Τὸ ΣυναξάριονΤῇ ΙΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Σωφρονίου, τοῦ Ἁγιορείτου, Ἱδρυτοῦ καὶ Κτίτορος τῆς ἐν Ἔσσεξ Ἀγγλίας Ἱερᾶς καὶ Σταυροπηγιακῆς Μονῆς τοῦ Τιμίου ἐνδόξου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, ἔνθα καὶ ἐκοιμήθη ὁσιακῶς ἐν Κυρίῳ τῷ ἔτει 1993.ΣτίχοιἜλαμψε Σωφρόνιος βιοὺς μεγάλως,Ὑπερλάμπει δὲ νῦν χορῷ τῶν Ἁγίων.Πνεῦμα Θεῷ Σωφρόνιος παρέθετ’ ἐνδεκάτῃ.ὙπόμνημαΟὗτος ὁ θεοφόρος καὶ θεολογικώτατος πατὴρ ἡμῶν Σωφρόνιος, ἐγεννήθη κατὰ τὸ ἔτος 1894 ἐν Μόσχᾳ τῆς Ρωσίας, ἔνθα καὶ τοὺς χρόνους τῆς νεότητος αὐτοῦ διῆλθεν. Παρηκολούθησεν κατ’ ἀρχὰς τὴν ἐγκύκλιον παιδείαν, εἶτα δὲ ἐσπούδασεν εἰς τὴν Ἀνωτάτην Σχολὴν Καλῶν Τεχνῶν εἰδικευθεὶς ὡς ταλαντοῦχος εἰς τὴν ζωγραφικὴν τέχνην. Ἐκ φύσεως ὀξύνους καὶ βαθυστόχαστος ἠσχολήθη ἐπὶ ἑπταετίαν, ὡς ὁ ἴδιος γράφει ἐπανειλημμένως, μὲ τὸν ἐσωτερικὸν διαλογισμόν, ὡς οὗτος διδάσκεται ἐν τῷ βουδισμῷ, πρᾶγμα τὸ ὁποῖον θεωρεῖ ὡς τὴν μεγίστην ἁμαρτίαν καὶ πτῶσιν αὐτοῦ. Φωτισθεὶς δὲ παρὰ τοῦ Φιλανθρώπου Κυρίου ἐπέστρεψεν μετὰ ἰσχυρᾶς ψυχικῆς ὁρμῆς εἰς τὴν μελέτην τῆς διδασκαλίας τῶν ἁγίων Πατέρων τῆς Ἐκκλησίας καὶ μεταναστεύσας εἰς Γαλλίαν, μετὰ τὴν Ὀκτωβριανὴν ἐπανάστασιν εἰς Ρωσίαν, παρηκολούθησεν μαθήματα Θεολογίας ἐν τῷ Ἰνστιτούτῳ τοῦ ὁσίου Σεργίου ἐν Παρισίοις. Ἐκεῖ ἐν βαθυτάτῃ μετανοίᾳ ζῶν ἀπεφάσισε τὴν μετάβασιν καὶ ἐγκαταβίωσιν εἰς τὴν ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος εὑρισκομένην Ἱερὰν Μονὴν τοῦ ἁγίου Παντελεήμονος Ρωσσικοῦ, ἔνθα ἠξιώθη νὰ λάβῃ τὴν χειροτονίαν τοῦ Ἱεροδιακόνου καὶ νὰ γνωρίσῃ καὶ συνδεθῇ διὰ ἀῤῥήκτου πνευματικοῦ δεσμοῦ μετὰ τοῦ ἐκεῖ ἐγκαταβιοῦντος θεοδιδάκτου Γέροντος Σιλουανοῦ τοῦ Ἀθωνίτου, οὗτινος τὰ πολυτιμότατα χειρόγραφα λαβών, ὡς πλουσιωτάτην πνευματικὴν κληρονομίαν ἐξέδοτο μεταγενεστέρως ἐν Γαλλίᾳ.Εἰς δὲ τὴν σκληρὰν ἀθωνικὴν ἔρημον τῶν Καρουλίων λόγῳ τῆς σφοδρᾶς αὐτοῦ ἡσυχαστικῆς ἐπιθυμίας πρὸς ἐνασχόλησιν μετὰ τῆς νηπτικῆς ἐργασίας κατ’ ἀρχὰς μεταβάς, μετεγκαταστάθη εἶτα, τῇ προσκλήσει τῆς Μονῆς, εἰς τὸ κάθισμα τῆς Παναγίας Τριάδος, παρὰ τὸν ἀρσανᾶν τῆς Ἱερᾶς Μονῆς ἁγίου Παύλου.Ἐνταῦθα ἐπεδόθη εἰς νέους ὑπὲρ φύσιν πνευματικοὺς ἀγῶνας, γενόμενος πολλάκις θεατὴς τοῦ ἀκτίστου θείου φωτός, προσευχόμενος ἀδιαλείπτως ἐν μεγίστῃ συντριβῇ καὶ μετανοίᾳ ὑπὲρ παντὸς τοῦ κόσμου, κατὰ τὴν διάρκειαν τοῦ Β΄ παγκοσμίου πολέμου, βαθέως συμπάσχων μετὰ πάντων τῶν ἐπηρεαζομένων ὑπὸ τῶν καταστροφικῶν συνεπειῶν αὐτοῦ ἀνθρώπων.Χειροτονηθεὶς δὲ ἱερεύς, τῇ ἐντόνῳ παρακλήσει καὶ προτροπῇ ἁγιορειτῶν πατέρων, ἤρξατο τὸ ἔργον τῆς ἐξομολογήσεως καὶ ἀνέλαβε τὴν διακονίαν τοῦ Πνευματικοῦ πατρὸς τῶν ἐν ταῖς Ἱεραῖς Μοναῖς Ἁγίου Παύλου, Διονυσίου, Γρηγορίου, Σίμωνος Πέτρας καὶ Ξενοφῶντος, ἀδελφοτήτων, ὡς καὶ ἐπὶ μέρους ἁγιορειτῶν μοναχῶν, ἀξιωθεὶς πολλῶν θείων χαρισμάτων, ὡς ἐξομολογητικῶς ἀναφέρει ὁ ἴδιος εἰς τὰς θεοφωτίστους βίβλους αὐτοῦ.Μεταβὰς δ’ ἐπ’ ὀλίγον εἰς τὴν ἐν Καρυαῖς βατοπαιδηνὴν Σκήτην τοῦ ἁγίου Ἀνδρέου, ἔλαβεν ἐκεῖθεν ἀπολυτήριον καὶ ἠναγκάσθη νὰ ἐγκαταλείψῃ τὸν ἠγαπημένον Κλῆρον τῆς Κυρίας Θεοτόκου διὰ νὰ ἀπέλθῃ εἰς Ἀθήνας, ὅπως ὑποβληθῇ εἰς ἰατρικὴν θεραπείαν τῆς μεγάλως κλονισθείσης σωματικῆς αὐτοῦ ὑγείας. Μετὰ ταῦτα δέ, ἐπιθυμῶν ὅπως δημοσιεύσῃ τὸν θαυμαστὸν βίον ὡς καὶ τὰ χειρόγραφα τοῦ πνευματικοῦ αὐτοῦ πατρὸς Γέροντος Σιλουανοῦ, ἀπῆλθεν εἰς Παρισίους ἔνθα καὶ ἐδημιούργησε τὸν πρῶτον πυρῆνα τῆς μετὰ ταῦτα ἀναπτυχθείσης μοναστικῆς συνοδείας τῆς Πατριαρχικῆς καὶ Σταυροπηγιακῆς Μονῆς τοῦ Τιμίου Προδρόμου εἰς Ἔσσεξ Ἀγγλίας.Ἐκεῖ μετεγκατασταθεὶς τὸ 1959, ὁ μακάριος Πατήρ, ἐν πολλοῖς κόποις καὶ ποικίλων μορφῶν δυσκολίαις, δυσδιηγήτῳ δὲ πτωχείᾳ ὑλικῶν ἀγαθῶν, ἐπεδόθη ἔτι πλέον εἰς τὴν ἐν Χριστῷ οἰκοδομήν, τόσον τῶν σὺν αὐτῷ πνευματικῶν τέκνων, ὅσον καὶ τῶν ὁσημέραι πληθυνομένων καὶ ὡς ἐν ἀειῤῥόῳ πηγῇ, προστρεχόντων πιστῶν, ἐπιθυμούντων τὴν εἰς αὐτὸν ἀνάθεσιν τῶν πνευματικῶν προβλημάτων καὶ τὴν καθοδήγησιν εἰς τὴν ὁδὸν τοῦ ἁγιασμοῦ. Συγχρόνως δὲ συνέχισε τὴν συγγραφὴν τῶν πλήρων Ἁγίου Πνεύματος θεοσόφων βιβλίων αὐτοῦ, μεταφρασθέντων ἤδη εἰς πλείστας ὅσας γλώσσας καὶ οὕτω ἐγένετο γνωστὸς ἀνὰ τὴν Δύσιν καὶ πᾶσαν τὴν οἰκουμένην, ὑποβοηθήσας εἰς τὸν πνευματικὸν βίον τοὺς πιστοὺς καὶ τὸν ὁμαλὸν ἐγκεντρισμὸν πολλῶν διψώντων ἀλλοπίστων ἀνθρώπων εἰς τὸ σῶμα τῆς Ὀρθοδόξου Ἐκκλησίας.Μετὰ ψυχικῆς δυνάμεως δὲ πολλῆς καὶ αἰσθήσεως βαθυτάτης ἐτέλει ἀγγελοπρεπῶς ὁ ἀείμνηστος Ἀνήρ, ὡς ἄλλος Μέγας Βασίλειος καὶ ἱερὸς Χρυσόστομος, τὴν Θείαν Λειτουργίαν, ἥτις ἀπετέλει τὸν γλυκασμὸν τῆς ὁλονὲν προϊούσης πνευματικῆς πορείας καὶ τὸ κέντρον τῆς θεολογικῆς καὶ δογματικῆς αὐτοῦ διδασκαλίας, στοιχῶν ἐπακριβῶς τοῖς ἀρχαίοις πατράσι καὶ ἐκκλησιαστικοῖς διδασκάλοις. Τούτων τὴν σκέψιν θαυμαστῶς ἀνεχώνευσεν καὶ ἐπαρουσίασεν καινῶς τὰ παλαιὰ ἐν τῇ συγχρόνῳ ἐποχῇ, πάντοτε βασιζόμενος εἰς τὴν ἀρχὴν τῆς ὑποστατικῆς ἀρχῆς τῆς Ἁγίας Τριάδος καὶ τὸν τονισμὸν τῆς θεοειδίας καὶ μοναδικότητος παντὸς ἀνθρωπίνου προσώπου.Οὕτω πως πλήρης θείας σοφίας καὶ βαθείας τιμῆς καὶ ἀγάπης πρὸς πάντα ἄνθρωπον, ἠξιώθη ὁ μακάριος Πατὴρ καὶ τῶν χαρισμάτων τῆς θαυματουργίας καὶ τῆς προοράσεως, συντελέσας εἰς τὴν στερέωσιν τῆς πίστεως εἰς τὸν Θεόν, εἰς Ὃν ἀπέδιδε ταπεινοφρονῶν πᾶσαν οὐρανόδωρον εὐλογίαν, πλείστων ὅσων ἀπολαυσάντων τῶν θείων δωρεῶν τοῦ Προσώπου αὐτοῦ. Ἰσοβίως δὲ πάσχων τὴν σωματικὴν ὑγείαν καὶ ταλαιπωρούμενος ὑπὸ τοῦ σκόλοπος πολλῶν ἀσθενειῶν, ἔφθασεν, ὡς ἄλλος πατριάρχης Ἀβραάμ, εἰς βαθύτατον γῆρας, διατηρήσας πλὴν ἄχρι τελευταίας στιγμῆς τὸ εὔχαρι καὶ εἰρηναῖον τοῦ χαρακτῆρος καὶ τὴν σοφίαν τοῦ Πνεύματος, ὡς καὶ τὴν ἐνασχόλησιν, ὡς ἠδύνταο, μετὰ τῆς ἁγιογραφικῆς τέχνης.Οὕτω πως ὡς ὑψικάρηνος δρῦς καὶ ναῦς πολύφορος θείων ἀρετῶν καὶ χαρισμάτων, ἐν εἰρήνῃ ἀπῆλθεν εἰς τὸν ἠγαπημένον Κύριον, παραδοὺς τὸ πνεῦμα κατὰ τὴν πρωίαν τῆς Κυριακῆς 11ης Ἰουλίου 1994, καταλιπὼν τῇ Ἐκκλησίᾳ τὸν ἀνεκτίμητον θησαυρὸν τῶν ἐν ταῖς βίβλοις αὐτοῦ πνευματικῶν διδασκαλιῶν, πάντοτε ἐπαναφέρων καὶ ἐμβριθῶς σχολιάζων καὶ ἐξηγῶν ἐν αὐταῖς τὸ παρὰ τοῦ Κυρίου λεχθὲν λόγιον εἰς τὸν ἑαυτοῦ πνευματικὸν πατέρα ὅσιον Σιλουανόν «Κράτει τὸν νοῦν σου εἰς τὸν ᾋδην καὶ μὴ ἀπελπίζου».Ταφεὶς δέ, ὑπὸ τῶν φιλτάτων πνευματικῶν αὐτοῦ τέκνων, ὡς σπόρος Ὀρθοδοξίας ἐν τῇ Βρετανικῇ γῇ, εἰς τὴν κρύπτην τοῦ μοναστηριακοῦ κοιμητηρίου, ὅπερ ἐκ θεμελίων ἵδρυσεν, οὐ παύεται ἔκτοτε εὐεργετῶν καθημερινῶς διὰ σημείων καὶ θαυμάτων, τοὺς ἐν πίστει ἐπικαλουμένους τὴν ἀκαταίσχυντον παῤῥησίαν αὐτοῦ πρὸς Κύριον.Διό, τῇ φιλαγίῳ προτάσει τῆς Α.Θ.Παναγιότητος τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ.Βαρθολομαίου, ὑπὸ τῆς ἁγίας καὶ Ἱερᾶς Συνόδου τῆς Ἁγίας Μητρὸς Μεγάλης τοῦ Χριστοῦ Ἐκλησίας, κατὰ τὴν συνεδρίαν τῆς 27ης Νοεμβρίου 2019, ἀνεγνωρίσθη καὶ διεκηρύχθη ἐπισήμως ἡ ἁγιότης τοῦ Προσώπου γραφέντος τοῦ Ὀνόματος αὐτοῦ εἰς τὰς δέλτους τῶν Ἁγίων τῆς καθ’ ἡμᾶς Ὀρθοδόξου Μητρὸς Ἐκκλησίας, πρὸς μεγίστην χαρὰν πάντων τῶν ἁπανταχοῦ τῆς γῆς Χριστιανῶν, εἴτε γνωρισάντων προσωπικῶς αὐτόν, εἴτε διὰ τῆς ἀναγνώσεως ἀπολαμβανόντων τὸν ἐν ταῖς βίβλοις αὐτοῦ ἐναποθηκευμένον πλοῦτον τῆς Χάριτος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου