Κυριακή 1 Σεπτεμβρίου 2024

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ



ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ

ἔχων ἡμέρας τριάκοντα
Ἡ ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

Ἀρχὴ τῆς Ἰνδίκτου, ἤ τοι τοῦ νέου ἐκκλησιαστικοῦ ἔτους·

Ἀπολυτίκιον 
Ἦχος β’.
πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσία θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
ἀρρήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ, καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ αὐτοῦ ἐξουσίᾳ, δώρησαι, τῷ φιλοχρίστῳ λαῷ σου νίκας· ἔτους δέ, τάς τε εἰσόδους καὶ τάς ἐξόδους, εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα πρὸς θεῖόν σου θέλημα.

(Ποιηθὲν τῶ 1813 ἔτει ὑπὸ τοῦ ἀοιδίμου Πατριάρχου Κωνσταντινοπόλεως, Κυρίλλου ς´).

Μεγαλυνάριον
ναρχε τρισήλιε Βασιλεῦ, ὁ καιρῶν καὶ χρόνων, τὰς ἑλίξεις περισκοπῶν, εὐλόγησον τὸν κύκλον, τῆς νέας περιόδου, τὰς ἀγαθάς σου δόσεις πᾶσι δωρούμενος.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν πόλιν σου, οἱ οἰκτιρμοὶ καὶ γάρ σου, εἰς πάντα τὰ ἔργα σου. Ὅθεν τὰς εἰσόδους, εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις