ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ ΑΜΑΛΙΑΝ ΤΩΝ ΒΡΥΞΕΛΛΩΝ
Ἡ μνήμη αὐτῆς τελεῖται τῇ Ι΄ Ἰουλίου.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
************************************************
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον , μεθ' ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁσιωτάτη Ἀμαλία, ταμεῖον
τῶν ἀρετῶν καὶ εὐποιΐας τῶν ἔργων,
Κυρίῳ εὐηρέστησας ἀσκήσει στεῤῥᾷ
καὶ λαὸν Χριστώνυμον Βρυξελλῶν θεαρέστοις
ἐλεημοσύναις σου· ὅθεν πάντες τιμῶντες
τοὺς σοὺς ἀγῶνας θείας σου λιτὰς
πρὸς τὸν Σωτῆρα Χριστὸν ἐξαιτούμεθα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·
" Ἀμαλίας παράκλησις, Βρυξελλῶν Ὁσίας. Χ. "
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀμάρυγμα πάμφωτον ἀρετῶν,
σεπτὴ Ἀμαλία,
ἐγκαλλώπισμα Βρυξελλῶν,
θεόθεν εὐλόγει σοὺς ἱκέτας
καὶ περιφρούρει τοὺς σοὶ καταφεύγοντας.
Μανίας συντήρει τοῦ πονηροῦ
ἡμᾶς ἀνωτέρους
τοὺς τιμῶντας σὴν ἀγωγήν,
κλεινὴ Ἀμαλία, ἐλεῆμον,
πρὸς ἀρετῆς ἐν Χριστῷ ὁλοκλήρωσιν.
Ἀσκήτρια ἔνδοξε Βρυξελλῶν,
πιστούς, Ἀμαλία,
περιφρούρει διηνεκῶς
προσφεύγοντας χάριτί σου θείᾳ
καὶ ἀγωγὴν ἀνυμνοῦντάς σου ἄμεμπτον.
Θεοτοκίον.
Λαμπὰς παρθενίας, Μῆτερ Θεοῦ,
Κεχαριτωμένη,
Ἀμαλίας θερμαῖς λιταῖς,
συνέσεως ἄναψον τὴν φλόγα
τῆ σὲ ὑμνούσῃ ἀπαύστως νεότητι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμόν, Ἀμαλία,
τὸν Λυτρωτὴν Κύριον
καὶ Σωτῆρα πάντων ἐξαίτει
τοῖς ἀνυμνοῦσί σε
ὡς συμπαθείας πολλῆς
πρὸς πάντας ἐμπεριστάτους
ἔμψυχον ἐκτύπωμα,
πάνυ ἀσκήτρια.
Ἀμαλία Ὁσία,
τῶν Βρυξελλῶν σέμνωμα
καὶ Χριστοῦ πυξὶς Ἐκκλησίας,
σοῦ τὸν οὐράνιον
Νυμφίον διηνεκῶς
μὴ παύσῃ ἐκδυσωποῦσα
πέμψαι ἄμφω δυναμιν
τοῖς εὐφημοῦσί σε.
Στηριγμὸς ἀδυνάτων,
ἀσκητριῶν σέμνωμα,
Ἀμαλία, σθένος καμνόντων
ῥῶσις καὶ δύναμις
τῶν τρυχομένων δεινῶς
καὶ ἀσθενούντων ἀκέστωρ
ὤφθης, θεοστήρικτε,
κόσμου βοήθεια.
Θεοτοκίον.
Παναγία Παρθένε,
δεῖξον ἡμῖν, ἄχραντε,
μετανοίας δρόμους τοῖς πίστει
ἀνευφημοῦσί σε,
ὡς παρθενίας φανὸν
καὶ τηλαυγῆ τῆς ἁγνείας
φάρον, παντευλόγητε
Θεογεννήτρια.
Διάσωσον
ἀπὸ κινδύνων καὶ θλίψεων, Ἀμαλία,
τοὺς ἐν πίστει σὴν ἀγωγὴν ὑμνοῦντας τὴν πάνσεπτον
καὶ πόθῳ προσφεύγοντας σαῖς πρεσβείαις.
Ἐπίβλεψον
ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις ταῖς σαῖς προσφεύγομεν ἑκάστοτε
πιστῶν οἱ χοροὶ ἐν βίου περιστάσεσιν,
Ἀμαλία πάνσεμνε,
Βρυξελλῶν τιμαλφὲς σεμνολόγημα
καὶ τῶν Ἁγίων τέκνων σου πυξὶς
πρὸς θέωσιν, μῆτερ ἀξιάγαστε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμαλία πανεύφημε,
μήτηρ ἡ καλλίπαις ἁγίων τέκνων σου,
τὴν νεότητα κατεύθυνον
πρὸς τὴν σωφροσύνην καὶ ἁγνότητα.
Ῥῦσαι πάντας στενώσεων,
Ἀμαλία μῆτερ, καὶ βλάβης ὄφεως
τοὺς προστρέχοντας τῇ σκέπῃ σου
καὶ ἐπιζητοῦντας τὰς πρεσβείας σου.
Ἀπολαύειν ἀξίωσον,
Ἀμαλία, πάντας τοὺς εὐφημοῦντάς σε
οὐρανῶν χαρᾶς, ἀσκήτρια,
ἧς ἐπαπολαύεις, θεοτίμητε.
Θεοτοκίον.
Καταπράϋνον δούλων σου
τῆς σαρκὸς κινήσεις, Θεογεννήτρια,
Ἀμαλίας παρακλήσεσι,
τῶν μακαριζόντων σε ἀείποτε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λάμψον μοι τὸ φῶς,
Ἀμαλία, τὸ σωτήριον,
ἡ ἐκλάμψασα ἐν βίῳ ἀρεταῖς,
εὐποιΐας ἔργοις, μῆτερ, καὶ σεμνότητι.
Ἤσκησας καλῶς
ἐν Βρυξέλλαις καὶ ἀπείληφας,
Ἀμαλία, χάριν ἄφθονον ἡμᾶς
ἐποπτεύειν οὐρανόθεν τοὺς τιμῶντάς σε.
Σκέδασον ἡμῶν
τῆς χαμαιζηλίας ζόφωσιν
ταῖς ἀκτῖσιν, Ἀμαλία, σῶν εὐχῶν
πρὸς Νυμφίον σου, Χριστόν, τὸν ἐπουράνιον.
Θεοτοκίον.
Ἴθυνον ἡμᾶς
πρὸς σκηνὰς τοῦ πόλου, Δέσποινα,
καὶ ἀγήρω εὐφροσύνην, ἀγαθή,
Ἀμαλίας παρακλήσεσι, Μητρόθεε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σὲ μέλποντες τῆς Βραβάνδης βλάστημα
καὶ αὐτάδελφον Ἁγίου Πιπίνου,
ἐν πειρασμοῖς καὶ δεινοῖς, Ἀμαλία,
σῇ πρὸς Θεον παῤῥησίᾳ προσφεύγομεν
τὸν κατοικτίροντα βροτοὺς
καὶ ταχὺ ἐλεοῦντα σοὺς πρόσφυγας.
Βοήθειαν σὴν ἀπεκδεχόμενοι
ἐν ἀνάγκαις, Ἀμαλία, τοῦ βίου
σὲ μελῳδοῦμεν ὡς ῥίζαν τιμίαν
Ἐμβέρτον θεῖον, Γουδούλην βλαστήσασαν
καὶ Ῥαϊνέλδαν τὴν στεῤῥὰν
σὺν σεμνῇ Φαραΐλδᾳ, ἀσκήτρια.
Ῥωννύμενοι πάντες παρακλήσεσι
ταῖς ἐνθέρμοις, Ἀμαλία Ὁσία,
πρὸς τὸν Χριστόν, Ὃν ἠγάπας ἐκ βάθους
τῆς σῆς καρδίας, ὑνοῦμεν σὴν ἄσκησιν
καὶ σοὺς ἀγῶνας ἀρετῆς
πρὸς τελείωσιν, μῆτερ, καὶ θέωσιν.
Θεοτοκίον.
Ὑπέραγνε Θεοτόκε, Δέσποινα,
Ἀμαλίας τῆς Ὁσίας πρεσβείαις
ῥῦσαι ἡμᾶς συμφορῶν κατωδύνων
καὶ ἀνσγκῶν ἀνυποιστων καὶ θλίψεων
τοὺς μεγαλύνοντας λαμπρῶς
τὴν πληθὺν θαυμασίων σου, ἄχραντε.
Διάσωσον
ἀπὸ κινδύνων καὶ θλίψεων, Ἀμαλία,
τοὺς ἐν πίστει σὴν ἀγωγὴν ὑμνοῦντας τὴν πάνσεπτον
καὶ πόθῳ προσφεύγοντας σαῖς πρεσβείαις.
Ἐπίβλεψον
ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Tῶν Βρυξελλῶν θεοφόρον ἀσκήτριαν,
ἐπιφανῆ καὶ σεμνὴν εὐφημήσωμεν,
θεοειδῆ Ἀμαλίαν, ὡς πρόβολον
τῆς ἐν Χριστῷ ἰσαγγέλου βιώσεως
αὐτῆς εὐχὰς διαθέρμους αἰτούμενοι.
Προκείμενον. Ἦχος δ΄.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον· κατὰ Μάρκον (Κεφ. η΄ 34- θ΄ 1).
Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω...
Ζήτει τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ.
Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ελεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μῆτερ εὐσυμπάθητε,
περιφανὲς Ἀμαλία,
ἡ τετράδα τέκνων σου
τῶν Ἁγίων πίστεως
ὁμηγύρεσι
συναριθήσασα
καὶ ἀξιωθεῖσα
σὺν Ἀγγέλοις ἐπαγάλλεσθαι
ἐν τοῖς σκηνώμασι
πόλου τοῖς παμφώτοις, ἱκέτευε
Χριστὸν τὸν ανοικτίρμονα
δοῦναι ἄμφω σθένος καὶ δύναμιν
τοῖς ἐν εὐλαβείᾳ
τιμῶσί σου ἀγῶνας τοὺς σεπτοὺς
πρὸς ἀρετῆς ὁλοκλήρωσιν,
θεαυγὲς ἀσκήτρια.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξύλου ἐπαπολαύεις
οὐρανῶν, Ἀμαλία,
σεμνὴ ἀσκήτρια
τῶν Βρυξελλῶν ὡς βίου
ἀμέμπτου ἐκμαγεῖον
καὶ πρεσβεύεις τῷ Κτίσαντι
ὑπὲρ ἡμῶν τῶν πιστῶς
σὲ ἀνυμνολογούντων.
Εὐσυμπάθητε μῆτερ,
Ἀμαλία, τετράδα
Ἁγίων τέκνων
ὡς δῶρον τῷ Κυρίῳ
Χριστῷ προσενεγκοῦσα,
σὴν ἐξ ὕψους ἀντίληψιν
πέμψον ἡμῖν εὐλαβῶς
τιμῶσί σου τὴν μνήμην.
Λεύκανόν μου καρδίας
τὴν στολήν, Ἀμαλία,
εὐχῶν σου νάμασι
πρὸς τὸν Χριστόν, ἀσκήσει
συντόνῳ ἐν Βρυξέλλαις
ἡ ψυχῆς σου λεύκανασα
ὥσπερ χιόνα στολήν,
ἡγιασμένη μῆτερ.
Θεοτοκίον.
Λυπηρῶν μου ὁμίχλην
καὶ ἀχλὺν ἀκηδίας
ταχέως δίωξον
φωτὶ τῶν πρεσβειῶν σου
πρὸς τὸν μονογενῆ του
Τόκον, Θεογεννήτρια,
τὸν Φωτοδότην Χριστόν,
Παρθένε Παναγία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς θείας δόξης
ἐν οὐρανοῖς, Ἀμαλία,
ἀπολαύουσα πέμψον σὴν χάριν
τοῖς πιστῶς τελοῦσι
σὴν σεβασμίαν μνήμην.
Νῦν, Ἀμαλία,
ὑμνολογοῦντες σοὺς πόνους
ἀρετῆς πρὸς τελείωσιν πόθῳ
σὰς ἐπιζητοῦμεν
θεοπειθεῖς πρεσβείας.
Ὁσία μῆτερ,
τῶν Βρυξελλῶν Ἀμαλία
ἐγκαλλώπισμα, ῥύου κινδύνων
καὶ ἐχθροῦ παγίδων
τοὺς σὲ ἀνευφημοῦντας.
Θεοτοκίον.
Σπεύδομεν πάντες
σῇ ἀῤῥαγεῖ προστασίᾳ
ἐν τοῖς κλύδωσι βίου, Παρθένε,
Κεχαριτωμένη,
πιστῶν παραμυθία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκέτας σου συντήρει
ἀσινεῖς παγίδων
τοῦ βδελυροῦ, Ἀμαλία, ἀλάστορος
καὶ πειρασμῶν ἀπειράστους, σῶφρον ἀσκήτρια.
Ἀπαύστως, Ἀμαλία,
πρέσβευε θεόθεν
ὑπὲρ ἡμῶν ἐκτελούντων ἐν ᾄσμασι
σὴν σεβασμίαν καὶ θείαν μνήμην, πανεύφημε.
Στηρίζουσα μὴ παύσῃ
πάντας, Ἀμαλία,
τῇ βακτηρίᾳ εὐχῶν σου πρὸς Κύριον
τοὺς κλονουμένους ἐν βίῳ, Ὁσία πάνσεμνε.
Θεοτοκίον.
Χριστοῦ Ἁγία Μῆτερ,
Κεχαριτωμένη,
τῆς Ἀμαλίας ἐνθερμοις δεήσεσι
πέμψον ἡμῖν τὴν σὴν χάριν ἀφθόνως, Δέσποινα.
Ἄξιόν ἐστι.... καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ἡ κοσμήτωρ τῶν Βρυξελλῶν,
σῶφρον Ἀμαλία,
ὁσιότητος λαμπηδών,
χαίροις, ἡ καλλίπαις
τῶν σῶν τεκνίων μῆτερ,
Ἁγίων συγχαιρόντων
δήμοις ἀείποτε.
Χαίροις, Ἀμαλία θεοειδές,
μῆτερ τῶν Ἁγίων,
τοῦ Ἐμβέρτου τοῦ εὐκλεοῦς,
Ῥαϊνέλδας θείας,
Ὁσίας Φαραΐλδας
καὶ εὐλαβοῦς Γουδούλης,
πίστεως καύχημα.
Χαίροις, τῆς Βραβάνδης σεπτὸς βλαστός,
χαίροις, Ἀμαλια,
ἐγκαλλώπισμα Βρυξελλῶν,
χαίροις τοῦ Ἁγίου
αὐτάδελφος Πιπίνου
καὶ τέκνων σου τετράδος
μήτηρ φιλόστοργος.
Χαίροις, Ἀμαλία πανευλαβές,
τῶν ἐλεημόνων
ἀγαλλίαμα γυναικῶν,
χαίροις, συμπαθείας
πρὸς πάσχοντας ἀκρότης,
Ὁσίων κοσμιότης,
μῆτερ, καὶ σέμνωμα.
Ῥύου, Ἀμαλία, παντοδαπῶν
θλίψεων, κινδύνων,
πειρασμῶν τε καὶ συμφορῶν
τοὺς ἐπιτελοῦντας
σὴν σεβασμίαν μνήμην,
τῶν Βρυξελλῶν Ὁσία,
μῆτερ χριστόφιλε.
Στέφος ἀμαράντινον ἐκ Θεοῦ
τῶν χειρῶν ἀξίως
ὡς Ὁσίων ὑπογραμμὸς
ἔλαβες καὶ δήμοις
Ἀγγέλων, Ἀμαλία,
συγχαίρεις εἰς αἰῶνας,
χάριτος ἔκτυπον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὁσιότητος ἄγαλμα θεοσμίλευτον,
παιδαγωγίας ἀκρότης
τετράδος τέκνων τῶν σῶν,
συγχαιρόντων τῶν Ἁγίων ὁμηγύρεσι,
σκεῦος σοφίας τοῦ Θεοῦ,
Ἀμαλία, Βρυξελλῶν
μονάστρια θεηγόρε,
ὑπὲρ ἡμῶν ἐκδυσώπει
Χριστὸν τῶν πίστει εὐφημούντων σε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μῆτερ Ἀμαλία θεαυγές,
σκεῦος ἀρετῆς καὶ σοφίας,
κοσμῆτορ τῶν Βρυξελλῶν,
ἡ σεπτῶς ἀσκήσασα
καὶ τῷ Παντάνακτι
Κτίστῃ εὐαρεσήσασα
συντόνοις καμάτοις,
ἐκτενῶς μνημόνευε
τῶν δεομένων σου
πόθῳ καὶ τιμώντων ἐκθύμως
μνήμην σου τὴν θείαν, Ὁσίων
Βρυξελλῶν ἀσύλητον θησαύρισμα.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εὐχετικόν Πεντάστιχον.
Ἀμαλίᾳ πέμψον τῇ σῇ ἐπωνύμῳ
χάριν σου σὺν αὐτῆς συνεύνῳ Δημητρίῳ, μῆτερ,
καὶ τέκνοις, Ὁσία, Χαραλάμπης ψάλλει,
ἅμα Χρήστῳ, Ἀντωνίᾳ τε καὶ τέκνοις,
Βρυξελλῶν ἐγκαλλώπισμα θεῖον, μῆτερ.
Τρισσεῦον, "Κύριε, ἐλέησον", ὡς ἐν Λιτῇ Ἁγίου Ὄρους
Ἀμαλία, κλέϊσμα * Βρυξελλῶν, ἐλέησον * σαῖς εὐχαῖς ἱκέτας σου.
Ἡ Ὁσία Ἀμαλία
Ἡ Ὁσία καὶ θεοφόρος μήτηρ ἡμῶν Ἀμαλία, διέλαμψεν ὡς ἀστὴρ πολύφωτος ἀκραιφνοῦς ἀσκητικῆς διαγωγῆς ἐν Βρυξέλλαις τοῦ Ὀρθοδόξου Βελγίου τοῦ ἑβδόμου αἰῶνος. Κατήγετο ἐξ εὐγενοῦς ῥίζης τῆς ἐπαρχίας τῆς Βραβάνδης, ἧς πρωτεύουσα ὑπάρχουσιν αἱ Βρυξέλλαι. Κατά τινας ὑπῆρξεν ὅμαιμος τοῦ Ἁγίου Πιπίνου, Δουκὸς τῆς Βραβάνδης, κόμητος τοῦ Λάντεν καὶ αὐλάρχου τῶν Φράγκων βασιλέων τῆς δυναστείας τῶν Καρολιδῶν. Ἐλθοῦσα ἡ Ὁσία Ἀμαλία εἰς γάμου κοινωνίαν μετὰ τοῦ κόμητος Βιτγέρονος ἠξιώθη τυχεῖν εὐτεκνίας καὶ καλλιτεκνίας. Ἡ εὐλογημένη αὐτὴ ῥίζα ἔδωκε καρποὺς εὐχύμους τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, τὰ τέσσαρα αὐτῆς τέκνα, τὸν Ἅγιον Ἐμβέρτον, Ἐπίσκοπον Καμπραί, τὴν Ὁσίαν Γουδούλην, τὴν Ὁσιομάρτυρα Ῥαϊνέλδαν καὶ τὴν Ὁσίαν Φαραΐλδαν.Διακριθεῖσα ἡ Ὁσία Ἀμαλία διὰ τὴν καθαρὰν καὶ ἐνάρετον αὐτῆς πολιτείαν καὶ τὰ ἔργα τῆς ἐνεργοῦ ἀγάπης καὶ φιλανθρωπίας ἀπεσύρθη εἰς τὴν Μονὴν τοῦ Μομπέζ, τοῦ τάγματος τῶν Βενεδικτίνων, ἔνθα Θεῷ εὐηρέστησε τοῖς ἀσκητικοῖς αὐτοῖς κατορθώμασι. Ἐκοιμήθη τὸν ὕπνον τῶν δικαίων τῇ 10ῃ Ἰουλίου τοῦ ἔτους 690 καὶ ἀπῆλθεν ἐκ τῶν προσκαίρων πρὸς τὰ αἰωνίως διαμένοντα Ἀγγέλοις συνευφραίνεσθαι καὶ Θεοῦ ἀπολαύειν τοῦ ἀῤῥήτου τῆς μορφῆς κάλλους.
Τ Ε Λ Ο Σ
Κ Α Ι Δ Ο Ξ Α
Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ
Θ Ε ῼ Η Μ Ω Ν
Ἀρίθμ. Καταλ. Π 591 / 14-8-13
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου