ἀγορασθέντος τιμίῳ Υἱοῦ σου αἵματι, καὶ οἰκτιρήσασα, τοῦτον ὡς εὔσπλαγχνος Μήτηρ, τοῦ λοιμοῦ ἀπάλλαξον τοῦ πανδαμάτορος.
Διάσωσον ἐκ τοῦ κινδύνου λοιμοῦ τοῦ πανωλεθρίου Ἱερομάρτυς Χριστοῦ, ἡμᾶς τοὺς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θερμῇ καὶ ἁγίᾳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β’. Πρεσβεία θερμή.
Πολλοῖς ἐν κακοῖς, κυκλούμεθα οἱ τάλανες, ἐντεῦθεν λοιμοῦ, τῷ φόβῳ συνεχόμενοι· ἐκεῖθεν δὲ κατεχόμενοι, συγκλεισμῷ καὶ στερούμενοι, τῶν ἀναγκαίων σὲ αἰτοῦμεν ἀθλητά, κατοικτειρῆσαι ἡμᾶς κινδυνεύοντας.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ὂπου ἡ σή, ἐπισκιάζει Χαράλαμπες, θεία χάρις, καὶ σεπτόν σου ὄνομα, ἐπικαλεῖται πίστει θερμῇ, ἐκεῖθεν ἡ νόσος, ἡ τοῦ λοιμοῦ ἐκδιώκεται· διὸ ἐκδιωξάτω, καὶ νῦν τοῦτον σὴ χάρις, ἀφ’ ἡμῶν τῶν καλούντων σὸν ὄνομα.
Βλέψον ἡμᾶς, κακὰ παθόντας τὰ ἔσχατα, ἀ- θλοφόρε, καὶ ἵλεως φάνηθι· ἰδοὺ γὰρ πάντας ὁ νῦν λοιμός, ἀοίκους πλανήτας, ἀνέδειξε καὶ ἀπόλιδας· Θάνατος γὰρ ἐν οἴκοις, θάνατος ἐν πλατείαις, καὶ ἐν πόλει καὶ κώμῃ νῦν θάνατος.
Πρὶν μὲν Δαυΐδ, βλέπων τὸν Ἄγγελον κτεί- νοντα, μυριάδας, τοῦ λαοῦ ἱλέωσε, τοῦτον θυσίᾳ ἐν αἰσθητῇ· σὺ δὲ Ἀθλοφόρε, ὁρῶν λοιμὸν τὸν συγκόπτοντα, τὰ πλήθη Χριστωνύμων, πρεσβειῶν σου θυσίᾳ, νοερᾷ Θεὸν ἵλεων ἔργασαι.
Θεοτοκίον
Μῆτερ Θεοῦ, τῶν κοπετῶν νῦν ἐπάκουσον, καὶ τῶν θρήνων, οὕσπερ οἱ οἰκέται σου, ἐπὶ νεκροῖς ποιοῦσιν αὑτῶν· Πτώματα γὰρ τούτων, πολλάκις μένουσιν ἄταφα, ὀρνέοις καὶ θηρίοις, οἴμοι κείμενα βρῶσις· συμφορὰν τοίνυν τούτων οἰκτείρησον.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ο φλογίζων πανώλης, καὶ τὴν φλογερὰν προσλαβόμενος ἔξωθεν, ὥραν τὴν τοῦ θέρους, Βαβυλῶνος ὡς κάμινος γέγονεν, ἐμπιπρῶν αὐτίκα, τοὺς ὑπ’ αὐτοῦ κατεχομένους. Ἀλλὰ σὺ τοῦτον Μάρτυς κατάσβεσον.
Η πληγὴ ἡ δεκάτη, νῦν τοῦ Φαραὼ ἡμᾶς πάντας κατέλαβε· νῦν ὁ ὀλοθρεύων, ἐν οἰκίαις ἡμῶν πάντας ἔκτεινεν, Ἱερεῦ Κυρίου, αἷμά σου δεῖξον τῷ Δεσπότῃ, καὶ εὐθὺς ἐκδιώξει τὸν ὄλεθρον.
Τὴν Χριστοῦ θείαν ποίμνην, ἔθυσεν ἐσπάραξε κατεθοινήσατο, ὁ λοιμὸς ὡς πάνθηρ· ἀλλὰ σὺ πρεσβειῶν σου Χαράλαμπες, σιδηρᾷ ἐν ῥάβδῳ, πάταξον τοῦτον διατάχους, καὶ τῆς λύμης αὐτοῦ ἡμᾶς λύτρωσαι.
Θεοτοκίον
Εὐκατάπρηστος ὕλη, ἡ ἡμῶν κακία Παρθένε γεγένηται, ἐξ ἧς συνετράφη, ὁ λοιμὸς καὶ τοὺς πάντας κατέφλεξε· σὺ οὖν ὡς ἀΰλου, πυρὸς δοχεῖον φλέξον ὕλην, καὶ ὁ φλέγων λοιμὸς συμφλεχθήσεται.
ᾨδὴ ϛ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν ἄμπελον, τοῦ Θεοῦ τὴν εὔκαρπον, ἐξ Αἰγύπτου ὁ Χριστὸς ἣν μετῆρε, τῆς σκοτεινῆς, ἀθεΐας καὶ πλάνης, ὡς μονιὸς ὁ λοιμὸς ἐνεμήσατο· Χαράλαμπες μάρτυς Χριστοῦ, τοὺς ὀδόντας αὐτοῦ τάχει σύντριψον.
Σοὶ δέδοται, χάρις αὕτη Ἅγιε, ἐξαιρέτως παρὰ πάντας Ἁγίους, παύειν λοιμοῦ, πανωλέθρου τὴν νόσον. Ἀλλὰ καὶ νῦν ταύτην ἔμπρακτον ποίησον, διώξας τάχος τὸν λοιμόν, ἐξ ἡμῶν τῶν ἐν πίστει τιμώντων σε.
Ως δράκοντα, Δανιὴλ διέρρηξε, Βαβυλώνιον τεχνάσματι θείῳ, οὕτω καὶ σ ύ, ὦ Χαράλαμπες Μάρτυς, τὸν λαὸν τοῦ Θεοῦ λυμαινόμενον, διάρρηξον σῶν πρεσβειῶν, τῷ φαρμάκῳ λοιμὸν τὸν Αἰγύπτιον.
Θεοτοκίον
Προσπέσωμεν, ἀδελφοὶ καὶ κλαύσωμεν, καὶ Χριστῷ μετανοήσωμεν πάντες, ἀπὸ ψυχῆς καὶ καρδίας βοῶντες· Φεῖσαι λαοῦ σου φιλάνθρωπε Κύριε, καὶ παῦσον θραῦσιν τοῦ λοιμοῦ, δραστικαῖς τῆς Μητρός σου δεήσεσι.
Διάσωσον, ἐκ τοῦ κινδύνου λοιμοῦ τοῦ πανωλεθρίου, Ἱερομάρτυς Χριστοῦ ἡμᾶς τοὺς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θερμῇ καὶ ἁγίᾳ.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ- τως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰερεῦ τοῦ Χριστοῦ, καὶ θῦτα ἐννομώτατε, ἀ- θλητῶν καλλονή, καὶ Μάρτυς γενναιότατε, ἱερὲ Χαράλαμπες μεσίτευσον Χριστῷ, ὅπως ἐξάρῃ τοῦ λοιμοῦ, τὴν βαρυτάτην συμφοράν, τὴν ἡμᾶς κατατρύχουσαν· ἔχεις τὰ δυσωποῦντα, τοῦτον τίμια πάθη, καὶ τὸ μαρτύριον τὸ σόν, ὃ δι’ αὐτὸν χαίρων ἤνυσας.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ κδ’, 4 – 8).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε μὴ θροεῖσθε. Δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ’ οὔπω ἐστὶ τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Καὶ ἔσονται λοιμοὶ καὶ λιμοί, καὶ σεισμοὶ κατὰ τόπους. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξ- άλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξ- άλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου …
Προσόμιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θύτην ἐννομώτατον, καὶ ἀθλοφόρον Κυρίου, πολιὰν σεβάσμιον, γηραλέον φρόνημα, καὶ πᾶν τίμιον, κεφαλὴν θείαν τε, αὐτουργὸν θαυμάτων, ἐλατῆρα πανδαμάτορος, λοιμοῦ γινώσκοντες, σὲ ἱερομάρτυς Χαράλαμπες, ἡμεῖς πάντες οἱ δοῦλοί σου, τῇ σῇ ἀντιλήψει προστρέχομεν· ἴδε οὖν παμμάκαρ, τὴν θλῖψιν καὶ τὴν κάκωσιν ἡμῶν, καὶ λῦσον τάχος τὸν κίνδυνον, τοῦ πανώλους Ἅγιε.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἲνα σε πάντες εὐφημῶμεν, ἵνα μέλπωμεν, ἀεὶ τὸ ὄνομά σου, ἐξελοῦ πειρασμοῦ, λοιμοῦ πανωλεθρίου, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὦ Χαράλαμπες τρισμάκαρ.
Νέφος θανάτου ὀξυτάτου, κατεκάλυψεν, ἡμᾶς τοὺς σοὺς οἰκέτας· πρεσβειῶν σου πνοαῖς, σκέδασον τοῦτο μάκαρ, καὶ τῆς ζωῆς ἀνάτειλον, καθαρὰν ἡμῖν αἰθρίαν.
Λαίλαψ καθάπερ ἐμπεσοῦσα, διετάραξε τὸν βίον ἡμῶν πάντων, ὁ πανώλης λοιμός· ἀλλὰ σὺ Ἀθλοφόρε, εἰς σταθηρὰν μετάβαλε, τὴν ζωὴν ἡμῶν γαλήνην.
Θεοτοκίον
Λύτειρα λύπης Θεοτόκε, καὶ εὐρύχωρον δο- χεῖον χαρᾶς κόσμου, λῦσον λύπης πικρᾶς, λοιμοῦ τοῦ βροτοκτόνου, ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ χαρὰν ἡμῖν παράσχου.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Σωφρονίζων, ὡς δούλους ἀτακτοῦντας, ὁ Δε- σπότης, ἡμᾶς λοιμῷ μαστίζει· ἐὰν λοιπὸν σωφρονισθῶμεν ἅπαντες, λύσει τὴν παιδείαν, ὡς Θεὸς ἐλέους, πρεσβείαις Χαραλάμπους.
Φεῖσαι φεῖσαι, λαοῦ τοῦ χριστωνύμου, Ἀθλο- φόρε, καὶ μάχαιραν Κυρίου, τὴν ἡβηδὸν τοὺς πάντας ἀποσφάττουσαν, ἤδη ἀοράτως, στρέψον εἰς τὴν θήκην, σαῖς δραστικαῖς πρεσβείαις.
Ἠρημώθη, ἡ πόλις ἡμῶν πᾶσα, καὶ αἱ κῶ- μαι, ἐγένοντο νῦν πόλεις καὶ ἐρημίαι, κατοικίαι ὤφθησαν, τοῦ λοιμοῦ τῷ φόβῳ· ὃν ἀποδιώξαις ταῖς σαῖς πρεσβείαις μάκαρ.
Θεοτοκίον
Χριστοῦ Μήτηρ, καὶ Μήτηρ Χριστωνύμων, σὺ ὑπάρχεις, Παρθένε· διὸ τάχος, τὰ κατὰ χάριν τέκνα σου ἐλέησον, ἡμᾶς κακωθέντας, καὶ σωφρονισθέντας τῇ τοῦ λοιμοῦ παιδείᾳ.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Παυσώμεθα τοῦ εἶναι ἄνδρες λοιμοί, ἐν καθέ- δρᾳ λοιμῶν καθεζόμενοι, καὶ τῶν κακῶν, ἀλλήλοις γενόμενοι ἀρχηγοί, μεταδιδόντες ἅπασι, τῆς διαφθειρούσης λύμης ψυχάς· καὶ παύσεται αὐτίκα, λοιμὸς ὁ τῶν σωμάτων, ὁ πάντας φθείρων τοὺς ἐγγίζοντας.
Παρέβημεν Κυρίου τὰς ἐντολάς, τὰς ζωὴν προξενούσας τοῖς πράττουσι, πάντες ἡμεῖς· διὰ τοῦτο πρόστιμον καὶ ποινήν, τὸν θάνατον νῦν εὕρομεν, καὶ τὴν τοῦ πανώλους διαφθοράν· θάνατος γὰρ ὑπάρχει, καθὼς βοᾷ ὁ Παῦλος, τῆς ἁμαρτίας τὰ ὀψώνια.
Οὐκ ἔχομέν τι δῶρον προσενεγκεῖν, ἱκανὸν δυσωπῆσαι Χαράλαμπες, οὐκ ἀρετάς, οὐ κατορθωμάτων ἴχνος βραχύ· θερμὰ μικρά σοι δάκρυα, ταῦτα προσενέγκομεν ἐκ ψυχῆς, καὶ στεναγμοὺς ὀλίγους, οὓς πρόσφερε Κυρίῳ, καὶ λοιμοῦ σῶσον πανδαμάτορος.
Θεοτόκιον.
Παράλαβε Παρθένε πάντας χορούς, τῶν ἀΰ- λων Ἀγγέλων Ἁγίων τε, καὶ ἐκτενῆ, ποίησον πρεσβείαν τῷ σῷ Υἱῷ· δεῖξον μαστοὺς καὶ χεῖράς σου, δεῖξον σπόγγον λόγχην καὶ τὸν σταυρόν, τὰ σὰ καὶ τὰ ἐκείνου, καὶ οὕτω παῦσον Κόρη, λοιμοῦ τὴν νόσον τὴν πανώλεθρον.
Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὓψωσον τᾶς χεῖρας σου πρός Θεόν, ὐπέρ τοῦ λαοῦ σου, χαριτόβρυτε Ἀθλητα, καὶ ρῦσαι κινδύνων καὶ πᾶσης ἀλλης βλάβης, τους σε παρακαλούντας μαρτύς Χαράλαμπες.
Τὸν ἐν Ἱερεῦσι θαυματουργόν, καὶ ἐν ἀθλοφόροις, ἀπροσμάχητον βοηθόν, τὸν τοῦ βροτοκτόνου, πανώλους ἐλατῆρα, τὸν μέγαν Χαραλάμπη ὕμνοις τιμήσωμεν.
Ἒχοντες Ναόν σου τὸν Ἱερόν, τοῦτον ἀθλοφόρε, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν τούτῳ, καιρῷ τῷ τοῦ πανώλους, καὶ ἐπηρείας πάσης αὐτοῦ λυτρούμεθα.
Σκέπε φρούρει φύλαττε Ἀθλητά, τοὺς ὑπὸ τὴν σ κέπην, κ αταφεύγοντας νῦν τῆν σην, καὶ ῥῦσαι ἐκ βλάβης, λοιμοῦ τοῦ πανωλέθρου, ταῖς θείαις σου πρεσβείαις μάρτυς Χαράλαμπες.
Μέγα σου τὸ ὄνομα ὁ Χριστός, καὶ τὴν δόξαν πᾶσιν, Ὀρθοδόξοις Χριστιανοῖς, ἐποίησε Μάρτυς, Χαράλαμπες γενναῖε, λοιμοῦ σε ἀναδείξας, ῥύστην ὀξύτατον.
Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν πάρεστι χρεία, βοηθείας Μάρτυς Χριστοῦ· λύτρωσαι οὖν πάσης, ἀνάγκης τοῦ πανώλους, καὶ χεῖρα βοηθείας, τάχιστα ὄρεξον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ως στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος, τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ διὰ τοῦ μαρτυρίου, ἔλυσας καὶ εἰδώλων τὴν σκοτόμαιναν, μάκαρ· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, μάρτυς Χαράλαμπες, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως. Κατ’ ἐξαίρετον τρόπον δέ, τῆς νῦν κατεχούσης, ἀνάγκης ἀπάλλαξον, τοῦ πανωλέθρου λοιμοῦ, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σῳζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου