Τετάρτη 3 Απριλίου 2024

Βίος καὶ Πολιτεία τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Ὑμνογράφου

 

Βίος καὶ Πολιτεία τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Ὑμνογράφου (815-886)

ΣΥΝΑΞΑΡΙΟΝ

(Ἐκ τοῦ Μηναίου)

Τῇ Γ´ τοῦ μηνὸς Ἀπριλίου, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωσὴφ τοῦ Ὑμνογράφου.

Στίχ. Ζῶντος Θεοῦ σὺ θεῖος ὑμνητής, Πάτερ.
Ἐγὼ δέ σου θανόντος ὑμνητὴς νέος.

Οὗτος τῆς Σικελῶν ἐπαρχίας ὑπῆρχε, γεννητόρων Πλωτίνου καὶ Ἀγάθης, ἐπιεικὴς καὶ εὐσεβὴς τὸν τρόπον, καὶ τῇ μελέτῃ τῶν θείων Γραφῶν ἀεὶ σχολάζων. Ἁλωθείσης δὲ τῆς πατρίδος αὐτοῦ ὑπὸ τῶν Ἀγαρηνῶν, οὗτος σὺν τῇ μητρὶ καὶ ἀδελφοῖς πρὸς τὴν τοῦ Πέλοπος ἀνήχθη· κἀκεῖθεν πρὸς τὴν Θεσσαλονίκην, ἔνθα τὸν μοναστὴν ὑπέρχεται βίον, καὶ πρὸς τοὺς πνευματικοὺς ἀγῶνας ἀποδύεται· κλίνη γὰρ ἦν αὐτῷ ἔδαφος κῳδίῳ καλυπτόμενον· χιτὼν ἀφελής· τροφή, ἄρτος βραχύς· ποτόν, ὕδωρ· στάσις παννύχιος· γονάτων κατάκλισις· συνεχεῖς ὕμνοι ἐπὶ στόματος· ἐργόχειρον, καλλιγραφία· ἡ ἐκ ταύτης σχολή, ἀνάγνωσις τῶν θείων Γραφῶν. Ἐκ τούτων γέγονε πρᾶος, σεμνός, μέτριος, ἁπλοῦς, ἀκέραιος, καὶ τὰ τούτοις ἑπόμενα. Τούτοις πλουτῶν, χειροτονεῖται πρεσβύτερος.

Χρόνος οὐχὶ συχνός, καὶ μετὰ Γρηγορίου, ᾧ τοῦ Δεκαπολίτου προσηγορία, ἀνδρὸς ἐλλογίμου, τῇ Κωνσταντίνου πόλει ἐπιδημεῖ· μεθ᾿ οὗ τῷ ναῷ τοῦ Ἁγίου Μάρτυρος Ἀντίπα ἐγκλείεται, σκληραγωγίαις καὶ ἀσκητικοῖς πόνοις ἐπαγαλλόμενος.

Ἐπεὶ δὲ ἡ χριστομάχος αἵρεσις ἀνεφύη τῶν Εἰκονομάχων, καὶ ὁ μακάριος εἰς Ῥώμην ἀπέπλεεν, εἰς τοῦτό τινων αὐτὸν ἀξιωσάντων, νῆες ἐπιστᾶσαι βαρβαρικαί, δεσμώτην εἰς Κρήτην ἀπήγαγον καὶ τῇ εἱρκτῇ ἐναπέθεντο. Πάντας δὲ ἐδίδασκε τὴν τῆς σωτηρίας ὁδόν, καὶ πολλοὺς ἐκ τῶν τοῦ διαβόλου χειρῶν ἐλυτρώσατο. Ἔνθα ἱεροπρεπής τις ἀνὴρ αὐτῷ ἐπιστάς, Ἐκ Μύρων τῆς Λυκίας ἐνταῦθα πάρειμι, ἔφη· ἀλλὰ δέξαι ταύτην τὴν κεφαλίδα. Ὁ δέ, λαβών, ὁμοῦ τε ἀνεγίνωσκε καὶ ἔψαλλε· Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν· ὅτι δύνασαι βουλόμενος· καὶ τὸ ἆδόμενον ἔργον πρωίας ἐγένετο· τότε γὰρ τοῦ τῆς αἱρέσεως προμάχου ἐκποδὼν γενομένου, ἡ τοῦ Θεοῦ Ἐκκλησία τῶν σεπτῶν εἰκονισμάτων ἀπείληφε τὴν εὐπρέπειαν· καὶ ὁ τίμιος Ἰωσήφ, ἐλευθερωθεὶς τῆς Κρήτης, πρὸς τὴν Κωνσταντινούπολιν διεσῴζετο.

Ἐπεὶ δὲ λείψανον ἱερώτατον τοῦ μεγάλου Ἀποστόλου Βαρθολομαίου παρά τινος λαβὼν εἶχε, καὶ ναὸν ἐπ᾿ ὀνόματι τούτου, συνάμα τῷ κλεινῷ Γρηγορίῳ, ἐδείματο, καὶ ἐν φροντίδι πλείονι καθειστήκει καὶ μελῳδήμασι τὰς αὐτοῦ πανηγύρεις κατακοσμῆσαι, σὺν δάκρυσί τε καὶ στεναγμοῖς ἠξίου τοῦ ποθουμένου τυχεῖν· τοιγαροῦν καὶ ἐπέτυχεν. Ὁρᾷ γὰρ ἄνδρα τινὰ φοβερόν, ἐν Ἀποστολικῷ τῷ σχήματι, ἀπὸ τῆς ἱερᾶς τραπέζης Εὐαγγέλιον ἀράμενον, καὶ τοῖς αὐτοῦ στέρνοις ἐπιθέντα καὶ εὐλογίας αὐτὸν ἀξιώσαντα. Τοῦτο δὲ ἦν ἀπαρχὴ τοῦ θείου χαρίσματος· οὕτω γὰρ ἀπόνως μετ᾿ εὐκολίας τὰς ἱερὰς μελῳδίας τοῖς αἰτουμένοις παρεῖχεν, ὡς εἶναι νομίζειν τινὰς μὴ ἐξ ἑαυτοῦ ταύτας γεννᾶν, ἀλλ᾿ ἐκμανθάνειν ἀλλαχοῦ πρότερον καὶ ἀποστοματίζειν, καὶ οὕτω τοῖς αἰτουμένοις παρέχειν· τὸ δὲ μὴ τοιαύτην ἔχειν τὴν ὑπόθεσιν, ἀλλ᾿ ἐκ θείου χαρίσματος, καθὰ προέφημεν, ταῦτα προφέρειν πεπίστευται.

Ἐντεῦθεν τοῖς ἁπάντων στόμασιν ᾄδεται, καὶ πᾶσι ποθεινὸς καὶ ἐπέραστος, οὐ μόνον ἰδιώταις καὶ ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς βασιλεῦσι γίνεται. Καὶ ὑπερορίᾳ μὲν παρὰ τὸ δέον καταδικάζεται· ἀλλ᾿ εὐθὺς ἀνακληθείς, τῶν ἱερῶν σκευῶν τῆς τοῦ Θεοῦ Ἐκκλησίας τὴν φυλακὴν πιστεύεται, Ἰγνατίου Πατριαρχοῦντος τοῦ θείου· οὗ μετὰ τὴν ἐκδημίαν, παρὰ Φωτίου στέργεται καὶ ἐκθειάζεται· (οὗτος γὰρ μετὰ τοῦτον Πατριάρχης ἀναδείκνυται) καὶ ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως ἀγωνιζόμενος, ἐξωρίσθη εἰς Χερσῶνα. Μετὰ δὲ τὴν τελευτὴν τοῦ τυράννου, ἀναῤῥυσθεὶς ἐκ Χερσῶνος παρὰ τῆς βασιλίδος Θεοδώρας, τῆς ποιησάσης τὴν Ὀρθοδοξίαν, καὶ πολλοὺς τῶν Ἁγίων αὖθις ὑμνολογήσας, ἐκοιμήθη, καὶ κατετέθη τὸ τίμιον αὐτοῦ Λείψανον ἐν τῇ Μονῇ, ἐν ᾗ κατάκειται.

Ἄνθρωπος δέ τις, ἔχων δοῦλον χρήσιμον, ἐπείπερ ὁ δοῦλος ἔφυγεν, ἀπελθὼν ὁ κύριος αὐτοῦ εἰς τὸν Ἅγιον Θεόδωρον τὸν Φανερωτήν, παρεκάλει αὐτὸν φανερῶσαι τὸν δοῦλον αὐτοῦ. Προσμείνας οὖν ἐν τῷ Ναῷ ἐπὶ τρισὶ νυχθημέροις, καὶ μηδὲν μαθών, λυπηθείς, ἐβούλετο ἀναχωρῆσαι. Ὄρθρου δὲ ὄντος, καὶ ψυχωφελοῦς ἀναγινωσκομένου λόγου, μικρὸν ἀφύπνωσε, καὶ ὁρᾷ τὸν Μάρτυρα λέγοντα αὐτῷ· Ἵνα τί λελύπησαι; Ἰωσὴφ ὁ ποιητής, κοιμηθεὶς ταύτῃ τῇ νυκτί, ἐπεσκέφθη παρ᾿ ἡμῶν πάντων, οὓς κανόσιν ἐτίμησεν ἡ ἁγία αὐτοῦ ψυχή· καὶ νῦν παραγέγονα τοῦ λοιποῦ δηλῶσαί σοι· Ἄπελθε κατὰ τὸν δεῖνα τόπον καὶ εὑρήσεις, ὃν ἐπιζητεῖς οἰκέτην σου.



Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις