Sermo alius in patres defunctos
Λόγος ἕτερος εἰς πατέρας τελειωθέντας
Ἐν ταύτῃ ἡμέρᾳ τῇ πρώτῃ καὶ εὐσήμῳ, μυστήρια Υἱοῦ μονογενοῦς ἐνδόξως ᾂδοντες, βοήσωμεν ὕμνοις ἐν ἐκκλησίᾳ, οὔσης νύμφης τοῦ Χριστοῦ, κηρύσσοντες ἔπαθλα τῶν ὁσίων πατέρων καὶ ἐπαίνους ᾂδοντες τοῖς οἰκοῦσιν ἔρημον. Καὶ εἴπωμεν τὰ ἆθλα τῶν λιπόντων τὰς πόλεις καὶ πόθῳ θελησάντων τὰ ἔρημα οἰκῆσαι, εἰς ὠφέλειαν πάντων τῶν ἀκουόντων αὐτῶν. Κἂν ἀπών τις εὑρεθῇ, τῷ παρόντι ἠριθμήθη, συγκοινωνός τε εὐχαῖς τῶν ὁσίων πατέρων, ὅπως σωθῇ ὁ λέγων εὐχαῖς τῶν ἀκροατῶν. Οὐκ ἀπέχουσιν ἡμῶν οἱ ὅσιοι πατέρες, ἐπειδὴ πόθος αὐτῶν ἀεί ἐστι μεθ' ἡμῶν. Μὴ χωρίσωμεν αὐτούς, ὥσπερ ξένους, ἀφ' ἡμῶν, ὅτι ἀεὶ εὔχονται ὑπὲρ τῶν ἐμῶν πταισμάτων. Οὐ γάρ εἰσιν εὐτελεῖς, ὥσπερ εἰσὶν ἔνδοξοι, οὔτε δὲ ἐλάχιστοι, καθώς εἰσιν ἔντιμοι, οὔτε πάλιν ἀμαθεῖς, διδάσκαλοι δέ εἰσι πάντων τῶν ἀνθρώπων ἔργοις ἀγαθοῖς· αὐτοὶ γὰρ διδάσκονται ἐξ ἰδίου Δεσπότου. Πλαζόμενοι ὄρεσιν, ὡς θῆρες τρεφόμενοι. Τέλειοι ὑπάρχουσι, πλήρεις δικαιοσύνης, ἐπειδὴ τυγχάνουσι μέλη τῆς ἐκκλησίας. Οὐκ ἀποχωρίζουσιν ἑαυτοὺς ἐκ τῆς ποίμνης, ἐπειδὴ τέκνα εἰσὶν Ἁγίου Πνεύματος. Οὐχὶ νόμον λύουσι, τὴν ἱερωσύνην τηροῦσιν, ἐντολὰς φυλάσσουσιν· οὐκ ἀνθίστανται νόμῳ, ὄντες θερμοὶ τῇ πίστει. Ὅταν δὲ παρίστανται οἱ τίμιοι ἱερεῖς τῇ ἁγίᾳ τραπέζῃ λειτουργίαν προσάξαι, αὐτοὶ πρῶτοι τείνοντες χεῖρας αὐτῶν δέχονται πίστει σῶμα ∆εσπότου ὄντος ἀεὶ σὺν αὐτοῖς. Ὡς περιστεραί εἰσι πετασθεῖσαι ἐν ὕψει, καὶ τὰς σκηνὰς αὑτῶν ἔπηξαν ἐν τῷ σταυρῷ. Ἐν τόποις ἐρημικοῖς, ὡς πρόβατα πλάζονται· ὡς δὲ ἤκουσαν τὴν φωνὴν τοῦ Ποιμένος, εὐθέως ἐγνώρισαν τὸν ἀγαθὸν Δεσπότην. Ἔμποροί εἰσιν οὗτοι ἐξελθόντες ζητῆσαι τὸν καλὸν μαργαρίτην. Ἀθληταί εἰσιν οὗτοι εὐσεβείας δόκιμοι. Κλίνατέ μοι ἀκοάς, ἀκούσατε τὴν ὥραν, ἵνα διηγήσωμαι πολιτείαν πατέρων οἰκούντων τὴν ἔρημον. Συνάξατε ἔννοιαν μέσον τῆς ἐρημίας, κἀκεῖ θεασόμεθα θαῦμα καὶ δόξαν. Ἐν ῥιπῇ ἀπέλθωμεν, τύπους διαγράψωμεν ἀγαθοὺς καὶ θαυμαστοὺς τῆς αὐτῶν πολιτείας. Ὁ γὰρ πόθος αὐτῶν πολύ με ἀναγκάζει, ἵνα ἀπελθὼν λάβω ἐκ τῶν αὑτῶν θησαυρῶν. Βίος αὐτῶν φοβεῖ με κρύφα αὐτοῖς προσελθεῖν· τοῦτο δὲ αὐτῶν ἐστι, τὸ προσελθεῖν με αὐτοῖς ῥοπήν· ὅταν κλίνωσι γόνυ εἰς τὸ εὔξασθαι, δύνανταί με ποιῆσαι, σαθρὸν ὄντα, ἑδραῖον· ὅταν χεῖρας τείνωσιν αἴροντες εἰς οὐρανόν, ὀρθοῦταί μου ὁ λόγος, ὅπως πιστῶς ὑμνήσω· ὅταν λιτανεύωσι, τότε ἐμοὶ ἔννοια ἐπέστη καὶ ἐχάρη τῇ αὑτῶν πρᾳότητι· ὁμοίως ἡ γλῶσσά μου τῇ αὑτῶν πολιτείᾳ. Ἓν δὲ νέφος δακρύων ἐκχεύσας εἷς ἐξ αὐτῶν ὑπὲρ ἐμῶν πταισμάτων, εὐθέως εἰσηκούσθη. Αὐτῷ Χριστῷ ἔοικαν ἅγιοι ἐκεῖνοι, καὶ ἐξ αὐτοῦ κέκτηνται οἴκους οἱ ἐν ἐρήμῳ. Οὐ γὰρ κωλύει ποτὲ τοὺς ἀγαθοὺς θησαυροὺς ἀπὸ τῶν ἐρχομένων ἐνάτην ἢ ἑνδεκάτην. Ἀλλὰ πρῶτον δίδωσιν ὡς ἀγαθὸς δεσπότης τὸν μισθὸν τῷ ἐργάτῃ τῷ ἐν ἑνδεκάτῃ ὥρᾳ ἐργασαμένῳ ἐν τῷ ἀμπελῶνι. Προθύμως ἀνέῳκται θησαυρός, καὶ ὁ πλοῦτος δέδοται τοῖς θέλουσι προσελθεῖν στολισθῆναι τὴν δόξαν, ἥνπερ ἔχουσιν αὐτοὶ ἀεὶ ἐστολισμένοι, πάλιν δὲ ἀναλαβεῖν τύπους καλοὺς ἐνδόξους καὶ μιμητὰς γενέσθαι τῆς τούτων πολιτείας. Εἴ τις πάλιν σπουδάσει ἀπελθεῖν στολισθῆναι στολὴν ἥνπερ ἔχουσι, πλουτεῖ πλοῦτον ἐκείνων. Κἄν τις μείνῃ παρ' αὐτοῖς, εὐθὺς ἄρχεται δωρεῖσθαι τοῖς αἰτοῦσι δεήσεις, καθὼς αὐτοὶ δωροῦνται ἅπασι τοῖς αἰτοῦσι, καὶ πᾶσι παρέχουσιν ἅπερ αὐτοὶ κέκτηνται. Προσελθόντες λάβωμεν καλὴν δόσιν παρ' αὐτῶν, εὐχὴν ὁμοῦ καὶ τρυφήν· λάβωμεν τὴν ἀγάπην αὐτῶν οὖσαν ἔνδοξον, ὑπὲρ λίθον τίμιον καὶ σμάραγδον ἔνδοξον· καὶ ἀντὶ μαργαριτῶν λάβωμεν αὐτῶν τὴν πίστιν. Ἡ ἔνδοξος δύναμις, δι' ἣν αὐτοὶ πλάζονται ἐν ὄρεσι καὶ βουνοῖς καὶ σπηλαίοις καὶ ὀπαῖς, παράσχου μοι δύναμιν, ἑδρασμὸν τῆς γλώσσης μου, μὴ ἡττηθῆναι φράσαι τὴν τούτων πολιτείαν, καὶ μὴ ἐκλιπεῖν ὅλως φαιδρὸν αὐτῶν ἀγῶνα. Τοιγαροῦν ἐπάραντες ῥίψωμεν ἀφ' ἑαυτῶν τὰ ὅπλα τοῦ Σατανᾶ, καὶ καθάραντες σφόδρα τὰς ἑαυτῶν καρδίας, καὶ πτερὰ ποιήσαντες ἑαυτοῖς περιστερᾶς, πτερωθέντες φθάσωμεν, ὅπως θεασώμεθα τὴν αὑτῶν κατήχησιν, καταλειψάντων πόλεις καὶ τοὺς θορύβους αὐτῶν, καὶ μᾶλλον ποθήσαντας ὄρη καὶ τὴν ἔρημον. Ἀπελθόντες ἴδωμεν τὰς ἐκείνων οἰκήσεις, καὶ τὸ πῶς καθέζονται ὡς νεκροὶ ἐν τοῖς τάφοις· ἀπελθόντες ἴδωμεν τὴν τρυφήν, ἣν τρυφῶσιν ἀεὶ ἐν εὐφροσύνῃ ἀνὰ μέσον ὀρέων· ἀπελθόντες ἴδωμεν τοὺς κόσμον μισήσαντας, καὶ μᾶλλον ποθήσαντας διάγειν ἐν ἐρήμῳ· ἀπελθόντες ἴδωμεν τὰ ἐκείνων σώματα, ὅπως ταῖς θριξὶν αὑτῶν ἑαυτοὺς ἐστόλισαν· ἀπελθόντες ἴδωμεν τοὺς σάκκους τοὺς ἐκείνων, οὓς φοροῦντες ἐν χαρᾷ δοξάζουσι τὸν Θεόν· ἀπελθόντες ἴδωμεν τὰ ἐκείνων πρόσωπα, ὅπως τῇ στυγνότητι τὰς ψυχὰς φαιδρύνουσιν· ἀπελθόντες ἴδωμεν σὺν αὐτοῖς τοὺς ἀγγέλους ᾂδοντας καὶ ψάλλοντας ἐν πολλῇ εὐφροσύνῃ· ἀπελθόντες ἴδωμεν τὰ αὑτῶν ποτήρια τὰ συγκεκρασμένα τοῖς ἑαυτῶν δάκρυσιν· ἀπελθόντες ἴδωμεν τὰς ἐκείνων τραπέζας πεπληρωμένας ἀεὶ βοτανῶν τῶν ἀγρίων. Δεῦτε, θεασώμεθα τοὺς λίθους τοὺς ἐκείνων οὕσπερ τιθεῖσιν ἀεὶ ὑπὸ κεφαλῆς αὑτῶν· ἀπελθόντες λάβωμεν τῶν τριχῶν τῶν ἁγίων, ὅπως σχῶμεν ἑαυτοῖς εὐμενῆ τὸν Δεσπότην. Λῃστὴς αὐτοὺς ἂν ἴδῃ, εὐθὺς πίπτων προσκυνεῖ, ἐπειδὴ σταυρὸν ἀεί εἰσιν ἐστολισμένοι. Ὅταν ἄγρια ζῷα σάκκους τούτων ἴδωσιν, εὐθέως ἀφίστανται, μέγα θαῦμα ὁρῶντα. Πᾶν ἑρπετὸν πατοῦσιν ἐν τοῖς ἑαυτῶν ποσίν, ὅτι ὑποδέδενται πίστιν δικαιοσύνης. Ὅταν δὲ αὐτοὺς ἴδῃ Σατανᾶς, εὐθὺς φρίσσει, καὶ βοήσας ὀδύνῃ ἀφίσταται παραυτά· ἐπειδὴ κατέκλασε μυριάδας παγίδων ὀπίσω αὐτῶν ἱστῶν καὶ οὐδόλως ἴσχυσεν ἀδικῆσαι δικαίους. Οὔτε γὰρ ἦσαν χαῦνοι ὡς ἡμεῖς οἱ ἄφρονες, ἀλλὰ γενναίως πάντες ἐπολέμουν Ἐχθρόν, ἕως ὅτου εἰς τέλος συνέτριψαν Σατανᾶν ὑπὸ τοὺς πόδας αὑτῶν· διὸ ἐξουδένωσαν τὰς ἐπιβουλὰς αὐτοῦ καὶ οὐκ ἐδειλιώθησαν πάσας μηχανὰς αὐτοῦ. Πλοῦτον αὐτοῖς ἂν δείξῃ, οὐδὲν αὐτὸν ἡγοῦνται, ἀλλὰ ἐξουδενώσαντες, ὥσπερ πέτρας πατοῦσιν· ἔχουσι γὰρ τὸν πλοῦτον ἐν τοῖς οὐρανοῖς μετ' ἁγίων ἀγγέλων. Πεῖνα αὐτοὺς οὐ θλίβει, εἰσὶ γὰρ πεπληρωμένοι ἐκ τοῦ ἄρτου τῆς ζωῆς, Χριστοῦ, καταβαίνοντος ἐξ ἁγίων οὐρανῶν. Ὁμοίως δὲ καὶ ἡ δίψα οὐ καταφλέγει αὐτούς, ὅτι ἀεὶ ἔχουσιν ἐν τῇ ἑαυτῶν ψυχῇ ὁμοίως καὶ τῇ γλώσσῃ Χριστόν, τὴν ζῶσαν πηγήν. Ὁ πονηρὸς Σατανᾶς ταράξαι οὐ δύναται ἑνὸς αὐτῶν λογισμόν, ὅτι ἐπὶ τὴν πέτραν θεμέλιον τέθεικαν. Οἰκοῦσιν ἐν σπηλαίοις, ὁμοίως δὲ καὶ νάπαις, ὥσπερ ἐν κουβουκλίοις. Τὰ δὲ ὄρη καὶ βουνά, ἅπερ κύκλῳ ἔχουσιν, οὕτως ταῦτα ποθοῦσιν, ὥσπερ τείχη ὑψηλά. Τράπεζα αὐτοῖς ἐστι πᾶσα ἡ γῆ καὶ ὄρη· ὁμοίως δὲ καὶ τὸ δεῖπνον αἱ ἄγριαι βοτάναι. Ὁ μέγας αὐτῶν πότος ὕδωρ ἐκ τῶν ῥυάκων, ὁ δὲ οἶνος ὁμοίως ἐκ τῶν ὀπῶν τῶν πετρῶν. Ἐκκλησίας ἔχουσι τὰς γλώσσας τὰς ἑαυτῶν, δι' ὧν ἀεὶ τελοῦσι τὰς ἑαυτῶν προσευχάς. Δυοκαίδεκα ὥρας, ὥσπερ ἔχει ἡ ἡμέρα, αὐτοῖς ἐστι προσευχὴ πρὸς τὸν αὑτῶν Δεσπότην ∆όξαν ἥνπερ ᾂδουσιν ὄρεσι καὶ σπηλαίοις, θυσία εὐπρόσδεκτος προσφέρεται τῷ Θεῷ. Αὐτοί εἰσιν ἑαυτοῖς ἱερεῖς, καὶ ἰῶνται τὰς ἡμετέρας νόσους διὰ τῶν εὐχῶν αὐτῶν· καὶ γὰρ πρεσβευταὶ ἡμῶν πάντοτε τυγχάνουσιν. Οὐ φρονοῦσιν ὑψηλά, οὐδὲ ἐπιζητοῦσι τὴν πρωτοκαθεδρίαν. Δόξα γὰρ αὐτοῖς ἐστιν ἡ ταπεινοφροσύνη, μιμηταὶ γενόμενοι Χριστοῦ τοῦ πτωχεύσαντος δι' ἡμᾶς τοὺς ἀθλίους. Οὐ διδῶσιν αὐτοῖς ἄνεσιν ἐν κόσμῳ, ἐπειδὴ ἐκδέχονται τὴν ἐκεῖ ἀνάπαυσιν. Γενώμεθα ὅμοιοι τῶν οἰκούντων τὰ ὄρη, ὁμοίως καὶ μέτοχοι τῆς αὑτῶν πολιτείας. Πλαζόμενοι γὰρ οὗτοι σὺν θηρίοις ὡς θῆρες, ὁμοίως ὡς πετεινὰ ἵπτανται ἐν ὄρεσι· βόσκονται ὡς ἔλαφοι μετ' ἀγρίων· ἡ δὲ τράπεζα αὐτῶν ἀεὶ ἑτοίμη ἐστί· χλόην γὰρ καὶ βοτάνας ἀεὶ οὗτοι βόσκονται. Καὶ ὡς λύχνοι φαίνουσι πλαζόμενοι ὄρεσι, καὶ πάντες φωτίζονται ἐν τῷ φωτὶ ἐκείνων οἱ μετὰ πολλοῦ πόθου πλησιάζοντες αὐτοῖς.
Τεῖχός εἰσιν ἑδραῖον πατέρες ἐν ἐρήμῳ, διὸ εἰρηνεύουσι τόπον ἔνθα οἰκοῦσιν. Ὅπου ἂν καταντήσῃ κἂν εἷς ἐκ τῶν πατέρων, πᾶσά ἐστι τοῦ λοιποῦ κύκλῳ αὐτοῦ εἰρήνη. Βουνοῖς ἐπιστείχουσιν ὃν τρόπον περιστεραί, ὁμοίως ὡς ἀετοὶ ἐν ὑψηλοῖς ὄρεσι καὶ σπηλαίοις. Καὶ βασιλεῖ μὲν ἴσως στενοχωρεῖ παλάτιον, αὐτοῖς δὲ εὐρύχωροί εἰσιν αἱ ὀπαὶ τῆς γῆς. Τὰ τρύχινα φοροῦντες οἱ ὅσιοι πατέρες μᾶλλον ἀγαλλιῶνται τῷ πορφύραν φοροῦντι· κατελύθη πορφύρα, καὶ σάκκος εὐδοκιμεῖ διὰ τὴν ὑπομονὴν τῶν ἁγίων πατέρων. Καὶ γὰρ ἐβδελύξαντο τὴν ὑπερηφανίαν καὶ σφόδρα ἀσπάζονται τὴν πολλὴν ταπείνωσιν. Ἐμίσησαν δὲ πᾶσαν δόξαν ματαίου κόσμου, καὶ ἰδοὺ δοξάζονται ὑπὸ πάντων ἀνθρώπων διὰ τὴν ταπείνωσιν καὶ πολλὴν πρᾳότητα. Οὐ κέκτηνται βασιλεῖς ἀνάπαυσιν τοιαύτην, οἵαν κέκτηνται ἄνεσιν πατέρες ἐν τῇ ἐρήμῳ, διότι Χριστός ἐστιν αὐτῶν ἀγαλλίασις. Βόσκονται δὲ ὡς θῆρες βοτάνας ἐν ἐρήμῳ, ἐπειδὴ ἐκδέχονται τὸν τερπνὸν παράδεισον· ὅταν δὲ ἀτονίσωσι πλαζόμενοι ὄρεσιν, ὡς ἐν τρυφῇ ἑαυτοὺς τιθέασιν ἐν τῇ γῇ. Ὅταν δὲ ὑπνώσωσιν, ἐν σπουδῇ ἐγείρονται, ὡς σάλπιγγες ὑμνοῦσι Χριστὸν τὸν ποθούμενον. Τάγματα δὲ ἀγγέλων ἀεὶ εἰσὶ σὺν αὐτοῖς, ἃ καὶ τειχίζει αὐτοὺς καὶ φυλάττει πάντοτε. Ἡ χάρις τοῦ Δεσπότου ἀεί ἐστι σὺν αὐτοῖς καὶ οὐκ ἀφιεῖ αὐτοὺς διαλαθεῖν τὸν Ἐχθρόν. Ὅταν γόνυ κλίνωσι, πηλὸν ἐμπροσποιοῦσι, καὶ ῥύακας στένωσιν ἐξ ἰδίων δακρύων. Ὅταν δὲ σφραγίσωσι τὴν ἑαυτῶν ὕμνησιν, ἐγείρεται Δεσπότης δούλοις αὑτοῦ λειτουργεῖν. Ὅταν ὄρθρος γένηται, εὐθὺς αὐτῶν τὰ πτερὰ ἐπάραντες, πέτανται ἐν πάσῃ τῇ οἰκουμένῃ· οὐδὲ γάρ ἐστιν αὐτοῖς φανερὰ ἡ οἴκησις τῶν ἁγίων πατέρων, ἐν τῇ Ἐδὲμ ὑπάρχει. Ὅπου δύσει ἥλιος, ἐκεῖ καταλύουσιν· ὅπου δὲ φθάσει ἡ νύξ, ἐκεῖ μονὴν ποιοῦσι. Μνήματα οὐ φροντίζουσι, νεκροὶ γὰρ ὑπάρχουσι σταυρωθέντες τῷ κόσμῳ, ἐν τῷ πόθῳ τοῦ Χριστοῦ. Ὅπου γὰρ ἐτέλεσε νηστείαν εἷς ἐξ αὐτῶν, ἐκεῖ αὐτῷ γέγονεν ἐν τῷ τόπῳ τὸ μνῆμα. Πολλοί εἰσι ἐξ αὐτῶν κλίναντες γόνυ εἰς προσευχήν, καὶ ἀνεπαύσαντο πρᾴως ἔμπροσθεν τοῦ Δεσπότου· ἄλλοι πάλιν ὁμοίως στηριχθέντες ἐν πέτρᾳ τὰς ψυχὰς παρέδωκαν τῷ ἰδίῳ Δεσπότῃ· ἄλλος ἁπλῶς ἐν ὄρει ἀναπατῶν ἀπέθανε. καὶ γέγονεν ὁ τόπος τάφος ὁμοῦ καὶ θάπτης· ἄλλος πάλιν ἑαυτὸν σχηματίσας ἔθαψεν, ἑδρασθεὶς τῇ χάριτι τοῦ ἑαυτοῦ Δεσπότου· ἄλλος δὲ βοσκόμενος τὴν χλόην τοῦ Δεσπότου, νυστάξας ἀπέπνευσε τῇ ἑαυτοῦ τραπέζῃ· ἄλλος δὲ πάλιν ἑστὼς ἐν τῇ δοξολογίᾳ ἀφηρπάγη ἀπ' αὐτοῦ φώνημα πνοῆς αὑτοῦ· ἄλλος ἑστὼς ἐν ὄρει ψάλλων καὶ λιτανεύων, ἦλθε καὶ ἐσφράγισεν ᾅδης αὐτοῦ τὴν εὐχήν. Ἐκδέχονται τὴν φωνὴν τὴν αὐτοὺς ἐγείρουσαν, καὶ ἀνθοῦσιν ὡς ἄνθη εὐωδίαν πνέοντα. Ὅταν προσταχθῇ ἡ γῆ ἐξαγαγεῖν τοὺς νεκρούς, εὐθέως βλαστάνουσιν ὥσπερ κρίνα ἀνθοῦντες· καὶ τότε ὁ Δεσπότης ἀντὶ πολλοῦ καμάτου, ὃν αὐτοὶ ὑπέμειναν δι' ἀγάπην τοῦ Χριστοῦ, τὴν αἰώνιον ζωὴν δωρεῖται αὐτοῖς ἀεί· καὶ ἀντὶ τριχῶν αὐτῶν στέμμα πλοκῆς ἐνδόξου· καὶ ἀντὶ τῶν τρυχίνων, ἐν οἷς ἐκακοπάθουν, δίδωσιν αὐτοῖς στολὴν ἔνδοξον τὴν τοῦ γάμου· ἀντὶ δὲ τῶν βοτανῶν καὶ τοῦ στενοῦ ὕδατος Χριστὸς γίνεται τούτοις βρῶσις ἅμα καὶ πόσις· ἀντὶ τῶν ὀπῶν τῆς γῆς, ἐν αἷς αὐτοὶ ᾤκησαν, παρέχει αὐτοῖς Χριστὸς τὸν μέγαν παράδεισον. Ἐπειδὴ ἐπόθησαν θλῖψιν ἔχειν ἐν κόσμῳ, αὐτοῖς παρέχει τὴν χαρὰν τὴν μεγάλην· οὐ γὰρ δυνατόν ἐστι διὰ λόγων δηλῶσαι τὴν πολλὴν εὐφροσύνην, ἐν ᾗ εἰσελεύσονται ἅπαντες οἱ ἅγιοι, οἱ ἐν τῷ κόσμῳ τούτῳ ἑκουσίως θλιβέντες. Ἀνταγωνισάμενοι τοῖς 28 μιαροῖς πάθεσι καὶ νικήσαντες Ἐχθρόν, ἐφύλαξαν ἐντολὰς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Διὸ μακαρίζουσιν οἱ ἄγγελοι ἁγίους καὶ λέγουσι πρὸς αὐτούς· μακάριοί ἐστε ὑμεῖς οἱ διὰ Χριστοῦ πόθον καλῶς κυβερνήσαντες ἐν τῇ ὑμῶν φρονήσει καὶ πολλῇ ὑπομονῇ τὸ σκάφος ὑμῶν, ἐν τῇ γῇ εὐθύνοντες ἀσφαλῶς ἐν ταῖς ἐντολαῖς Χριστοῦ τοῦ ἀγαθοῦ Δεσπότου. Διὸ κατηντήσατε εἰς εὔδιον λιμένα, ἀπολαβόντες Χριστὸν ὅνπερ ἐποθήσατε. Νυνὶ δὲ συγχαίρομεν ὑμῖν, ὦ μακάριοι, ὅτι ἐξειλήσατε τῶν παγίδων τοῦ Ἐχθροῦ, καὶ ἤλθετε πρὸς Χριστὸν ὑμᾶς στεφανώσαντα, καὶ ἐστὲ κληρονόμοι τῆς βασιλείας αὐτοῦ, δοξάζοντες ἐκτενῶς τὴν Ἁγίαν Τριάδα, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου