ΤΡΙΩΔΙΟΝ
ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ
ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΛΑΖΑΡΟΥ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Στιχηρὰ Ἰδιόμελα τοῦ Ἁγίου Λαζάρου
Ἦχος πλ. β'
Ποίημα Λέοντος τοῦ Βασιλέως
Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, ὁ μέλλων γνώμῃ τάφον οἰκεῖν, ἐπηρώτας· Ποῦ τεθείκατε αὐτόν, μαθὼν δὲ ὃ οὐκ ἠγνόεις, ἐφώνεις ὃν ἐπόθεις· Λάζαρε δεῦρο ἔξω, καὶ ἐπήκουσεν ὁ ἄπνους, τῷ πνοὴν αὐτῷ διδόντι, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Κύριε, ἐπὶ τὸν τάφον τοῦ τετραημέρου, ἐπὶ τὸ μνῆμα ἦλθες Λαζάρου, καὶ ἐπὶ φίλῳ δάκρυα ῥάνας, νεκρὸν τετραήμερον ἤγειρας, ὁ στάχυς τῆς ζωῆς· διὸ θάνατος ἐδέθη φωνῇ, τὰ σπάργανα ἐλύθη χερσί· τότε χαρᾶς ἐπληροῦτο, τὸ στῖφος τῶν Μαθητῶν, καὶ μία παρὰ πάντων, ἐλειτουργεῖτο συμφωνία· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Κύριε, ἡ φωνή σου κατέλυσε, τοῦ ᾍδου τὰ βασίλεια, καὶ ὁ λόγος τῆς ἐξουσίας σου, ἤγειρεν ἐκ τάφου τετραήμερον, καὶ γέγονεν ὁ Λάζαρος, τῆς παλιγγενεσίας, προοίμιον σωτήριον. Πάντα δυνατά σοι Δέσποτα, τῷ πάντων Βασιλεῖ, δώρησαι τοῖς δούλοις σου, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Ἦχος πλ. β'
Κύριε, πιστῶσαι θέλων τοὺς Μαθητάς σου, τὴν ἐκ νεκρῶν σου Ἔγερσιν, ἐν τῷ μνήματι Λαζάρου παραγέγονας, καὶ φωνήσαντός σου τοῦτον, ὁ ᾍδης ἐσκυλεύθη, καὶ ἀπέλυσε τὸν τετραήμερον, βοῶντά σοι· Εὐλογημένε Κύριε δόξα σοι.
Ἦχος πλ. β'
Κύριε, παραλαμβάνων τοὺς Μαθητάς σου, ἐν Βηθανίᾳ παρεγένου, ἵνα ἐγείρῃς τὸν Λάζαρον, καὶ δακρύσας ἐπ αὐτόν, νόμῳ φύσεως ἀνθρωπίνης, ὡς Θεός, τοῦτον τετραήμερον ἥγειρας, καὶ ἐβόα σοι Σωτήρ· Εὐλογημένε Κύριε δόξα σοι.
Δόξα...
Ἦχος πλ. δ'
Ἰδιόμελον
Ἐπιστὰς τῷ μνήματι Λαζάρου ὁ Σωτὴρ ἡμῶν, καὶ φωνήσας τὸν νεκρόν, ὡς ἐξ ὕπνου ἐξανέστησας, ἀπεσείσατο τὴν φθορὰν τῆς ἀφθαρσίας τῷ πνεύματι, καὶ συνεξῆλθε τῷ λόγῳ, δεδεμένος κειρίαις. Πάντα δύνασαι, πάντα σοι δουλεύει Φιλάνθρωπε, πάντα σοι ὑποτέτακται, Σωτὴρ ἡμῶν δόξα σοι.
Καὶ νῦν...Ἕτερον Ἰδιόμελον
Ἦχος πλ. δ'
Ἀνδρέου Τυφλοῦ
Τὴν ψυχωφελῆ πληρώσαντες Τεσσαρακοστήν, βοήσωμεν· Χαίροις πόλις Βηθανία, πατρὶς ἡ τοῦ Λαζάρου, χαίρετε Μάρθα καὶ Μαρία, αἱ τούτου ἀδελφαί, αὔριον Χριστός παραγίνεται, ζωῶσαι ῥήματι, τὸν τεθνεῶτα ἀδελφόν· οὗ φωνῆς ἀκούσας, ὁ πικρὸς καὶ ἀκόρεστος ᾍδης, φόβῳ τρομάξας, καὶ μέγα στενάξας, ἀπολύσει Λάζαρον, κειρίαις ἐσφιγμένον, οὗ τῷ θαύματι, δῆμος Ἑβραίων ἐκπλαγείς, μετὰ βαΐων καὶ κλάδων, αὐτῷ προσυπαντήσουσι, καὶ ὀφθήσονται εὐφημοῦντες παῖδες, ὃν φθονοῦσι πατέρες. Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Βασιλεὺς τοῦ Ἰσραήλ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου