Παρασκευή 23 Αυγούστου 2024

Α΄ κανών Κοιμήσεως της Θεοτόκου, οὗ ἡ ἀκροστιχίς «Πανηγυριζέτωσαν οἱ θεόφρονες»


Α΄ κανών 
Κοιμήσεως της Θεοτόκου, οὗ ἡ ἀκροστιχίς
 «Πανηγυριζέτωσαν οἱ θεόφρονες»

ᾨδὴ α' 
Ἦχος α'
Ὁ Εἱρμὸς  
«Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται». 
μφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν. 
Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.

 ᾨδὴ γ', τῆς Ἐορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς 
« δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος». 
Γυναῖκά σε θνητήν, ἀλλ' ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι. 
πέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε. 
ᾨδὴ δ'
Ἦχος α'
Ὁ Εἱρμὸς 
«ήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε». 
δετε λαοὶ καὶ θαυμάσατε· τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος. 
Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄρρευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον. 
πήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει, Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.

 ᾨδὴ ε', 
Ἦχος α'
Ὁ Εἱρμὸς 
«Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος». 
ς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ' ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος. 
Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι. Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως. 
ᾨδὴ ς', 
Ἦχος α'
Ὁ Εἱρμὸς 
«λιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο, ἀσινής ἐβόα· Θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε». 
Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός· ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφυλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς Μητρὶ χαριζόμενος. 
ντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου. 
 ᾨδὴ ζ', 
Ἦχος α'
Ὁ Εἱρμὸς 
«ταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ». 
Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ' ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 
ν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 
θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 
 ᾨδὴ η', 
Ἦχος α'
Ὁ Εἱρμὸς 
«Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας». 
ήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν θεολόγων ἐν τῇ Σιών. Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 
πως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας, σωματικῶς ἐν παρρησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα, οὓς μοι ἐκτήσω, εἰς αἰῶνας φύλαττε βοῶντάς σοι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 
 ᾨδὴ θ', τῆς Ἐορτῆς
Ἦχος α'
Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾨδῆς. 
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον. 
Ὁ Εἱρμὸς 
«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου». 
ξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει· Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι. 
Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.


 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις