Τετάρτη 27 Ιανουαρίου 2021

Λόγος εἰς πατέρας τελειωθέντας - Αγίου Εφραίμ του Σύρου

 


Sermo in patres defunctos 

Λόγος εἰς πατέρας τελειωθέντας

Τὴν καρδίαν μου ἀλγῶ· συμπαθεῖτε, ἀδελφοί, δοῦλοι εὐλογημένοι. ∆εῦτε, ἀκούσατε· ὀδυνᾶταί μου ἡ ψυχή· ἀλγοῦσί μου οἱ νεφροί. Ποῦ εἰσι τὰ δάκρυα καὶ ποῦ ἡ κατάνυξις, ἵνα λούσω σῶμά μου δάκρυσι καὶ στεναγμοῖς; Τίς ἄν με μετέθηκεν ἐν τόπῳ ἀοικήτῳ, ὅπου οὐκ ἔνι θόρυβος ἐκκόπτων τὰ δάκρυα, οὔτε πάλιν σύγχυσις ἐμποδίζουσα κλαυθμόν; Καὶ ὑψώσας τὴν φωνὴν ἔκλαυσα πρὸς τὸν Θεὸν μετὰ πικρῶν δακρύων, καὶ εἶπον ἐν στεναγμοῖς· ἴασαί με, Κύριε, ἵνα ἰαθήσωμαι, διότι ὑπερβολῇ ἀλγεῖ μου ἡ καρδία, καὶ οἱ στεναγμοὶ αὐτῆς οὐκ ἐῶσί με ῥοπὴν ἄνεσιν ἀναλαβεῖν. Θεωρῶ γάρ, ∆έσποτα, ὅτι τοὺς ἁγίους σου, ὥσπερ χρυσὸν ἐκλεκτόν, οὕτως παραλαμβάνεις ἐκ τοῦ ματαίου κόσμου εἰς ἀνάπαυσιν ζωῆς. Καθάπερ ὁ συνετὸς γεωργὸς ἐν φρονήσει, ὅταν ἴδῃ τοὺς καρποὺς ὡριμάσαντας καλῶς, τρυγᾷ αὐτοὺς ἐν τάχει, ἵνα μὴ ἀδικηθῇ ὑπό τινων τραυμάτων ἐναντιούντων αὐτοῖς, οὕτως καὶ αὐτός, Σωτήρ, συλλέγεις τοὺς ἐκλεκτοὺς τοὺς κάμνοντας ὁσίως. Καὶ ἡμεῖς οἱ ῥᾴθυμοι χαῦνοι τῇ προαιρέσει ἀπεμείναμεν οὕτως ἐν σκληρότητι ἡμῶν, καὶ καρπὸς ἡμῶν ἀεὶ ἄωρος ἀπέμεινε τῷ μὴ ἔχειν πρόθεσιν, ἵνα καλῶς ὡριμάσῃ ἐν ἔργοις τοῖς ἀγαθοῖς καὶ τρυγηθῇ ὁσίως εἰς ἀποθήκην ζωῆς· οὐκ ἔχει γὰρ δάκρυα ὁ ἡμέτερος καρπός, ἵνα αὐτὸν ὡριμάσῃ· οὔτε μὴν κατάνυξιν, ἵνα εὐθαλὴς γένηται ἐκ πνοῆς τῶν δακρύων· οὔτε μὴν ταπείνωσιν, ἵνα ἐπισκιάσῃ ὑπεράνωθεν αὐτοῦ εἰς τὸν πολὺν καύσωνα· οὔτε ἀκτημοσύνην, ὅπως ἂν μὴ βαρηθῇ ἀπὸ τῶν ἐναντίων· οὔτε ἀγάπην Θεοῦ, τὴν ῥίζαν τὴν κραταιάν, τὴν βαστάζουσαν καρπόν· οὔτε ἀμεριμνίαν τῶν γηΐνων πραγμάτων· οὔτε μὴν ἀγρυπνίαν· οὔτε νοῦν ἐγρήγορον, νήφοντα ἐν προσευχῇ. Ἀντὶ τούτων τῶν καλῶν καὶ ἀγαθῶν ἀρετῶν ἔχει τὰ ἐναντία· ὀργὴν δεινὴν καὶ θυμὸν κολαφίζοντα καρπόν, ὅπως μὴ χρησιμεύσῃ. Ἡ πολυκτημοσύνη βαροῦσα αὐτὸν κάτω, ἀκηδία μεγάλη, αὗται πᾶσαι συμφοραί, πῶς ἐῶσι τὸν καρπὸν ὡριμάσαι ὁσίως, ἵνα καὶ χρησιμεύσῃ τῷ ἰδίῳ δεσπότῃ, οὐρανίῳ γεωργῷ; Οἴμοι, οἴμοι, ὦ ψυχή, λάλησον καὶ δάκρυσον στερηθεῖσα ἐν τάχει ἐκ πατέρων τελείων καὶ ἀσκητῶν ὁσίων. Ποῦ εἰσιν οἱ πατέρες; Ποῦ εἰσιν οἱ ἅγιοι; Ποῦ εἰσιν οἱ γρήγοροι; Ποῦ εἰσιν οἱ νηφάλιοι; Ποῦ εἰσιν οἱ ταπεινοί; Καὶ ποῦ εἰσιν οἱ πραεῖς; Ποῦ εἰσιν οἱ ἥσυχοι; Ποῦ εἰσιν οἱ ἐγκρατεῖς; Ποῦ εἰσιν οἱ εὐλαβεῖς; Καὶ ποῦ οἱ ἀκτήμονες; Ποῦ οἱ κατανυκτικοί, εὐάρεστοι τῷ Θεῷ; Οἵτινες ἑστήκεισαν ἐν προσευχῇ καθαρᾷ ἐνώπιον τοῦ Θεοῦ, ὡς ἄγγελοι τοῦ Θεοῦ, βρέχοντες σχεδὸν τὴν γῆν <διὰ> τῶν γλυκέων δακρύων [καὶ] τῆς κατανύξεως; Ποῦ εἰσι φιλόθεοι μεστοὶ ἀγάπης Θεοῦ, μὴ κτησάμενοι ὅλως τι φθαρτὸν ἐπὶ τῆς γῆς, ἀλλὰ σταυρὸν ἑαυτῶν αἴροντες διηνεκῶς, Σωτῆρα ἠκολούθουν, βαδίζοντες ἀσφαλῶς ἐν τῇ ὁδῷ τῇ στενῇ, προσέχοντες ἀκριβῶς μὴ ἐκπεσεῖν εἰς κρημνούς, ἐν ἐρήμῳ ἀβάτῳ, ἀνύδρῳ καὶ σκοτεινῷ, ἀλλ' ἐν τῇ εὐθείᾳ ὁδῷ τῆς ἀληθείας τῶν ἐντολῶν τοῦ Θεοῦ, πλήρεις ἀεὶ φωτισμοῦ προσταγμάτων τοῦ Χριστοῦ, ὁδεύοντες ἐν καλῇ πολιτείᾳ καὶ θερμῶς δουλεύοντες τῷ Θεῷ, θλιβέντες ἑκουσίως ἐν βίῳ τῷ ματαίῳ; ∆ιὰ τοῦτο ὁ Θεὸς ἀγαπῶν αὐτοὺς λίαν, ἐπεσύναξεν αὐτοὺς εἰς λιμένα τῆς ζωῆς καὶ χαρὰν αἰώνιον, ἵν' ἐκεῖ ἀγάλλωνται καὶ ἐκεῖ τρυφήσωσιν ἐν παραδείσῳ τρυφῆς καὶ παστῷ οὐρανίῳ, Νυμφίῳ ἀθανάτῳ, ἐν χαρᾷ τῇ μεγίστῃ. Ἀπεδήμησαν ἔνθεν πρὸς Θεὸν τὸν ἅγιον, ἔχοντες τὰς λαμπάδας μεθ' ἑαυτῶν ἑτοίμους. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀρετή, οὐδ' ἔστιν ἐν ἡμῖν ἐκείνων ἡ ἄσκησις. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἐγκράτεια, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ εὐλάβεια, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ πραΰτης, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀκτημοσύνη. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀγρυπνία, οὐδ' ἔστιν ἐν ἡμῖν ἀγάπη πρὸς τὸν Θεόν. Οὐκ ἔστι νῦν ἐν ἡμῖν εὐσπλαγχνία τοῦ Χριστοῦ, οὔτε ἐστὶν ἐν ἡμῖν συμπάθεια τῶν μελῶν. Ἀλλὰ πάντες ἤμεθα ἄγριοι, ἀνήμεροι καὶ μὴ ἀνεχόμενοι ἀλλήλων τὸ παντελῶς. Βέλη πεπυρωμένα εἰσὶν αἱ γλῶσσαι ἡμῶν κατ' ἀλλήλων καθ' ὥραν. Πάντες τιμὴν ζητοῦμεν· πάντες φιλοδοξοῦμεν· πάντες φιλοκτήμονες· πάντες ἤμεθα χαῦνοι· πάντες ἐσμὲν ὑπνώδεις· πάντες ἐσμὲν σκολιοί. Εἰς φλυαρίαν εὔτονοι, εἰς τὰς εὐχὰς ὀκνηροί. Πλάζεσθαι αὐθαίρετοι, ἡσυχάσαι ἀσθενεῖς. Εἰς τρυφὴν εὐπρόθυμοι, εἰς ἐγκράτειαν στυγνοί· εἰς τὴν ἀγάπην ψυχροί, καὶ εἰς τὸν θυμὸν θερμοί· εἰς ἀγαθὰ ὀκνηροί, καὶ εἰς κακὰ σπουδαῖοι. Τίς ἄρα μὴ θρηνήσει, καὶ τίς ἄρα μὴ κλαύσει τὴν διάθεσιν ἡμῶν τὴν πλήρη χαυνότητος; Ἐκεῖνοι οἱ πατέρες γενόμενοι πρὸ ἡμῶν χρήσιμοι τῷ Κυρίῳ, σώσαντες καὶ ἑαυτούς, οὐκ ἦσαν οὕτως χαῦνοι. Οὐδὲ δύο λογισμοὺς εἶχον οἱ τέλειοι, ἀλλὰ ἕνα λογισμόν, τὸ πῶς μόνον σωθῶσιν· ἔσοπτρον καλὸν ἦσαν ἅπασι τοῖς θεαταῖς. Εἷς αὐτῶν ἠδύνατο τὸν Θεὸν παρακαλεῖν ὑπὲρ πολλῶν ἀνθρώπων· δύο πάλιν ἐξ αὐτῶν ἴσχυον παρίστασθαι ἐνώπιον τοῦ Θεοῦ ἐν προσευχαῖς ἁγίαις, δυσωπῆσαι ὁσίως τὸν φιλάνθρωπον Θεὸν καὶ ὑπὲρ χιλιάδων. Οἴμοι οἴμοι, ὦ ψυχή, ἐν ποίῳ καιρῷ ἐσμεν; Οἴμοι, ἀγαπητοί μου, εἰς  ποίαν ἰλὺν κακῶν νῦν ἐφθάσαμεν ἡμεῖς; Ἀγνοοῦμεν θέλοντες. Ἐπειδὴ γὰρ οὐ νήφει ὁ τῆς ψυχῆς ὀφθαλμὸς ἐκ πολλῆς τυφλώσεως καὶ τῶν μετεωρισμῶν, χάριν τούτου οὐκ ἐσμὲν δυνατοὶ κατανοεῖν εἰς προκειμένην θλῖψιν. ῞Οσιοι καὶ δίκαιοι ἰδοὺ νῦν ἐκλέγονται καὶ ἐπισυνάγονται εἰς λιμένα τῆς ζωῆς, ἵνα μὴ θεωρῶσι τὴν θλῖψιν καὶ σκάνδαλα ἐπερχόμενα ἡμῖν δι' ἡμῶν ἁμαρτίας. Ἐκεῖνοι ἐκλέγονται, καὶ ἡμεῖς νυστάζομεν· ἐκεῖνοι ἁρπάζονται, καὶ ἡμεῖς συρόμεθα εἰς κόσμον τὸν μάταιον· ἐκεῖνοι συνάγονται, καὶ ἡμεῖς καθεύδομεν· ἐκεῖνοι ὑπάγουσι πρὸς Θεὸν παρρησίᾳ, καὶ ἡμεῖς μετεωριζόμεθα ἐπὶ τῆς γῆς. Κυρίου παρουσία ἐπὶ θύραις ἕστηκε καὶ ἡμεῖς διστάζομεν· σάλπιγξ ἡ οὐράνιος ἑτοίμη ἐστὶ βοᾶν ἐν προστάγματι Θεοῦ, καὶ σαλεῦσαι σύμπαντα διὰ τῆς φρικτῆς φωνῆς, ἵν' ἐγείρῃ τοὺς νεκρούς, ἵν' ἕκαστος ἀπολάβῃ κατὰ τὴν πρᾶξιν αὐτοῦ· δυνάμεις τῶν οὐρανῶν ἕτοιμαι ἑστήκασιν ἐν τοῖς τάγμασιν αὐτῶν προσελθεῖν μετὰ φόβου ἔμπροσθεν τοῦ Νυμφίου ἐρχομένου ἐν δόξῃ ἐν νεφέλαις οὐρανῶν κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἡμεῖς ἀπιστοῦμεν. Τί ἄρα ἂν γένηται ἐν τῇ ὥρᾳ ἐκείνῃ ἐφ' ἡμῶν, ἀδελφοί; Πῶς ἔχωμεν ἐκεῖσε Θεῷ ἀπολογήσασθαι διὰ τὴν ἀμέλειαν τῆς ἡμῶν σωτηρίας; Ἂν μὴ νῦν σπουδάσωμεν καὶ κλαύσωμεν ἀναιδῶς, μετανοοῦντες καλῶς ἐν ταπεινώσει ψυχῆς καὶ πρᾳότητι πολλῇ, πῶς μέλλομεν ἕκαστος θρηνῆσαι ἐν τῇ θλίψει; Καὶ μεταμελούμενος εἴπῃ ἕκαστος ἡμῶν μετὰ πικρῶν δακρύων· οἴμοι τῷ ἁμαρτωλῷ, τί ἄφνω ἐγένετο; Πῶς παρῆλθεν ὁ βίος τῆς ἐμῆς χαυνότητος; Ἠγνόησα παντελῶς πῶς ἐκλάπη ὁ χρόνος ἐμοῦ τοῦ μετεώρου. Ποῦ εἰσιν αἱ ἡμέραι ἐκεῖναι αἱ ἥσυχοι, ἃς ἐγὼ ἐτέλεσα ἐν τοῖς μετεωρισμοῖς, ἵνα μετανοήσω μετὰ σάκκου καὶ σποδοῦ; Καὶ οὐδὲν ὠφελήσῃ ἐκ τῶν πολλῶν ῥημάτων. ῞Οταν πάλιν ἴδωμεν τοὺς ἁγίους ἐν δόξῃ ἱπταμένους ἐν φωτὶ ἐν νεφέλαις ἀέρων εἰς ἀπάντησιν Χριστοῦ τοῦ βασιλέως τῆς δόξης, ἑαυτοὺς δὲ βλέποντες ἐν τῇ μεγάλῃ θλίψει, τίς ἄρα ὑπενέγκῃ τὴν αἰσχύνην ἐκείνην καὶ δεινὸν ὀνειδισμόν; Νήψωμεν, ὦ ἀδελφοί, νήψωμεν, ἀγαπητοί, νήψωμεν, φιλόθεοι, τέκνα ἠγαπημένα παρὰ τοῦ Θεοῦ πατρός, ἔλθωμεν εἰς ἑαυτούς, καὶ ἐπισυνάξωμεν ὀλίγον τοὺς λογισμοὺς ἐκ τοῦ ματαίου βίου· προσπέσωμεν τῷ Θεῷ μετὰ πολλῶν δακρύων· παρακαλέσωμεν αὐτὸν ἀναιδῶς μετὰ σπουδῆς, ἵνα ἡμᾶς ῥύσηται τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ πικρᾶς κολάσεως. Μὴ αὐτοῦ χωρισθῶμεν τοῦ γλυκέος ∆εσπότου, ἀγαπήσαντος ἡμᾶς καὶ δόντος ὑπὲρ ἡμῶν ἑαυτὸν εἰς τὸν σταυρόν. Πάντων ὑμῶν δέομαι καὶ πάντας ἱκετεύω ἐγὼ ὁ ἀνάξιος ἅμα καὶ ἁμαρτωλός, καὶ ἐπ' ἐμοὶ τῷ χαύνῳ ἐκχέατε δάκρυα ἐν τῇ προσευχῇ ὑμῶν καὶ δεήσει καθαρᾷ, ἵνα κἀγὼ κατανυγῶ καὶ δακρύσω σὺν ὑμῖν, καὶ φωτισθῇ ὀλίγον ἡ τυφλή μου καρδία, καὶ ζητήσω τὸν Θεόν, σωτῆρα τὸν ἅγιον, ὅπως μοι δωρήσηται προθυμίαν τελείαν μετὰ σπουδῆς μετανοεῖν, ἕως οὗ καιρός ἐστι δεχθῆναι τὰ δάκρυα, καὶ σὺν ὑμῖν, ἀδελφοί, σωθήσομαι καὶ ἐγὼ ὁ ἀνάξιος τῆς ζωῆς. ∆έομαι, ἀγαπητοί, δέξασθε παράκλησιν τοῦ ἁμαρτωλοῦ Ἐφραΐμ, ἀδελφοῦ ὑμῶν χαύνου. Καὶ σπουδάσωμεν πάντες τὸν Θεὸν τὸν ἅγιον ἵλεων ποιήσασθαι ἕως ἔχομεν καιρόν. Ἰδοὺ γὰρ ἐπὶ θύραις ἕστηκεν ὁ Κύριος ποιῆσαι συντέλειαν αἰῶνος τοῦ ματαίου.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις