Κυριακή 29 Οκτωβρίου 2023

Παρακλητικός Κανών εις την Αγία Ὀσιομάρτυρα Αναστασία την Ρωμαίαν


Παρακλητικός Κανών εις την Αγία Ὀσιομάρτυρα Αναστασία την Ρωμαίαν

Εορτάζετε στις 29 Οκτωβρίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον 
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. 
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
π’ ἀμετρήτων ἀναγκῶν καὶ κακώσεων, καὶ ἀφορήτων πειρασμῶν οἱ στενούμενοι, ἐν μετανοία σπεύσωμεν, βοῶντες θερμῶς• Μάρτυς ἀξιάγαστε, ἀθληφόρε Κυρίου, σπεῦσον ἐξανάστησον, ἐκ παθῶν ἡμᾶς πάντας, ἑξαιτουμένους τὴν σὴν ἀρωγήν, Ἀναστασία, τῆς Ρώμης τὸ βλάστημα.

Δόξα.
π’ ἀμετρήτων ἀναγκῶν καὶ κακώσεων, καὶ ἀφορήτων πειρασμῶν οἱ στενούμενοι, ἐν μετανοία σπεύσωμεν, βοῶντες θερμῶς• Μάρτυς ἀξιάγαστε, ἀθληφόρε Κυρίου, σπεῦσον ἐξανάστησον, ἐκ παθῶν ἡμᾶς πάντας, ἑξαιτουμένους τὴν σὴν ἀρωγήν, Ἀναστασία, τῆς Ρώμης τὸ βλάστημα.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς•
ΔΙΑΣΩΣΟΝ ΜΕ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ.

Ὠδὴ α’. 
Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Δειναῖς χειμαζόμενος προσβολαῖς, πρὸς σὲ ἀνατρέχω, ἐκζητῶν τὴν ἀναψυχὴν ὢ μάρτυς Χριστοῦ Ἀναστασία, ἐξ ὀμιχλώδους θυέλλης με λύτρωσαι.

άσεων χάριν παντοδαπῶν, καὶ δύναμιν πάσαν, διασώζειν ἐκ συμφορῶν, λαβοῦσα Σεμνὴ παρὰ Κυρίου, ἐκ τῆς διττῆς ἀσθενείας με ἴασαι.

ρρήτων χαρίτων καὶ δωρεῶν, τυχεῖν ἠξιώθης, ἐκ χειρὸς παγκρατορικῆς• διό ἐκ τῆς πλάνης καὶ τοῦ δόλου, τοῦ Ἀρχεκάκου ταχὺ με ἑξάρπασον.

Θεοτοκίον
Σωτῆρα τεκοῦσα καὶ ποιητήν, Ἀνύμφευτε Νύμφη, ὑπερήρθης τῶν οὐρανῶν διό δυσωπῶ σὲ τῶν παγίδων, καὶ τῶν τοῦ κόσμου κακῶν με ἁπάλλαξον.

Ὠδὴ γ’. 
Οὐρανίας ἁψίδος.
ς θερμὴν προστασίαν, καὶ ἀκλινῆ πρόμαχον, ὡς καταφυγὴν τῶν νοσούντων καὶ ἐπανόρθωσιν, ἀεὶ τιμῶντες σε, Ἀναστασία παρθένε, νῦν ἐπικαλούμεθα τὴν σὴν ἀντίληψιν.

Σὺ ἐδέξω Ἁγία, πρὸ τοῦ σεπτοῦ τέλους σου, ἄνωθεν φωνὴν βεβαιοῦσαν, σοὶ τὸ αἰτούμενον, τὸ θεραπεύειν δή, παντοίας νόσους πασχόντων, ὅθεν νῦν ἐνέργησον τὸ ἐν σοί χάρισμα.

μηγύρεις ἀζύγων, ἀθωνικὸν σύστημα, καὶ πληθὺς πιστῶν ἐκ περάτων, πάντες προστρέχουσιν, ὡς ἀνυμνήσοντες ἐν τῇ Μονῇ Γρηγορίου, τὰ λαμπρά σου θαύματα καὶ ἀγωνίσματα.

Θεοτοκίον
Νοσημάτων ποικίλων, καὶ πειρασμῶν ἔφοδος, καὶ ἀλλεπαλλήλων κυμάτων, μέγα κλυδώνιον, ἀναχαιτίζεται, ταῖς κραταιαῖς μεσιτείαις, καὶ ταῖς παρακλήσεσι τῆς θεομήτορος.

Διάσωσον, ὁσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοὺς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν Ἰαμάτων.

πίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. 
Τὰ ἄνω ζητῶν.
Πηγὴ δωρεῶν, ὑγείαν ἀναβρύουσα, αἰτία καλῶν, ψυχῶν θεραπευτήριος, συμπαθῶς ἐπίβλεψον Ἀναστασία τοῖς ἰκέταις σου, σαῖς μεσιτείαις ἄγουσα ἡμᾶς, εἰς θεῖον νυμφώνα καθαρότητας.

Ὠδὴ δ’. 
Εἰσακήκοα Κύριε.
Μεγαλύνω τὰ πάθη σου, ἄπερ καθυπέστης διὰ τὸν Κύριον ἑξανάστησόν με δέομαι, Μάρτυς Ἀναστάσεως ἐπώνυμε.

πανέγειρον Πάνσεμνε, κλίνης ὀδυνῶν μου πίκρας τε θλίψεως, κατευθύνουσα τὸν βίον μου, ἐκ τῆς ἀκηδίας πρὸς τὰ κρείττονα.

Οἰδημάτων νοσήματα, ψύξεις, αἱματώσεις, κῆλαι, ἐγκαύματα, ἀσθενούντων δεομένων σου, τῇ σῇ ἐπικλήσει θεραπεύονται.

Θεοτοκίον
Συμμαχία ὑπέρμαχος, συμπόνος καὶ συμπλοῦς τῶδε τῷ βίω μου, συνεργὸς καὶ συνεπίκουρος, στήθι μοὶ Μαρία Ἀειπάρθενε.

Ὠδὴ ε’. 
Φώτισον ἡμᾶς.
λιγγος δεινός, πυρετός, καρδιοπάθεια, νοσώδεις καὶ λοιμώδεις ἐπιφοραί, τῇ σῇ προνοία, Ἀθληφόρε ἀπελαύνονται.

γκοι φοβεροί, λευχαιμία, νεφροπάθεια, αἱμορραγίαι, ἀρθρίτις καὶ πληγαί, τῇ σῇ φροντίδι καὶ ἀγάπη θεραπεύονται.

Μόλυνσις ψυχῆς, τῇ μολύνσει νοῦ καὶ σώματος, συνῆλθε ἐν ἐμοὶ τῷ ρυπαρῶ Ἀναστασία, σαῖς λιταῖς ὅλον με κάθαρον.

Θεοτοκίον
γνισον Ἁγνή, λεπρωθείσαν τὴν καρδίαν μου, τῷ πλήθει τῶν ἀμέτρων μου κακιῶν, ὀδοποιοῦσα, πρὸς τὸ φῶς τῆς Ἀναστάσεως.

Ὠδὴ στ’. 
Τὴν δέησιν.
ωννύμενος, ἐκ πολλῶν κακώσεων, καὶ ἁλλόμενος ὡς ἔλαφος ψάλλω, ἀνευφήμων ποσαπλὼς σοῦς ἀγῶνας, καὶ ἀνύμνων σὰ λαμπρὰ κατορθώματα, προσπίπτω δὲ καὶ προσκυνῶ, τὴν παμπόθητον θείαν εἰκόνα σου.

Τὸ σῶμά σου, ἠξιώθης Πάνσεμνε, τῷ Νυμφίῳ παραστήσαι θυσίαν, καὶ δι’ ἐλαίου φρονίμων παρθένων, συνεισελθεῖν εἰς νυμφῶνα οὐράνιον, κακεῖθεν οἵα συμπαθής, καταπέμπειν ἀφθόνως δωρήματα.

πήκοος, ἕως τέλους γέγονας, τῇ σεμνῇ σοῦ διδασκάλῳ Σοφίᾳ οὐκ ἐδειλίασας γὰρ τοὺς τυράννους, καὶ τὸ δριμὺ τῶν βασάνων ὑπήνεγκας• διὸ ἀπείληφας τρανώς, τὸν τῆς δόξῃς ἀμάραντον στέφανον.

Θεοτοκίον
Συνέλαβες, ἀπορρήτως Δέσποινα, τόν τοῦ κόσμου συνοχέα καὶ Κτίστην, ἀποκυήσασα τοῦτον ἀφράστως, καὶ μετὰ τόκον ὡς πρὶν διαμείνασα διὸ τιμῶμεν εὐλαβῶς, σὲ τὴν μόνην Ἁγνὴν Ἀειπάρθενον.

Διάσωσον, ὀσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοῦς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν ἰαμάτων.

χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. 
Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν χειμαζόμενων ἀκράδαντε, ἱκεσία πρὸς τὸν Πλαστουργὸν ἀμετάσειστε, μὴ βραδύνης ἀνενεγκεὶν θεῷ λιτὰς ἡμῶν, ἀλλὰ πλήρωσον ὡς συμπαθής, τὸ δεδομένον ἐξ Αὐτοῦ, τοῖς πιστῶς εὐφημούσι σὲ τάχυνον ἐν ἀνάγκῃ, καὶ σπεῦσον πρὸς θεραπείαν, ἡ ἰατρεύουσα ἡμᾶς, Ἀναστάσεως φερώνυμε.

Καὶ εὐθὺς Τὸ Προκείμενον.
πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἱσήκουσε τῆς δεήσεώς μου.
Στίχ: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγελίον. 
Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. κε’, 1-13.)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην, ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι• μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι• Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ἡ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός
Προσόμοιον. 
Ἦχος πλ. β΄. 
Ὅλην ἀποθέμενοι.
λη εἰ πλησίον μου, περικαλλὴς καὶ ὡραία, μῶμός σοι οὐκ ἐνεστί, λέγει σοὶ ὁ Κύριος, Ὀσιόαθλε ἄσπιλον κόσμον γάρ, περιβεβλημένη, παρεὶ νῦν ἐκ δεξιῶν αὐτοῦ, πεποικιλμένη δέ, τὰ τροπαιοφόρα μαρτύρια ταῦτα δὴ ταῦτα πρότεινον, ἅπερ δι’ Αὐτὸν καθυπέμεινας, ὅπως ἐξιλάση Αὐτὸν κινοῦσα σπλάγχνα οἰκτιρμῶν, τοῦ συγχωρήσαι καὶ σώσαι μέ, ὅταν μέλλω κρίνεσθαι.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου …

Ὠδὴ ζ’. 
Οἱ ἐκ τῆς Ἰουδαίας.
νεγείρεις πεσόντας, νουθετεῖς τοὺς πιστούς, καὶ νεύροις τοὺς κάμνοντας, ὑψοῖς ἡμῶν τὸ κέρας, εὐφραίνεις τοὺς ὑμνούντας, ἐκ καρδίας καὶ μέλποντας• ὁ τῶν Πατέρων ἡμῶν, θεὸς εὐλογητὸς εἰ.

Νοεραῖς ταῖς ἀκτῖσιν, ἐλαμπρύνθης Παμμάκαρ ψυχὴ καὶ σώματι• διὸ ἡ μυροθήκη, τῶν θείων σοῦ λειψάνων, θεραπεύει τοὺς ψάλλοντας• ὁ τῶν Πατέρων ἡμῶν, θεὸς εὐλογητὸς εἰ.

γαπῶσα τὸν Κτίστην, τὴν διττὴν ἐντολὴν Μάρτυς ἐξεπλήρωσας, ἐπεὶ καὶ τὸν πλησίον, ἠγάπησας ὡς ἔδει, ἐν τῇ πράξει διδάσκουσα ὁ τῶν Πατέρων θεός, ὄντως ἐστὶν Ἀγάπη.

Θεοτοκίον
Στάμνος ὄντως ἐφάνης, συλλα-βοῦσα Χριστὸν μάννα τὸ οὐράνιον, καὶ τοῦτον ἐκτεκοῦσα, τροφὴν ἀθανασίας, καὶ τρυφὴν ἠμῶν ἄρρητον, τὸν τῶν Πατέρων ἠμῶν, θεὸν εὐλογημένον.

Ὠδὴ η’. 
Τὸν βασιλέα.
Τὶς μὲ χωρίσει, ἀπὸ ἀγάπης Κυρίου; οὐ λιμός, οὐ γυμνότης, οὐ θλῖψις• Αὐτῶ ποθῶ συνεῖναι, ἔφης εἰς τοὺς αἰῶνας.

νακουφίζεις, παραμυθεῖς ἀσθενοῦντας, ἀναψύχεις καταπονουμένους• πάντα δρᾶς εἰς δόξαν, Χριστοῦ τοῦ ἀναστάντος.

Συμπαθέστατη καὶ φιλανθρώπῳ προνοίᾳ, συμπαρίστασαι τοῖς ἐνδεέσι, καὶ εὐγνωμονούσι, σὲ Κόρη εἰς αἰῶνας.

Θεοτοκίον
λαρωτάτη, καὶ ἀγαθὴ διαθέσει, ἀσφαλίζεις παντοίων ἐκ κινδύνων, τοὺς ὑπερυψούντας σε μόνη Θεοτόκε.

Ὠδὴ θ’. 
Κυρίως θεοτόκον.
Αἱμάτων σου ἐκχύσεις, κάλλος παρθενίας, καὶ ἀκλινεῖς μεσιτείαί σου Πάνσεμνε, ἀποκαθαίρουσι πάθη, πληγὰς καὶ τραύματα.

μόλυντον νυμφῶνα, Κόρη ἐκληρώσω, εἰς οὐρανίους θαλάμους χορεύουσα, τοὺς εὐσεβῶς σὲ τιμῶντας ἐπιβραβεύουσα.

οαῖς τῶν σῶν αἱμάτων, μύροις δὲ λειψάνων, ἐν ἐπικλήσει σεπτού σου ὀνόματος, Ἀναστασία πηγάζεις, ἄφθιτα νάματα.

Θεοτοκίον
Τρυφὴ πιστῶν Παρθένε, δόξα σύ Μαρτύρων, Ἱεραρχῶν τὸ σεπτὸν ἐγκαλλώπισμα, Ἀθωνιτὼν δὲ Πατέρων στερρὸν προτείχισμα.

ξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
νυχας, ὀδόντας τε καὶ μαστούς, χεῖράς τε καὶ πόδας, ἐκκοπεῖσα ἀνηλεῶς, ὄνυξιν ἐξέσθης, πυρὶ καταφλεχθεῖσα, Ἀναστασία μάρτυς ὀσιοπάρθενε.

Δόξῃς ἀκηράτου κατατρυφάν, κατηξιωμένη, ἐν ταῖς ἄνῳ διαμοναῖς, πρόσδεξαι δεήσεις, λαοῦ ἡμαρτηκότος, καὶ σαῖς πρεσβείαις ῥῦσαί, πάντας κολάσεως.

Τρεῖς λαμπροὺς στεφάνους ἀπολαβεῖν, Μάκαρ ἠξιώθης, ἐκ χειρὸς τοῦ Δημιουργοῦ τὸν τῆς παρθενίας, καὶ τόν του μαρτυρίου, τὸν τῆς ὑπακοῆς δέ, ἐν τῇ ἀσκήσει σου.

φθονα Ἰάματα παρασχεῖν, νῦν μὴ κατοκνήσῃς, μηδὲ πέμψῃς ἡμᾶς κενούς• ὢ Ἀναστασία, τὸ δύνασθαι γὰρ ἔχεις, ὡς φέρουσα τὴν χάριν τοῦ Παντοκράτορας.

Ζῇ ἡ σὴ ψυχὴ ἐν χειρὶ θεοῦ, ἄνευθεν βασάνων, ἐν εἰρήνῃ διηνεκεῖ χαίρει δὲ πλουτοῦσα, Μονὴ τοῦ Γρηγορίου, τὰ θεία λείψανά σου, κόσμον ὡς ἄφθαρτον.

λαιον ἀγάπης παρθενικῆς, νήψεως ἐν πᾶσι, ἐγρηγόρσεως μυστικῆς, ἔσχες ἐν λαμπάδι, τῇ σὴ Ἀναστασία, διὸ νῦν ἐμβατεύεις εἰς τὰ οὐράνια.

λαιον ἐπίσταξον ἐπ’ ἐμέ, τὸν κεναῖς ἀπάταις, δουλωθέντα καὶ ἡδοναῖς, φώτισον τὸν νοῦν μου, ψυχήν τε καὶ καρδίαν, χριόμενα ἐλαίῳ ἀγαλλιάσεως.

Δίδαξον μὲ Μάρτυς ἐπιτελεῖν, τὴν ἁγιωσύνην, ἐν τῷ φόβῳ τῷ πρὸς θέον, καὶ τῇ σῇ πρεσβείᾳ καθήλωσον τάς σάρκας, καὶ πρὸς τὸν Ἰησοῦν μου, στρέψον τὴν ἔφεσιν.

ς ἀπολαβοῦσα δόξῃς τρισσώς, τὸ λογιστικόν μου, σὺν τῷ ἐπιθυμητικῷ, καὶ θυμοειδεῖ μου καταύγασαν φωτί σου, καὶ τῆς θεώσεως μὲ ποίησον ἄξιον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς). 
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. 
Δόξα Πατρί… 
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καἰ τὸ Ἀπολυτίκιον. 
Ἦχος γ’. 
Τὴν ὡραιότητα.
Τὴν ὀσιόαθλον καὶ καλλιπάρθενον, Ῥώμης τὸ βλάστημα, καὶ μέγα καύχημα, τῆς ἀναστάσεως Χριστοῦ, ἀξίως τὴν ἐπώνυμον, δεῦτε εὐφημήσωμεν, Ἀναστασίαν τὴν πάνσεμνον, βρύει γὰρ ἰάσεων, ἀκεσώδυνα φάρμακα, τοῖς τῶν λειψάνων αὐτῆς τὴν θήκην, προσπτυσσομένοις μετὰ πίστεως.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. 
Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες οἱ ἐν νόσοις χαλεπαῖς, καὶ ταῖς τρικυμίαις τοῦ βίου, ἐκταρασσόμενοι νῦν, δεῦτε δὴ προσδράμωμεν καὶ προσκυνήσωμεν, τὴν εἰκόνα τὴν πάντιμον, τῆς Ἀναστασίας, ταύτην ἱκετεύοντες ἐν κατανύξει πολλῇ• σπεῦσον, ἐξεγέρθητι ὅπως πάντας ἐκ παθὼν ἀναστήσῃς, Μάρτυς Ἀναστάσεως φερώνυμε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς,
Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις