Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὁσιομάρτυρα τῆς πίστεως νέον, σεπτὸν Ἰάκωβον, βλαστὸν Καστορίας, τιμήσωμεν ἐν ᾄσμασι πιστῶν οἱ χοροὶ, σὺν αὐτοῦ συμμάρτυσι, θείῳ Διονυσίῳ, καὶ τῷ οὐρανόφρονι, Ἰακώβῳ βοῶντες· Τριὰς Μαρτύρων πάνυ εὐκλεῶν, καθιλεοῦσθε, ἡμῖν τὸν Θεάνθρωπον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμὸς.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Ἰάκωβε σὺν συνάθλοις σου, εὐλόγει με. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰάκωβε, πίστεως καλλονή, μὴ παύσῃ πρεσβεύων, τῷ Κυρίῳ ὑπὲρ ἡμῶν, συνάθλῳ σου σὺν Διονυσίῳ, καὶ Ἰακώβῳ, μεθ’ ὧν χαίρεις πάντοτε.
Ἀθλήσας ἐννόμως ὑπὲρ Χριστοῦ, σὺν τοῖς μαθηταῖς σου, χάριν εὗρες τὸν Λυτρωτήν,Ἰάκωβε, κλέος Καστορίας, καθικετεύειν ὑπὲρ τῶν τιμώντων σε.
Κοσμήσας σοῖς πόνοις τοῖς ἱεροῖς, Μονὴν Δερβεκίστης, σὺν δυάδι σῶν μαθητῶν,Ἰάκωβε, ἤθλησας ἀρτίως, Ὁσιομάρτυς, ἀκέστορ προσφύγων σου.
Θεοτοκίον.
Ὡς θείαν μερόπων καταφυγὴν, ἐν βίου ἀνάγκαις, Σὲ κατέγνωμεν οἱ πιστοί, Σεμνὴ Θεοτόκε, καὶ προστάτιν, ἐν πειρασμοῖς καὶ δειναῖς περιστάσεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βοηθῶν μὴ ἐλλείπῃς, τοὺς σοὺς θερμοὺς πρόσφυγας, ἐν βιοτικαῖς τρικυμίαις, μάκαρ Ἰάκωβε, σὺν ξυνωρίδι τῶν σῶν, συνάθλων, Ὁσιομάρτυς, Καστορίας βλάστημα,περιφανέστατον.
Ἐποπτεύετε πάντας, ἐξ οὐρανοῦ, Μάρτυρες, θαυμαστὲ Ἰάκωβε, γέρας, νέον τῆς πίστεως, σὺν Ἰακώβῳ σεμνῷ, καὶ πάνυ Διονυσίῳ, τοὺς ὑμῶν γεραίροντας, στίβου παλαίσματα.
Σὺν δυσὶ μαθηταῖς σου, σάρκα τὴν σὴν ὄνυξι, σιδηροῖς, στεῤῥέ, κατεσχίσθης, Μάρτυς Ἰάκωβε, καὶ ἐν ἀγχόνῃ δεινῶς, ἀπῃωρίθης, ὁ χάριν, εἰληφὼς ἰάσεων, τῶν προστρεχόντων σοι.
Θεοτοκίον.
Ὑπερένδοξε Μῆτερ, τῶν Ἀθλητῶν σέμνωμα, ταῖς θερμαῖς λιταῖς Ἰακώβου, Ὁσιομάρτυρος, καὶ τῶν συνάθλων αὐτοῦ, ῥύου παντοίων κινδύνων, καὶ δεινῶν τοὺς σπεύδοντας, χάριτι θείᾳ Σου.
Ἁγίαζε, Ὁσιομάρτυς Ἰάκωβε σοὺς ἱκέτας, σὺν δυάδι σῶν μαθητῶν, κρουνῶν θείας χάριτος, τοῦ Διονυσίου καὶ Ἰακώβου.
Ἐπίβλεψον, ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Σεπτὲ πολιστὰ, τοῦ Ἄθωνος, Ἰάκωβε, καὶ Μάνδρας πυρσὲ, τῆς Δερβεκίστης πάμφωτε, Καστορίας βλάστημα, ὁ ἀθλήσας στεῤῥῶς σὺν συνάθλων σου, τὴν ξυνωρίδα, πρέσβευε Χριστῷ, ὑπὲρ τῶν λαμπρῶς μακαριζόντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νικητὰς ἀναδείξατε, πάντας τοὺς τιμῶντας ὑμᾶς, Ἰάκωβε, ἐν ταῖς μάχαις, Διονύσιε,κατ’ ἐχθροῦ, καὶ ἕτερε Ἰάκωβε.
Σκοτομήνην, Ἰάκωβε, μάκαρ Διονύσιε καὶ Ἰάκωβε, τῶν παθῶν ἡμῶν σκεδάσατε, τῶν θερμῶν εὐχῶν ὑμῶν πυρσεύμασι.
Ὑπερεύχεσθε πάντοτε, τῶν ὑμᾶς τιμώντων, Γέρων Ἰάκωβε, καὶ Διάκονε Ἰάκωβε, σὺν Διονυσίῳ, ὁσιόαθλοι.
Θεοτοκίον.
Νῦν ὑμνοῦντές Σε, Δέσποινα, ὡς προστάτιν πάντων μακαριζόντων Σε, ἐκδεχόμεθα πρεσβείας Σου, πρὸς Χριστόν, Υἱόν Σου τὸν φιλάνθρωπον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄμφω τοῖς πιστοῖς, τὴν ὑγίειαν βραβεύσατε, καταφεύγουσιν, Ἰάκωβε, ὑμῖν, σὺν σεπτῷ Διονυσίῳ καὶ Ἰάκωβε.
Θραύσατε δεσμούς, Διονύσιε, Ἰάκωβε, καὶ Ἰάκωβε, ἡμῶν μετὰ παθῶν, καὶ παντοίων ἁμαρτάδων, Ὁσιόαθλοι.
Λάμψαντες φωτὶ, γενναιότητος, Ἰάκωβε, καὶ δυὰς συναθλητῶν σου μαθητῶν,πρεσβειῶν ὑμῶν βολαῖς πιστοὺς φαιδρύνετε.
Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν τῆς προστασίας Σου, καὶ κατάρδευσον ψυχὰς Σῶν οἰκετῶν,ὡς νεφέλη ὀμβροτόκος, Μητροπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰάκωβε, Καστορίας βλάστημα, σὺν δυάδι μαθητῶν σου συνάθλων, Διονυσίου τε καὶ Ἰακώβου, ἐν τῇ ἀγχόνῃ Ἀδριανουπόλεως, ἐξεμετρήσατε τὸ ζῆν, τῶν ὑμνούντων ὑμᾶς ἀντιλήπτορες.
Στηρίξατε, ἐν τῇ πίστει ἅπαντας, τοὺς ὑμᾶς πανευλαβῶς μελῳδοῦντας, ὡς νεοάθλους, Ἰάκωβε μάκαρ, καὶ Διονύσιε, λύχνε σεμνότητος, σὺν Ἰακώβῳ τῷ κλεινῷ,εὐσεβῶν βακτηρίαι πρὸς θέωσιν.
Σκεδάσατε, ζόφωσιν τῶν θλίψεων, καὶ δεινὴν τῶν πειρασμῶν σκοτομήνην, τῶν προστρεχόντων ὑμῖν ἐν ἀνάγκαις, καὶ χαλεπαῖς συμφοραῖς, Διονύσιε, σὺν Ἰακώβῳ εὐσταλεῖ, καὶ ὑμῶν, Ἰακώβῳ, τῷ Γέροντι.
Θεοτοκίον.
Ὁδήγησον, πρὸς σκηνὰς λαμπρότητος, ἀϊδίου τὰς ἐν πόλῳ, Παρθένε, τοὺς μεγαλύνοντας Σῶν θαυμασίων, τὸ πλῆθος, Μῆτερ Χριστοῦ Παμμακάριστε, καὶ ἐν δεινοῖς καὶ πειρασμοῖς, καταφεύγοντας χάριτι θείᾳ Σου.
Ἁγίαζε, Ὁσιομάρτυς Ἰάκωβε, σοὺς ἱκέτας, σὺν δυάδι σῶν μαθητῶν, κρουνῶν θείας χάριτος, τοῦ Διονυσίου καὶ Ἰακώβου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυρα ὕμνοις Ἰάκωβον, καὶ τοὺς αὐτοῦ μαθητὰς εὐφημήσωμεν, τὸν Διονύσιον καὶ τὸν Ἰάκωβον, ὡς εὐσεβείας νεόδρεπτα λείρια, αὐτῶν ἐνθέρμους εὐχὰς ἐξαιτούμενοι.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος σωθήσεται.
Δόξα. Ὁσιομαρτύρων…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Δεῦτε μελῳδήσωμεν, Ὁσιοάθλων τριάδα, θαυμαστὸν Ἰάκωβον, θεῖον Διονύσιον, καὶ Ἰάκωβον, ἐκτενῶς ἕτερον, Μάνδρας Δερβεκίστης, Αἰτωλίας τοὺς οἰκήτορας, τοὺς ἁγιάσαντας, τῶν αὐτῶν αἱμάτων τοῖς ῥεύμασι, τῆς Ἀδριανουπόλεως, χθόνα καὶ λαβόντας τὸ χάρισμα, τῷ Θεῷ πρεσβεύειν, ὑπὲρ τῶν ἀνυμνούντων εὐλαβῶς, αὐτῶν τὴν ἔνθεον ἄσκησιν, καὶ σεπτὸν μαρτύριον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑμνῳδίαις εὐτάκτοις, καταστέφοντες ἄθλους, ὑμῶν, Ἰάκωβε, σὺν ἄλλῳ Ἰακώβῳ, καὶ τῷ Διονυσίῳ, προστασίαν δεχόμεθα, ὑμῶν ἐν βίου δεινοῖς, φωσφόροι, καὶ ἀνάγκαις.
Ἐν Ἀδριανουπόλει, ἀπηνῶς ἐν ἀγχόνῃ, ἀπῃωρήθητε, διὰ Χριστοῦ τὴν πίστιν, Ἰάκωβε γενναῖε, Διονύσιε πάντιμε, καὶ Διακόνων εἰκών, Ἰάκωβε, εὐτόλμων.
Ὑπερόπτας προσύλων, ἀναδείξατε πάντας, ὑμᾶς γεραίροντας, ὡς ζηλωτὰς ἀΰλων,Ἰάκωβε θεόφρον, Διονύσιε ἄλκιμε, καὶ Ἀθλητῶν καλλονή, Ἰάκωβε, τῶν νέων.
Θεοτοκίον.
Λαμπηδὼν παρθενίας, Θεοτόκε, τὸν ζόφον, παθῶν διάλυσον, ἡμῶν τῶν χαμαιζήλων,φωτὶ τῶν πρεσβειῶν Σου, πρὸς τὸν εὔσπλαγχνον Τόκον Σου, τὸν Φωτοδότην Χριστόν,Ὑπερευλογημένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁσιοάλθων, ὑμνολογοῦντες τριάδα, τὰς αὐτῶν ἐκζητοῦμεν πρεσβείας, πρὸς τὸν Ζωοδότην, καὶ Κύριον τῶν πάντων.
Γέρας τῶν νέων, Ὁσιοάθλων, δυσώπει, τὸν Δεσπότην, Ἰάκωβε Μάρτυς, σὺν τοῖς σοῖς συνάθλοις, ὑπὲρ τῶν ἱκετῶν σου.
Εὐλόγει πάντας, τοὺς ἀνυμνοῦντας σοὺς ἄθλους, τοὺς τιμίους, Ἰάκωβε μάκαρ, νέε Εκκλησίας, Χριστοῦ Ὁσιομάρτυς.
Θεοτοκίον.
Ἰδεῖν Υἱοῦ Σου, μορφῆς τὸν κάλλος ἐν πόλῳ, καταξίωσον Σοὺς ὑμνηπόλους,Κεχαριτωμένη, Κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσησθε θεόθεν, σκέποντες ἱκέτας, ὑμῶν, Ἰάκωβε καὶ Διονύσιε, σὺν Ἰακώβῳ ἑτέρῳ, Ὁσιομάρτυρες.
Εὐκλείας ἐκ τοῦ ὕψους, τοῦ ὑμῶν φρουρεῖτε, πιστούς, Ἰάκωβε καὶ Διονύσιε, σὺν Ἰακώβῳ, τοὺς ὕμνοις ὑμᾶς γεραίροντας.
Χριστὸν ὁμολογοῦντες, ὡς Θεὸν τῶν ὅλων, τρανῶς, Ἰάκωβε καὶ Διονύσιε, σὺν Ἰακώβῳ ἀγχόνην καθυπεμείνατε.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, τὸν Υἱόν Σου, Μῆτερ, ὑπὲρ ἡμῶν τῶν πιστῶς προστρεχόντων Σοι, καὶ ἐν ᾠδαῖς μελιῤῥύτοις μακαριζόντων Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις, ἴον εὔοσμον ἀρετῆς, τῆς περιοικίδος, Καστορίας σεπτὲ βλαστέ, σὺν τῶν μαθητῶν σου, Ἰάκωβε, δυάδι, Ὁσιοάθλων νέων, κλέϊσμα πίστεως.
Τρίφωτον λυχνίαν νεολαμπῶν, Ὁσιομαρτύρων, εὐφημήσωμεν ἐκτενῶς, σὺν Διονυσίῳ, καὶ πάνυ Ἰακώβῳ, Ἰάκωβον, τὸν φάρον, τῆς γενναιότητος.
Τῶν Βοεβονδάδων σεπτὲ βλαστέ, τῆς περιοικίδος, Καστορίας, ὡς ἀκρεμὼν,Ὁσιομαρτύρων, ἐν Ἀδριανουπόλει, Ἰάκωβε γενναῖε, ἄρτι ἐνήθλησας.
Σὺν τῇ ξυνωρίδι σῶν μαθητῶν, ἤνυσας προθύμως, ἐναθλήσεως τὴν ὁδόν, τῷ Διονυσίῳ, καὶ θείῳ Ἰακώβῳ, Ἰάκωβε ἀλκίφρον, πίστεως σέμνωμα.
Χαίροις, Δερβεκίστης τριὰς σεπτὴ, Ὁσιομαρτύρων, ἡ ἀθλήσασα εὐσθενῶς, σὺν τῷ Ἰακώβῳ, ἐν Ἀδριανουπόλει, καὶ τῷ Διονυσίῳ, πάνυ Ἰάκωβε.
Σκέπετε, Ἰάκωβε, ἀκλινῶς, καὶ σὺν Ἰακώβῳ, Διονύσιε θαυμαστέ, Ὁσιομαρτύρων, τριάς, ὑμῶν ἐν ὕμνοις, τοὺς εὐλαβῶς τὴν θείαν, μνήμην γεραίροντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον.Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῶν Ἁγίων καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τιμῶντας ἐκτενῶς, τὴν ὑμῶν πανέορτον μνήμην, καὶ ἀνυμνοῦντας λαμπρῶς, τὴν ὑμῶν ἐνάθλησιν, Ὁσιομάρτυρες, νέα εὖχη τῆς πίστεως, Ἰάκωβε μάκαρ, σῶφρον Διονύσιε, ἅμα Ἰάκωβε, θεῖε, ἁγιάζετε πάντας, καὶ ὡς εὐσυμπάθητοι πόνων, ῥύεσθε ὑμᾶς τοὺς μεγαλύνοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Καστορία σεμνύνεται τοῖς σπαργάνοις σου, Ἰβήρων Σκήτη καὶ Μάνδρα τῆς Δερβεκίστης τῇ σῇ, ἐνασκήσει καὶ κλεινὴ Ἀδριανούπολις, πόνοις σου τοῖς μαρτυρικοῖς,Ὁσιόαθλε στεῤῥέ, Ἰάκωβε, ὁ ἀθλήσας, σὺν μαθητῶν σου δυάδι, μεθ’ ὧν Χριστὸν ἡμῖν ἱλέωσαι.
Τετράστιχον.
Σεραφεὶμ Ἀρχιθύτην Καστοριέων
καὶ Ἰάκωβον Διάκονον σκέπετε,
Ἰάκωβε, εὐσθενὲς Ὁσιομάρτυς,
σὺν Διονυσίῳ τε καὶ Ἰακώβῳ,
ἀκλινῶς ὑψόθεν Χαραλάμπης ψάλλει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου