Πέμπτη 17 Φεβρουαρίου 2022

Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος.

 


Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος. 

Αγίου Ιωάννου του Χρυσοστόμου  

α. Οἱ πόῤῥωθεν τοὺς λειμῶνας θεασάμενοι, ποικίλην μὲν βλέπουσι τῶν ἀνθέων τὴν τερπνότητα· τότε δὲ αὐτῶν τὸ εὐειδὲς γινώσκουσιν, ὅταν πλησίον γενόμενοι, τὰ ἄνθη ταῖς χερσὶν αὐτῶν ψηλαφήσωσι. Τοιαύτην μοι νόει, ἀγαπητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα. Ἴδοι γὰρ ἄν τις ἐν τοῖς πνευματικοῖς παραδείσοις προφήτας χορεύοντας, ταξιαρχοῦντας ἀποστόλους, πρεσβεύοντας μάρτυρας, συμμαχοῦντας ἀγγέλους, διδασκάλους ἀγωνιζομένους τὸν τῆς εὐσεβείας ἀγῶνα, ἄφθονον τὴν τοῦ Πνεύματος χάριν, αἵματι Δεσποτικῷ λογικὰ σφραγιζόμενα ποίμνια, καὶ τὸ μεῖζον τῶν εἰρημένων, τὴν τῶν ἀγαθῶν κορυφὴν, τὴν τῶν ἐλπίδων βεβαίωσιν, τῆς τρυφῆς τὸ κεφάλαιον, τὴν τῆς χαρᾶς τελειότητα· λέγω δὴ τὰ τοῦ Χριστοῦ Εὐαγγέλια, ἐν οἷς ἀπόκειται τῆς ἡμετέρας ζωῆς ἡ τελείωσις. Δεῦρο οὖν θεωρήσωμεν τὸν Δεσπότην Χριστὸν πᾶσαν ἀπόλαυσιν τοῖς ἑαυτοῦ χαριζόμενον δούλοις· ἐν οἷς βλέπομεν φυγαδευόμενα πάθη, ὑποφρίττουσαν θάλασσαν, ἀνέμους ἡσυχάζοντας, ἐπιτιμώμενον θάνατον, σκυλευόμενον ᾅδην, ἐξοριζομένους τοὺς δαίμονας, ἐπιστρέφοντας ἁμαρτωλοὺς πρὸς τὸν ἴδιον Δεσπότην. Ταῦτα γὰρ ὁ Χριστὸς ἐν τοῖς θείοις Εὐαγγελίοις προτέθεικε τὰ χαρίσματα, ἐν οἷς τοὺς δικαίους δείκνυσιν ὑπὲρ τὸν ἥλιον λάμποντας, μέλη παρειμένων νευρούμενα, κλινηφόρους παραλύτους τρέχοντας, τελώνας λαμβάνοντας εὐαγγελιστῶν ἀξιώματα, λέπραν ὡς κόνιν τινασσομένην θελήματι, πυρετὸν ὑποφεύγοντα τῇ φωνῇ τοῦ Δεσπότου, νεκροὺς ζωὴν εὐκόλως λαμβάνοντας, τάφους ἀπολύοντας πρὸς ζωὴν, οὓς ἐκράτουν, Φαρισαίου ταπεινούμενον ὕψος, τελώνου ὑψουμένην ταπείνωσιν. Τοῖς γὰρ τοσούτοις κορεσθεῖσι καλοῖς εὔκολος λοιπὸν καὶ ἡ διὰ τῶν ψιχίων δεξίωσις. Πέπεισμαι δὲ, ὡς μετὰ συγγνώμης συνήθως καὶ αὖθις τῶν ἡμετέρων ἐπακούσετε λόγων, τῇ πλησμονῇ τῶν προκεκηρυγμένων ἀγαθῶν τὰ τῶν ψυχῶν ταμεῖα πληρώσαντες. Οὐκοῦν ἐπειδὴ καὶ ὑμεῖς σὺν εὐμενείᾳ Θεοῦ τῆς πενιχρᾶς τραπέζης ἀνέχεσθε, κἀγὼ πάλιν τῷ τῆς ὑμετέρας ἀγάπης τρόπῳ καταθαῤῥήσας, τῷ διδασκαλικῷ ζυγῷ τὸν τῆς ψυχῆς αὐχένα ὑποτέθεικα· φέρε τοίνυν τὸ ἔναγχος ἀνεγνωσμένον προθήσω ὑμῖν· πᾶσι γὰρ ὑμῖν τοῖς πλουσίοις ὁ πτωχὸς ἑστιάτωρ ἐλήλυθα, τὸ τοῦ λόγου συμπόσιον συγκιρνῶν. Ἄνθρωποι, φησὶ, δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. Φαρισαῖος ὁ κομπώδης τῆς δικαιοσύνης ἐργάτης, Φαρισαῖος ὁ θερίσας ἄωρον τῶν κατορθωμάτων τὸ λήιον, ὁ πλέον ἀλαζονείᾳ πλουτῶν, ἢ τοῖς χρήμασιν· ὁ διακένῳ φυσήματι τινάξας τῶν ἀρετῶν τὸν καρπὸν, τῆς ὑπερηφανίας ὁ κτήτωρ, ὁ τῆς φύσεως ἁπάσης κατήγορος, ὁ ἀφιλάνθρωπος ἔλεγχος, ὁ ἀσυγγνώμων ὀνειδιστὴς, ἡ τρικυμία τῆς τοῦ τελώνου εὐχῆς. Καί μοι μηδεὶς τὸν λόγον ὡς φιλολοίδορον δεχέσθω· ἀλλ' αὐτῶν ἐπακούσας τῶν τοῦ Φαρισαίου ῥημάτων, γνωριζέτω ἀληθῆ τὰ λεγόμενα. Ὁ Θεὸς, φησὶν, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων. Πάντων ἑαυτὸν κρίνεις δικαιότερον; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων. Τί ποιεῖς, Φαρισαῖε; Μὴ τῷ κοινῷ τῆς φύσεως ὀνόματι πρόσεχε· ἄτρεπτος γέγονε καὶ ὁ φιλάνθρωπος, ἅνθρωπος· κἂν ἐκεῖνον ἐννοήσας, τῶν ἀλαζονικῶν ῥημάτων κατάβηθι. Εἰπὲ κἂν, Ὥς τινες τῶν ἀνθρώπων, καὶ μὴ, Ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί. Πάντες ἅρπαγες πλὴν σοῦ, Φαρισαῖε; πάντες ἄδικοι, σὺ δὲ μόνος τυγχάνεις δίκαιος; πάντες μοιχοὶ, σοὶ δὲ μόνῳ τὸ τῆς σωφροσύνης ὑπάρχει κατόρθωμα; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί· ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Νῦν ἤρξατο πτεροφυεῖν ἡ τοῦ ἀνθρώπου διάνοια· νῦν τινάσσει τῆς ψυχῆς πρὸς οὐρανὸν τὸ πτερόν. Τί κατασπᾷς αὐτὸν τῇ τῶν ῥημάτων βαρύτητι, κωλύων ἀναπτῆναι τὴν ἐξομολόγησιν πρὸς τὸν φιλάνθρωπον; τί κατεπεμβαίνεις τῷ κειμένῳ; τί ἐπιστοιβάζεις ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα; τί κατηγορεῖς τοῦ ἀνενδότως τύπτοντος τὴν συνείδησιν; Ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Τί γὰρ εἶδες, ἄνθρωπε, τὸν τελώνην ποιοῦντα; λῃστεύοντα; τοὺς ἀλλοτρίους πόνους συλῶντα; τὰ ἀλλότρια ληιζόμενον; θερίζοντα, ἅπερ οὐκ ἔσπειρε; συνάγοντα, ὅθεν οὐ διεσκόρπισεν; ἁπλοῦντα τοῖς ὁδοιπόροις τὸ δίκτυον; Οὐδὲν τοιοῦτον τεθέασαι, ὦ Φαρισαῖε· ἀλλ' ὁρᾷς σχῆμα ἐλεεινὸν, οἴκτου καὶ βοηθείας ἄξιον. Κεῖται γὰρ ἐπὶ πρόσωπον, βασανίζει τὸ στῆθος ὡς τῶν κακῶν ἐργαστήριον, ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς οὐρανὸν οὐ τολμᾷ· τάχα καὶ παρ' αὐτῶν τῶν ἀστέρων κατηγορίαν ἐκδέχεται, ἢ μᾶλλον νομίζει τῶν πλημμελημάτων τὸ πλῆθος γεγράφθαι ἐν τῷ στερεώματι· πόῤῥωθεν ἑαυτὸν ὡσεὶ δικασθεὶς τοῦ ἱεροῦ ἀπέστησε· τὸ, Ἐλέησον, κέκραγεν ὡς ἤδη καταδικαζόμενος. Οὐκ ἀνέγνως τὸ γεγραμμένον, ὅτι Μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ; Ἄπορός ἐστι, πανταχόθεν ἐκύκλωσαν αὐτὸν οἱ λογισμοὶ ἀντὶ τοῦ πλήθους τῶν κατηγόρων· ἐχρήσατο τῇ δεξιᾷ ἡ συνείδησις κατὰ τοῦ στήθους μαστιζούσῃ· καθ' ἑαυτοῦ ἀπειργάσατο δήμιον. Οὐκ ἐπικάμπτει σε τρέμων; οὐκ ἐρεθίζει σε πρὸς συμπάθειαν οὗτος κάτω νεύων τὸ πρόσωπον; οὐ μαλάσσει σου τὴν ἀπάνθρωπον γνώμην, μὴ τολμῶν πρὸς οὐρανὸν ἀναβλέψαι; Ὅτε μὲν γὰρ ἐτελώνει, ἐχρῆν σε τὰς τοιαύτας κατ' αὐτοῦ ἀναβοῆσαι φωνάς· πρέπον γὰρ αὐτῷ τότε οὐ μόνον παρὰ σοῦ, ἀλλὰ καὶ παρὰ παντὸς ὀνειδίζεσθαι. Ὅτε μέντοι τῶν οἰκείων κατέγνω κακῶν, ὅτε θεωρήσας τὰ τραύματα τῆς ψυχῆς, ἔδραμε πρὸς τὸν ἰατρὸν τὸν ἀμισθὶ θεραπεύοντα, ὅτε τῶν πλημμελημάτων μνημονεύσας τῷ ἀμνησικάκῳ Δεσπότῃ προσέφυγε· τότε περισσῶς αὐτῷ κατεπεμβαίνεις, ὦ Φαρισαῖε; Οὔτε ὡς οὗτος ὁ τελώνης. Μὴ γὰρ οὐκ εἰσὶν ἄλλοι τελῶναι, μήπω τὸν γλυκὺν τῆς μετανοίας ἀγαπήσαντες θρῆνον; Εἰ πόθος σοι πολὺς κατηγορεῖν ἁμαρτωλῶν, ἐπ' ἐκείνους στρέψον τὴν σὴν γλῶσσαν, τοὺς ἔτι τοῖς δικτύοις τῆς πλεονεξίας ἐνειλημένους. Πρὸς τοῦτον μέντοι περιττή σου ἡ δυσμένεια. Οὐ μόνον γὰρ τὸν ἄνθρωπον βλάψαι οὐ δύνασαι, ἀλλὰ καὶ πλέον ἐρεθιεῖς τὸν Δεσπότην, ὥστε συντομωτέραν ἐπιδείξασθαι τὴν συγχώρησιν. 
β. δὲ τελώνης, φησὶ, μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τοὺς οὐρανοὺς ἐπᾶραι· τὴν τοῦ Μανασσῆ πάντως καὶ αὐτὸς φωνὴν ἀπεφθέγξατο· Οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου. Πολλὰ γὰρ ἦν τότε ἐν τῇ ψυχῇ τοῦ τελώνου συνειλεγμένα κακὰ, ἐπιθυμία χρημάτων ἀκόρεστος, πόθος ἀδικίας μὴ δεχόμενος πέρας, ἁρπαγὴ τέλος οὐκ ἔχουσα· κοινὸν τῇ φύσει τῶν ἀνθρώπων τελώνης κακὸν, νόμιμος ἄδικος, ἅρπαξ ἀκατηγόρητος, ἄφοβος κλέπτης, λῃστὴς ἀνέγκλητος, δύσφευκτος βλάβη, λύκος τῶν λογικῶν προβάτων, θηρίον ἀνθρωπόμορφον. Μετὰ τοσούτων ἀνῆλθεν ὁ τελώνης εἰς τὸ ἱερὸν κακῶν. Ὅτε γὰρ πάντα ταῦτα εἰργάσατο τὰ δεινὰ, καὶ βαρὺ κατεσκεύασε τὸ τῶν πλημμελημάτων φορτίον τῇ ψυχῇ, ὅτε λοιπὸν τὸν αὐχένα κατέκλασε, τότε ἐζήτει τοῦ βάρους ἐλαφρυνθῆναι, καὶ οὐκ εἶχε τὸ πῶς τὸ φορτίον ἀποτινάξεται· εἶτα γοργὴν ἔσχεν ἔννοιαν, εὗρεν εἶδος ἐλευθερίας· ἐμνημόνευσε γὰρ τῆς φωνῆς τοῦ Δεσπότου πρὸς τοὺς ἁμαρτωλοὺς ἐκβοώσης· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ταύτης τῆς φωνῆς μνημονεύσας, μετὰ τοῦ φόρτου τῶν κακῶν ἐπὶ τὸ ἱερὸν τοῦ Θεοῦ παρεγένετο· ἀτονήσας δὲ λοιπὸν, καὶ μηκέτι φέρειν δυνάμενος, εὐθὺς ἐπὶ πρόσωπον ἔπεσε, καὶ πρὸς τὸν Δεσπότην, τὸ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ἔλεγεν. Ἔρημος, φησὶ πάσης εὐεργεσίας τυγχάνω, τοῖς ἐμαυτοῦ κεκλόνημαι δεινοῖς, ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης γεγόνασιν αἱ ἀνομίαι μου, ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου. Ὁρῶ παρὰ τῶν παρ' ἐμοῦ ἠδικημένων ἤδη τὸ σὸν δικαστήριον καταβοώμενον· πρὸ τῶν θρόνων σου, Δέσποτα, βίβλους ἀνεῳγμένας τεθήσεσθαι ἀκήκοα, ἐν αἷς πάντως καὶ οἱ στεναγμοὶ τῶν ὁδοιπόρων ἐγράφησαν. Οὐκ ἔστιν εἶδος ἀδικίας, ὃ τὴν σὴν ἀδέκαστον διαπέφευγε γνῶσιν· ἀπολογίας μοι καιρὸς οὐ πρόσεστι, φυγῆς μοι τόπος οὐ περιλέλειπται. Πρὸς οὐρανὸν οὐ τολμῶ ἀναβλέψαι, δέδοικα καὶ τὴν γῆν ὡς ἰδοῦσαν τὰς πράξεις μου. Τοῦ γὰρ σφόδρα ἁμαρτωλοῦ κατηγορεῖ καὶ τὰ ἄψυχα. Διὸ πρὸς σὲ τὸν πάντων Δεσπότην δραμὼν, ταύτην μόνον εὗρον πρὸς βοήθειαν τὴν ἱκεσίαν· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πολὺς ὁ κολοφὼν τῶν κακῶν μου· ἀλλὰ τί πρὸς τὸ πέλαγος τῆς σῆς ἀγαθότητος; Τὸ ἐμὲ σωθῆναι παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλὰ παρὰ σοὶ, Δέσποτα, πάντα δυνατά. Εἰ μὲν γὰρ διὰ δικαίους ἐπὶ τῆς γῆς παραγέγονας, περιττῶς τὸ τελώνιον βδελυξάμενος τῷ ναῷ σου προσέδραμον· εἰ δὲ καὶ τῶν ἁμαρτωλῶν ποιούμενος λόγον, μᾶλλον δὲ δι' αὐτοὺς τῇ κτίσει ἐνεδήμησας, μὴ δείξῃς μου τὰς ἐπὶ σοὶ ἀνελπίστους ἐλπίδας, ἀλλὰ τὴν συντετριμμένην μου καρδίαν θεράπευσον, νενεκρωμένον με τοῖς παραπτώμασι ζωοποίησον. Ἥψατό σου πόρνη, καὶ τὸν ῥύπον τῶν κακῶν ἀπενίψατο· ἔχρησας πιστῷ γυναίῳ τὸ κράσπεδον, καὶ λίμνας αἱμάτων ἐξήρανας· ἐπλησίασας παραλύτῳ κειμένῳ, καὶ τῆς κλίνης ἐργάτην ἀνέδειξας· εἶδες παράγων τυφλὸν, καὶ τῇ ὄψει ἀπέδωκας τὴν εὐπρέπειαν· ἐχρίσω μὲν γὰρ τὸ λεῖπον τοῦ σώματος, πηλῷ τὸ ἐκ τοῦ πηλοῦ διορθωσάμενος σκεῦος· ἤνοιξας δὲ τῷ φωτὶ τὴν εἴσοδον, δείξας τῷ ἀνθρώπῳ τὸ τῆς κτίσεως κάλλος· εἶδες δακρύουσαν γυναῖκα, καὶ πρὸ καιροῦ τῆς ἀναστάσεως τὸν ᾅδην μαστίξας, ἐξήγαγες ἐκεῖθεν τὸν Λάζαρον, ὥσπερ ἐκ στόματος λέοντος ἁρπάσας τοῦ θανάτου τὸν ἄνθρωπον. Ἐλεεινῶς σοι προσπίπτοντα θεασάμενος ἄνδρα τῷ τῆς ἀπαιδίας ναυαγίῳ δεινῶς βυθιζόμενον, ἐπεκάμφθης εὐθὺς ταῖς ἱκεσίαις, καὶ κέκληκας τὸ κοράσιον· σοῦ δὲ φωνήσαντος ἀνέστη μὲν ἡ κόρη, ὁ δὲ θάνατος πέφευγεν. Ἐβόησε πρὸς σὲ καὶ Χαναναία γυνὴ τὸ οἰκεῖον θυγάτριον βλέπουσα ὑπὸ δαίμονος σπαραττόμενον, καὶ βοήσασα τὸ, Ἐλέησον, τῶν ἐλπίδων οὐκ ἀπέτυχε· τὴν γὰρ πίστιν αὐτῆς ἀποδεξάμενος, τοῦ προβάτου τὸν λύκον ἐδίωξας, καὶ τὸν λυσσώδη ἀπήλασας ἔνοικον· τῷ κορασίῳ χαρισάμενος νῆψιν, τῆς μητρὸς τὸν θρῆνον κατέπαυσας. Μικροῖς ἄρτοις πλῆθος ἐν ἐρήμῳ διέθρεψας. Λιμώττω κἀγὼ δικαιοσύνης λιμὸν, μικρὸν τῆς σῆς φιλανθρωπίας ψυχίον ἐπιζητῶ· ὡς ἕνα κἀμὲ τῶν μνημονευθέντων ἐλέησον. Κατέστιγμαι τὴν ψυχὴν, ὡς πρὸ τῆς μετανοίας ἡ πόρνη· βδελυκτός εἰμι πᾶσιν, ὡς πρὸ τῆς θεραπείας ἡ αἱμόῤῥους νομιζομένη ἀκάθαρτος· παρειμένος εἰμὶ τὴν ψυχὴν, τοῦ σώματος τοῦ παραλύτου μειζόνως· πεπήρωμαι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καθὼς ὁ ἐκ γενετῆς τυφλὸς τοῦ σώματος· νενέκρωμαι τοῖς παραπτώμασι, συγκεκλεισμένην ἔχων ἐν σώματι τὴν ψυχὴν, καθὼς ἔσχεν ὁ τάφος τὸν Λάζαρον· τὰ πάντων σχεδὸν ἐπιφέρομαι δεινά. Ἀλλ' ὁ πάντας ἐλεήσας, κἀμὲ προσπίπτοντα οἴκτειρον. Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Τί οὖν ὁ φιλάνθρωπος Δικαστὴς, ὁ φιλότιμος ἀγωνοθέτης τῶν τρεχόντων τὸν τῆς μετανοίας δρόμον; Καὶ τοῦ Φαρισαίου μεγαλαυχοῦντος ἠνείχετο, καὶ τοῦ τελώνου μετα νοοῦντος ἐτέρπετο· ἐπειδὴ δὲ ὁ μὲν τοῖς ῥήμασιν ὥσπερ ἀνέμοις σφοδροῖς τῆς ψυχῆς τὸν καρπὸν ἀπετίναξεν, ὁ δὲ συντρίψας ἑαυτὸν, οὐκ ἐξεδέχετο ἄλλον κατήγορον, ἑκάστῳ τὸ πρὸς ἀξίαν ἀπένειμε. Τὸν μὲν γὰρ τελώνην ἑαυτοῦ γεγενημένον κατήγορον, ἐλεύθερον ἀφῆκε τῆς κατακρίσεως, τὸν δὲ Φαρισαῖον εἰς μέσον προθέντα τὰ κατορθώματα, πενέστερον τοῦ τελώνου ἀπέφηνεν. Ἀμφοτέροις ὁ τρόπος, τῷ μὲν ὑπόθεσις πενίας εἰς πλοῦτον, τῷ δὲ ἐκ πλούτου εἰς πτωχείαν ὀλίσθημα. Τί γάρ φησιν ὁ Δεσπότης; Ἀμὴν λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος. Ὢ πόσον κακὸν τῆς ὑπερηφανίας τὸ νόσημα Κατάκομος ἀνῆλθεν ὁ Φαρισαῖος ὥσπερ ἄνθεσι τοῖς κατορθώμασι στεφανούμενος· συνώδευσε τούτῳ ὁ τελώνης πάσης ἀπολογίας γυμνός. Ἀλλ' ὁ μὲν εὐκαίρως ἑαυτὸν ταπεινώσας ὑψώθη· ὁ δὲ πρὸς ἄκαιρον ὕψος ἀκοντίσας ἑαυτὸν, καταγέλαστον ὑπέμεινε γύμνωσιν. Οὐκ ἦν βέλτιον ὑφειμέναις χρή σασθαι ταῖς φωναῖς; οὐκ ἦν κρεῖττον ἀκοῦσαι τῆς προφητικῆς φωνῆς λεγούσης, Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς; οὐκ ἦν μᾶλλον συμφέρον κρατῆσαι τῆς γλώσσης, καὶ φυλάξαι τὸν πλοῦτον, ὃν πόνοις πολλοῖς ἐκτήσατο; Ἃς γὰρ ἐν χρόνῳ συνήγαγεν ἀρετὰς, ταύτας ἐν ἀκαρεῖ ῥοπῇ τῇ φωνῇ διεσκόρπισεν. Οὐκ ἤκουσε τάχα ὁ Φαρισαῖος τὸ γεγραμμένον, ὅτι Ἀκάθαρτος ἐναντίον Κυρίου πᾶς ὑψηλοκάρδιος; Οὐκ ἐδιδάχθη τὸ καλῶς εἰρημένον, Ὃ ποιεῖ ἡ δεξιά σου, μὴ γνώτω ἡ ἀριστερά σου; Τάχα δὲ ἔγνω ἀμφότερα, ἀλλ' ἡ ἰσχὺς τῆς κενοδοξίας ἐνίκησεν. Ἡμεῖς οὖν τοῦ τελώνου τὴν ταπείνωσιν κτησώμεθα, καὶ τῶν ἁμαρτημάτων τὸ βάρος ἀποθώμεθα· ὑπερηφανίαν δὲ μισήσωμεν, δι' ἧς ὁ Φαρισαῖος τὸν πλοῦτον τῶν ἀρετῶν ἀπώλεσεν· Ὑπερηφάνοις γὰρ ὁ Κύριος ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις