Δευτέρα, 14 Απριλίου 2014

Ἕτεροι, εἰς τὴν ξηρανθεῖσαν Συκῆν Τὴν Συναγωγήν, συκῆν Χριστός, Ἑβραίων, Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων, Ἀρᾷ ξηραίνει, ἧς φύγωμεν τὸ πάθος.


Τῶν καλῶν ἡ ἀπραξία, ὡμοιώθη τῇ συκῇ· ταύτην οὖν ἐκκλίνωμεν, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, τὴν συναγωγὴν φύλλοις πυκάζουσαν, προϋπογράφουσα.
Τῆς συκῆς τὴν ἀκαρπίαν, ἐκφυγόντες ἀδελφοί, γνῶμεν τὸ ὑπόδειγμα, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, ὅτε ἐπανάγων ὁ φιλάνθρωπος, ἦλθε πεινῶν ἐπ' αὐτήν.
Ὁ Προπάτωρ, γευσάμενος τοῦ ξύλου, ὡς ἐγνώσθη, γυμνὸς κατῃσχυμμένος, φύλλα συκῆς λαβὼν περιεζώσατο· τὴν συναγωγὴν γάρ, ἀπογυμνωθεῖσαν, Χριστοῦ προδιετύπου.
Ἐπείνασε τῶν ἀνθρώπων τὴν σωτηρίαν, ζωῆς ὑπάρχων ἄρτος, ὁ Χριστὸς καὶ Θεός, μου, ὡς συκῆν δὲ προφθάσας, τὴν ἄκαρπον συναγωγήν, φύλλοις κομῶσαν νομικοῖς αὐτήν, ὡς εἶδε κατηράσατο.

Δημοφιλείς αναρτήσεις

Follow by Email