Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους και Θαυματουργούς Αναργύρους Κοσμάν και Δαμιανόν
Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
†Εορτάζουν στις 1 Νοεμβρίου
Εὒλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καί τό ἐξῇς τροπάριον.
Ἠχός δ’. Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.
Ὦς τῶν νοσούντων συμπαθεῖς ἰατῆρες, καί χειρουργοί τῶν χαλεπῶν παθημάτων, καί τῶν πασχόντων θείοι ἀντιλήπτορες, ΐασιν καί λύτρωσιν, καί ὑγείαν καί ῥῶσιν, ψυχῆς ὁμοῦ καί σώματος χορηγεῖτε άπαύστως, Κοσμά σοφέ σύν τῷ Δαμιανῷ, τοῖς τῆ πρεσβεῖα ὑμῶν καταφεύγουσι.
Δόξα, τό αύτό. Καί νῦν. Θεοτόκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σοῦ λαλεῖν οἵ ἀνάξιοι• είμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους• ούκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καί ὁ κανών, οὖ ἤ ἀκροστιχίς.
«Θεῖοι ἰατροί ἰάσασθε με. Γερασίμου».
Ώδη ἀ’.
’Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Θεράποντες θείοι τοῦ Λυτρωτοῦ, δυᾷς Ἀναργύρων, θεραπείας με ταχινῆς, τῆς κατά ψυχήν τε καί τό σῶμα, τῆ ἀντιλήψει ὑμῶν ἀξιώσατε.
Ἐπλήγην κακία τοΰ δυσμενοῦς, καί νόσῳ βαρείᾳ, περιπέπτωκα χαλεπῶς, ἀλλ’ ὦ ἰατροί τῶν ἀσθενούντων, τῆς ἐπελθούσης με θλίψεως ῥύσασθε.
Ἰάσεις παρέχοντες δωρεάν, Κοσμά θεοφόρε, σύν τῷ θείω Δαμιανῷ, πόνων καί δεινῶν ἀρρωστημάτων, τούς προσιόντας ὑμῖν ἀπαλλάξατε.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τού Χριστοῦ, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, λάμπρυνον τόν ζόφον τῆς ψυχῆς μου, ταῖς φωταυγέσι σου χάρισι δέομαι.
Ὠδή γ’. Οὐρανίας ἁψῖδος.
Ἰατροί δεδειγμένοι, παρά Θεοῦ ἄμισθοι, τοῖς ὀδυνηρῶς τρυχομένοις, πόνοιις καί ἄλγεσι, θεῖοι Ἀνάργυροι, τῆς ταλαίπωρου ζωῆς μου, τάς όδύνας λύσατε, ὡς συμπαθέστατοι.
Ἰαμάτων τά ῥεῖθρα, οἵα πηγή δίκρουνος, ἤ τῶν ίερών Ἀναργύρων, δυάς αὐτάδελφος, κόσμῳ πηγάζοντες, ἀσθενειῶν πάντα ῥύπον, καί παθῶν τόν βόρβορον, άποκαθαιίρετε.
Ἀναργύρους τάς νόσους, τάς τῶν βροτῶν παύοντες, ὦς παρά Κυρίου λαβόντες, τήν χάριν “Ἅγιοι, παύσατε δέομαι, τό τῆς καρδίας μου ἄλγος, καί πρός σωτηρίας με, τρίβον ἰθύνατε.
Θεοτόκιον.
Τόν Σωτῆρα τοϋ κόσμου, ὑπερφυῶς τέξασα, τήν ἐκ τῆς ἀρχαίας κατάρας, πληγήν ἰώμενον, ἡμῶν Πανύμνητε, τῆς ἀσθενούσης ψυχῆς μου, ἴασαι τόν καύσωνα, τῆ σή χρηστότητι.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυάς ἀγία, πάσης νόσου καί ἀσθενείας καί θλίψεως, τούς καταφεύγοντας πίστει ὑμῶν τῆ σκέπη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος Ββ’. Πρεσβεῖα θερμῇ.
Παθῶν χαλεπῶν, ἀκέστορες ὀξύτατοι, καί πάσης ψυχῆς, πασχούσης ἀνακούφισις, Δαμιανέ μακάριε, καί Κοσμά θεοφόροι Ἀνάργυροι, ἔν ύγεία ἡμῶν τήν ζωήν, ἀπτώτῳ τηρήσατε δεόμεθα.
Ώδή δ’. Εἰσακήκοα Κύριε.
Ῥῶσιν θείαν καί ϊασιν, καί ἁμαρτημάτων θεόθεν ἄφεσιν, ἐξαιτήσασθε Ἀνάργυροι, ταῖς συνεχομένοις ἀρρωστήμασι.
Ὀδυνώμενος πάθεσιν, ὑμῶν τῆ πρεσβεῖα προστρέχω “Ἅγιοι• μή παρίδητε Ἀνάργυροι, τόν ταῖς ἁμαρτίαις ἀπολλύμενον.
Ἰατροί συμπαθέστατοι, μυστικοῖς φαρμάκοις ὑμῶν τῆς χάριτος, τήν ἀφόρητον μου ἄλγησιν, τήν μαστίζουσαν με θεραπεύσατε.
Θεοτόκιον.
Ἰατῆρα κυήσασα, τόν τῶν δλων Κτίστην κόσμον ἰώμενον, Ἴασαι μου τά ἀλγήματα, Κεχαριτωμένη Μητροπάρθενε.
Ὠδή ε’ Φώτισον ήμάς.
Ἴαμα ἀεί, ἀναβλύζει θείω Πνεύματι, ὅ ναός ὑμῶν Ἀνάργυροι κλεινοί, καί ἰᾶται πᾶσαν νόσον καί πάν οἴδημα.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύοιτε Ἀνάργυροι, ἕξ ἡμῶν ἀποδιώκοντες ἀεί, τήν μανίαν τοΰ δολίου πολεμήτορος.
Σῶμα καί ψυχήν, ἀσινῆ ἡμῶν τηρήσατε, ἐκ δεινῶν ἀσθενειῶν καί συμφορῶν, τῶν προστάτας κεκτημένων ἡμᾶς Ἅγιοι.
Θεοτόκιον.
’Ἄχραντε Ἀγνῇ, τήν χρονθείσάν μου διάνοιαν, μανιώδεσι τοῦ πλάνου προσβολαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.
Ώδή στ’. Τήν δέησιν.
Συντρίμματα, τῶν ψυχῶν ἰάσασθε, καί τοΰ σώματος δεῖνας καχεξίας, ὦς δεδεγμένοι πλουσίαν τήν χάριν, τοῦ θεραπεύειν τάς νόσους Ἀνάργυροι, τῶν προσφωνούντων εὐλαβῶς, τήν σεπτήν ὑμῶν κλῆσιν ἑκάστοτε.
Θηρεύσας με, ἡδονῆς δελέατι, ήχμαλώτευσεν ὅ δόλιος δράκων ἔνθεν ὀδύναι καί νόσοι καί πόνοι, κρίσει δικαίας ἐπῆλθον μοι “Ἅγιοι• ὤν τῆς βαρείας συνοχῆς, ῥύσασθε με Ἀνάργυροι δέομαι.
Ἐκλάμποντες, ὦς φωστῆρες ἄδυτοι, ἰαμάτων τάς ἀκτίνας τῆ κτίσει, τῶν νοσημάτων διώκετε ζόφον, καί τῆς ὑγείας τό φώς διαυγάζετε, Ἀνάργυροι θαυματουργοῖ, τοῖς τῆ σκέπη ὑμῶν καταφεύγουσι.
Θεοτόκίον.
Μητράνανδρε, Μαριάμ Θεόνυμφε, ἤ Θεόν άνερμηνεύτως τεκοῦσα, τήν χαλεπήν τοῦ νόος μου σκοτίαν, τῆ φωταυγεΐ σου διάλυσον χάριτι, καί ΐθυνόν με πρός τό φῶς, τῶν σεπτῶν ἐντολῶν τοΰ Θεοῦ ἡμῶν.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυᾷς ἀγία, πάσης νόσου καί ἀσθενείας καί θλίψεως, τούς καταφεύγοντας πίστει ὑμῶν τῆ σκέπη.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων τήν χάριν δεξάμενοι, τούς ἀνιάτως νοσοῦντας ἰάσασθε. Κοσμά καί Δαμιανέ ἔνδοξοι, ἁμαρτημάτων τήν λύσιν αἰτούμενοι, τοῖς πίστει ὑμῖν καταφεύγουσι.
Προκείμεναν.
θαυμαστός ὅ Θεός ἔν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἔν τῆ γῆ…
Εὐαγγέλιον.
Ἐκ τού κατά Ματθαῖον, (Κεφ. ί’. 1, 5).
Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὅ Ίησοΰς τούς δώδεκα Μαθητάς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αύτα, καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακιαν.Τοῦτους ἀπέστειλεν ὅ Ἰησοῦς παραγγείλας αὐτοῖς, ἄγων εἰς όδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. Πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες: Ὅτι ἤγγικεν ἤ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεάν ἐλάβετε, δωρεάν δότε.
Δόξα.
Ταῖς τῶν Ἀναργύρων πρεσβείαις ἐλεῆμον έξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον έξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Έλέησόν με ὅ Θεός κατά τό μέγα έλεός σου…
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ῥῶσιν τε καί ἴασιν, τοῖς ἔν ὀδύναις καί λύπαις, συμπαθῶς παρέχοντες, Ἅγιοι Ἀνάργυροι θείω Πνεύματι, ἀλγεινῶν ῥύσασθε, ἡμᾶς παθημάτων, καί κινδύνων ἀπαλλάξατε, καί πάσης θλίψεως, καί ἀρρωστημάτων δεόμεθα, τούς τήν ὑμῶν ἀντίληψιν, ἐπιβοωμένους ἑκάστοτε, καί πταισμάτων λύσιν, αἰτήσασθε ἡμῖν παρά Θεοΰ, ὦς τῶν πιστῶν πρέσβεις ἄριστοι, πρός Χριστόν μακάριοι.
Σῶσον ὅ Θεός τόν λαόν σου…
Ώδή ζ’. Οἵ ἐκ τῆς Ἰουδαίας.
Ἐκ πηγῶν σωτηρίου, τό γλυκύτατον ὕδωρ τό τῶν ἰάσεων, πηγάζοντες πλουσίως, τῶν νόσων τήν πικρίαν, θεραπεύετε “Ἅγιοι, ἀποσβεννύντες ἀεί, τῶν λυπηρῶν τήν φλόγα.
Γεωργήσας τά πάθη, ἀρρωστήμασι πλείστοις ἤδη έτάζομαι• ἀλλ’ ὦ δυάς άγία, τῶν θείων Ἀναργύρων, τήν ζωήν μου βελτίωσον, καί τῶν πολλῶν μου κακῶν, τήν ἄνεσιν παράσχου.
Ἔν ὀδύνη τόν βίον, διά πλῆθος κακίας άνύω Ἅγιοι, καί πέπλησμαι μωλώπων, τῶν ἐκ τῆς ἁμαρτίας• ἀλλ’ ὑμεῖς θεραπεύσατε, Ἀνάργυροι θαυμαστοῖ, τήν τάλαιναν ψυχήν μου.
Θεοτόκίον.
Ῥώμην θείαν μοι δίδου, Θεοτόκε Παρθένε καθικετεύω σε, ὦς ἀν ποιῶ καί πράττω, τό θέλημα τό θεῖον, ἐκ δυνάμεως ’Ἄχραντε, καί τῷ Υίω σου Ἀγνῇ, πιστῶς εὐαρεστήσω.
Ώδή ἡ’. Τόν Βασιλέα.
“Ἀπᾷσαν βλάβην, τήν καθ’ ήμών τοῦ Βελίαρ, ἀποκρούσασθε Ἀνάργυροι ταχέως, καί ἡμῶν τόν βίον, ἀνώδυνον τηρεῖτε.
Σθένος μοι δίδου, κατά παθῶν όλεθρίων, ὦ αὐτάδελφε δυάς τῶν Ἀναργύρων, τοΰ πατεῖν έπάνω, ὄφεων καί σκορπιών.
Ἰδέ τόν πόνον, τῆς ταλαιπώρου ψυχῆς μου, ὦ αὐτάδελφε δυᾷς τῶν Ἀναργύρων, καί παράσχου ταύτῃ, ὑγείαν οὐρανόθεν.
Θεοτοκίον.
Μή διαλίπῃς, Θεοχαρίτωτε Κόρη, περιέπουσα ὦς Μήτηρ τοΰ ‘Ὑψίστου, τούς ὑπερυψοῦντας, τήν δόξαν σου τήν θείαν.
Ώδή θ’. Κυρίως Θεοτοκίον.
Οἵ κόσμῳ τάς ἰάσεις, νέμοντες άπαύστως, θεομακάριστοι θείοι Ἀνάργυροι, ἐκ πάσης νόσου ἀτρώτους ἡμᾶς φυλάξατε.
‘Ὑψώσατε τόν νοῦν μου, ἐννοιῶν μάταιων, καί τήν ζωήν μου τηρήσατε ἄνοσον, ὦς ἀγαθοῖ μου προστάται θειοῖ Ἀνάργυροι.
Ὑπέρ τῶν ἀνυμνούντων, ὑμᾶς θεοφόροι, διά παντός δυσωπεῖτε τόν Εὔσπλαγχνον, πάσης ἀνάγκης ἔν βίῳ ῥύεσθε πάντοτε.
Θεοτοκίον.
‘Ὑμνοῦμεν σε Παρθένε, ὅτι τῷ σῶ τόκῳ, ἐκ τῆς ἀρχαίας κατάρας ἐρρύσθημεν, καί τῆς ζωῆς τῆς ἀλήκτου κατηξιώθημεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀναργύρων ἤ ξυνωρίς, οἵ τῶν ἀσθενούντων, ἰατῆρες θαυματουργοῖ, Κοσμά θεοφόρε, Δαμιανέ τε θεῖε, τῶν ἀρετῶν τά θεῖα ἐνδιαιτήματα.
Πλούτῳ διαπρέποντες ἀγαθῶν, εὐποιίας ῥεῖθρα, ἀνεδείχθητε συμπαθῶς, καί τάς ἀσθενείας, ἰᾶσθε άναργύρως, τῶν χαλεπῶς πασχόντων θεῖοι Ἀνάργυροι.
Χάριν δεδεγμένοι παρά Θεοΰ, δωρεάν τάς νόσους, θεραπεύετε τῶν πιστῶν, καί τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον, τούς ἐπικαλουμένους ὑμᾶς Ἀνάργυροι.
’Ὤφθη ἰατρεῖον πνευματικόν, Πνεύματι Ἀγίω,ό ναός ὑμῶν ὅ σεπτός• ἔν αὐτῷ γάρ πᾶς τις, προστρέχων ἐκλυτροῦται, δεινῶν ἀρρωστημάτων θεῖοι Ἀνάργυροι.
Χαίρετε νοσούντων θεραπευταί, καί ῥώσεως θείας, καί ὑγείας προμηθευταί, χαίρετε διῶκται, πνευμάτων ἀκαθάρτων, Κοσμά Δαμιανέ τε ἀξιοθαύμαστοι.
Πάσης ἀσθενείας πάσης ὀργῆς, φθορᾶς τε καί βλάβης, καί ἀλγήματος χαλεποῦ, ἀσινεῖς τηρεῖτε, ήμάς θαυματοβρΰται τούς προσιόντας πόθῳ, ὑμῖν Ἀνάργυροι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοΰ ξύλου.
Ῥῦσαι νοσημάτων χαλεπῶν, καί φθοροποιῶν ἀλγηδόνων, τῶν Ἀναργύρων δυάς, τούς θερμῶς προστρέχοντας, τῆ προστασίας ὑμῶν, ένεργείςι τῆς χάριτος, τῆς ὑμῖν δοθείσης, Κοσμά παναοίδιμε, Δαμιανέ τε σοφέ, ὄπως ἔν ὑγεία τελεῖς, καί εἰρηνική καταστάσει, τόν ὑμᾶς δοξάσαντα δοξάζωμεν.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου