ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τοὺς καταφεύγοντας τῇ Σκέπῃ τῇ θείᾳ, Θεοχαρίτωτε ἁγνὴ Θεοτόκε, ἀπὸ παντοίων λύτρωσαι κακώσεων, χάριν δὲ καὶ ἔλεος, καὶ εἰρήνην ἐν βίῳ, δίδου Κόρη ἅπασι, καὶ πταισμάτων τὴν λύσιν, τοῖς εὐχαρίστως μέλπουσιν ἀεί, τὰ μεγαλεῖα τῆς σῆς ἀγαθότητος.
Δόξα. Το αυτό. Καἰ νῦν Θεοτοκίον.
Ὢσπερ ἀνέπτυξας τὸ πάλαι Παρθένε, ἐν ναῷ τῶν Βλαχερνῶν τὴν σὴν Σκέπην, καὶ τοὺς ἐκεῖ πιστούς περιεσκέπασας, οὕτω καὶ νῦν ἅπλωσον ταύτην ἄνωθεν Κόρη, μητρικῇ χρηστότητι, τῆς παρούσης Μονῆς σου, καὶ ἐπηρείας πάσης δυσμενοῦς, σκέπασον ταύτην, θερμῶς σοι ἐλπίζουσαν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Σκέπη πιστῶν σὺ εἲ ῶ Παρθένε. Γερασίμου.
ᾨδὴ α Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σκεπάζουσα ὥφθης περιφανῶς, Ἀγνὴ τὸν λαόν σου, ἐν τῷ οἴκῳ τῶν Βλαχερνῶν, οὕτω καὶ νῦν σκέπασον Παρθένε, τοὺς ἐκζητοῦντας τὴν ἄμαχον Σκέπην σου.
Κινδύνων καὶ νόσων καὶ συμφορῶν, καὶ πάσης ἀνάγκης καὶ μανίας τοῦ δυσμενοῦς, ἁτρώτους διάσωζε Παρθένε, τοὺς τῇ ἁγίᾳ σου Σκέπῃ προστρέχοντας.
Ἐφάπλωσον ἄνωθεν νοερῶς, ταύτης τῆς Μονῆς σου, τὴν σὴν Σκέπην τὴν κραταιάν, καὶ σκέπε αὐτὴν ἐκ πάσης βλάβης, καὶ τῶν βελῶν τοῦ δολίου ἀλάστορος.
Πηγάζει ἡ Σκέπη σοὺ ἡ σεπτή, χαράν, εὐφροσύνην, καὶ ὑγείαν καὶ φωτισμόν, Ἀγνὴ Θεοτόκε τῷ λαῷ σου, διὸ πρὸς ταύτην ἀεὶ καταφεύγομεν.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Η ἁγία σου Σκέπη, καὶ φωταυγὴς Ἄχραντε, οἲα φωτοφόρος νεφέλη καλύπτει πάντοτε, τοὺς σὲ δοξάζοντας, ὅθεν μὴ παύσῃ Παρθένε, ταύτην ἀναπτύσσουσα, ἐπὶ τοὺς δούλους σου.
Περιβόλαιον θεῖον καὶ ἀῤῤαγὲς στήριγμα, ἡ σωτηριώδης σου Σκέπη, Παρθένε γένοιτο, ταύτῃ τῇ ποίμνῃ σου, ἐν ἀσφαλείᾳ τηροῦσα, ταύτην καὶ σεμνότητι, ἠθῶν ἀσκήσεως.
Ἰδοὺ πάντες Παρθένε, πίστει θερμῇ σπεύδομεν, οἲα περ νοσσία τῇ Σκέπῃ τῇ τῶν πτερύγων σου, σκέπε οὒν Ἂχραντε, ἐπιβουλῆς μανιώδους, τοῦ δολίου δράκοντος, ἡμᾶς ἑκάστοτε.
Σκέπη πάμφωτε κόσμου, καὶ συμπαθὴς ἔφορος, σκέπε Θεοτόκε Παρθένε τῇ σῇ χρηστότητι, τοὺς ἀφορῶντας πιστῶς, πρὸς τὴν ἁγίαν σου Σκέπην, καὶ ζητοῦντας πάντοτε, ταύτης τὴν δύναμιν.
Διάσωσον τῇ παναγίᾳ σου Σκέπη Θεογεννῆτορ, τοὺς ἐν πίστει ταύτῃ ἀεὶ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ.
Η σκέπη ἡ σή, Παρθένε Παναμώμητε, ἐκλάμπει ἀεί, ὡς ἥλιος τοῖς πέρασι, καὶ δαιμόνων φάσματα, καὶ παντοῖα τοῦ σκότους συμπτώματα ἀπελαύνει ὀξέως Ἀγνή, καὶ πᾶσι παρέχει φῶς οὐράνιον.
ᾨδὴ δ’. Εἰσακήκοα, Κύριε.
Τῆ σῇ Σκέπῃ Πανάχραντε, πάσης ἐπηρείας ἀπολυτρούμεθα, διὰ τοῦτο μεγαλύνομεν, τὴν κηδεμονίαν ταύτης Πάναγνε.
Ὢς τὴν πόλιν πρὶν ἔσκεπες, τὴν τοῦ Κωνσταντίνου, τῇ θείᾳ Σκέπῃ σου, οὕτω σκέπε ἡμᾶς Δέσποινα, τὸ μικρόν σου ποίμνιον, δεόμεθα.
Νἐμει χάριν καὶ ἴασιν, ψυχῶν καὶ σωμάτων ἡ θεία Σκέπη σου, Θεοτόκε Ἀειπάρθενε, διὰ τοῦτο ταύτῃ ἀεὶ σπεύδομεν.
Σκεπασθήσομαι πτέρυξι, τῆς σῆς προστασίας ὁ καταφεύγων σοι, Θεοτόκε Ἀειπάρθενε, ἡ καταφυγὴ καὶ σωτηρία μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὓπερθεν Ἀγνή, τῆς Μονῆς σου ταύτης ἅπλωσον, τὴν σὴν Σκέπην μυστικῶς τὴν φωταυγῆ, τῆς τῇ κλήσει καυχωμένης ταύτης Δέσποινα.
Εἰδέ σε ποτέ, ὁ Ἀνδρέας ὁ πανόσιος, περισκέπουσαν λαὸν τὸν εὐσεβῆ, καὶ ἐξέστη Θεοτόκε, τῷ θεάματι.
Ἰαμα Ἀγνή, ὥσπερ δρόσον ἀερμώνειον, ἀποστάζει ἡ σὴ Σκέπη ἡ σεπτή, καὶ σβεννύει τῶν παθῶν ἡμῶν τούς ἄνθρακας.
Ὢσπερ συμπαθής, συμπαθῶς ταύτῃ τῇ Μάνδρᾳ σου, καυχωμένῃ τῇ σῇ Σκέπῃ τῇ λαμπρῇ, δίδου Κόρη οἰκτιρμῶν σου τὰ δωρήματα.
ᾨδὴ στ΄. Τἠν δέησιν ἐκχεῶ.
Πλουσίῳ ἀστραπτομένην φωτί σε, ὁ μακάριος κατεῖδεν Ἀνδρέας, σκέπουσαν Κόρη τοὺς σὲ ἀνυμνοῦντας, ἀλλὰ καὶ νῦν τῆς σῆς Σκέπης τῇ χάριτι, περιλαβοῦ πάντας ἡμᾶς, ὡς ἂν πάσης ρυσθῶμεν κακώσεως.
Ἀστράπτει ἡ φωτοφόρος σοὺ Σκέπη, τὰς πολλὰς εὐεργεσίας σου Κόρη, καὶ καταυγάζει ἡμῶν τὰς καρδίας, τῇ φωταυγεῖ ἐνεργείᾳ τῆς χάριτος, καὶ διαλύει ὁλικῶς, τῶν παθῶν τὴν ζοφώδη ἐπήρειαν.
‘Ρυσθῆναι τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ βαδίζειν τὴν ὁδὸν τὴν εὐθεῖαν, τῶν ἐντολῶν τοῦ Θεοῦ ἀπροσκόπτως, ἵνα ζωῆς εἰς τὴν πόλιν εἰσέλθωμεν ἐνίσχυσον ἡμᾶς Ἀγνή, τοὺς προστρέχοντας πίστει τῇ Σκέπῃ σου.
Θεῶ μὲν εὐαρεστεῖν εὐσχημόνως, τοῦ ἐχθροῦ δὲ τὰς παγίδας συντρίβειν ταύτην ἐνίσχυσον Κόρη τὴν ποίμνην, τὴν τιμωμένην τῇ κλήσει τῆς Σκέπης σου, καὶ ἀφορῶσαν ὁλικῶς, πρὸς τὴν ταύτης ἀήττητον δύναμιν.
Διάσωσον τῇ παναγίᾳ σου Σκέπῃ Θεογεννῆτορ, τοὺς ἐν πίστει ταύτῃ ἀεὶ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὢς ἐν Βλαχέρναις ἀὔλως ἀνέπτυξας, τὴν φωταυγῆ καὶ σωτήριον Σκέπην σου, οὕτω καὶ νῦν ταύτην ἅπλωσον Ἂχραντε, καὶ περισκέπασον ταύτην τὴν ποίμνην σου, αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σοὺ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αυτής˙ καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί είπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ ˙ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί˙ ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντουπρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς της Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον ταἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὀ Θεός….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Σκέπη πανυπέρτιμος, τῆς Παναγίας Παρθένου, πηγὴ πάσης χάριτος, κόσμου καταφύγιον καὶ διάσωσμα· θησαυρὲ ἄυλε, δωρεῶν ἀύλων, σωστικῇ σου κραταιότητι, σκέπε καὶ φύλαττε, πάσης χαλεπῆς περιστάσεως, καὶ συνοχῆς καὶ θλίψεως, καὶ ἐκ τῶν σκανδάλων τοῦ ὄφεως, τοὺς πίστει τελείᾳ, προσφεύγοντας τῇ χάριτι τῇ σῇ, καὶ εὐλαβῶς μεγαλύνοντας, τὰ πολλά σου θαύματα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐπιστᾶσα Παρθένε, νοητῶς τὸν λαόν σου πάλαι διέσκεπες, καὶ νῦν ἐπιφανεῖσα, σοῖς δούλοις ἀοράτως τῇ σῇ Σκέπῃ πυργήρωσον, τὴν εὐαγῆ σου Μονήν, ὡς βρύσις τοῦ ἐλέους.
Νοσημάτων παντοίων, καὶ ὀλεθρίων ἡμᾶς ἀπάλλαξον, Παρθένε Θεοτόκε, τοὺς πίστει προσιόντας, τῆς σῆς Σκέπης τῇ χάριτι, καὶ ἀνυμνοῦντας αὐτῆς, τὰ μεγαλεῖα Κόρη.
Ἐν Βλαχέρναις μὲν πάλαι, τὸ σεπτὸν μαφόριον Κόρη ἥπλωσας. Ἡμῖν δὲ τοῦτο Κόρη, ἅπλωσον ἀοράτως, ὡς νεφέλην πολύφωτον, καὶ ὄμβρισον δι᾽ αὐτοῦ, χαρὰν ἡμῖν τὴν θείαν.
Γεωργεῖν ἡμῶν Κόρη, τὰς καρδίας νοήματα τὰ σωτήρια, καὶ βίον διανύειν, ἐνάρετον ἐν πᾶσι, καταξίωσον Ἄχραντε, ἂν τῆς ἄνω ζωῆς, τύχωμεν μετὰ τέλος.
ᾨδὴ ζ΄. Τὀν Βασιλέα.
Ἐν τῇ σῇ Σκέπῃ καταπατοῦμεν Παρθένε, ἅπαν σκάνδαλον ἐχθροῦ τοῦ βροτοκτόνου, καὶ τῆς σωτηρίας, καρπούμεθα τὴν χάριν.
Ρὥσιν παρέχει, ἡ παναγία σου Σκέπη, καὶ κραταίωσιν κατὰ παθῶν ποικίλων, ὅθεν γηθοσύνως, ὑμνοῦμέν σε Παρθένε.
Ἀγνὴ Παρθένε, ἡ Κραταιὰ κόσμου Σκέπη, φρούρει καὶ σῶζε πάσης βλάβης, τοὺς ὑπερυψοῦντας, τὴν σὴν μεγαλωσύνην.
Σκέπασον Κόρη, ταύτην τὴν θείαν Μονήν σου, τὴν τιμῶσάν σου τὴν Σκέπην ἐξαιρέτως, καὶ στηριζομένην, ταύτης τῇ δυναστείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἀεὶ βραβεύει, ἡ σεπτή σου Σκέπη, τοῖς προσιοῦσι τῇ ταύτης χρηστότητι, καὶ μεγαλύνουσι Κόρη τὰ μεγαλεῖα σου.
Μἡ παύσῃ προνοοῦσα, Κόρη καὶ φρουροῦσα, καὶ περισκέπουσα ταύτην τὴν ποίμνην σου, τὴν ἀνυμνοῦσαν ἀπαύστῶς τὴν θείαν Σκέπην σου.
Ὀλόφωτε καθέδρα, τοῦ Παμβασιλέως, εὐλογημένη Παρθένε Πανάμωμε, σκέπε καὶ σῶζε ἀπαύστως τοὺς σὲ δοξάζοντας.
‘Υψόθεν μὴ ἐλλείπῃς, σκέπουσα Παρθένε, τῇ κραταιᾷ προστασίᾳ τῆς Σκέπης σου, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σκέπη τῆς Παρθένου φωτολαμπής, πιστῶν σωτηρία καὶ ἀπίστων ἡ συντριβή, σκέπε πάσης βλάβης, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας, καὶ ἀπεκδεχομένους τὴν σὴν βοήθειαν.
Ὢφθης Θεοτόκε ὑπερφυῶς, ἐν τῷ Βυζαντίῳ περισκέπουσα τοὺς πιστούς, ἐν τῇ ἀναπτύξει, τοῦ θείου σοὺ κρηδέμνου, διὸ τὴν πρὸς ἡμᾶς σου ὑμνοῦμεν πρόνοιαν.
Χαίρων ἐθεάσατο μυστικῶς, ὁ ἐν ναῷ σοὺ Κόρη τῷ ἁγίῳ τῶν Βλαχερνῶν ὁ σεπτὸς Ἀνδρέας, σὲ σκέπουσαν ἀύλως, τοῖς παννυχίοις ὕμνοις σε μεγαλύνοντας.
Ὢσπερ πάλαι ἥπλωσας νοερῶς, ἀχράντοις χερσί σου, σὸν μαφόριον τὸ σεπτόν, σκέπουσα τοὺς πάντας, οὕτως ἅπλωσον τοῦτο, καὶ σκέπε Θεοτόκε, ἡμᾶς δεόμεθα.
Βρύει ἡ σὴ Σκέπη ἡ θαυμαστή, δρόσον εὐφροσύνης, καὶ παράκλησιν ἐν δεινοῖς, καὶ παθῶν σβεννύει, τὴν φλόγα Θεοτόκε, καὶ νέμει τοῖς αἰτοῦσι, χάριν καὶ ἔλεος.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, Σκέπη φωτοφόρε, τῆς Παρθένου τε καὶ Ἀγνῆς, ταύτην τὴν Μονήν σου, ἀεὶ στηριζομένῆν, τῇ χάριτι τῇ θείᾳ, τῆς προστασίας σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπε ἀπὸ πάσης προσβολῆς, τῇ σῇ κραταιᾷ Κόρη Σκέπῃ, τοὺς καταφεύγοντας, καθ᾽ ἑκάστην Δέσποινα τῇ ἀντιλήψει αὐτῆς, καὶ τὸ μέγα σοῦ ὄνομα, καθ᾽ ὥραν φωνοῦσι, Δέσποινα βοήθησον, τῇ θείᾳ Σκέπῃ σου, πᾶσι τοῖς πικρῶς θλιβομένοις, πάντας συνοχῆς κατωδύνου, καὶ παντοίων πόνων ἀπαλλάττουσα.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Σκέπη ἡ φωτόμορφος τῆς Θεοτόκου
Σκέπε Γεράσιμον τὸν σοὶ προσιόντα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου